Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸν εὐαγγελισμὸν τῆς θεοτόκου

Μέγας Αθανάσιος

Η αιώνια βασιλεία του Υιού και η τιμή προς τη Θεοτόκο

Ερμηνεία των προφητικών μαρτυριών περί της προϋπάρξεως και της βασιλείας του Χριστού, θεολογική αναγνώριση της Παρθένου ως Βασίλισσας, ικεσία προς αυτήν και τελική δοξολογία της Αγίας Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 4

Οὐκοῦν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν σαρκὶ γενόμενος, αὐτὸς λέγεται ἐνανθρωπήσας, ὥσπερ καὶ ἐν ἄλλοις φησίν· «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ.» Κἀντεῦθεν σημειωτέον, ὅτι πρῶτον ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς πέμπεται, καὶ τότε γίνεται ἐκ γυναικὸς, οὐ πρῶτον γίνεται, καὶ ἐκ τότε πέμπεται· ἀλλὰ πρῶτον πέμπεται, καὶ τότε γίνεται ἐκ γυναικός. Καὶ τούτοις τοῖς ἀποστολικοῖς συμφωνοῦσιν οἱ προφῆται, ἀπεσταλμένον αὐτὸν Υἱὸν λέγοντες. Καὶ πρότερον ἐν Ἡσαΐᾳ αὐτοῦ τοῦ ἀπεσταλμένου λέγοντος ἄκουε· «Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν·» καὶ ἐξερχόμενος τὰ κατὰ καιρὸν ἐνεργείας, συνάπτει λέγων· «Καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ·» φανερῶς διὰ τούτων παραδείξας ἑαυτὸν, ὅτι αὐτὸς ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν λέγει· «Καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Καὶ διὰ Ζαχαρίου λέγων· «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, ὅτι ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἐπιγνώσῃ, ὅτι Κύριος ἐξαπέσταλκέ με πρὸς σέ.»

Ἐντεῦθεν καὶ αὐτὸς ὁ σαρκωθεὶς καὶ ἐνανθρωπήσας διομολογεῖ αὑτὸν λέγων· Ἀπεστάλην παρὰ τοῦ Πατρός· καὶ, Ἀπέσταλκέ με ὁ Πατὴρ, τὰ αὐτὰ ἐν πολλαῖς ῥήσεσιν ἐπιμαρτυρῶν. Οὐκοῦν οὐχ ὡς ἄνθρωπος ἀπεστάλη, ἀλλ᾽ ὡς Θεὸς, καὶ Κύριος, Υἱὸς παρὰ Κυρίου τοῦ Πατρὸς, ὡς καὶ τὸ, «Ἔβρεξε Κύριος παρὰ Κυρίου,» παρὰ Κυρίου κεῖται· καὶ τὸ, «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου.» Λαμβάνει δὲ κἀν τούτοις τὸν θρόνον Δαβὶδ, τοῦ σωματικῶς γενεαλογουμένου πατρὸς αὐτοῦ· «Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Καὶ κατανόει λόγον καὶ δόγμα συνυφιστάμενον τῇ ἐξηγήσει ταύτῃ. Ζητοῦσι γὰρ παρασαλεύοντες πάντα οἱ αἱρετικοὶ, καὶ διερωτῶσιν ὑποκρινόμενοι· Εἰ τοῦτο παρηκολούθησε τῇ σαρκώσει Χριστοῦ· ἤτοι λαβόντος τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσαντος ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας.

Πρὸς οὓς ἀποκρινόμενοι, φαμὲν ὅτι μετ᾽ ἐπιτηρήσεως δεῖ προσέχειν, ὅτι, εἰπόντος τοῦ ἀγγέλου, «Καὶ δώσει αὐτῷ Κύριος τὸν θρόνον Δαβὶδ,» οὐκ ἐπεσημήνατο, ἐφ᾽ ᾧ στηρίξαι ἢ βεβαιῶσαι· ἀλλ᾽ ἀπολύτως λέγει, «καὶ δώσει.» Κἀντεῦθεν χρὴ ἐκ τῶν κατ᾽ ἐνέργειαν ἀποτελεσθέντων ἐπιλύσασθαι τὸ ἄπορον· ὅτι τὸ «δώσει» εἴρηται, ἐφ᾽ ᾧ μεταστῆσαι τοῦτον τὸν θρόνον, ὡς καὶ αὐτὸς ὁ Χριστὸς διερμηνεύων ἔλεγε πρὸς Ἰουδαίους· «Διὰ τοῦτο ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» Οὐκοῦν λαβὼν ὁ Χριστὸς τὸν θρόνον Δαβὶδ, μετέστησεν αὐτὸν καὶ ἔδωκε τοῖς ἁγίοις Χριστιανῶν βασιλεῦσι, ἐπαναστρέψαι τούτους ἐπὶ τὸν οἶκον Ἰακώβ· καὶ παραδοὺς αὐτὸν εἰς ὀνειδισμὸν καὶ εἰς διαρπαγὴν, βασιλεύει ἐν Χριστιανοῖς εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος· οὐδὲ γὰρ λαῷ ἑτέρῳ ὑπολειφθήσεται, κατὰ τὰς ὁράσεις Δανιὴλ τοῦ προφήτου· ἀλλ᾽ ἀνακηρύττουσιν αὐτὸν Χριστὸν βασιλέα εἶναι, αὐτὸν διαρκῆ μέχρι τῆς δευτέρας αὐτοῦ παρουσίας, καθ᾽ ἣν ἐλευσόμενος, μένει βασιλεὺς εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.

Εἰ γὰρ γεννηθεὶς ἐκ τῆς Παρθένου, καὶ πάντα τελέσας τὰ κατὰ τὴν οἰκονομίαν τοῦ θανάτου καὶ τοῦ σταυροῦ, ἀναστάς φησιν· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς·» ἤδη ἐκεῖθεν ἐβασίλευσε, καὶ ἀνακηρύττεται Χριστιανῶν βασιλεύς· ὡς καὶ κατ᾽ ἀρχὰς τῶν εὐχῶν συγκαλούμενοι ἀλλήλους, ἀνακράζουσι λέγοντες· Δεῦτε, προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ ἡμῶν. Καὶ ἐρχόμενος κατὰ τὴν μεγάλην καὶ ἐπιφανῆ αὐτοῦ δευτέραν παρουσίαν, αὐτὸς μένει βασιλεὺς εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Καὶ ἐπεὶ αὐτὸς βασιλεύς ἐστιν ὁ ἐκ τῆς Παρθένου γεννηθεὶς, καὶ αὐτὸς Κύριος ὁ Θεός. Δι᾽ αὐτὸν καὶ ἡ τεκοῦσα αὐτὸν βασίλισσα, καὶ Κυρία καὶ Θεοτόκος, κυρίως καὶ ἀληθῶς δογματίζεται.

Καὶ ἐφαρμόζεται κἀντεῦθεν λέγειν ὡς πρὸς αὐτὴν ἀφορῶντας ἡμᾶς, καὶ πρὸς αὐτὸν τὸν ἐξ αὐτῆς τεχθέντα σαρκοφόρον Υἱὸν αὐτῆς· Νῦν «παρέστη ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη, πεποικιλμένη.» Καὶ γὰρ καθὰ γυνὴ ἐχρημάτισεν ἡ βασίλισσα, καὶ Κυρία, καὶ Μήτηρ τοῦ Θεοῦ, κατὰ τὸ γυναικεῖον αὐτῆς σχῆμα, καὶ νῦν ὡς βασίλισσα παρισταμένη ἐκ δεξιῶν τοῦ παμβασιλέως Υἱοῦ αὐτῆς, ἐν ἱματισμῷ διαχρύσῳ τῆς ἀφθαρσίας, περιβεβλημένη, πεποικιλμένη, ἱερολογεῖται· ἀνθ᾽ ὧν μηδὲ καθ᾽ ἁπλότητα πνευματικὴν, καὶ οἷον ἄσαρκον καὶ ἀσώματον παρίσταται, ἀλλὰ περιβεβλημένη μὲν κατὰ τὴν παναγεστάτην αὐτῆς σάρκα τὴν ἀφθαρσίαν καὶ ἀθανασίαν, καὶ πεποικιλμένη κατὰ τὰ ἐπερείδοντα αὐτῆς τὴν σάρκα παναγιώτατα ὀστᾶ. Καὶ γὰρ καὶ ἐκ τῶν σαρκῶν αὐτῆς καὶ ἐκ τῶν ὀστέων αὐτῆς, ὡς ἐκ τοῦ πάλαι Ἀδὰμ, ὁ νέος Ἀδὰμ, κατ᾽ ἀντιπρόσωπον πλάσας ἑαυτῷ τὴν ὡς πλευρὰν σάρκωσιν, φέρει αὐτὴν εἰς τὸ διηνεκές. Καὶ ἐντεῦθεν ἡ νέα Εὔα, Μήτηρ τῆς ζωῆς ὀνομαζομένη, μένει περιβεβλημένη, πεποικιλμένη, εἰς ἀπαρχὴν ζωῆς ἀθανάτου πάντων τῶν ζώντων.

Εἴπωμεν τοίνυν καὶ αὖθις καὶ πάλιν καὶ ἀεὶ καὶ διὰ παντὸς, ὡς πρὸς αὐτὸν τὸν βασιλέα Κύριον καὶ Θεὸν, καὶ πρὸς αὐτὴν τὴν βασίλισσαν Κυρίαν τε καὶ Θεοτόκον ἀποβλέποντες, κινήσει θεωρίας τοῦ κατὰ νοῦν ἡμῶν διορατικοῦ ὀφθαλμοῦ· «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη, πεποικιλμένη.» Καὶ δὴ ἄκουσον, θύγατερ Δαβὶδ καὶ Ἀβραὰμ, καὶ κλῖνον τὸ οὖς σου εἰς τὴν δέησιν ἡμῶν, καὶ μὴ ἐπιλάθῃ τοῦ λαοῦ σου, μηδὲ ἡμῶν τοῦ οἴκου Πατρός σου. Πατέρες γάρ σου ἐσμὲν κατὰ τὴν ἀναλογίαν, καὶ θυγάτηρ ἡμῶν κατὰ τὴν ἐξ ἡμῶν γέννησιν, καὶ πρέπον σοί ἐστιν ὡς Μητέρα τοῦ Θεοῦ γενομένην, βασίλισσαν τε καὶ Κυρίαν, καὶ δέσποιναν, δι᾽ αὐτὸν τὸν ἐκ σοῦ τεχθέντα βασιλέα καὶ Κύριον, καὶ Θεὸν, καὶ δεσπότην, μνημονεύειν, παρεστῶσαν ἐπὶ τοῦ ἡμῖν μὲν φοβεροῦ, σοὶ δὲ τερπνοῦ, καὶ πάσας παρέχοντος χάριτας· ἀνθ᾽ ὧν καὶ κεχαριτωμένη ὠνομάσθης, ὡς πάσης χαρᾶς ἀνάπλεως ἀναδειχθεῖσα, διὰ τῆς ἐπὶ σὲ τοῦ ἁγίου Πνεύματος ἐπελεύσεως.

Διὸ καὶ τὸ πρόσωπόν σου λιτανεύοντες οἱ πλούσιοι τοῦ λαοῦ πεπλουτισμένοι τοιούτων καλῶν καὶ πνευματικῶν θεωρημάτων, περὶ σοῦ βοῶμεν· Μνήσθητι ἡμῶν, παναγία Παρθένε, καὶ μετὰ τὸ γεννῆσαι παρθένος μείνασα, καὶ ἀντίδος ἡμῖν ἀντὶ τῶν μικρῶν τούτων λογίων μεγάλας τὰς δωρεὰς ἀπὸ τοῦ πλούτου τῶν χαρισμάτων σου, κεχαριτωμένη· ὑπὲρ ὧν, καὶ ὡς ὑποκειμένων καὶ συστατικῶν διαφωνῶν, διαφερόντως σοι πρὸς ἐγκώμιον, εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, προσάγεταί σοι παρ᾽ ἡμῶν καὶ πάσης τῆς κτίσεως ὕμνος, τῇ κεχαριτωμένῃ, τῇ Κυρίᾳ, τῇ Μητρὶ τοῦ Θεοῦ, καὶ κιβωτῷ τοῦ ἁγιάσματος.

Ἰδοὺ δὴ καὶ ἀπὸ τοῦ νῦν καὶ ἀρχῆς ἡμέρας ὡς ἀπαρχὴν ἐγκωμίου, προσεπλέξατό σοι κατ᾽ ἐπώνυμον ἐγκώμιον ὁ ἀρχάγγελος βοῶν· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Μακαρίζουσί σε πᾶσαι αἱ γενεαὶ, καὶ πρότερον αἱ κατ᾽ οὐρανὸν πᾶσαι τῶν ἀγγέλων τετραρχίαι, καὶ τῶν ἐπὶ γῆς, ἱεραρχικὰς χεῖρας ἐπαίρουσαι, εὐλογοῦσί σε τὴν ἐν οὐρανοῖς εὐλογημένην, καὶ ἐπὶ γῆς μακαριζομένην. «Εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.» Τοιαῦτα ἡ πρώτη τῶν θρόνων χερουβίμ τε καὶ σεραφὶμ ἱεραρχία ἐμπρηστῶν ἀνακαλουμένων, ἢ πλῆθος γνώσεως γενέσθαι τοῦ Θεοῦ καὶ βασιλέως, εὐλογοῦσαι λέγουσι· Μακαρία σὺ ἐν γυναιξὶ, καὶ μακαρία ἡ κοιλία σου Θεὸν βαστάσασα, καὶ μασθοὶ, οὓς αὐτὸς νηπιάσας ἐθήλασεν. Ἡ δευτέρα ἱεραρχία τῶν κυριοτήτων καὶ δυνάμεων, καὶ ἐξουσιῶν πρὸς σὲ ἀναβλέπουσαι βοῶσιν, ὡς μαθοῦσαι παρὰ τῆς ὑψηλοτέρας αὐτῶν καὶ προτελουμένης ἱεραρχίας· Εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένη ἡ κοιλία σου, ἡ Θεὸν χωρήσασα, καὶ μασθοὶ οἳ ἐξέθρεψαν Θεὸν παιδίον γενόμενον. Τοιαῦτα καὶ ἡ τρίτη τῶν ἀρχῶν, ἀγγέλων τε καὶ ἀρχαγγέλων ἱεραρχία, κεκελευσμένη καὶ ἐπιτετραμμένη παρὰ τοῦ ἀποστείλαντος Θεοῦ, ὡς δι᾽ ἑνὸς ἀρχαγγέλου τοῦ Γαβριὴλ ἐκβοᾷν τὸν ἐκφαντορικώτατον καὶ περιληπτικώτατον ὕμνον, ἀεὶ ἀνακράζει· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.»

Ἀπὸ τούτων καὶ οἱ κατὰ τὴν ἐπὶ γῆς ἱεραρχίαν τὰς ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι φέροντες, μαθόντες ἢ δανειζόμενοι τὰς φωνὰς, ἀνυψοῦμεν μεγάλῃ καὶ διαπρυσίῳ τῇ φωνῇ λέγοντες· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Πρέσβευε, Κυρία, καὶ δέσποινα, βασίλισσά τε καὶ Μήτηρ Θεοῦ, ὑπὲρ ἡμῶν· ὅτι ἐξ ἡμῶν σύ τε καὶ ὁ ἐκ σοῦ τεχθεὶς σαρκοφόρος Θεὸς ἡμῶν· ᾧ πρέπει ἡ δόξα καὶ ἡ μεγαλοπρέπεια, πᾶσά τε τιμὴ καὶ προσκύνησις καὶ εὐχαριστία, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ ἁγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.