Ἰδοὺ δὴ καὶ ἀπὸ τοῦ νῦν καὶ ἀρχῆς ἡμέρας ὡς ἀπαρχὴν ἐγκωμίου, προσεπλέξατό σοι κατ᾽ ἐπώνυμον ἐγκώμιον ὁ ἀρχάγγελος βοῶν· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Μακαρίζουσί σε πᾶσαι αἱ γενεαὶ, καὶ πρότερον αἱ κατ᾽ οὐρανὸν πᾶσαι τῶν ἀγγέλων τετραρχίαι, καὶ τῶν ἐπὶ γῆς, ἱεραρχικὰς χεῖρας ἐπαίρουσαι, εὐλογοῦσί σε τὴν ἐν οὐρανοῖς εὐλογημένην, καὶ ἐπὶ γῆς μακαριζομένην. «Εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.» Τοιαῦτα ἡ πρώτη τῶν θρόνων χερουβίμ τε καὶ σεραφὶμ ἱεραρχία ἐμπρηστῶν ἀνακαλουμένων, ἢ πλῆθος γνώσεως γενέσθαι τοῦ Θεοῦ καὶ βασιλέως, εὐλογοῦσαι λέγουσι· Μακαρία σὺ ἐν γυναιξὶ, καὶ μακαρία ἡ κοιλία σου Θεὸν βαστάσασα, καὶ μασθοὶ, οὓς αὐτὸς νηπιάσας ἐθήλασεν. Ἡ δευτέρα ἱεραρχία τῶν κυριοτήτων καὶ δυνάμεων, καὶ ἐξουσιῶν πρὸς σὲ ἀναβλέπουσαι βοῶσιν, ὡς μαθοῦσαι παρὰ τῆς ὑψηλοτέρας αὐτῶν καὶ προτελουμένης ἱεραρχίας· Εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένη ἡ κοιλία σου, ἡ Θεὸν χωρήσασα, καὶ μασθοὶ οἳ ἐξέθρεψαν Θεὸν παιδίον γενόμενον. Τοιαῦτα καὶ ἡ τρίτη τῶν ἀρχῶν, ἀγγέλων τε καὶ ἀρχαγγέλων ἱεραρχία, κεκελευσμένη καὶ ἐπιτετραμμένη παρὰ τοῦ ἀποστείλαντος Θεοῦ, ὡς δι᾽ ἑνὸς ἀρχαγγέλου τοῦ Γαβριὴλ ἐκβοᾷν τὸν ἐκφαντορικώτατον καὶ περιληπτικώτατον ὕμνον, ἀεὶ ἀνακράζει· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.»