Τί μου τὸ ψυχικὸν βλέμμα τυφλῶσαι προαιρεῖσθε; Ἀνέβλεψα, οὐ τυφλοῦμαι· μάτην μοι κονιορτὸν βλασφημίας προσρίπτετε. Ἄλλος ἐφιλανθρωπεύσατο, καὶ ὑμεῖς ἀντιβάλλετε. Οὐ προσκυνεῖτε, ἀλλὰ λοιδορεῖτε. Καλῶς δὲ αὐτὸν υἱὸν τοῦ τέκτονος προσαγορεύετε· μετημφίασε γὰρ τῶν ἐμῶν ὀφθαλμῶν τὰς θυρίδας. Μικρόν μοι συγχωρήσατε, εἰ μετ᾽ ὀλίγον ὑμῖν διαλέγομαι. Συγχωρήσατέ μοι πρῶτον κατανοῆσαι τοῦ οὐρανοῦ τὸ κάλλος, τοῦ ἡλίου τὸ κέντρον, τῆς σελήνης τὸ φάος, τῆς ἡμέρας τὸν ὅρον, τῆς νυκτὸς τὸ μέτρον, τῶν ἀστέρων τὴν χορείαν, τῶν νεφῶν τὴν διαδρομὴν, τῆς γῆς τὴν εὐθύτητα, τῆς θαλάσσης τὸ κύτος, τῶν πλοίων τὴν ἄτριβον διάβασιν, τῶν ἀνωμάλων τὴν περιοχὴν, τῶν ὀρέων τὰ κυρτώματα, τῶν ποταμῶν τὰ ῥεύματα, τῶν πηγῶν τὰ νάματα, τῶν φρεάτων τὰ ἀντλήματα, τῶν κτηνῶν τὰ σκιρτήματα, τῶν θηρίων τὰ ποικίλματα, τῶν ὀρνέων τὰ σχιζόπτερα, τῶν ἰχθύων τὰ ἰδιώματα, τῶν δένδρων τὰ ὑψώματα, τῶν καρπῶν τὰ γλυκάσματα.