Ἔργον
Μέγας Αθανάσιος – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία εις τους Ψαλμούς ϞΑ' - Ρ'
Εξήγηση των Ψαλμών 91 έως 100, που πραγματεύονται την πνευματική αγαλλίαση, τη βασιλεία του Χριστού και την κλήση των εθνών σε δοξολογία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τους Ψαλμούς ϞΑ' - Ρ'
Εξήγηση των Ψαλμών 91 έως 100, που πραγματεύονται την πνευματική αγαλλίαση, τη βασιλεία του Χριστού και την κλήση των εθνών σε δοξολογία.
ΨΑΛΜΟΣ ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ Σαββάτου. ϟΑʹ. Ὑπόθεσις. Ὁ Σαββατισμὸς, ἤτοι τὸ Σάββατον, εἴη ἂν ἡ μέλλουσα κληρονομία, ὅτι καὶ ἀνάπαυσις τοὺς ἐνθάδε πόνους διαδέξεται, τὰς ἀμοιβὰς ἡμῶν δηλονότι ἀποληψομένων. Αἰνεῖ οὖν ἐκείνην τὴν γενησομένην ἀνάπαυσιν.
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ. Αἴνεσιν προβάλλεται, φησὶ, καὶ ταύτην ἡμέρας τε καὶ νυκτὸς ἀπαύστως ὑπισχνεῖται καταλέγειν ἐφ᾽ οἷς πεποίηκεν ὁ Μονογενής. Καὶ τί πεποίηκεν ἢ τὴν ἀνάστασιν ἡμῖν παρεσκεύασεν;
Τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου. Ἀπαγγέλλειν κατ᾽ ὄρθρον τὸ ἔλεός σου, καὶ τὴν βεβαιότητά σου κατὰ νύκτα. Ἐν δεκαχόρδῳ ψαλτηρίῳ, μετ᾽ ᾠδῆς ἐν κιθάρᾳ. Δεκάχορδον ψαλτήριον τὸ σῶμά φησιν, ἅτε πέντε αἰσθήσεις ἔχον καὶ πέντε ἐνεργείας ψυχῆς, δι᾽ ἑκάστης αἰσθήσεως γινομένης ἐνεργείας ἑκάστης.
Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου. Ὁρῶν γάρ σου τὰς δημιουργίας καὶ τὰς ἀῤῥήτους οἰκονομίας ἀγάλλομαί τε καὶ γάνυμαι, καὶ τῇ τῆς ψυχῆς ἡδονῇ τὴν γλῶτταν εἰς ὑμνῳδίαν κινῶ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! Ἐγὼ μὲν, φησὶ, τὰ σὰ ἔργα ἀνυμνῶν, καὶ τὸ βάθος τῶν σῶν λογισμῶν ἐκπλήττομαι, ὧν ἐν τῇ οἰκονομίᾳ εἰργάσω.
Ἀλλ᾽ οἱ ἄφρονες οὐ συνιᾶσι τοῦ μυστηρίου τὸ βάθος. Ἀνὴρ ἄφρων οὐ γνώσεται. Διαφόρως ταῦτα εἴρηκεν, ὅτι ὁ τὰς φρένας νοσῶν καὶ συνέσεως ἔρημος τούτων οὐδὲν γινώσκει, οὔτε μὴν ἀκούσεται περὶ τούτων. Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον.
Οἱ μὴ συνιέντες, φησὶ, τὸ μυστήριον δίκην χόρτου ἔσονται, μὴ ἔχοντες τὸ βάθος δηλαδὴ, καὶ ταχέως πεσοῦνται καὶ ξηρανθήσονται. Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου. Ὅταν, φησὶν, ἀπολοῦνται οἱ ἐχθροὶ καὶ διασκορπισθήσονται, τότε δὴ τότε τὸ ἐμὸν κέρας, τουτέστιν ἡ βασιλεία ἡ ἡτοιμασμένη, περιφανὴς γενήσεται. Ἡμεῖς δὲ οἱ τὴν σὴν ἐπίγνωσιν ἔχοντες, τὴν τῶν ἐχθρῶν σου κατάλυσιν θεασάμενοι, γαυριάσομεν ἐπὶ σοὶ καὶ μέγα φρονήσομεν· ἅτε δὴ τῆς πολυθέου πλάνης ἀπηλλαγμένοι, καί σε τὸν ὄντα προσκυνοῦντες Θεόν.
Τὸν γὰρ μονόκερων ἐνταῦθα πάλιν παρήγαγεν, ἵνα διὰ τοῦ ἑνὸς κέρατος τὸν ἕνα παραδηλώσῃ Θεόν. Ὥσπερ γὰρ ἐκεῖνο τὸ ζῶον ἓν ἔλαβε παρὰ τῆς φύσεως κέρας· οὕτω τῆς εὐσεβείας οἱ τρόφιμοι μίαν προσκυνήσουσι θεότητα. Καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι. Μετὰ τοὺς πόνους, φησὶν, οὓς ὑπομένω, τότε δὴ οἱονεὶ ἐλαίῳ χρήσομαι εἰς βασίλειον ἱεράτευμα· καὶ τοῦτό μοι ἔσται τῶν μακρῶν πόνων τὸ γέρας.
Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου. Ἔσται μοι τοῦτο μετὰ τῶν ἄλλων καλῶν, τὸ θεατήν με γενέσθαι πιπτόντων τῶν ἐπιβούλων μου τῆς ψυχῆς. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου. Οὗτοι δὲ, φησὶν, οἱ τούτοις ἀπεικασμένοι τοῖς κέδροις, φυτουργὸν μὲν ἔχουσι τὸν Θεὸν, παράδεισον δὲ τὸν θεῖον νεών.
Ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἀνθήσουσιν. Ἐν ταῖς ἄνω δηλονότι μοναῖς, ἃς καὶ αὐλὰς εἶναι τοῦ Κυρίου φησίν. Ἔτι πληθυνθήσονται ἐν γήρᾳ πίονι, καὶ εὐπαθοῦντες ἔσονται. Τὸ, εὐπαθοῦντες, ἀντὶ τοῦ, εὖ πάσχοντες. Ἀποδοθήσεται γὰρ αὐτοῖς ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν.
Ὅτι εὐθὴς ὁ Κύριος ὁ Θεὸς ἡμῶν. Ἐπειδὰν ἐν ταῖς ἄνω μοναῖς γενόμενοι ἀπολαύωσι τὰ ἡτοιμασμένα ἀγαθὰ, τότε δὴ τότε καὶ ταύτην ἀναγγελοῦσι τὴν φωνὴν, ὡς δίκαιος καὶ εὐθὴς ἔσται ὁ Κύριος, ὃς τοὺς μὲν παρανόμους καὶ ἀσεβεῖς δίκην χόρτου ἀποξηρανθῆναι παρεσκεύασε· τοὺς δὲ δικαίους καὶ εὐσεβεῖς οἷα κέδρους καὶ φοίνικας ἐν ταῖς ἄνω κατεφύτευσε σκηναῖς. Ἀδικία οὐκ ἔστι παρὰ τῷ Θεῷ, διὰ τὸ εἶναι αὐτὸν κακίας ἀνεπίδεκτον.
Εἰς τὴν ἡμέραν τοῦ πρὸ τοῦ Σαββάτου, ὅτε κατῴκιστο ἡ γῆ, αἶνος ᾠδῆς τῷ Δαυΐδ. ϟΒʹ. Ὑπόθεσις. Εἰς τὸ Σάββατον ἐν τῷ προλαβόντι ψαλμῷ δηλοῦται ἡ δευτέρα παρουσία τοῦ Κυρίου, καθ᾽ ἣν καὶ βασιλεύσει τοῦ νέου αἰῶνος μετὰ τῶν ἁγίων αὐτοῦ.
Δηλονότι τὸ, πρὸ Σαββάτου, ἂν εἴη ἡ πρώτη αὐτοῦ παρουσία, ὅτε καὶ ἡ γῆ κατῴκισται, τουτέστιν ὅτε ἡ Ἐκκλησία πάσῃ τῇ οἰκουμένῃ τεθεμελίωται, τῶν ἁγίων ἀποστόλων δηλονότι καὶ εὐαγγελιστῶν τὸν περὶ Χριστοῦ καταγγειλάντων τῇ γῇ λόγον.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἐπειδὴ τὸ ἀνθρώπινον γένος, ἀποστὰν τῆς ὑπὸ Θεοῦ βασιλείας, ὑπὸ τὴν τυραννίδα γέγονε τοῦ Σατανᾶ, τούτου χάριν ἐπεδήμησεν ὁ Μονογενὴς, ἵνα πάλιν αὐτὸ τοῖς ἰδίοις ὑποτάξῃ σκήπτροις, ὃ καὶ ἐγένετο· Θεοῦ εὐπρέπειαν δὲ τὴν σωτηρίαν αὐτοῦ τοῦ γένους φησίν. Εἰ μὴ γὰρ σεσάρκωται, τὴν ἡμετέραν δίχα τῆς ἁμαρτίας λαβὼν φύσιν, δηλονότι οὐκ ἂν ἡμῖν ἡ σωτηρία ἐγένετο. Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Διὰ τούτων τὴν καθαίρεσιν ἡμῖν τῶν ἀντικειμένων σημαίνει δυνάμεων, ἣν πεποίηται, ὥσπερ στρατιωτικὸν σχῆμα ἀναλαβών. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ἐκείνους προανελὼν, τοὺς ἀντικειμένους δηλονότι δαίμονας, ἔστησεν ἐπὶ πέτραν τὴν Ἐκκλησίαν, ἧς οὐδὲ αὐταὶ κατισχύσουσιν αἱ τοῦ ᾅδου πύλαι. Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε. Τοῦτό φησι, διὰ τὸ προωρίσασθαι ἀπὸ καταβολῆς κόσμου τὴν τοῦ ἀνθρωπίνου γένους σωτηρίαν ἐσομένην διὰ τῆς σωτηρίας αὐτοῦ. Θρόνον γὰρ τὴν εἰς τὸ κρίνειν τοὺς ἀδικήσαντας ἡμᾶς δαίμονας· ἀνάστασιν δὲ σημαίνει τοῦ Μονογενοῦς. Σὺ οὖν αὐτὸς, φησὶν, ὦ Δέσποτα, ὁ νῦν εἰς τοῦτο ὥσπερ ἐπὶ δικαστικοῦ θρόνου καθίσας, εἰς τὸ κρίνειν δηλονότι καὶ ἐκδικεῖν ἡμᾶς, ὑπάρχεις ὁ πρὸ τῶν αἰώνων Θεός.
Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν. Ποταμοὺς ἐνταῦθα τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστάς φησιν, οἳ καὶ τὴν τοῦ Θεοῦ Ἐκκλησίαν τοῖς πνευματικοῖς κατεύφραναν νάμασιν. Εἴρηται γὰρ πρὸς αὐτούς· Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης. Αἱ πολλαὶ, φησὶ, μυσταγωγίαι, καὶ τὰ νοήματα τῶν ἀποστόλων καὶ εὐαγγελιστῶν νάματα, θαυμαστοὺς πεποίηκε τῆς θαλάσσης τοὺς μετεωρισμούς. Θάλασσαν δὲ λέγει τῶν ἐθνῶν τῶν πιστευσάντων τὰ πλήθη, ὧν καὶ οἱ μετεωρισμοὶ, τουτέστιν αἱ ὑψώσεις τοῦ φρονήματος, θαυμασταὶ γεγόνασιν. Οὐκέτι γὰρ μικρὰ καὶ ταπεινὰ φρονοῦσι περὶ Θεοῦ, ἀλλὰ μεγάλα καὶ θαυμαστά.
Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα. Μαρτύρια τὰς ἐπαγγελίας φησὶν ἃς διὰ τῶν ἁγίων προφητῶν τοῖς ἔθνεσιν ἐπηγγείλατο, ἃς καὶ πιστὰς ἐπ᾽ ἐσχάτων ἐπεδείξατο τῶν ἡμερῶν, τῇ οἰκείᾳ παρουσίᾳ ἔργῳ πληρῶν. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε.
Οἶκος μὲν αὐτοῦ ἡ Ἐκκλησία, πρέπει δ᾽ αὐτῇ τὸ ἁγία εἶναι, ἅτε τὸν μόνον ἅγιον ἔχουσα ἐνοικοῦντα· ἐπειδὰν δὲ τοῦτο γένηται, καὶ ἀτελευτήτου μεταλαβοῦσα ἀπολαύσει τοῦ ἁγιάσματος.
ΨΑΛΜΟΣ τῷ Δαυῒδ τετράδι Σαββάτων. ϟΓʹ. Ὑπόθεσις. Τὸν περὶ προνοίας ἐν τούτῳ εἰσάγει λόγον, διδάσκων μὴ θλίβεσθαι καὶ ἀδημονεῖν, κἂν εἰ πρὸς καιρὸν γένοιτο καὶ τοῖς ἁμαρτάνουσιν εὐημερία, καὶ τοῖς εὐσεβέσι διωγμός. Οὐδὲν γὰρ τούτων ὡσαύτως μένει, ἀλλὰ μεταβαλεῖται· τοῖς μὲν ἡ θλίψις εἰς αἰώνιον ἀπόλαυσιν ἀγαθῶν, τοῖς δὲ μετὰ τὸ δοκοῦν τὰ χρηστὰ εἰς ἀτελευτήτους αἰῶνας ἡ κόλασις. Τετράδα δὲ Σαββάτων ἐπιγέγραπται, διὰ τὸ ἐν τῷ τετάρτῳ μηνί· ἀντὶ γὰρ τοῦ μηνὸς τὴν ἡμέραν τέθεικεν ἐν ᾗ τῇ τοῦ Θεοῦ πόλει τὴν ἀρχὴν γενέσθαι τῶν συμφορῶν, ἐν τούτῳ ἐπιστρατευσάντων Βαβυλωνίων, ὡς Ἱερεμίας ἱστορεῖ.
Θεὸς ἐκδικήσεων Κύριος, ὁ Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο. Ὥσπερ Θεὸς οἰκτίρμων ἐστὶ, καὶ Θεὸς παρακλήσεων, οὕτω καὶ Θεὸς ἐκδικήσεων. Καὶ πάλιν, τοῦτο δὲ ἐν προοιμίῳ παραμυθίαν μεγάλην τοῖς ἐκ τῶν θλίψεων ἀκηδιάσασιν ἀπεργαζόμενος. Τὸ δὲ, ἐπαῤῥησιάσατο, τὴν μετὰ ταῦτα ἐπὶ τοῦ θείου δικαστηρίου γενομένην ἀπόφασιν κατὰ τῶν ἀσεβῶν δηλοῖ, ᾗ φησι· Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι.
Ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. Εὐχὴν ὑπὲρ τῶν θλιβομένων ἀναπέμπει, αἰτῶν αὐτοῖς ἐπικουρίαν τὴν παρὰ τοῦ μόνου ἰσχύοντος Θεοῦ. Ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; Τὴν σφοδρὰν ἀμνησικακίαν καὶ ὑπερβάλλουσαν διὰ τούτων κατασημαίνει τοῦ Θεοῦ.
Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν. Εἰς ζῆλον τὸν κατὰ τῶν ἐχθρῶν διεγείρει τὸν Θεὸν, λαὸν αὐτοῦ καὶ κληρονομίαν εἶναι λέγων τὴν κακουμένην παρὰ τῶν ἐχθρῶν. Χήραν καὶ ὀρφανὸν ἀπέκτειναν. Τούτων εἴρηται ἡ ἑρμηνεία ἐν τῷ ἀνωτέρῳ στίχῳ, ὅμως λεχθήσεται καὶ αὖθις. Χήραν ψυχὴν καὶ προσήλυτον νοῦν ἀποκτείνει ὁ κακῶς τὰς θείας Γραφὰς ἐξηγούμενος. Ὀρφανὸς δέ ἐστι νοῦς ἐστερημένος οὐρανίου Πατρός.
Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. Πῶς γὰρ οὔκ εἰσι ματαιότητος πλήρεις αἱ αἰσθήσεις ἐκεῖναι, αἱ τῆς προνοίας τὸ ὠφέλιμον ἐξορίζειν ἐπιχειροῦσαι τοῦ λόγου; Μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς, Κύριε.
Ἐκεῖνοι μὲν ἄθλιοι καὶ ταπεινοὶ, φησὶν, οἱ τὴν σὴν μὴ δεχόμενοι παιδείαν. Μακάριοι δὲ οἱ παρὰ σοῦ παιδευθέντες, καὶ ἐκ τοῦ σοῦ διδαχθέντες νόμου. Οὗτοι γὰρ δὴ καὶ ἐν ταῖς θλίψεσι πραϋνθέντες κουφισθήσονται τῶν ἀνιαρῶν, εἰδότες, ὅτι αἱ θλίψεις εἰς ἀγαθὸν τελευτῶσαι ἐκβήσονται. Ἡμέρας πονηρὰς τὰς ἡμέρας τῆς κρίσεως λέγει.
Ἕως οὗ ὠρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. Μέχρι τοσούτου, φησὶν, οἱ παιδευθέντες θαῤῥοῦντες ὑπομενοῦσι τὰς θλίψεις, μέχρις οὗ τῷ ἁμαρτωλῷ ὠρυγῇ βόθρος, τουτέστιν, εἰς τὸ ἡτοιμασμένον αὐτῷ κολαστήριον ὁ ἁμαρτωλὸς βαδίσῃ. Ἁμαρτωλὸν δὲ τὸν Σατανᾶν φησιν, ἤτοι πᾶσαν ἀντικειμένην δύναμιν.
Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ Τοῦτο ἐκείνου ἂν εἴη ἀπόδοσις τοῦ εἰρημένου ἐν τοῖς ἀνωτέρω· Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. Καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει. Τοῦτο τοῦ ἄνω στίχου ἤρτηται, τοῦ, Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ. Ὡσεὶ λέγοι· Φυλάξει, φησὶ, τὸν λαὸν αὐτοῦ πάντα τῆς θλίψεως τὸν καιρόν. Καὶ μέχρι τοσούτου διακυβερνήσει καὶ καθοδηγήσει, ἕως τὸ θεῖον καθίσῃ δικαστήριον. Ἐπειδὰν δὲ εἰς τοῦτο ἡ δικαιοσύνη καθίσῃ, τουτέστι Χριστὸς, πάντες πλησίον αὐτῆς γενήσονται οἱ εὐθεῖς τῇ καρδίᾳ, κατὰ τὸ, Ὅτι οὗτοι τὸν Θεὸν ὄψονται. Οὕτω γὰρ δηλοῖ τὰ ἑπόμενα.
Ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν. Ἕως οὗ ὁ Χριστὸς κρινεῖ τὴν οἰκουμένην. Αὐτὸς γὰρ ἡμῖν ἐγενήθη σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· καὶ τὴν κρίσιν δὲ πᾶσαν αὐτῷ δέδωκεν ὁ Πατήρ.
Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοις; Αὕτη τῶν θλιβομένων ἡ φωνή. Λέγει δέ· Τίς μοι γένηται σύμμαχος κατὰ τῶν εἰς ἐμὲ πονηρευομένων; Εἶτα δεξάμενος αἴσθησιν ταχέως τοῦ βοηθοῦ, φησὶν, ὡς πάλαι ἂν αὐτοῦ εἰς ᾅδην κατήχθη ἡ ψυχὴ, εἰ μὴ τῆς παρὰ Θεοῦ ἀντιλήψεως ἔτυχεν.
Εἰ ἔλεγον· Σεσάλευται ὁ ποῦς μου. Θλιβόμενος, φησὶν, ὁρῶν ἐμαυτὸν ὀλισθαίνοντα, εἶπον· Πότε ὁ ποῦς μου σεσάλευται; τουτέστι, τῆς κατὰ Θεὸν ἐκπεσοῦμαι στάσεως· εὐθὺς τὴν ἀντίληψιν καὶ τὸ ἔλεός σου ᾐσθόμην ἐπίκουρον ἐμοί.
Αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. Οὐκ ἀφῆκας, φησὶν, ἀπαραμύθητον· ἀλλ᾽ ὅσας θλίψεις ἔσχον, τοσαύτας καὶ παραμυθίας ἐδεχόμην παρὰ σοῦ. Αἳ καὶ εἰς εὐφροσύνην τὰς λύπας μετεβίβαζον. Μὴ συμπροσέστω σοι θρόνος ἀνομίας ὁ πλάσσων κόπον ἐπὶ προστάγματι; Διὰ τοῦτο, φησὶ, παρεκάλεσάς μου τὴν καρδίαν ἐπὶ ταῖς θλίψεσιν. Ὅτι δὴ οὖν οὐ προστεθήσεταί σοι θρόνος ἀνομίας, τουτέστιν, ὅτι δίκαιος εἶ κριτὴς ὡς Θεὸς, καὶ οὐκ ἔσται ἀνομία ἐν ταῖς κρίσεσί σου· ὁ γὰρ θρόνος τὴν κρίσιν σημαίνει· ὥσπερ δὴ καὶ παρ᾽ ἐκείνῳ τῷ κόπον συμπλάσσοντι ἐπὶ πρόσταγμα· εἴη δ᾽ ἂν οὗτος ὁ ἀντικείμενος δαίμων, ὃς καὶ ἐλαφρὰς οὔσας τὰς τοῦ Θεοῦ ἐντολὰς βαρείας ποιεῖ, κόπους δὲ αὐτῶν τοῖς ἀνθρώποις παρέχων. Θρόνον ἀνομίας ὠνόμασε τὸν διάβολον· ἐπειδὴ καὶ θρόνος δικαιοσύνης ἐστὶν ὁ Χριστὸς, ὅστις ἀντίκειται τῷ διαβόλῳ.
Καὶ αἷμα ἀθῶον καταδικάσονται. Οὗτοι, φησὶν, οἱ πονηροὶ καὶ ἀντικείμενοι δαίμονες ἐκ παντὸς τρόπου τὴν τοῦ δικαίου ζητήσουσι θηρεῦσαι ψυχήν. Ἀλλ᾽ ἐπὶ τοῦτο, φησὶ, κατακριθήσονται. Τοῦτο γὰρ σημαίνει· Καὶ αἷμα ἀθῶον καταδικάσονται. Λέγει γὰρ, ὡς ἀντὶ τοῦ ἀθώως ἐκχεομένου παρ᾽ αὐτῶν, εἰς κρίσιν καὶ κόλασιν παραδοθήσονται.
Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγήν. Ἐγὼ δὲ τῆς παρὰ τοῦ Δεσπότου προνοίας ἀπήλαυσα, καὶ αὐτὸν ἔχω περίβολον ὀχυρόν.
Αἶνος ᾠδῆς τῷ Δαυῒδ, ἀνεπίγραφος παρ᾽ Ἑβραίοις. ΨΑΛΜΟΣ ϟΔʹ Ὑπόθεσις. Ἐντεῦθεν ὁ τῶν ἁγίων χορὸς καὶ τοὺς ἀπειθεῖς τοῦ Ἰσραὴλ προτρέπεται ἐπὶ τὴν διὰ Χριστοῦ σωτηρίαν ἐλθεῖν· δεικνὺς, ὡς ἐπακούσεται, εἰ προσπέσοιεν αὐτῷ, ἅτε αὐτὸς ὢν ποιητὴς, καὶ τὸ ἴδιον ἔργον ἀγαπῶν. Εἰσφέρεται δὲ μετὰ τὴν τῶν ἁγίων παραίνεσιν καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος πρόσωπον, αὐτοῖς τοῖς ἀπειθέσι παρακελευόμενον μὴ τὴν τῶν πατέρων μιμήσασθαι ἀπιστίαν.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Ὡς ἐπὶ ἑορτὴν ἐλθεῖν τοὺς ἀπειθεῖς παρακελεύονται, εἰς ἀγαλλίασιν αὐτοὺς καλοῦντες, ἵνα διὰ τούτων πείσωσι. Ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Εὖ τὸ, ἀλαλάξωμεν, λέγει, δὴ ἥκοντες τοὺς ἐπινικίους ᾄσωμεν ὕμνους. Ὁ γὰρ ἀλαλαγμὸς ὕμνος ἐστὶν ἐπὶ πεπτωκόσιν ἐχθροῖς. Σημαίνει δὲ διὰ τούτων, ὡς τὰς ἀντικειμένας δυνάμεις πολεμήσας ὑπὲρ ἡμῶν ὁ Χριστὸς, ἐκ μέσου πεποίηκεν.
Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Ὡσεὶ λέγοι· Πρὶν εἰς κρίσιν καθίσῃ, τὸ πρόσωπον αὐτοῦ, ἔστι δὲ ὁ υἱὸς, τῇ ἐξομολογήσει προλάβωμεν, καὶ εὐμενὲς αὐτοῖς καταστήσωμεν. Οὕτω γὰρ ὑμῖν συμβήσεται εἰς ἀγαθὰ τελευτᾷν· ἡ γὰρ ἐξομολόγησις ἀγαθὸν ἔχει τὸ πέρας· καὶ τοῦτο δηλοῖ τὸ ἐν Ψαλμοῖς· Ἀλαλάξωμεν αὐτῷ.
Καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεούς. Δηλαδὴ τοὺς πιστεύσαντας, καὶ ὥσπερ ἀντιμισθίαν τούτου λαχόντας τὸ ὄνομα, τὸ καλεῖσθαι θεοὶ, κατὰ τὸ εἰρημένον· Θεὸν δέδωκά σε τῷ Φαραώ. Ἐὰν τὴν ἐξομολόγησιν προσενέγκωμεν, φησὶν, οὐκ ἀποτευξόμεθα· οἰκτειρήσει γὰρ ὡς ἴδιον αὐτοῦ λαόν.
Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα. Δείκνυσιν, ὡς αὐτὸς, ὢν δημιουργὸς πάσης κτίσεως ὁρατῆς τε καὶ ἀοράτου, οὐκ ἂν παρίδῃ τὸ ἴδιον ποίημα προσπῖπτον δι᾽ ἐξομολογήσεως. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ.
Καὶ ἑαυτοὺς τῶν προσκυνούντων καὶ κλαιόντων εἶναί φασιν, ὅπως ἂν προθυμοτέρους εἰς τὴν ἐξομολόγησιν παρασκευάσωσι τοὺς ἀκούοντας. Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε. Ἐντεῦθεν παραινοῦνται παρ᾽ αὐτοῦ τοῦ Κυρίου εὐπειθεῖς εἶναι, καὶ μὴ τοιοῦτοι οἷοι ἐν τῇ ἐρήμῳ οἱ πατέρες αὐτῶν ἐπεδείχθησαν.
Κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Ἐξεπείρασαν γὰρ τὸν Θεὸν ἄλλοτε ἄλλην πορευόμενοι ὁδὸν, καὶ οὐκ εὐθεῖαν τὴν τοῦ Κυρίου. Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Τρεῖς ἡμῖν ὁ λόγος καταπαύσεις σημαίνει· μίαν τὴν σαρκικὴν τὴν τοῦ Σαββάτου, καὶ ἑτέραν τὴν εἴσοδον τὴν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ᾗ Ἰησοῦς κατέπαυσεν αὐτούς· καὶ τρίτην τὴν ἐπουράνιον, ἣν νῦν ἡμῖν ὁ λόγος σημαίνει· οὐκ ἂν δὲ ἑτέρας ἐμέμνητο ἐνταῦθα, εἰ ἀληθῶς ἐκείνη ἐνῇ κατάπαυσις.
Δηλοῦται οὖν, ὡς ἀληθῶς κατάπαυσίς ἐστιν ἡ μετὰ τὴν τοῦδε τοῦ κόσμου ἀπαλλαγὴ, ἡ ἐν ταῖς ἄνω μοναῖς κατοίκησις.
ΨΑΛΜΟΣ ϟΕʹ. ᾨδὴ τῷ Δαυῒδ, ὅτε ὁ οἶκος ᾠκοδομήθη μετὰ τὴν αἰχμαλωσίαν. Ὑπόθεσις. Ἐν τῷ πρὸ τούτου ψαλμῷ, τὴν ἀποβολὴν τῶν Ἰουδαίων θεσπίσας, εἴ γε ἐπιμένοιεν τῇ ἀπιστίᾳ, ἐν τούτῳ τὴν τῶν ἐθνῶν κλῆσιν εἰσάγει, τὴν γενομένην μετὰ τὴν λύσιν τῆς νοητῆς αὐτῶν αἰχμαλωσίας, ὅτε καὶ καθ᾽ ὅλης τῆς οἰκουμένης ἡ Ἐκκλησία τεθεμελίωται. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν. Τοῖς ἀποστόλοις τὸ Πνεῦμα παρακελεύεται τὸ καινὸν ᾆσμα, τουτέστι τὴν Νέαν Διαθήκην, ἐξηγεῖσθαι τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσιν. ᾌσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ ... Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. Οὐ γὰρ παύσονται μέχρι συντελείας κόσμου τὰ τῆς Νέας Διαθήκης ἡμῖν λαλοῦντες μυστήρια.
Ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα Διδάξατε, φησὶ, τὰ ἔθνη· καὶ γὰρ ὑπακούσαντα γνοῖεν τοῦ κηρυττομένου τὴν θεότητα καὶ τὴν μεγαλοσύνην, καὶ γνόντα ἐπαινέσουσι. Φοβερός ἐστιν ὑπὲρ πάντας τοὺς θεούς. Τοῦτο μάλιστα τὰ ἔθνη ἐπὶ τὸν τοῦ Κυρίου φόβον προτρέπεται, τὸν ἐμπρησμὸν ἑωρακότα κατὰ τῶν πάλαι ὀνομαζομένων αὐτῶν θεῶν. Ἔγνωσαν γὰρ, ὡς πάντες ἐκεῖνοι οὐκ ἦσαν θεοὶ, ἀλλὰ δαιμόνια.
Μόνος δὲ ὁ Κύριος τῶν οὐρανίων ποιητής. Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. Οἱ μὲν γὰρ καλούμενοι θεοὶ δαίμονες ὤφθησαν πονηροὶ, ὁ δὲ ἡμέτερος Κύριος τοὺς οὐρανοὺς ἐποίησεν. Ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ. Ἁγίασμα αὐτοῦ ἡ Ἐκκλησία, ἥτις καὶ ἁγία ἐστὶ καὶ μεγαλοπρεπής. Ὑψηλὸς γὰρ ὁ κόσμος τῆς Ἐκκλησίας.
Ἐνέγκατε τῷ Κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν. Πατριὰς καλεῖ τοὺς τῶν Ἐκκλησιῶν ἡγουμένους, ἱερέας φημὶ καὶ προέδρους. Καὶ πρέπει διὰ τῶν ἔργων τῶν ἀγαθῶν δοξάζειν τὸν Θεὸν, καὶ μὴν καὶ τιμᾷν ἀπὸ δικαίων πόνων αὐτῶν, ἔτι γε μὴν καὶ θυσίας αὐτῷ ἀναφέρειν νοητάς· ἀναφέρειν δὲ ἐν ταῖς θείαις αὐτοῦ αὐλαῖς, δηλαδὴ ταῖς ἐκκλησίαις. Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. Ἔμελλε γὰρ εἰς πᾶσαν τὴν οἰκουμένην ἐξάκουστον γενέσθαι κήρυγμα, καὶ οἱονεὶ τῆς προτέρας στάσεως σαλεύειν τὴν γῆν.
Καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται. Ἐθεμελίωσε γὰρ ἐπὶ τὴν πέτραν τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Κρινεῖ λαοὺς ἐν εὐθύτητι. Ἦλθε γὰρ καὶ ἐδίκασε τὴν κρίσιν ἡμῶν, καὶ τοὺς πονηροὺς τυράννους ἐξέβαλε, τοὺς ἀκαθάρτους φησὶ δαίμονας.
Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ. Ἐπὶ γὰρ τῇ κατορθώσει τῆς οἰκουμένης αἱ οὐράνιαι δυνάμεις ἔφασκον χαίρουσαι· Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς. Θάλασσαν ἐν τούτοις. τῶν ἐθνῶν σημαίνει τὴν πληθὺν, ἥτις καὶ σεσάλευται· τουτέστιν εἰς τὸ ὑποδέξασθαι τὸ κήρυγμα κεκίνηται.
Χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς· τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ. Διὰ τῶν πεδίων καὶ μὴν καὶ τῶν ξύλων ἁγίας ψυχὰς εἶναι σημαίνει, αἳ ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ ἠγαλλιάσαντο.
ΨΑΛΜΟΣ Δαυῒδ, ὅτε ἡ γῆ αὐτοῦ καθίσταται. ϟϛʹ. Ὑπόθεσις. Πάλιν καὶ ἐνταῦθα τὴν σωτηρίαν τοῦ κόσμου σημαίνει, καὶ τῶν ἐθνῶν ἁπάντων τὴν εἰς αὐτὸν πίστιν. Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί. Νήσους τὰς Ἐκκλησίας φησὶν, ἅτε δὴ ῥιπιζομένας ὑπὸ παντὸς πνεύματος, καὶ μὴν καὶ περιῤῥεομένας ταῖς περιστάσεσι ταῖς ἁλμυραῖς.
Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ. Τὴν λεληθυῖαν αὐτοῦ ἐν ἀνθρώποις κάθοδον σημαίνει, ὅτε ἐν τῇ τοῦ δούλου πέφηνε μορφῇ. Δικαιοσύνη καὶ κρῖμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. Αὕτη γέγονε, φησὶ, τῆς ἀφέσεως αἰτία· τὸ κρῖναι δικαίως τὴν κρίσιν ἡμῶν, ἣν ἔχομεν δηλαδὴ πρὸς τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις.
Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται. Ἔκαυσε γὰρ τῇ θείᾳ αὐτοῦ δυνάμει πᾶσαν πονηρὰν καὶ ἀντικειμένην ἐνέργειαν. Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ. Ἀστραπὰς αὐτοῦ τοὺς ἁγίους ἀποστόλους εἶναι λέγει καὶ εὐαγγελιστὰς, οἳ φωτὸς δίκην ὑπέλαμψαν τὴν ὑπ᾽ οὐρανόν.
Τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου Κυρίου. Ὄρη τὰς ἀντικειμένας δυνάμεις φησὶν, αἳ καὶ κηροῦ δίκην συνετάκησαν ἀπὸ τοῦ προειρημένου δηλονότι πυρός. Ὅπερ πήγνυσιν ὁ βοῤῥᾶς, τοῦτο τήκει ὁ νότος· διὸ καλῶς λέγει ἡ νύμφη ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων· Ἐξεγείρου, βοῤῥᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου.
Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς· ὁρῶντες δηλονότι οὓς πάλαι ἐνόμιζον θεοὺς κηροῦ δίκην λυομένους ὑπὸ τοῦ Κυρίου. Προσκυνήσατε αὐτῷ, πάντες ἄγγελοι αὐτοῦ. Ἐφ᾽ οἷς κατώρθωσε τῇ ὑπ᾽ οὐρανὸν, φησὶν, εὐχαριστήσατε.
Ἤκουσε καὶ εὐφράνθη Σιών. Σιὼν μὲν ἡ Ἐκκλησία. Τί δὲ ἤκουσεν, ἢ τοῦ εὐαγγελικοῦ κηρύγματος, καὶ εὐφροσύνης αὐτῇ γέγονε πρόξενον; Καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας. Θυγατέρας τῆς Ἰουδαίας τὰς ὁσίας ψυχάς φησι, τὰς δι᾽ ἐξομολογήσεως συνημμένας Θεῷ, αἳ ἠγαλλιῶντο διὰ τὰ τοῦ Θεοῦ κρίματα, ὁρῶσαι δηλονότι τοὺς τυραννήσαντας ἐκβεβλημένους, τοὺς δὲ δουλείᾳ κατεχομένους εἰς ἐλευθερίαν ἐνηνεγμένους.
Οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρά. Παραίνεσις εἰσάγεται τοῖς τῇ ἐλευθερίᾳ λελυτρωμένοις, διδάσκουσα πᾶν εἶδος πονηρὸν ἀποστρέφεσθαι. Φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ. Οἱ ἀποστραφέντες τὸν πονηρὸν, ὅσιοι γεγένησθε· Τότε δὴ συμβήσεται ὑμῖν καὶ τῆς φυλακῆς τῆς παρὰ τοῦ Κυρίου τυχεῖν ἀπὸ τοῦ πονηροῦ· οὗτος γὰρ κυρίως ἁμαρτωλός.
Φῶς ἀνέτειλε τῷ δικαίῳ. Τὸ εὐαγγελικὸν δηλονότι. Δικαίῳ δὲ, τῷδε δικαίῳ λαῷ διὰ τῆς πίστεως. Καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη· εἰς τὸ, τοῖς εὐθέσιν, ὑποστίξαι δεῖ, ἵνα τοῖς γινομένοις εὐθέσιν ἐν τῇ καρδίᾳ ἀνατείλῃ εὐφροσύνη. Ἀπὸ κοινοῦ δὲ τὸ, ἀνατελεῖ, ληπτέον.
ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ϟΖʹ. Ὑπόθεσις. Καὶ οὗτος ὁ ψαλμὸς τὴν προτέραν παρουσίαν τοῦ Κυρίου σημαίνει, καὶ τὴν τῶν ἐθνῶν πάντων εἰς αὐτὸν πίστιν, ἣν ἐποιήσατο κατὰ τὰς ἐπηγγελμένας τοῖς πατράσιν ἐπαγγελίας. Διὰ τοῦτο τὰ ἔθνη πάντα ἀλαλάζειν ὁ λόγος προτρέπεται τὸν ἐπινίκιον, ὃν ὑπὲρ αὐτῶν πεποίηται. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησε. Θαυμαστὸν γὰρ ἀληθῶς τὸ καταργηθῆναι θάνατον, καὶ ἀναβιῶναι πάλιν τὸ ἀνθρώπινον γένος.
Ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ. Προσήγαγε γὰρ τῷ ἰδίῳ Πατρὶ τὴν ὑπ᾽ οὐρανὸν ὁ Χριστὸς, ὅς ἐστι δεξιὰ τοῦ Πατρός. Οὐ γὰρ ἐδεήθη ἀνθρωπίνης βοηθείας. Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ. Σωτήριον οὖσαν τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν σημαίνει· κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Συμεών· Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. Ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Ἐκβαλὼν μὲν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, δικαιώσας δὲ τοὺς πάλαι τυραννηθέντας ἡμᾶς.
Ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ. Τοῦ Ἰακώβ· καὶ γὰρ ἐν τῷ σπέρματι αὐτοῦ εὐλογηθῆναι πάντα τὰ ἔθνη ἐπηγγείλατο. Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Οὐδεὶς γὰρ τόπος ἀμέτοχος τῆς βασιλείας τοῦ Χριστοῦ.
Ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ. Κιθάραν τὴν τοῦ σώματος πρὸς τὴν ψυχὴν ἁρμονίαν φησί. Σάλπιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης, Τὸ πεπυρωμένον καὶ ἐκτεταμένον τοῦ εὐαγγελικοῦ κηρύγματος διὰ τῶν ἐλατῶν σαλπίγγων σημαίνει· διὰ δὲ τῶν κερατίνων τὸ βασιλικὸν, καθὸ τῷ κέρατι ἐχρίοντο οἱ βασιλεῖς. Οὐ μόνον ἀλλὰ καὶ ἐν κερατίνῃ τῆς βασιλείας τὴν ἐκφώνησιν ἐποιοῦντο.
Σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς. Θάλασσαν τὸν βίον τὸν παρόντα σημαίνει, διὰ τὸ ἁλμυρὸν τῶν ἐν αὐτῷ φροντίδων. Κεκίνηται οὖν ἐκ τῆς προτέρας στάσεως, τουτέστι τῆς εἰδωλολατρείας. Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό. Ποταμοὺς τοὺς ἁγίους εἶναί φησι μυσταγωγοὺς, ὧν καὶ τὸ σπουδαῖον τοῦ κηρύγματος διὰ τοῦ ἐπὶ τὸ αὐτὸ κροτεῖν σημαίνει. Τὰ ὄρη ἀγαλλιάσονται, ὅτι ἤκει κρῖναι τὴν γῆν. Αἱ ἀγγελικαὶ δηλονότι δυνάμεις.
Χαρὰ γὰρ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ϟΗʹ. Ὑπόθεσις. Καὶ οὗτος τὴν Χριστοῦ βασιλείαν σημαίνει καὶ τὴν τῶν ἀρχιερέων αὐθάδειαν. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί. Ὁ Χριστός ἐστιν οὗ τὴν βασιλείαν οὐ παραδέχονται Ἰουδαῖοι ὀργιζόμενοι. Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, σαλευθήτω ἡ γῆ. Αὐτὸς γὰρ οὗτος ὁ βασιλεύσων ἐπ᾽ ἐσχάτων τῶν χρόνων τῶν ἐπὶ τῆς γῆς ἐστιν, ὁ καὶ τοῖς χερουβὶμ ἐποχούμενος, ὑφ᾽ οὗ καὶ ἐσαλεύθη ἡ γῆ. Φησὶν οὖν· Σὺ εἶ ἐπὶ τῶν χερουβὶμ, ὁ καὶ τὴν ἐπὶ κακῷ στάσιν μετακινήσας τῆς γῆς, γεγονὼς καθ᾽ ἡμᾶς. Στάσιν οὖν λέγει τὴν τῆς εἰδωλολατρείας.
Κύριος ἐν Σιὼν μέγας. Σιών ἐστιν ἡ Ἐκκλησία, ἐν ᾗ δοξάζεται καὶ ὑψοῦται Χριστὸς, κατὰ τὸ εἰρημένον· Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ. Μέγα αὐτοῦ τὸ ὄνομα τὸ, Ἰησοῦς, καθὸ καὶ σωτηρία λαοῦ ἑρμηνεύεται. Μέγα πάλιν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ᾧ μέλλει κάμψαι πᾶν γόνυ, καὶ πᾶσα ἐξομολογήσεται γλῶσσα, ὅτι Κύριος Ἰησοῦς Χριστός. Ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι. Φοβερὸν μὲν κατὰ τῶν ὀργιζομένων λαῶν καὶ μὴ προσδεχομένων αὐτοῦ τὴν βασιλείαν· ἅγιον δὲ τοῖς πιστεύουσιν εἰς αὐτόν. Καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ.
Ἐπειδὴ ἡ τιμὴ ἤτοι ἡ δόξα τοῦ βασιλέως ἀγαπᾷ τὴν δικαιοσύνην, ἥτις διὰ τῆς κρίσεως ἑρμηνεύεται· τούτου χάριν τοῖς μὲν ἀπειθήσασι τὸ πρόσταγμα αὐτοῦ φοβερὸν, τοῖς δὲ ὑπακούουσιν ἅγιον. Σὺ ἡτοίμασας εὐθύτητας. Ἐν δικαιοσύνῃ γὰρ μέλλει κρίνειν τὴν οἰκουμένην.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν. Ὁ ὑψηλὸς ὡς Θεὸς καὶ ὑπὸ πόδας ἔχων πᾶσαν τὴν κτίσιν γέγονεν ἀτρέπτως ἄνθρωπος. Τοῦτον οὖν, φησὶ, τὸν γενόμενον ἀτρέπτως ἄνθρωπον ὑψοῦτε, προσκυνοῦντες αὐτὸν μιᾷ προσκυνήσει μετὰ τῆς ἰδίας σαρκός.
Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ. Οὗτος, φησὶν, ὁ νῦν, καθὸ πέφυκεν ἄνθρωπος. βασιλεύσας τῶν ἐπὶ γῆς ἦν· ὃν καὶ πάλαι Μωϋσῆς καὶ Ἀαρὼν καὶ Σαμουὴλ ἐπεκαλοῦντο. Εἰπὼν οὖν, ὅτι Προσκυνεῖτε τῷ ὑποποδίῳ, καὶ τὴν ἐνανθρώπησιν καὶ τὴν οἰκονομίαν κηρύξας, πάλιν ἀσφαλιζόμενος ἡμᾶς, τὴν θεότητα σημαίνει διὰ τοῦ δηλωθέντος ὄρους. Μεμένηκε γὰρ Θεὸς, εἰ καὶ ἔλαβε τὴν τοῦ δούλου μορφὴν διὰ τὴν ἡμῶν σωτηρίαν.
Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουσας αὐτούς. Εἰ καὶ ἔδοξάν τι ἁμαρτάνειν ὡς ἄνθρωποι, οὐ παρεώρακας, φησίν. Ἠλέγχετο οὖν ἐπὶ τοῦ μόσχου ἁμαρτάνων Ἀαρὼν καὶ Μωϋσῆς ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας. Καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ. Ἢ τὴν ἐπὶ γῆς ἢ τὴν ἐπουράνιον Ἱερουσαλήμ φησιν· ἢ ὄρος πάλιν αὐτὸν νοητέον τὸν Μονογενῆ, κατὰ τό· Ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν.
ΨΑΛΜΟΣ εἰς ἐξομολόγησιν. ϟΘʹ. Ὑπόθεσις. Ἐν τούτῳ τῷ ψαλμῷ τοῖς ἤδη προσελθοῦσι τῇ πίστει παραίνεσιν εἰσφέρει, ὑπὲρ τοῦ ἀναφέρειν ὑπὲρ τῶν ἤδη γεγενημένων εὐχαριστίας. Ἡ γὰρ ἐξομολόγησις ἐν τούτῳ τὴν μετ᾽ αἰνέσεως εὐχαριστίαν σημαίνει.
Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ. Τὸν ἐπινίκιον τοὺς λελυτρωμένους ᾄδειν παρακελεύεται. Ἦσαν δὲ οἱ λελυτρωμένοι ἅπαν τὸ τῶν ἀνθρώπων γένος. Γῆν γὰρ τοὺς κατοικοῦντας τὴν γῆν καλεῖ. Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ. Ἡ δὲ τῶν ἀνθρώπων δουλεία φόβον φθοροποιὸν ἐμποιεῖ, ἡ δὲ τοῦ Κυρίου δουλεία φόβον ἁγνὸν, ἐξ οὗ γίνεται τῇ ψυχῇ εὐφροσύνη.
Εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει. Ὁ ἤδη τοῦ ἀλαλαγμοῦ τὴν εἰς νοῦν δεξάμενος εὐφροσύνην, οὗτος ὥσπερ ἐνώπιον ἱστάμενος τοῦ Χριστοῦ χαρᾷ χαίρει, καὶ τοῦτό ἐστιν ἀγαλλίασις. Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν.
Οὗτος, φησὶν, ὁ Κύριος ὁ τῷ ἰδίῳ αἵματι πᾶσαν λυτρωσάμενος τὴν γῆν, αὐτός ἐστιν ὁ καὶ τοῦ ἡμετέρου ποιήματος δημιουργός. Οὐ γὰρ αὐτομάτως συνέστημεν, ἀλλὰ τῶν χειρῶν αὐτοῦ ἔργον ἐσμέν. Διὸ καὶ λαὸς αὐτοῦ καὶ πρόβατα αὐτοῦ τυγχάνομεν· ὡς εἶναι μὲν ὁ λαὸς λογικώτερος, πρόβατα δὲ οἱ τὴν ἀλογωτέραν τάξιν ἐπέχοντες, καὶ μὴ ἐν πείρᾳ τῶν θείων ὄντες λογίων, κατὰ τὸ εἰρημένον· Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός.
Ἡμεῖς δὲ λαὸς αὐτοῦ, καὶ πρόβατα νομῆς αὐτοῦ. Ἄλλοι μὲν ὡς λαὸς αὐτοῦ, οἱ κρείττους· οἱ δὲ ὡς πρόβατα νομῆς αὐτοῦ, οἱ ὑποβεβηκότες. Πλὴν ἀλλὰ, πάντων Θεὸς ὢν καὶ ποιητὴς, πάντας καλεῖ καὶ ἐξοικειοῦται. Ἀνθρώπους γὰρ καὶ κτήνη σώζει Θεός· τοὺς μὲν ὡς λαὸν αὐτοῦ, τὰ δὲ ὡς πρόβατα νομῆς αὐτοῦ. Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει. Πύλας τοῦ Κυρίου τὴν ἐπὶ γῆς Ἐκκλησίαν φησὶν, ἐν ᾗ ἐξομολογεῖσθαι δεῖ, ἅτε πρότερον ἐξαγγέλλοντες τὰ ἁμαρτήματα, τάς τε εἰς ἡμᾶς γενομένας ἀφηγεῖσθαι εὐεργεσίας.
Τῷ Δαυΐδ. ΨΑΛΜΟΣ Ρʹ. Ὑπόθεσις. Ἐν τούτῳ τῷ ψαλμῷ τὸν τέλειον ἡμῖν διαγράφοι, τὸν κατὰ Θεὸν πολιτευόμενον, διδάσκων ἡμᾶς ποίαν δεῖ πολιτείαν ἐπιτηδεύειν τοὺς ἐπιθυμοῦντας τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν.
Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Ταῦτα, φησὶν, ἐπὶ στόματος φέρων διαπαντὸς ἃ οἶδα εἰς ἡμᾶς κατορθωθέντα, δοθήσεται κρίσις, τουτέστιν ἡ δικαιοκρισία. Ἐδικαίωσε γὰρ ἐκ τῶν ἐχθρῶν ἡμῶν τὴν δίκην ἡμῶν.
Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ. Τὸ, ψαλῶ τὸν ὕμνον, φησὶν, ὡσεὶ λέγοι σαφέστερον· Ὑμνῶν οὐ παύσομαι καὶ τὴν ἐμὴν ὁδὸν παρασκευάζων ἄμωμον, τὴν σὴν, ὦ Δέσποτα, παρουσίαν προσδοκῶν. Δεῖ γὰρ ηὐτρεπισμένους ἡμᾶς εἶναι πρὸς τὴν τοῦ Κυρίου ἄφιξιν. Τοσαύτην γὰρ ὁ θαυμαζόμενος οὗτος ἀνὴρ ἐκτήσατο καθαρότητα, ὡς μετὰ παῤῥησίας βοῆσαι πρὸς τὸν Θεόν· Πότε ἥξεις πρὸς μέ; Ἀντὶ τοῦ, Εὐπρεπῆ σοι τὰ βασίλεια κατέστησα, ποθῶ σου τὴν παρουσίαν, ὦ Δέσποτα, ἱμείρομαί σου τῆς ἐπιφανείας· ἀλλὰ δὸς τὸ ποθούμενον. Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου.
Οὐδένα, φησὶν, ἔσχον ἄδικον συνοικοῦντα λογισμόν· ἀλλ᾽ ὅλως ἐμαυτῷ μετὰ καθαρότητος διεπορευόμην. Ποιοῦντας παραβάσεις ἐμίσησα. Δεῖ γὰρ μὴ μόνον ἀπέχεσθαι τῶν πονηρῶν, ἀλλὰ καὶ τοὺς τὰ τοιαῦτα ποιοῦντας ἀποστρέφεσθαι.
Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. Τὰ τοῦ διαβόλου βουλεύματα, ἅτε μηδὲν εὐθὲς ἔχοντα, σκαμβά τέ εἰσι καὶ διεστραμμένα, ἅπερ οὐδέποτε ἐν τῇ καρδίᾳ εἰσδέδεγμαι. Ἐκκλίνοντος ἀπ᾽ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. Οὕτω, φησὶν, ἐν οὐδενὶ μέρει ἐποιούμην τοὺς πονηροὺς, ὡς καὶ τὴν παρουσίαν καὶ τὴν ἀπουσίαν αὐτῶν ἀγνοεῖν· διὸ καὶ ἀπαιρόντων οὐκ ἐγίνωσκον, οὐκοῦν οὐδὲ παρόντων εἰ παρῆσαν ἐγίνωσκον. Γνώμης δὲ ἀπόδειξις ἀνακειμένης Θεῷ τὸ τῶν κάτω μηδένα ποιεῖσθαι λόγον διὰ τὴν ἄνωθεν προσοχήν.
Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Τὰς δὲ λάθρα γινομένας κατηγορίας οὐ προσιέμην, ἀλλὰ τοὺς τοῦτο δρᾷν πειρωμένους ἐξήλαυνον. Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Οὔτε μὴν τοὺς ἀλαζονείᾳ καὶ πλεονεξίᾳ χρωμένους ἐποιούμην συσσίτους.
Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ συγκαθῆσθαι αὐτοὺς μετ᾽ ἐμοῦ. Συνεδρίων δέ μοι καὶ βουλῆς ἐκοινώνουν οἱ πίστει κοσμούμενοι, καὶ περὶ πολλοῦ τὰ θεῖα ποιούμενοι. Οἱ δὲ μὴ οὕτως διακείμενοι, ἀλλὰ τἀναντία φρονοῦντες ὑπερηφανείᾳ λέγω καὶ ἀδικίᾳ καὶ ἐξουδενώσει, πόῤῥω ἀπέβαλον ἀπ᾽ ἐμοῦ, ὥστε μὴ ὁρᾷν αὐτούς.
Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς. Ἁμαρτωλούς φησι τοὺς πονηροὺς λογισμοὺς, οὓς ταῖς ἑωθιναῖς προσευχαῖς καὶ τῇ πρὸς Θεὸν προσεδρίᾳ ἐκόλαζε. Τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Πόλιν Κυρίου τὴν ἁγίαν φησὶ ψυχὴν, κατὰ τὸ εἰρημένον· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.