Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸν εὐαγγελισμὸν τῆς θεοτόκου

Μέγας Αθανάσιος

Η ευαγγελική διήγηση και το μυστήριο της ενσαρκώσεως

Εξιστόρηση της εμφάνισης του αρχαγγέλου Γαβριήλ και της επελεύσεως του Αγίου Πνεύματος στην Παρθένο. Αναπτύσσεται ο τρόπος της υποστατικής ενώσεως του Λόγου έναντι των αιρετικών κακοδοξιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Ὡς οἷον γὰρ κατὰ δακτυλίου χαρακτὴρ ἐντυπούμενος, τὸ αὐτὸ ἐκτύπωμα, ὃ καὶ ἐκσφράγισμα ἑρμηνεύεται, μηδὲν ἐν τοῖς κατ᾽ οὐσίαν ἐλλεῖπον ἔχει· οὕτως ὁ Υἱὸς τὸν αὐτὸν χαρακτῆρα τοῦ Πατρὸς φέρει. Οὐδὲ γὰρ παραλλάσσει ὁ χαρακτὴρ ἐκτυπούμενος, ἀλλ᾽ ἀπαράλλακτος μένει, κατὰ τὸν αὐτὸν ἐν τῷ δακτυλίῳ χαρακτῆρα, ἔν τε κηρῷ καὶ χρυσῷ ἐκτυπούμενος κατὰ τὸ βασιλικὸν δηνάριον· καὶ οὕτως ὁ θεῖος χαρακτὴρ τοῦ Υἱοῦ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἀπαράλλακτος σφραγίς ἐστι, καὶ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, κατ᾽ αὐτὸν τὸν ἴδιον χαρακτῆρα, τὴν ὡς κηρίνην σάρκα εἰς ἑαυτὸν ἀνεδέξατο ἐντυπωσάμενος αὐτὴν ἐν ἑαυτῷ (οὐδὲ γὰρ ἀδύνατον τοῦτο, οὐδὲ μὴν ἄπιστον)· ἵνα κατὰ καιρὸν πατρικῆς εὐδοκίας, ὡς χαρακτὴρ (ἐπεὶ καὶ χαρακτὴρ) ἐντυπώσῃ ἐν ἑαυτῷ τὴν σάρκωσιν, ὡς κήρωσιν ταύτην φέρων, ἢ χρύσωσιν· ἐπεὶ καὶ τὸ ὅλον μυστήριον ὑπεμφαίνεται τῆς τοιαύτης ἀφράστου καὶ ἀνερμηνεύτου σαρκώσεως. Ἔτι γὰρ καὶ ἄφραστον καὶ ἀνερμήνευτον μένει διὰ τὸ αὐξητικόν· ἐπείπερ καὶ κατ᾽ αὔξησιν δογματίζομεν, καὶ οὐ κατὰ τὸ ἅμα τῆς σφραγῖδος. Ἐπὶ μὲν γὰρ τῆς σφραγῖδος, ἅμα τε πρὸ πολλῶν καὶ ἐν πολλοῖς κηροῖς δύναται ἀναφέρεσθαι τὸ ἐκτύπωμα· ἐπὶ δὲ τῆς θείας σαρκώσεως οὐχ ἅμα, ἀλλὰ κατ᾽ αὔξησιν τὸ τέλειον δογματίζεται.

Τοῦτο δ᾽ ἂν καὶ διανοεῖσθαι πάλιν δύνηται, ὡς εἴ τις ἔχοι λεπτότητα νοῦ, καὶ δύναται εἰσδῦναι κατὰ βάθους τοῦ ψυχικοῦ σπειρομένου σώματος, καὶ συνιδεῖν ἀφράστως καὶ ἀνεκλαλήτως, πῶς ἐκεῖ ἐμπίπτοντος τοῦ γονίμου σπέρματος, εὐθὺς μὲν ἐπί τι μόριον συντρέχει, κατὰ μικρὸν δὲ καὶ κατ᾽ ἐπίδοσιν τὴν αὔξησιν λαμβάνει. Οὐδὲ γὰρ οὐδὲ τοῦτο ἐπὶ τῶν καθ᾽ ἡμᾶς λαλεῖται, πλὴν ὅτι φαντασίᾳ ὡς ὑπέμφασις γίνεται ἀλαλήτως καὶ ἀφράστως· ἀλλὰ κατ᾽ αὔξησιν μὲν οὖν ἡ θεία τοῦ Λόγου σάρκωσις γίνεται, οὐκ αὔξοντος τοῦ θείου χαρακτῆρος, οὐδὲ μὴν συναύξοντος· ἀλλ᾽ ἐπαυξούσης τῆς ἐμψύχου σαρκὸς καθ᾽ ὅλον τὸ πλήρωμα, καθ᾽ ὃ ἄνθρωπος ἐξιδιάζεται καὶ κυοφορεῖται. Διὰ τοῦτο ἐννεάμηνος νόμῳ ἀνθρωπίνης κυοφορίας, κἀντεῦθεν θεοϋπόστατος δογματίζεται ἡ Χριστοῦ σάρκωσις, καὶ οὐδαμῶς ἀνθρωποϋπόστατος· ἐπειδὴ κατὰ τὸν θεῖον χαρακτῆρα τὸ ἀνθρώπινον σχῆμα τὴν στάσιν ἑαυτοῦ ἀνεδέξατο, καθ᾽ ἕνωσιν μὲν ὡς πνεύματος πρὸς ψυχήν. Οὕτω γὰρ δύο τέ ἐστι καὶ οὐχ ἓν ὁ Χριστὸς, καὶ εἷς καὶ οὐχὶ δύο· καὶ δύο μὲν καὶ οὐχ ἕν ἐστι κατὰ τὰς δύο φύσεις, καὶ εἷς καὶ οὐχὶ δύο κατὰ τὴν μίαν ὑπόστασιν.

Διὸ καὶ δύο μὲν θελήματα λέγομεν, καὶ οὐχὶ δύο τοὺς θέλοντας, καὶ δύο ἐνεργείας καὶ οὐχὶ δύο τοὺς ἐνεργοῦντας. Ἀλλ᾽ ἕνα μὲν θέλοντα κατὰ τὴν μίαν ὑπόστασιν, δύο δὲ θελήματα καὶ δύο ἐνεργείας, κατὰ τὴν τῶν φύσεων ἰδιολογίαν Ἐν τούτοις οὖν διακηρύττοντες τὸ θεῖον τῆς σαρκώσεως καὶ ἐνανθρωπήσεως μυστήριον, ἀποβαλλόμεθα τὰς τῶν αἱρετικῶν βλασφημίας, καθ᾽ ἃς καὶ βεβυθισμένους αὐτοὺς καταλιμπάνοντες, μετερχόμεθα εἰς τὰ παρὰ τοῦ εὐαγγελιστοῦ καθιστορούμενα περὶ τοῦ εὐαγγελισμοῦ τῆς Θεοτόκου καὶ Μητρὸς τοῦ Θεοῦ· καὶ ὡς ἔχει συντάξεως, διεξοδικώτερον ἀκουσόμεθα.

Σημειούμεθα δὴ οὖν, ὅτι κατὰ καιρὸν εὐδοκίας τοῦ πατρικοῦ θελήματος ἐπὶ συμπληρώσει τῶν ἑβδομήκοντα ἑβδομάδων Δανιὴλ τοῦ προφήτου, μετὰ τὸ οἰκοδομηθῆναι Ἱερουσαλὴμ, ἐν τῷ ἐπιστρέψαι τὴν αἰχμαλωσίαν Ἰούδα ἀπὸ Βαβυλῶνος, διὰ Σαλαθιὴλ καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ, ἀρχιερέων τότε γενομένων κατὰ τὴν συμπλήρωσιν τῶν τετρακοσίων ἐνενήκοντα ἐτῶν, κατ᾽ ἐφημερίαν ἱεραρχίας αὐτοῦ, εἰσῆλθε Ζαχαρίας εἰς τὸν ναὸν τοῦ Θεοῦ θυμιάσαι· καὶ ὤφθη αὐτῷ ἄγγελος Κυρίου ἐκ δεξιῶν τοῦ θυσιαστηρίου, καὶ εὐαγγελίζεται αὐτῷ περὶ Ἰωάννου τοῦ υἱοῦ αὐτοῦ, ὡς συλλήψεται Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ τέξεται τὸν Βαπτιστὴν καὶ πρόδρομον τοῦ Χριστοῦ. Καὶ δὴ τῆς συλλήψεως γενομένης, τῷ μηνὶ τῷ ἕκτῳ τῆς ἐν γαστρὶ κυοφορίας Ἐλισάβετ, ἐξαποστέλλεται ὁ ἀρχάγγελος Γαβριὴλ παρὰ Θεοῦ, εἰς Ναζαρὲτ πόλιν τῆς Γαλιλαίας πρὸς τὴν Παρθένον Μαριάμ. Καὶ εἰσελθὼν πρὸς αὐτὴν ὁ ἄγγελος, ἠσπάζετο ταύτην λέγων· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Κἀνταῦθα πάλιν θεωροῦμεν, ὅτι ἡ μὲν φωνὴ τοῦ ἀγγέλου, κατὰ προφορὰν πνεύματος ἀπηχήσεως αὐτοῦ διερμηνευομένη, οὐκ αὐτὴ δὲ ἦν ἡ τοῦ Υἱοῦ ὑπόστασις, οὐδὲ αὐτὴ γέγονε σάρξ· ἀλλὰ κατ᾽ αὐτὴν τὴν φωνὴν, ἑτέρα οὖσα κατὰ τὴν ὑπόστασιν ἰδιότης τοῦ Λόγου καὶ Θεοῦ ἅμα ἐπεφοίτησεν ἐν τῇ κοιλίᾳ τῆς Παρθένου. Καὶ βλασφημοῦσιν οἱ λέγοντες, ὅτι αὐτὴ ἡ φωνὴ τοῦ ἀρχαγγέλου ἦν ἡ ὑπόστασις τοῦ Θεοῦ Λόγου.

Διὸ καὶ ἐσημειωσάμεθα τὸν τόπον, ἀποβαλλόμενοι τῆς βλασφημίας τὴν κατάκρισιν.

Ἑτέρα τοίνυν παρὰ τὴν φωνὴν τοῦ ἀρχαγγέλου οὖσα ἡ ὑπόστασις τοῦ Λόγου καὶ Υἱοῦ τοῦ Θεοῦ, ἅμα, ὡς προδιανοιχθείσης τῆς ἀκοῆς τῆς Παρθένου διὰ τῆς ἀρχαγγελικῆς φωνῆς, εἰσῆλθεν εἰς αὐτὴν ἡ θεία τοῦ Υἱοῦ ὑπόστασις. Ὡς αὐτὴ μὲν ἡ Παρθένος οὐκ οἶδεν· οἶδε δὲ ὁ εἰσελθὼν, ὅπως εἰσῆλθε. Διὸ καὶ, ὡς μὴ εἰδυῖα τοῦ μυστηρίου τὴν ἔκβασιν, ἅμα διεταράχθη ἐπὶ τῷ λόγῳ τοῦ ἀγγέλου εἰπόντος, «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ,» καὶ διελογίζετο, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος· ὅθεν καὶ ὑπολαβὼν ὁ ἀρχάγγελος, εἶπε πρὸς αὐτήν· «Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Ἀλλὰ γὰρ καὶ πρὸς ταῦτα ἔστη διαποροῦσα ἡ Παρθένος, καὶ ὡς πρὸς τὴν φύσιν ἀποβλέπουσα, καὶ κατὰ τὸν Ἰωσὴφ διαλογιζομένη, ἀνθ᾽ ὧν μεμνηστευμένη αὐτῷ ἦν, ἀνταποκρίνεται πρὸς τὸν ἄγγελον, καί φησι· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Καὶ ἐπείπερ, φησὶν, ὦ ἄγγελε, ἄνδρα οὐ γινώσκω, σὺ δὲ διὰ τοῦ, ἰδοὺ, δεικτικοῦ προσρήματος, λέγεις, «Ἰδοὺ συλλήψῃ,» ὡς κατὰ χρόνον ἐνεστῶτα· πῶς ἔσται, οὐκ οἶδα.

Ἀλλ᾽ εἰπὲ, ὦ ἄγγελε, καὶ διερμήνευσον, «πῶς ἔσται τοῦτο;» Ἀποκριθεὶς δὲ ὁ ἄγγελος, εἶπεν αὐτῇ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» Οὗτος, φησὶν, ὁ τρόπος τῆς συλλήψεως, οὕτως συλλήψῃ ἐν γαστρὶ, Πνεύματος ἁγίου ἐπερχομένου σοι, καὶ δυνάμεως Ὑψίστου ἐπισκιαζούσης σοι. «Διὸ, φησὶ, καὶ τὸ γεννώμενον ἅγιον Υἱὸς Ὑψίστου κληθήσεται.» Ἡ δὲ καὶ ἔτι διαποροῦσα, πλὴν ἐπευχομένη ἑαυτῇ, φησί· «Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος. Ἐπισημαίνεται γὰρ τοῦτο ὁ εὐαγγελιστὴς, ὅτι ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος, ἵνα μὴ καταλείψῃ ἀφορμὴν τοῖς ἐθέλουσι λέγειν, ὅτι αὐτὸς ὁ ἄγγελος ἐνοικήσας ἐν τῇ Παρθένῳ ἐσαρκώθη, οὐδὲ ὅτι ὁ λόγος αὐτοῦ κατὰ προφορὰν ἀπηχήσεως ἐνήργησε τὴν ἐνανθρώπησιν· ἀλλ᾽ ὅτι ἀπελθόντος τοῦ ἀγγέλου ἐπῆλθεν ἐπὶ τὴν Παρθένον τὸ ἅγιον Πνεῦμα, καὶ ἐπεσκίασεν αὐτῇ ἡ δύναμις Ὑψίστου· καὶ οὕτως ὕστερον ἐτελέσθη τὸ σωτήριον κύημα.

Ὑπὲρ ὧν καὶ αὖθις χρὴ κατὰ τὸ ἀναγκαῖον ἐπιστῆσαι, καὶ ἐπισκέψασθαι, πῶς εἴρηται πρὸς τὴν Παρθένον· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» Ἆρα γὰρ ὥσπερ καὶ πρὸς τοὺς ἀποστόλους ἔλεγε Χριστὸς, «Ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους,» ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ᾽ ὑμᾶς; ἐπίσης γὰρ ἡ ἐπαγγελία, καὶ ἐκ τοῦ ἴσου τρόπου λαμβάνεσθαι δύναται, ἐπείπερ καὶ ἐνταῦθα δύναμιν ἐξ Ὑψίστου ἐπελεύσεσθαι ἐπὶ τοὺς ἀποστόλους καὶ Πνεύματος ἁγίου παρουσίαν. Τί οὖν; ἆρα ὡς πρὸς τοὺς ἀποστόλους τὸ Πνεῦμα καὶ ἡ δύναμις τοῦ Ὑψίστου ἐπήγγελται, οὕτως καὶ πρὸς τὴν Παρθένον;

Καὶ εἰ μὲν οὕτως ὥσπερ καὶ εἰς τοὺς ἀποστόλους, καὶ ἡ δύναμις τοῦ Ὑψίστου καὶ ἡ ἐπέλευσις τοῦ Πνεύματος γέγονε, καὶ ἐν τοῖς ἀποστόλοις οὐ παρηκολούθησε σάρκωσις· δῆλον, ὅτι οὔτε ἐν τῇ Παρθένῳ ἡ δύναμις ἐσαρκώθη, οὔτε τὸ Πνεῦμα ἐνηνθρώπησεν, εἰ καὶ αὐτὸς ὁ Υἱὸς κατὰ κοινολογίαν θεολογίας λέγεται δύναμις Ὑψίστου. Ἀλλ᾽ ὥσπερ ἐν τοῖς ἀποστόλοις ἡ δύναμις πρὸς τὸ δύνασθαι κατὰ πάσης ἀντικειμένης δυνάμεως ἐγένετο, καὶ ἡ ἐπέλευσις τοῦ Πνεύματος καθ᾽ ὅλα τὰ οὐσιωδῶς προσόντα αὐτῷ, ἐνεργοῦσα ἐν πᾶσι σημείοις, καὶ τέρασι, καὶ δυνάμεσι, πρὸς βεβαίωσιν καὶ πίστωσιν τῆς Χριστοῦ ἐπαγγελίας· οὕτω καὶ ἐπὶ τῇ Παρθένῳ ἡ ἐπέλευσις τοῦ Πνεύματος ἐγένετο, ἐν πᾶσι τοῖς οὐσιωδῶς προσοῦσιν αὐτῷ κατὰ τὴν θεαρχίαν, χάριν ἐμποιοῦν, πρὸς τὸ ἐν πᾶσι χαίρειν αὐτήν. Ἐπείπερ καὶ διὰ τοῦτο κεχαριτωμένη προσωνομάσθη, διὰ τὸ ἐν πάσαις χάρισι ταῖς διὰ τοῦ Πνεύματος ἐμπεπλῆσθαι αὐτήν· καὶ δύναμιν Ὑψίστου ἐπισκιάζειν αὐτῇ, καὶ ἔχειν ἐν παντὶ χρόνῳ τῷ κατὰ τὴν σύλληψιν, πεπίστευκα δὲ ὅτι καὶ μετὰ τὴν σύλληψιν. Οὐδὲ γὰρ πρὸς καιρὸν, ὡς πείθομαι, τοῦτο ἐγένετο ἐν τῇ Παρθένῳ, ἀλλ᾽ ἐν παντὶ καιρῷ, καὶ τότε, καὶ νῦν, καὶ εἰς τὸ διηνεκὲς ἐπισκιάζουσαν αὐτῇ ἔχουσα τὴν δύναμιν τοῦ Ὑψίστου ἡ Παρθένος, καὶ τὴν ἐπέλευσιν τοῦ ἁγίου Πνεύματος ἐπερχομένην αὐτῇ· ἵνα κεχαριτωμένη μένῃ.

Οὕτω γὰρ διανοούμεθα περὶ τούτου· Ἦσαν αὐτῇ πάντα κεχαριτωμένα διὰ τοῦ Πνεύματος καὶ τῆς τοῦ Ὑψίστου δυνάμεως· καὶ οὐχ, ὡς οἱ αἱρετικοί φασιν, ὅτι ἐνέργειά τις παρὰ τοῦ Πνεύματος ἐγένετο ἐν τῇ Παρθένῳ, τοῦ τελεσθῆναι τὴν σάρκωσιν. Κἂν γὰρ ἄνευ σπορᾶς, οὐχ οὕτω φαμὲν, ὅτι κατὰ τὴν διαίρεσιν τῶν χαρισμάτων τοῦ Πνεύματος διαιροῦντος ἰδίᾳ, καθὼς βούλεται, διεπλάσθη σὰρξ, παρὰ τὴν ὑπόστασιν τὴν ἐξιδιάζουσαν τοῦ Υἱοῦ τοῦ Θεοῦ, μὴ γένοιτο! τοῦτο γὰρ τὸ οὕτω φρονεῖν Παύλου τοῦ Σαμοσατέως ἐστὶ, καὶ τῶν λοιπῶν αἱρετικῶν· ἀλλ᾽ οὕτω λέγομεν κατὰ τὴν τῶν ὀρθοδόξων δογμάτων ὀρθότητα, ὅτι δυνάμεως καὶ Πνεύματος ἐπλήσθη ἡ Παρθένος. Πρὸς ἁγιασμὸν μέντοι τῆς σαρκὸς αὐτῆς, καὶ πρὸς τὸ δύνασθαι φέρειν τὸ σωτήριον κύημα, οὕτως ἀκολούθως αὐτῇ ἡ θεία τοῦ Λόγου ὑπόστασις, ἐνσκηνώσασα ἐν αὐτῇ, ἐσαρκώθη καὶ ἐνηνθρώπησεν· οὐ δυνάμει καὶ ἐνεργείᾳ, ἀλλ᾽ ὑποστάσει, καθ᾽ ὅλον τὸ πλήρωμα τῆς θεότητος, αὐτὴ ἡ ἀρχίθεος καὶ ὑπεράρχιος τοῦ Υἱοῦ τοῦ Θεοῦ ὑπόστασις ἐσαρκώθη καὶ ἐνηνθρώπησε.

Προαπεδείχθη γὰρ, ὅτι οὐχ ὑπόστασις, ἀλλ᾽ ὥσπερ ἡ οὐσία καὶ ἡ ἐξουσία, καὶ βασιλεία, καὶ τὰ ἄλλα πάντα, ἃ κατὰ θεολογίαν προτέθειται, οὐχ ὑπόστασις ἕκαστον λέγεται, ἀλλὰ περὶ τὴν ὑπόστασιν κατ᾽ οὐσίαν ἰδίᾳ διερμηνευόμενα· οὕτως καὶ ἡ ἐνέργεια καὶ ἡ δύναμις περὶ τὴν ὑπόστασιν οὐσιωδῶς ἀναφέρεται· καὶ κοινῶς μὲν ἐφ᾽ ἑκάστης τῶν ἁγίων τριῶν θεαρχικῶν ὑποστάσεων, ἰδίως δὲ καὶ ἐπ᾽ αὐτὴν τὴν μίαν τοῦ Υἱοῦ τοῦ Θεοῦ σαρκωθεῖσαν καὶ ἐνανθρωπήσασαν.