Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸν εὐαγγελισμὸν τῆς θεοτόκου

Μέγας Αθανάσιος

Προοίμιο και τριαδολογική θεμελίωση

Εισαγωγή στο κήρυγμα του Ευαγγελισμού με εκτενή αναφορά στο τριαδικό δόγμα. Αναλύεται η έννοια της θείας ουσίας και της υποστάσεως, και τεκμηριώνεται το ομοούσιο του Υιού και η κοινή θεία ενέργεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Κηρυκτικὸν εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου. Τοὺς θείους ἱεροκήρυκας οὐ πρὸς τὴν ἀσθένειαν τῆς ἀκροάσεως δεῖ ἀποβλέπειν· ἀλλὰ πρὸς τὴν ἀπαιτουμένην δύναμιν, καὶ ὑπόθεσιν, καὶ αἰτίαν, ἣν ἐπιθεωροῦντας, προσῆκε καταστοχάζεσθαι τοῦ κηρύγματος.

Διὸ καὶ νῦν ἐπὶ τὸ κήρυγμα τοῦ θείου Εὐαγγελίου τῆς Θεοτόκου καὶ Μητρὸς τοῦ Θεοῦ ἥκοντας ἡμᾶς, καὶ τοῦτο μέλλοντας ἀνακηρύττειν πρὸς συνέλευσιν τῆς ἑορτῆς, ἀνάγκη, καθ᾽ ὑπόθεσιν καὶ αἰτίαν τῆς ἀσάρκου καὶ ὑπερθέου Τριάδος, τὴν σάρκωσιν τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος ἀνατιθέναι. Ἐὰν γὰρ μὴ προδιαστελῆται τὰ περὶ Τριάδος, τὰ περὶ τοῦ ἑνὸς σαρκωθέντος πῶς ἐξέλθωμεν; Οὐκοῦν δέον. ἐκεῖθεν ἐπαναγαγόντας τὸν λόγον, μετέρχεσθαι εἰς τὰ κατὰ τὴν σάρκωσιν, καὶ οὕτως τὰ κατὰ τὸν εὐαγγελισμὸν ἐπακούειν. Καὶ πρότερον ἐπισημαινόμενοι, ὑπαναμιμνήσκομεν, ὅτι μία τῶν δεσποτικῶν πρώτη τε καὶ πάνσεπτος ἑορτὴ, κατὰ τὴν τῶν πραγμάτων τάξιν καὶ σύνταξιν τῶν ὑποκειμένων ἐν τοῖς κατὰ Χριστὸν κηρύγμασιν, ὑπάρχουσα, τοῦ θείου εὐαγγελισμοῦ κλητὴ ἁγία ἡμέρα, περὶ τῆς ἐξ οὐρανοῦ καταβάσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ κατασκευάζει τὸ κήρυγμα.

Καὶ γὰρ κατελθόντα αὐτὸν ἐκ τῶν οὐρανῶν πιστεύομεν, καθὼς καὶ ἀνελθόντα διομολογοῦμεν. Δέον τοίνυν, ἐπειλημμένους τοῦ θείου κηρύγματος, ἐκεῖθεν ἄρξασθαι, ὅθεν καὶ διαστέλλεσθαι δυνήσεται τὰ λεγόμενα.

Πιστεύομεν τοιγαροῦν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, Τριάδα ὑποστάσεων, ἀδιάσπαστον ἐχόντων τὴν διαίρεσιν, καὶ τὴν ἕνωσιν ἀσύγχυτον. Οὐδὲ γὰρ κατὰ τοπικὴν διάστασιν τὴν διαίρεσιν τῶν ἁγίων τριῶν θεαρχικῶν ὑποστάσεων πρεσβεύομεν, οὐδὲ συγχυτικὴν τὴν ἕνωσιν· ἀλλ᾽ ἀδιάστατον τὴν διαίρεσιν, καὶ ἀσύγχυτον τὴν ἕνωσιν, ἓν ὄνομα τὸ, Θεὸς, ἔχοντα κατὰ μίαν μονάδα συστάσεως.

Ἐπεὶ καὶ ἕνα Θεὸν ἐν Τριάδι προσώπων καθομολογοῦμεν, τὸ ἄναρχον καὶ ἄχρονον καθ᾽ ἑκάστην τῶν ἁγίων τριῶν θεαρχικῶν ὑποστάσεων τάττοντες, κατὰ τὴν χαρακτηριστικὴν αὐτῶν ἰδιότητα· ἐν Πατρὶ τὸ ἀγέννητον, ἐν τῷ Υἱῷ τὸ γεννητὸν, ἐν τῷ Πνεύματι τὸ ἐκπορευτόν· ἄναρχον καὶ ἄχρονον τὸν Πατέρα δοξάζοντες, ἄναρχον καὶ ἄχρονον τὸν Υἱὸν καταγγέλλοντες, ἄναρχον καὶ ἄχρονον τὸ Πνεῦμα τὸ ἅγιον καθομολογοῦντες· οὐ πρότερον τὸν Πατέρα, καὶ ὕστερον τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα, ἀλλ᾽ ἅμα Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, κατὰ μίαν ἄναρχον καὶ ἄχρονον ὑπερούσιον μονάδα ὑπάρξεως σέβοντες, ἕνα Θεὸν ἐν τρισὶν ἰδιότησι πιστεύοντες καὶ ἀληθῶς δοξάζοντες, οὐχ ὡς ἄλλον Θεὸν τὸν Πατέρα προϋπάρχοντα, καὶ ἄλλον Θεὸν τὸν Υἱὸν ὕστερον ἐπεισαχθέντα, καὶ ἄλλον Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον ἐπινοηθέντα, κατὰ τοὺς αἱρετικοὺς βλασφημοῦντας· ἀλλ᾽ ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσι θεολογοῦντες, μίαν ἔχοντα τὴν οὐσίαν, καὶ τὴν δύναμιν, καὶ τὴν ἐνέργειαν, καὶ ὅσα ἄλλα περὶ τὴν οὐσίαν θεωρεῖται θεολογούμενα καὶ ὑμνούμενα.

Καὶ ἵνα τύπον δῶμεν τῷ λόγῳ, καὶ ἄθροισμα ἢ πλήρωμα, τὰ κατὰ θεολογίαν ἔχωμεν. Τί δὲ ταῦτά ἐστιν ἢ περὶ τί ταῦτα, καθεξῆς ἀκούσωμεν· ὅτι τὸ ἄκτιστον, τὸ ἀσώματον, τὸ ἄχρονον, τὸ ἄναρχον, τὸ ἀΐδιον, τὸ ἀτελεύτητον, τὸ ἄπειρον, τὸ αἰώνιον, τὸ ἄγνωστον, τὸ ἀνερμήνευτον, τὸ ἀσχημάτιστον, τὸ ἀνεξιχνίαστον, τὸ Θεὸν θεῶν λέγεσθαι αὐτὸν, τὸ Κύριον κυρίων, τὸ Βασιλέα βασιλευόντων, τὸ παντοκράτορα, τὸ ποιητὴν, τὸ δημιουργὸν, τὸ φῶς, τὸ ζωὴν, τὸ ἅγιον, τὸ ἀγαθὸν, τὸ ἀθάνατον, τὸ ἰσχυρὸν, τὸ παντοδύναμον, καὶ ὅσα ἄλλα κατά τε ὑπεροχὴν καὶ αἰτιολογίαν, οὐχ ἕκαστον οὐσία λέγεται, ἀλλὰ περὶ τὴν οὐσίαν· ὡς ἐκ δύο καὶ πλειόνων ἐπὶ ἓν ἔχοντα τὴν ἀναφορὰν κατὰ τὸ ἐπιμεριζόμενον ἐμάθομεν, ἃ καὶ ἄθροισμα καὶ πλήρωμα θεότητος λέγεται κατὰ τὴν Γραφήν· οὐ κατὰ μίαν ὑπόστασιν μόνου ἀνάγοντα, ἀλλὰ καθ᾽ ἑκάστην τῶν ἁγίων τριῶν ἐπίσης θεωρούμενα καὶ θεολογούμενα. Διὸ καὶ αὐτὸς ὁ μονογενὴς Θεός φησι· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι·» καὶ πρὸς τὸν Πατέρα λέγων· «Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Ἐν ἅπασι γὰρ οἷς δοξάζεται ὁ Πατὴρ θεολογούμενος, ἐν αὐτοῖς δοξάζεται καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον.

Καὶ ἐντεῦθεν τέλειος Θεὸς ὁ Πατὴρ λέγεται, καὶ τέλειος Θεὸς ὁ Υἱὸς, καὶ τέλειος Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. Ἐπείπερ μηδὲν ἐλλείπει τοῦ περὶ τὴν θεότητα πληρώματος ἕκαστον· ἀλλ᾽ ἰσίαν ἔχει πάντων τῶν ἰδιωμάτων, ὧν ἐπίσης καὶ τὸ πλήρωμα τῆς θεότητος θεωρεῖται. Ἐκ παραγωγῆς γὰρ τοῦ ἴσου, ἰσία λέγεται θηλυκῇ ἐκφορᾷ ἡ τῆς ἰσότητος τῶν πολλῶν συστατικὴ περίληψις. Ὧν γὰρ ἴση τίς ἐστιν οὐσία, διαφερόντων ἰδιωμάτων, ἰσία λέγεται, ὥσπερ καὶ ὁσία καὶ μία. Καὶ ἐπείπερ ἰσία λέγεται κατ᾽ ἐτυμολογίαν, τροπῇ τοῦ ι εἰς ο, καὶ πλεονασμῷ τοῦ υ στοιχείου, οὐσία διερμηνεύεται, ὡς οὖσά τις συστατικὴ ὕπαρξις, τῶν ἐκ πλειόνων ἐπὶ μίαν μονάδα ἐχόντων τὸ ἄθροισμα. Καὶ οὕτως εἰς τὸν κατ᾽ εἰκόνα Θεοῦ γενόμενον ἄνθρωπον ἀποβλέποντες, κανονίζομεν, ὅτι ἡ σύστασις τῶν περὶ αὐτοῦ ἰδιωμάτων, κατὰ τὴν αὐτοῦ ὕπαρξιν, οὐσία προσαγορεύεται, ὡς οὖσα περίληψις καὶ περιοχὴ τῶν πλειόνων, ἐπὶ ἓν ἐχόντων τὸ ἑαυτῶν ἄθροισμα.

Καὶ γὰρ τὸ κτιστὸν εἶναι τὸν ἄνθρωπον, τὸ νοερὸν, τὸ λογικὸν, τὸ ἔμψυχον, τὸ σωματικὸν, τὸ παθητικὸν, τὸ ῥευστὸν, τὸ χρονικὸν, τὸ θνητὸν, τὸ γεννητὸν, τὸ φθαρτὸν, τὸ αὐξητικὸν, τὸ τρεπτὸν, τὸ ἀλλοιωτικὸν, τὸ λυπηρὸν, καὶ ὅσα ἄλλα τοιαῦτα κατὰ ἀναλογίαν καὶ ἐκλογισμὸν ἐπίσης ἐπὶ τὸν ἄνθρωπον λαμβανόμενα κατὰ τὸ ἴσον, ἰσία λέγεται, καὶ τροπῇ καὶ πλεονασμῷ τῶν στοιχείων, οὐσία προσαγορεύεται, κἀντεῦθεν πλήρωμα τῆς ἀνθρωπότητος ἑρμηνεύεται, τὸ συμπληροῦν αὐτῆς τὸ ἄθροισμα, κατὰ τὸ μοναδικὸν αὐτῆς σύστημα.

Ἐν οἷς σημειούμεθα, ὅτι οὐδὲν τούτων καθ᾽ αὑτὸ οὐσία λέγεται τῶν κατὰ τὸν ἄνθρωπον ἰδιωμάτων ἀθροιζομένων. Οὐ μήν τι τούτων ὑπόστασις λέγεται· ἀλλὰ κοινῶς μὲν, οἷον ἀπολύτως ἐπὶ πάντων συναγόμενα, οὐσία λέγεται τῶν κατὰ τὸν ἄνθρωπον ἰδιωμάτων τὸ ἄθροισμα· ἰδίως δὲ καὶ ἐφ᾽ ἑνὸς ὑπόστασις.

Ὅταν μὲν οὖν κοινῶς ἐπὶ πολλῶν ταῦτα θεωρῆται, οὐσία προσαγορεύεται· ὅταν δὲ καὶ ἐπὶ ἕνα ἰδίως συνάγηται, ὑπόστασις ἐξονομάζεται. Καὶ ὥσπερ πάλιν εἰς τὸν κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γενόμενον ἄνθρωπον ἀποβλέποντες, ἅμα τοῦτον νοῦν καὶ λόγον καὶ πνεῦμα καθορῶμεν, καὶ οὐδὲν τούτων πρότερον οὔτε ὕστερον, ἀλλὰ κατὰ ταὐτὸ συνέστη, καὶ ἕνα μὲν λεγόμενον, τριάδα δὲ νοούμενον, ὡς οἷον καὶ τὸν νοῦ μὲν ἀγέννητον, γεννητὸν δὲ τὸν λόγον, καὶ τοῦτον κατὰ καιρὸν μελανούμενον, καὶ ἐγγραφόμενον, καὶ ἀποστελλόμενον· οὕτως καὶ ἐπὶ τοῦ πάντων Θεοῦ, τὸν μὲν Πατέρα ὡς νοῦν ἀγέννητον, τὸν δὲ Υἱὸν ὡς Λόγον γεννητὸν, καὶ τοῦτον ἀποστελλόμενον, κατὰ καιρὸν εὐδοκίας τοῦ πατρικοῦ θελήματος, οὐχ ὡς προφορικὸν κατὰ καιρὸν καὶ χρόνον πρὸς χρείαν ἀπογεννώμενον, ἀλλ᾽ ὡς ὑποστατικὸν, καὶ αὐτόχρημα τοῦτο ὄντα, καθὼς καὶ γεγένναται. Ἅπαξ γὰρ γεννηθεὶς ἐκ τοῦ Πατρὸς, ὑπόστασίς ἐστι, στάσιν ἀδιάλυτον ἔχων, ὑφ᾽ ὧν καὶ εἶναι πέφυκε. Τὸ γὰρ ὑπόστασις κατ᾽ ἐτυμολογίαν διερμηνεύεται ὑπό-στασις.

Καὶ γὰρ ὡς νοῦς ὁ Πατὴρ, κατ᾽ αἰτίαν τοῦ γεννητοῦ, ὡς γεννητὸν τὸν Υἱὸν ἐπ᾽ αὐτὸν ἔχει. Διὸ καὶ ὁ εὐαγγελιστὴς ἀντὶ τοῦ «ὑπὸ» τὸ «πρὸς» ἀναγέγραφε λέγων· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος,» Οὐκοῦν ἰσοδύναμόν ἐστι, καὶ καθ᾽ ἓν σημαινόμενον ἐπαναστρέφον τὸ, ὑπὸ, καὶ πρὸς, κατὰ πρόθεσιν τοῦ ὀνόματος προσκείμενα.

Ὑπόστασις τοίνυν ἐστὶν ὁ Υἱὸς, ὡς ὑπό τι τὸν Πατέρα στάσιν ἔχων, καὶ οὐ χωρὶς τοῦ Πατρὸς ὢν, ἀλλὰ πρὸς τὸν Πατέρα ἀεὶ ὤν· καὶ οὔτε θέλημα ἄλλο παρὰ τοῦ Πατρὸς ἔχων, οὔτε μὴν δύναμιν ἑτέραν, οὔτε μὴν ἐνέργειαν, ὡς οὐδὲ ἄλλην οὐσίαν, ἀλλὰ πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἔχων καὶ αὐτὸς ὁ Υἱὸς, ὁμοούσιός ἐστι τῷ Πατρὶ καὶ τῷ Πνεύματι. Οὗτος κατὰ πατρικὴν βουλὴν ἀρχαίαν καὶ ἀληθινὴν, ὡς μεγάλης βουλῆς Πατρὸς ἄγγελος, θαυμαστὸς σύμβουλος, καὶ πάλαι, ὡς Λόγος τοῦ Πατρὸς, πολυμερῶς καὶ πολυτρόπως λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν σαρκωθεὶς καὶ ἐνανθρωπήσας, ὃς, φησὶ, καὶ τοὺς αἰῶνας ἐποίησεν· οὐ θεοῖς τισι τερατευομένοις ἐγχειρήσας τὴν αὑτοῦ πρόνοιαν, καθά φασιν Ἕλληνες, ἀλλ᾽ αὐτὸς ὁ Υἱὸς εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος πᾶσαν τὴν τῶν ὄντων πρόνοιαν ἀναδεδεγμένος.

Ἐπείπερ καὶ τὸ κοινὸν ἐνδεικνύμενος τῆς αὐτῆς καὶ μιᾶς προνοίας καὶ ἐνεργείας, φησίν· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.» Οὐδὲ γὰρ κατὰ ἄλλην καὶ ἄλλην πρόνοιαν ὁ Πατὴρ καὶ Υἱὸς ἐργάζεται, ἀλλὰ κατὰ μίαν καὶ τὴν αὐτὴν οὐσιώδη τῆς θεότητος ἐνέργειαν. «Ὃς ὢν» (ὡς καὶ πάλιν φησὶν ὁ κήρυξ) «ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ» (δῆλον δὲ καὶ τῆς τοῦ Πατρὸς), φέρων τε «τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς.» Ἀναστρέφων δὲ καὶ αὖθις ὁ λόγος, εἰς τὴν αὐτὴν ἔννοιαν ἐπισυνάγεται, περιβλέπων, ὅτι τὸ ἀπαύγασμα, ὡς ἀκτὶν πανήλιος, ὡς ἐκ δίσκου πανηλίου ἀδιάστατον ἔχει τὴν ἔλλαμψιν, καὶ χαρακτὴρ ἔνδειξίς τίς ἐστι τῆς ὑποστάσεως, δι᾽ ἧς καὶ χαρακτηρίζεται.