Καὶ ἵνα τύπον δῶμεν τῷ λόγῳ, καὶ ἄθροισμα ἢ πλήρωμα, τὰ κατὰ θεολογίαν ἔχωμεν. Τί δὲ ταῦτά ἐστιν ἢ περὶ τί ταῦτα, καθεξῆς ἀκούσωμεν· ὅτι τὸ ἄκτιστον, τὸ ἀσώματον, τὸ ἄχρονον, τὸ ἄναρχον, τὸ ἀΐδιον, τὸ ἀτελεύτητον, τὸ ἄπειρον, τὸ αἰώνιον, τὸ ἄγνωστον, τὸ ἀνερμήνευτον, τὸ ἀσχημάτιστον, τὸ ἀνεξιχνίαστον, τὸ Θεὸν θεῶν λέγεσθαι αὐτὸν, τὸ Κύριον κυρίων, τὸ Βασιλέα βασιλευόντων, τὸ παντοκράτορα, τὸ ποιητὴν, τὸ δημιουργὸν, τὸ φῶς, τὸ ζωὴν, τὸ ἅγιον, τὸ ἀγαθὸν, τὸ ἀθάνατον, τὸ ἰσχυρὸν, τὸ παντοδύναμον, καὶ ὅσα ἄλλα κατά τε ὑπεροχὴν καὶ αἰτιολογίαν, οὐχ ἕκαστον οὐσία λέγεται, ἀλλὰ περὶ τὴν οὐσίαν· ὡς ἐκ δύο καὶ πλειόνων ἐπὶ ἓν ἔχοντα τὴν ἀναφορὰν κατὰ τὸ ἐπιμεριζόμενον ἐμάθομεν, ἃ καὶ ἄθροισμα καὶ πλήρωμα θεότητος λέγεται κατὰ τὴν Γραφήν· οὐ κατὰ μίαν ὑπόστασιν μόνου ἀνάγοντα, ἀλλὰ καθ᾽ ἑκάστην τῶν ἁγίων τριῶν ἐπίσης θεωρούμενα καὶ θεολογούμενα. Διὸ καὶ αὐτὸς ὁ μονογενὴς Θεός φησι· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι·» καὶ πρὸς τὸν Πατέρα λέγων· «Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Ἐν ἅπασι γὰρ οἷς δοξάζεται ὁ Πατὴρ θεολογούμενος, ἐν αὐτοῖς δοξάζεται καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον.