Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τοὺς Ψαλμούς

Μέγας Αθανάσιος

Ερμηνεία εις τους Ψαλμούς ΡΑ' - ΡΙ'

Ερμηνεία των Ψαλμών 101 έως 110, με αναφορές στην πρόνοια του Δημιουργού, τα γεγονότα της Εξόδου, την αιώνια ιερωσύνη και την ημέρα της κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 11 από 16

Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ, καὶ ἐναντίον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. ΡΑʹ. Ὑπόθεσις. Ὁ κατὰ Θεὸν πτωχὸς, τουτέστιν ὁ τῶν προφητῶν χορὸς, ὁ λύπης πεπληρωμένος ἐπὶ τῇ τοῦ πρώτου λαοῦ καταστροφῇ, προσέρχεται τῷ Κυρίῳ ὑπὲρ αὐτοῦ, τοῦ λαοῦ δηλονότι, ἀναπέμπων δεήσεις μετὰ νηστείας καὶ δακρύων, ὅπως ἂν καὶ αὐτὸς οἰκτειρηθῇ ὁ λαός. Κηρύττει δὲ καὶ τὴν τῶν ἐθνῶν κλῆσιν, τὴν γενομένην ἐν τῇ ἐπιφανείᾳ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου. Τὰ συμβάντα τῷ λαῷ οἰκειοποιεῖται ὁ προφητικὸς χορός. Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. Ταῦτα μὲν ὑπεράνωθεν τὴν ἑρμηνείαν ἔλαβον, ῥηθήσεται δὲ καὶ αὖθις. Πᾶσα γὰρ δύναμις αὐτῶν, δι᾽ ἧς συνειστήκει τὰ τῆς κατὰ νόμον λατρείας, διεφθάρη καὶ ἀπόλωλεν. Ἦν δὲ ταῦτα ἡ ἀρχιερωσύνη, ὁ ναὸς, αἱ διὰ τῶν θρεμμάτων θυσίαι, ἡ αὐτονομία τοῦ ἔθνους.

Ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. Τοῦτό φησι διὰ τὸν κατειληφότα σκότον τὸν λαόν· ἀγνωσίαν γὰρ ἔσχε Θεοῦ. Τί δὲ τοῦ νυκτικόρακος ἀλλ᾽ ἢ τοῦ βοᾷν κατὰ τὰς νύκτας ἴδιον, ὅθεν ταύτην τὴν προσηγορίαν ἔλαχεν; Ἐπειδὴ τοίνυν παννύχιον ἐποίει προσευχόμενος, ἀναγκαίως ἑαυτὸν παραβάλλει τῷ νυκτικόρακι.

Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι. Ἐγὼ, φησὶν, ὁ μὴ τῷ καιρῷ τῆς ἁμαρτίας κατειλημμένος, τοσοῦτον κατελείφθην, ὡς καὶ ἑνὶ ἐοικέναι στρουθίῳ· ἀπὸ γὰρ μυριάδων τοσούτων, εἰ καὶ πλείους ἦσαν οἱ σωζόμενοι, ἑνὶ ἂν παρεβάλοντο ὡς πρὸς τὰς μυριάδας.

Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου. Καταγέλαστος ἐγενόμην τοῖς δυσμενέσιν· οἱ δὲ πάλαι με ζηλοῦντες κατὰ τῶν ἐμῶν ὀμνύουσι συμφορῶν, εὐχόμενοι μὴ ἴσα παθεῖν. Τὸ δὲ, μετὰ σποδοῦ, αὐτὸ παραπλήσιον τῷ ἑβδομηκοστῷ ἐννάτῳ ψαλμῷ· Ψωμιεῖς ἡμᾶς ἄρτῳ δακρύων. Εἰ δὲ ὁ τῆς τροφῆς καιρὸς ὀδύνης ὑπῆρχε μεστὸς, σχολῇ γ᾽ ἂν ἄλλος ἀπήλλακτο πάθους. Καὶ οἱ ἐπαινοῦντές με κατ᾽ ἐμοῦ ὤμνυον. Καὶ οἱ φίλοι, φησὶν, οἱ πάλαι θαυμάζοντές με, ὅρκον ἐποιοῦντο τὰς ἐμὰς συμφορὰς, λέγοντες· Μὴ τὰ αὐτὰ τῷ Ἰσραὴλ πάθοιμι!

Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον. Ἢ τὰς συμφορὰς τὰς ἐν τῇ αἰχμαλωσίᾳ σημαίνει, ἢ τὴν κακοπάθειαν ἣν ἐποιοῦντο ὑπὲρ τοῦ οἰκτειρηθῆναι τὸν λαόν. Ὅτι ἐπάρας κατέῤῥαξάς με. Μόνος γὰρ ἐξ ἁπάντων τῶν ἐθνῶν ὑψηλὸς ἦν ὁ λαὸς Ἰσραὴλ, ἅτε καὶ μόνος γνῶσιν ἔχων τοῦ ἀληθινοῦ Θεοῦ Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν. Ἡμέρας αὐτοῦ τῆς νομικῆς λατρείας εἶναί φησιν, ἥτις καὶ σκιὰ τῶν μελλόντων ἀγαθῶν ὀνομάζεται. Κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Τὸ, ἐγὼ, ἀντὶ τοῦ, ὁ λαός.

Οἰκειοποιεῖται γὰρ, ὡς ἔφην, πάντα τὰ τοῦ λαοῦ. Ὅτι ηὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι. Λίθους μὲν τοὺς πιστεύσαντας εἰς Χριστὸν μετὰ τὴν ἀνάστασίν φησι, καὶ γενομένους λίθους ἁγίους, κατὰ τὴν Ζαχαρίου φωνήν· δούλους δὲ τοὺς ἁγίους ἀποστόλους φησὶ, δι᾽ ὧν ἐσώθησαν οἱ πιστεύσαντες εἰς Χριστόν.

Χοῦν δὲ τοὺς λαοὺς, τοὺς ἔτι χοϊκώτερον ζῶντας, καὶ ἔτι νῦν ἀπιστοῦντας, καὶ αὐτοὺς δὲ οἰκτιρμῶν φησιν ἀξίους εἶναι. Τηρεῖται γὰρ εἰς τὴν ἐσχάτην ἡμέραν τὸ λείψανον· σωθήσονται γὰρ καὶ αὐτοὶ διὰ Ἠλίου τοῦ προφήτου.

Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομα Κυρίου. Εἰκότως μεταξὺ τοῦ εὐδοκῆσαι τοὺς λίθους τοῦ προτέρου λαοῦ τῶν ἐθνῶν ἐπισυνάπτει τὴν κλῆσιν. Καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου. Οἱ βασιλεῖς ἀντὶ τοῦ, αἱ βασιλεῖαι. Οὐ γάρ ἐστι βασιλεία οὐδὲ ἔθνος ὃ μὴ προσκυνεῖ τὴν δόξαν Κυρίου.

Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιών. Τουτέστι τὴν Ἐκκλησίαν. Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν. Ἔλεγον γὰρ οἱ ἑαυτοὺς ταπεινοῦντες προσευχόμενοι προφῆται. Καὶ σὺ, Κύριε ὁ Θεὸς Ἰσραὴλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη.

Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν. Ἡ διὰ τοῦ ψαλμοῦ προσευχὴ, καὶ ἡ περὶ τῶν ἐθνῶν ἐπαγγελία προφητευομένη, καθάπερ ἐν στήλῃ τυπωθεῖσα δέδοται τοῖς Ἰουδαίοις, εἰς τὸ φυλάττεσθαι τῷ νέῳ Ἰσραὴλ καὶ τῇ κατὰ Χριστὸν γενεᾷ. Καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.

Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ. Τὴν αἰτίαν ἡμῖν τῆς κλήσεως τῶν ἐθνῶν παρατίθεται. Αὕτη δέ ἐστιν ἡ ἐπιφάνεια τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἣν ἐποίησε κλίνας οὐρανούς. Τοῦ ἀκοῦσαι τὸν στεναγμὸν τῶν πεπεδημένων.

Καὶ τίνες οἱ πεπεδημένοι, ἢ οὓς σειραῖς ἁμαρτίας ἔσφιγξεν ὁ μισόκαλος δαίμων; Τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Οἱ υἱοὶ τῶν τεθανατωμένων εἶεν ἂν οἱ ἐξ ἐθνῶν, καθὴν ἀπέθανον οἱ πατέρες αὐτῶν ταῖς ἰδίαις ἁμαρτίαις εἰδωλολατροῦντες ἔτι.

Τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα αὐτοῦ. Καὶ τοῦτό φησι τῆς καθόδου αἴτιον, ὅπως ἡ Ἐκκλησία ἀνυμνεῖν μάθοιεν τὸ ὄνομα αὐτοῦ. Αὕτη γάρ ἐστιν ἡ Σιών. Ἐν τῷ ἐπισυναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτό. Τῶν ἐθνῶν ἑωρακότες διὰ τοῦ πνεύματος τὴν ἐπὶ τὸν Κύριον συναγωγὴν οἱ προφῆται, παρεκάλεσαν καὶ αὐτοὶ καταξιωθῆναι ταύτης τῆς μακαρίας θέας καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως.

Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ. Ὁ προφητικὸς χορὸς μέν ἐστιν ὁ ἀποκρινόμενος, ἤτοι ἐρωτῶν τὸν Θεόν. Ὁδὸν ἰσχύος αὐτοῦ τὴν ἐπὶ γῆς παρουσίαν φησίν. Ἦλθε γὰρ ἵνα δήσῃ τὸν ἰσχυρόν. Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι.

Οἷός ἐστι, φησὶν, ὁ ἡμέτερος βίος ἀνάγγειλόν μοι. Ηὔχετο γὰρ ἰδεῖν εἰ φθάσει εἰς ἐκείνας τὰς ἡμέρας ἡ ζωὴ αὐτοῦ, καθ᾽ ἃς ἔμελλεν ἐνανθρωπήσας ἐπὶ γῆς φαίνεσθαι ὁ Μονογενής. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου. Ἥμισυ τῶν ἡμερῶν αὐτοῦ ἤτοι τῆς ζωῆς τὸ τέως ἐν θεωρίᾳ γενέσθαι τῆς ἐπιφανείας φησίν. Ηὔχετο οὖν πληρωθῆναι αὐτοῦ τὸν ὅλον χρόνον· καὶ εἰ οἷόν τε παρεκταθῆναι τὴν ζωὴν αὐτοῦ, ὅπως ἂν καὶ αὐτῆς τῆς τῶν πραγμάτων ἐκβάσεως καταξιωθῇ. Οὕτω γὰρ ἂν ἔμελλεν ἡ πᾶσα αὐτοῦ ζωὴ πληροῦσθαι. Ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. Γνοὺς ὁ προφητικὸς χορὸς διὰ τοῦ πνεύματος, ὡς οὐκ ἂν φθάσοι εἰς τὸ τῶν πραγμάτων πέρας, φησίν· Ἐγὼ δὲ κοιμηθήσομαι ἅτε θνητὸς ὤν· σὺ δὲ μόνος, ὦ Δέσποτα, καὶ εἰς ἐκείνας μένεις τὰς γενεὰς, ἅτε δὴ καὶ σὺ αὐτὸς ὡς Θεὸς, ὁ καὶ τοὺς οὐρανοὺς πεποιηκὼς ἐξ ἀρχῆς.

Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις. Σὺ μόνος, φησὶν, ὦ Δέσποτα, τὸ ἀΐδιον ἅτε Θεὸς ἔχεις· οἱ δὲ οὐρανοὶ, εἰ καὶ μέγα τι καὶ ἐξαίρετον ὑπάρχουσι κτίσμα, ἀλλ᾽ ὅμως καὶ αὐτοὶ ὑποβληθήσονται φθορᾷ. Ἡ δὲ φθορὰ αὕτη γενήσεται αὐτοῖς εἰς ἀνακαινισμόν· ἑλιχθήσονται γὰρ εἰς βέλτιον σχῆμα μεταβαλλόμενοι.

Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσιν. Ὅταν γὰρ ἑλιχθήσονται οἱ οὐρανοὶ, καὶ καινὴ γένηται κτίσις, τότε δὴ τότε ἐν ταῖς αἰωνίοις σκηναῖς γενόμενοι οἱ τῶν σῶν δούλων υἱοί· οὗτοι δ᾽ ἂν εἶεν οἱ διὰ τῶν ἁγίων αὐτοῦ ἀποστόλων πεπιστευκότες. Καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται.

Σπέρμα τῶν ἁγίων ἀποστόλων τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, ὅπερ εἰς τὸν αἰῶνα διαμένει.

ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΡΒʹ. Ὑπόθεσις. Ὁ νέος ἐξ ἐθνῶν λαὸς ἐν τούτῳ διδάσκεται ἀνυμνεῖν τὸν Θεὸν τὸν τὰ μεγάλα εὐηργετηκότα. Ταῦτα δέ ἐστι τὰ εὐεργετήματα ἥ τε τῆς ἁμαρτίας ἀναίρεσις καὶ τῆς ἀναστάσεως τὸ καύχημα.

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Αὐτὸς ἑαυτὸν ἐπὶ τὸν ὕμνον διεγείρει, καλὸν ἑαυτοῦ τῆς σωτηρίας φάρμακον τὴν εἰς Θεὸν εὐλογίαν προβαλλόμενος. Ἐφ᾽ οἷς δὲ Θεὸς τὸν λαὸν ἤμελλεν ἐλεεῖν δικαιοσύνῃ δοξάζεται κριτικῇ, φθορᾶς τε ἀπαλλάττων καὶ βασιλείαν διδοὺς οὐρανῶν· ὡς καὶ πᾶσιν ἁρμόττειν τὸν προκείμενον ὕμνον. Καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Διὰ τῶν ἐντὸς τὸ ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ ἐξ ὅλης διανοίας τὸν Θεὸν ἐπικαλεῖσθαι δηλοῖ.

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Ἐνδιατρίβει τῇ περὶ τὸν ὕμνον ἑαυτοῦ προτροπῇ, εἰδὼς τοῦτο ἀντὶ τῶν μεγάλων αὐτοῦ εὐεργεσιῶν ἑαυτὸν ἐποφείλοντα. Ὁ γὰρ τῶν θείων εὐεργεσιῶν μεμνημένος οὐ παύσεται τοῦτο ὑμνῶν. Καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ἀνταπέδωκε γὰρ ἡμῖν ἀντὶ τῶν μεγάλων ἁμαρτημάτων ὧν ἡμάρτομεν, χρηστότητα, ἔλεον, οἰκτιρμούς. Ὧν δεῖ μὴ ἐπιλανθάνεσθαι.

Τὸν εὐϊλατεύοντα πάσαις ταῖς ἀνομίαις σου. Αὗταί εἰσιν αἱ περὶ ἡμῶν ἀνταποδόσεις τοῦ Θεοῦ· ὅτι πρῶτον μὲν ἱλασμὸν ἔθηκε τῶν ἡμετέρων ἁμαρτιῶν· δεύτερον δὲ τὰς ἡμετέρας ἀσθενείας ἰάσατο· τρίτον ἐκ φθορᾶς ἡμῶν τὴν ζωὴν ἐλυτρώσατο, ἀνελὼν τὴν ἁμαρτίαν, τέταρτον οἰκείᾳ φιλανθρωπίᾳ καὶ ἐλέῳ καὶ οἰκτιρμοῖς χρώμενος ἐστεφάνωσεν ἡμᾶς τῷ τῆς υἱοθεσίας χαρίσματι· πέμπτον τῶν πνευματικῶν ἡμᾶς ἐνέπλησεν ἀγαθῶν, ἑαυτὸν ἡμῖν ἄρτον ὄντα ζωῆς ἐπιδιδούς.

Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Τοῦ Θεοῦ διὰ τῆς παλιγγενεσίας ἀνακαινίζοντος ἡμῶν ὡς ἀετοῦ τὴν νεότητα. Τὸ τῆς ἀναστάσεως ἡμῖν κατασημαίνει χάρισμα. Ἀετῷ δὲ τοὺς ἀνακαινουμένους παρείκασεν, ὀρνίθων ἁπάντων ὄντι ὑψηλοπετεστάτῳ καὶ βασιλικωτάτῳ, καὶ ταῖς τοῦ ἡλίου μαρμαρυγαῖς μόνῳ λαμπρῶς ἐνατενίζειν δυναμένῳ.

Ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Οὗτος, φησὶν, ὁ Κύριος ὁ τῷ αὐτοῦ ἐλέει τὰ προειρημένα ἡμῖν χαρισάμενος, αὐτός ἐστιν ὁ καὶ πάλαι δίκαιον κρῖμα κρίνας, καὶ λυτρωσάμενος ἐξ Αἰγύπτου τοὺς υἱοὺς Ἰσραὴλ, καὶ δοὺς τῷ τε Μωϋσῇ καὶ παντὶ τῷ λαῷ γνῶσιν τῶν αὐτοῦ ἐντολῶν.

Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος. Ταῦτα γὰρ καὶ τῆς τοιαύτης εὐεργεσίας καὶ πάλαι καὶ νῦν γέγονεν αἰτία, φήσαντος καὶ Μωϋσέως· Κύριος μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινός· ποιῶν ἔλεος εἰς χιλιάδας. Ταύτας οὖν αὐτοῦ τὰς δυνάμεις ἐγνώρισε τῷ Μωϋσῇ, λεγομένας ὁδοὺς, καὶ τὰς ἀρετὰς καθ᾽ ἃς τὰ πάντα διέπει. Οὐκ εἰς τέλος ὀργισθήσεται.

Εἰ καὶ ὠργίσθη, φησὶ, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ κατεδίκασε θανάτῳ τὸ γένος· ἀλλ᾽ οὐκ ἐκτείνει εἰς τέλος τὴν ὀργήν· ἐπέλαμψε γὰρ ἐπ᾽ ἐσχάτων τῶν χρόνων εἰς ἀθέτησιν τῆς φθορᾶς. Ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. Ὡς γὰρ ἴδιον πλάσμα καὶ ἔργα τῶν χειρῶν αὐτοῦ κατῳκτείρησεν.

Τὸ δὲ ἔλεος Κυρίου ἀπὸ τοῦ αἰῶνος. Ὅμοιον τό· Καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς φοβουμένοις με. Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ. Ἅγιος γὰρ ὢν, ἐν ἁγίοις ἀναπαύεται, ταῖς ἀγγελικαῖς δηλονότι δυνάμεσιν.

Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ. Ἐπαναπαύεται μὲν, φησὶ, τοῖς ἄνω πνεύμασιν· οὐ μὴν οὐδὲ τὰ ἐπὶ γῆς· τῆς αὐτοῦ βασιλείας ἀφέστηκεν. Αὐτὸς γάρ ἐστιν ὁ κατεξουσιάζων τῶν ὅλων ὡς Θεός. Καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Δεσπόζειν δὲ πάντων, ἀλλ᾽ οὐ βασιλεύειν εἴρηται, ἐπεὶ μὴ πάντες ἄξιοι τῆς αὐτοῦ βασιλείας. Διὸ τοῖς τὸν εὐαγγελικὸν κατορθοῦσι βίον τὴν τῶν οὐρανῶν βασιλείαν ὁ Σωτὴρ ἐπηγγείλατο. Κρατεῖ δὲ καὶ τῶν ἀξίων ὁ Κύριος.

Εὐλογεῖτε τὸν Κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ. Διδάσκει τὸν προσιόντα τῇ πίστει λαὸν, ὡς ὁ τὸν ὕμνον ἐπιτηδεύων τὸ αὐτὸ τοῖς ἀγγέλοις ἕξει ἀξίωμα. Εἰ γὰρ αὕτη ἐκείνων ἡ λειτουργία, τὸ αἰνεῖν καὶ δοξάζειν τὸν Θεόν· αὐτὸ δὲ τοῦτο προστάττεται ποιεῖν ἡ ψυχὴ, ἀεὶ δὴ λέγων καὶ δοξολογεῖν, δηλονότι τῆς αὐτῆς ἀξίας τυχεῖν. Ὧν γὰρ ἐπιτήδευμα τὸ αὐτὸ, τούτων καὶ τὸ ἀξίωμα τὸ αὐτό.

Εὐλογεῖτε τὸν Κύριον πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Οὐ μόνον ἄγγελοι εἰς τὸν αἶνον καλοῦνται, ἀλλὰ καὶ εἴ τι ἕτερόν ἐστιν οὐράνιον τάγμα, εἴτε θρόνοι, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, εἴτε κυριότητες. Ταῦτα δὲ πάντα τὰ τάγματα διὰ τῶν δυνάμεων ἡμῖν κατεσήμανεν.

Τοῦ Δαυῒδ ἐπὶ τῆς τοῦ κόσμου γενέσεως. Ἀνεπίγραφος παρ᾽ Ἑβραίοις. ΡΓʹ Ὑπόθεσις. Διδάξας διὰ τοῦ προλαβόντος ψαλμοῦ τὸν προελθόντα τῇ πίστει λαὸν τοὺς ὕμνους ἀναφέρειν τῷ Θεῷ, διὰ τῶν παρόντων διδάσκει, καὶ τῆς κατὰ πάντων προνοίας αὐτοῦ ὅσον τὸ χρῆμα δείκνυσιν. Ὅτι οὐ μόνον τῶν ἐπουρανίων καὶ ἀερίων τίθεται πρόνοιαν, ἀλλὰ γὰρ καὶ τῶν ἐπιγείων καὶ τῶν ἐν αὐτοῖς σμικροτάτων· ὡς μηδὲ τῶν πάνυ εὐτελεστάτων ζώων ἀμελεῖν, ἀλλὰ καὶ τούτων προνοεῖν.

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Διδάσκει καὶ ἐπὶ τῇ μεγάλῃ προνοίᾳ τοῦ Θεοῦ εὐλογεῖν τῇ ψυχῇ τὸν Θεὸν, ὥσπερ καὶ ἐπὶ τῷ προλαβόντι ἐπὶ τῇ τῶν ἁμαρτημάτων ἀπαλλαγῇ. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα. Ἀφορῶντες εἰς τὴν σὴν πρόνοιαν, ὦ Δέσποτα, μεγαλύνομεν τῆς σῆς προνοίας τὸ μέγεθος ἐκπληττόμενοι. Οὕτω γὰρ τὴν ἡμετέραν ἐξομολόγησιν καὶ εὐπρέπειαν, τουτέστι τὸν μετὰ δοξολογίας αἶνον, ὥσπερ τι περιβόλαιον ἀμφιέννυσιν.

Ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἀπὸ τοῦ νοουμένου φωτὸς ἄρχεται τὸν ὕμνον ἀναπλέκειν αὐτῷ. Ὥσπερ δὲ ἐν ἑτέρῳ λέλεκται φῶς οἰκεῖν ἀπρόσιτον, ἐνταῦθα αὐτὸ τοῦτο τὸ φῶς ἀναβάλλεσθαι λέγεται. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν. Δεύτερον τοῦτο προνοίας τίθεται ἔργον, τὸ ἐκτείνεσθαι τὸν οὐρανὸν ὥσπερ τι ἔκταμα ἐν χερσὶ τεχνίτου. Ὁμοῦ καὶ τὸ σχῆμα παρέστησε καὶ τὴν εὐκολίαν τοῦ δημιουργήσαντος.

Καθάπερ γὰρ ἀνθρώπῳ ῥᾴδιον ἐκτεῖναι δέῤῥιν, οὕτω καὶ τῷ Θεῷ τὸν οὐκ ὄντα ποιῆσαι οὐρανόν. Ἅμα δὲ καί τι ἕτερον ᾐνίξατο νόημα ὑψηλὸν, ὅτι πρὸς ἕτερον βίον ὁδεύομεν, καὶ τὰ παρόντα σκιὰ τῶν μελλόντων, καὶ οὐδέπω πρὸς τὰ ἄδυτα ἀφικνούμεθα, ἀλλ᾽ ἔτι ἐν σκηνῇ ἐσμεν τῷ παρόντι βίῳ. Ἡ γὰρ σκηνὴ τῶν λυομένων. Καὶ μετ᾽ ὀλίγα· Οὕτω καὶ τοῦ οὐρανοῦ τοῦ ἀλλασσομένου ἕτερος ἔσται τρόπος ζωῆς καὶ λῆξις τῆς παρούσης ἀμείνων. Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή. Ἀλλ᾽ ἀκουσώμεθα ὅσα περὶ οὐρανοῦ λέγουσιν οἱ προφῆται, ἵνα τὰ στόματα τῶν ἐπὶ τῷ πώγωνι μέγα φρονούντων ἐμφράξωμεν· οἳ τὰ ἐπελθόντα φθεγξάμενοι, καὶ ὑπὸ γῆν οὐρανὸν εἶναι λέγουσι· πρὸς οὓς ἱστάμενος ὁ προφήτης ἔλεγε· Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν. Ἡ δέῤῥις οὐ σφαῖρά τίς ἐστι κατὰ τὴν ἐκείνων ληρωδίαν· ἀλλ᾽ εἰ μὴ κυκλίῳ τινὶ καὶ ἡμισφαιρίῳ προσέοικεν. Ὅπερ οὖν ἕτερος προφήτης δηλῶν ἔλεγεν· Ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν, καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν ἐπὶ τῆς γῆς. Καὶ πάλιν, ὅτι Οὐ περιδονεῖται· ἀλλ᾽ ἕστηκε πεπηγώς. Οὕτω φησὶν ὁ προφήτης, Ὁ πήξας τὸν οὐρανόν. Καὶ τὴν λεπτότητα δὲ αὐτοῦ τὴν εἰς ἄκρον παριστῶν ἔλεγεν, ὅτι Ὁ οὐρανὸς ὡσεὶ καπνὸς ἐστερεώθη.

Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ· δείκνυσιν, ὡς οὐκ εἰκῆ τὰ τῶν ὑδάτων συστήματα ἐν ἀέρι περιφέρεται· αὐτὸς ἐστεγάσθαι τῇ τῶν νεφῶν εὐαρμονίᾳ τὰ περὶ τῶν Ὅτι θεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ. Ὡσεὶ σαφέστερον ἔδειξεν· Ὁ καὶ μέχρι τῶν νεφελῶν αὐτῶν τὰ τῆς προνοίας ἐκτείνων. Τὴν γὰρ ἐπίβασιν ἀντὶ τῆς προνοίας τέθεικεν. Ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Δείκνυσιν, ὡς οὐδὲ ἡ τῶν ἀνέμων φορὰ εἰκῆ φέρεται· ἀλλ᾽ αὐτός ἐστιν ὥσπερ τις ἡνίοχος αὐτῶν γινόμενος, διὰ τοῦ ταῖς αὐτῶν ἐπιβαίνειν πτέρυξιν.

Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα. Ὁ κούφους, φησὶ, καὶ μεταρσίους τοὺς ἀγγέλους ποιῶν. Καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Οὕτως εἶδε Μωϋσῆς ἐν πυρὶ φλογὸς τὸν ἄγγελον λαλοῦντα αὐτῷ. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν. Μετὰ τὸ δεῖξαι τὴν ἐν τῷ οὐρανῷ πρόνοιαν τοῦ δημιουργοῦ, πρόεισι καὶ περὶ τῶν ἐν τῇ γῇ πρόνοιαν αὐτοῦ.

Αὐτὸ τοῦτο τὸ, στερεὰν αὐτὴν οὖσαν καὶ βαρεῖαν ἐφ᾽ ὑγρᾶς ἑδρασθῆναι οὐσίας. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ. Αὐτοῦ μὲν τοῦ τῆς γῆς στοιχείου φησί. Λέγει δὲ, ὅτι ὥσπερ ἱματίῳ περιέβαλε τῇ ἀβύσσῳ τὴν γῆν, ἔξωθεν πᾶσαν περικυκλῶν ὕδατι. Ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα, κ.τ.λ. Ὡς ὄρη, φησὶ, τὰ τῆς ἀβύσσου ἀνιστῶνται ὕδατα ὑψούμενα, καὶ οἱονεὶ ἀπειλοῦντα κατακλῦσαι τὴν γῆν· ἀλλὰ τῷ σῷ νεύματι καὶ τῇ σῇ δυνάμει, ἥτις καὶ διὰ τῆς βροντῆς σημαίνεται, ἀναχωροῦσι, φησίν· ἢ τάχα καὶ τὰς βροντὰς διὰ τοῦτο γεγενῆσθαί φησι, πρὸς τὸ φόβον τινὰ λαμβάνειν ἀπὸ τῶν γινομένων τῆς ἀβύσσου τὰ ὕδατα. Εἰ δὲ ἐκεῖνα τοῦτο ὑπομένει, πολλῷ πλέον τὸ τοιοῦτον δεῖ ἡμᾶς παθεῖν.

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία. Ὑψούμενα, φησὶ, τὰ ὕδατα παρεικασθείη ἂν ὄρεσιν· ἀλλ᾽ ἁπλούμενα πάλιν ὑπὸ τοῦ σοῦ φόβου, οἱονεὶ πεδιὰς καὶ ὁμαλὴ γίνεται γῆ. Ἐθεμελίωσας γὰρ αὐτοῖς τόπον ὃν οὐχ οἷόν τε ὑπερβαίνειν αὐτά. Καὶ τοῦτό ἐστι, τό· Ὅριον ἔθου ὃ οὐ παρελεύσονται. Διὸ οὐδὲ ἐπικλῦσαι δύνανται τὴν γῆν. Ὅμοιον δὲ τὸ πρὸς τὴν θάλασσαν εἰρημένον διὰ τοῦ προφήτου· Μέχρι τούτου στήσῃ, καὶ οὐχ ὑπερβήσῃ. Ἀλλ᾽ ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα.

Ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Κατὰ μέρος δοξολογῶν ἐπέρχεται τῇ προνοίᾳ, καὶ τὴν μετὰ σοφίας τεθαύμακεν ἀγαθότητα, καὶ τῆς τῶν ἀλόγων ζώων πεφροντικότος διαμονῆς τοῦ Θεοῦ· ποιήσας γὰρ αὐτὰ, καὶ τρέφει καὶ ποτίζει. Διὸ τὰ ὄρη τεμὼν, πάροδον τοῖς ὕδασιν ἐτεκτήνατο.

Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ. Οὕτω καὶ τῶν ἀλόγων ζώων καὶ ἑρπετῶν καὶ θηρίων προνοεῖ, ὡς καὶ τούτοις τὸ πρὸς ζωὴν χρήσιμον ἐπιχορηγεῖν. Προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Καὶ τοῦτο τῆς σῆς προνοίας ἐστὶν ἔργον, τὸ μὴ μόνον διὰ τὰς περὶ χειμάῤῥους ὥρας ἐν ταῖς φάραγξι καὶ τοῖς θάλπουσι τόποις ὕδατα δίδοσθαι, ἀλλὰ γὰρ καὶ ἀνὰ μέσον τῶν ὀρέων, ὅπως ἂν τῶν ἀγρίων ζώων τὰ ἥμερα διαδράσκωνται, ἐν ὥρᾳ διαναπαύσωνται.

Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ. Ποτίζει γὰρ ὄρη καὶ πεδία οὐκ ἀπὸ τῶν ἐν ταῖς φάραγξι πηγῶν, ἢ τῶν φερομένων κατὰ γῆς ποταμῶν, ἀλλ᾽ ἄνωθεν τοὺς αὐτάρκεις χορηγῶν ὑετούς. Ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὥσπερ τῶν ὑδάτων δέδωκε τὴν χορηγίαν, οὕτως καὶ ἀπὸ γῆς τρέφεσθαι παρεσκεύασεν.

Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Δουλείαν τῶν ἀνθρώπων τὰ ἥμερα τῶν κτηνῶν φησιν, οἷον βοῦς καὶ ὄνος καὶ τὰ ὅμοια. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς. Διὰ τοῦτο, φησὶν, ἐφρόντισας τῶν κτηνῶν, ἵνα δι᾽ αὐτῶν γεωργούντων τὰ πρὸς ζωὴν εὕρωμεν. Πάντα γὰρ ἐκεῖνα ἡμῶν χάριν εὐεργετεῖ.

Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου. Δείκνυσι καὶ τὰ ἐν δρυμῷ αὔξοντα ξύλα, οἷον κέδρους καὶ τὰ ἕτερα, τοῖς αὐτοῦ νεύμασιν αὐξηθήσονται. Γέγονε δὲ ταῦτα καὶ δι᾽ ἕτερα μὲν πλεῖστα, ὧν καὶ τὴν πεῖραν ἔχομεν, καὶ τῶν στρουθίων δὲ εἰς καλιάς. Τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν. Αὐτῶν μὲν τῶν στρουθίων ἡγεῖσθαί φησιν ἤτοι τὴν καλιὰν τοῦ ἐρωδιοῦ, διὰ τὸ τὰ ὑψηλότατα τῶν δένδρων καταλαμβάνοντα νεοττεύειν ὡς ἐπίπαν ἐν ἐλάταις ταῖς πασῶν ὑψηλοτάταις τῶν δένδρων Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις. Καὶ ταῖς ἐλάφοις, φησὶ, δέδωκε τὰ ὄρη καταφυγὴν ἐπὶ τὸ ἐκφυγεῖν τῶν ζώων τὰ ἀγριώτερα. Πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ὥσπερ τὰ ὄρη εἰς σωτηρίαν ταῖς ἐλάφοις ἀπέδωκεν, οὕτως καὶ τὰς καταδύσεις τῶν πετρῶν τοῖς λαγωοῖς. Διὸ δὴ καὶ αὐτοὶ ἐκ τούτων σωζόμενοι ἐν τοῖς ὀπίσω ἔλεγον τό· Ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνάς. Αἰνοῦντες δηλονότι τὸν σώζοντα.

Ἐποίησε σελήνην εἰς καιρούς. Ἀνατρέχει πάλιν ἐπὶ τὴν ἐν τοῖς οὐρανοῖς πρόνοιαν. Δι᾽ οὐδὲν δὲ ἕτερον γεγενῆσθαι τὴν σελήνην φησὶν ἢ πρὸς ἀριθμὸν καὶ διάγνωσιν μηνῶν τε καὶ ἡμερῶν. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Θείῳ καὶ αὐτὸς προστάγματι πειθόμενος.

Ἔθου σκότος καὶ ἐγένετο νύξ. Τοῦτό φησιν, ἵνα μὴ ἄλλον δημιουργὸν τῆς ἡμέρας, καὶ ἄλλον τῆς νυκτὸς λογισώμεθα εἶναι. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ. Οἱ ἄνθρωποι ἐξιέναι τε πρὸς ὁδοὺς καὶ γῆς ἐργασίαν ἐκωλύοντο. Τανῦν δὲ νυκτὸς ἔξεισι ζητοῦντες βρῶσιν παρὰ Θεοῦ· ἐπεὶ μὴ καὶ αὐτοῖς ἐξανέτειλεν ἡ γῆ χόρτον ἢ χλόην.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. Τὸν περὶ τῆς προνοίας διεξελθὼν λόγον, ἐπὶ ὕμνον τοῦ κτίσαντος τὸν λόγον μετέβαλε, διαναπαύων ὥσπερ διὰ τούτου τὴν ἀκοήν. Εἶτα πάλιν ἐφ᾽ ἕτερον μέρος τῆς προνοίας ἔρχεται, τὴν ἐν τῇ ὑγρᾷ πορείαν ἀναγγέλλων ἡμῖν· ἥτις οὐκ ἂν ἐγένετό ποτε, μὴ τῆς τοῦ Θεοῦ ἐν αὐτῷ διακυβερνώσης προνοίας. Πάντα ἐν σοφίᾳ ἐποίησας. Θαυμαστικὸν δὴ τὸ, ὡς καὶ σοφία ἐν ᾗ πάντα ἐποίησεν ὁ Κύριος· ἔστι γὰρ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.

Δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Παρενέβαλε τῷ τῆς θαλάττης λόγῳ τὴν περὶ τοῦ δράκοντος μνήμην γεγενῆσθαι· δι᾽ οὐδὲν ἕτερον φήσας παρῆχθαι αὐτὸν, ἢ εἰς τὸ καταπαίζεσθαι. Καὶ εἰκότως ἐν τῷ περὶ τῆς θαλάσσης λόγῳ τούτου ἐμνημόνευσεν· ἅτε δὴ καὶ τοῦ βίου παντὸς τοῦ ἡμετέρου ἁλμυροῦ τινος ὄντος, καὶ πανταχόθεν ῥιπιζομένου, καὶ κύμασιν ἀγρίοις συγκλονουμένου.

Πάντα πρὸς σὲ προσδοκῶσιν. Εἴτε γὰρ ἄνθρωποι, εἴτε ζώων ἀγρίων ἀγέλαι, εἴτε κτηνῶν, εἴτε ἑρπετῶν, ἄλλως οὐκ ἂν τραφεῖεν μὴ αὐτοῦ τὰ ζωαρκῆ χορηγοῦντος. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσιν. Δείκνυσι διὰ τούτων, ὡς αὐτός ἐστιν ὁ καὶ θανάτου καὶ ζωῆς δεσπότης.

Εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Καὶ ποῖον τὸ ἔργον αὐτοῦ; Ὃ εἰργάσατο ἀνακαινίσας τὴν ἡμετέραν φύσιν. Σημαίνει γὰρ διὰ τούτων τὴν ἐσομένην τῶν ἀνθρώπων θεογνωσίαν, ὅτε Θεὸς εὐφρανθήσεται, οὐ προσκυνούμενος, ἀλλὰ σωζομένους ὀρῶν.

Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν. Τὴν καθόλου κρίσιν ἐπισυνάπτει, ἢ καὶ φόβον παρέξει πᾶσι τοῖς ἐπὶ γῆς. Οὐ γάρ ἐστιν ὁ μὴ δεδοικὼς ἐκεῖνο τὸ φρικτὸν καὶ θεῖον δικαστήριον. Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. Ὄρη τὰς ἀντικειμένας δυνάμεις φησὶν, ἃς καὶ ἐγκαύσει κατὰ τὸν τῆς κρίσεως καιρὸν, οὗ καὶ σύμβολον ὁ καπνός.

Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. Διαλογὴ, ἀντὶ τοῦ, ἡ ἐκλογή μου. Λέγει δὲ ὅπερ ἐξελέξατο, τὸ μόνον θέλειν ὑμνεῖν τὸν Θεὸν, ὃ καὶ ἀρέσει αὐτῷ τῷ ὑμνουμένῳ. Ἐκλίποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς. Ἐν ἐκείνῳ δηλονότι τῷ καιρῷ. Ἀκούσονται γάρ· Πορεύεσθε ἀπ᾽ ἐμοῦ, κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ ἄνομοι ὥστε μὴ ὑπάρχειν αὐτούς.

Ἐν τῇ τῶν εὐλογούντων τὸν Θεὸν δηλονότι μερίδι ἐκλείψουσιν. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Αὐτὸς γὰρ καὶ τοῦ τῶν πονηρῶν ἀποστήσει κλήρου, καὶ τοῦ τῶν ἁγίων ἀξιοῦσθαι ποιεῖ.

Ἀλληλούϊα. ΡΔʹ. Ὑπόθεσις. Ἔστι δὲ τὸ, ἀλληλούϊα, αἶνος τῷ ἀοράτῳ. Λέγεται δὲ τοὺς ἀγγέλους ταύτῃ τῇ φωνῇ αἰνεῖν τὸν Θεὸν, ὥσπερ τὰ χερουβὶμ τό· Ἅγιος, ἅγιος, ἅγιος. Καὶ τοῦτο ἅγιοι παραδεδώκασι πατέρες, αὐτήκοοι γενόμενοι, ὥσπερ Ἡσαΐας τῶν σεραφίμ. Διαιρεῖται δὲ τὸ ἀλληλούϊα οὕτως, ἂλ, Θεὸς, ἢλ, ἰσχυρὸς, οὔϊα, κραταιός.

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ, ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ. Ἐν τούτῳ τῷ ψαλμῷ προστάττει τοῖς ἁγίοις ἀποστόλοις τὸ Πνεῦμα τὸ ἅγιον τῷ ἐξ ἐθνῶν λαῷ φανερὰς ποιῆσαι πάσας τὰς θαυματουργίας, ἃς πεποίηται ἐπὶ τῆς παρουσίας αὐτοῦ ὁ Κύριος.

Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ. Ἔπαινος γὰρ καὶ δόξα τοῖς τὴν ἀρετὴν τοῦ Θεοῦ διηγουμένοις. Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον. Πόσον τὸ ἐκ τοῦ ἐξομολογεῖσθαι ὄφελος γίνεται διδάσκει. Εἰ γὰρ ζητήσητε, φησὶν, αὐτὸν, συμβήσεται ὑμῖν καὶ ἡ περὶ τὸν νοῦν εὐφροσύνη, καὶ τὸ κραταιωθῆναι καὶ δοξασθῆναι τὴν ἡμετέραν κεφαλήν.

Μνήσθητι τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησεν. Ὧν πεποίηται λέγει ἐν τῇ παρουσίᾳ θεοσημειῶν, εἴτε τῶν ἐν τῇ Καινῇ Διαθήκῃ, εἴτε τῶν ἐν τῇ Παλαιᾷ παρὰ Μωϋσῇ καὶ τοῖς πρότερον ἁγίοις. Πολλὰ γὰρ ἐθαυματούργησαν καὶ οὗτοι διὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Ταῦτα τοῖς ἔθνεσιν ὡς ἀγνοοῦσι παραδοῦναι κελεύει τοὺς αὐτῶν κήρυκας πρὸς τοῖς ἐν τῇ Καινῇ παρὰ τοῦ Σωτῆρος γεγενημένοις, ὅσα τε κέκρικεν αὐτοῦ τὸ στόμα διά τε τῆς Παλαιᾶς καὶ Καινῆς.

Ὡς ἂν βασιλικοὺς νόμους φυλάξαι κελεύσατε. Τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ. Τέρατα μὲν τὰ γεγενημένα θαύματα, ὡς τὸ περιπατῆσαι ἐπὶ τῆς θαλάσσης, καὶ νεκρὸν ἀναστῆσαι, καὶ τὰ λοιπά· κρίματα δὲ τοῦ στόματος αὐτοῦ τοὺς λόγους οὓς ἔλεγεν, ἐλαύνων τῶν ἀνθρώπων τοὺς ἀκαθάρτους δαίμονας· ἢ καὶ τὰς ἐντολὰς τῆς Καινῆς Διαθήκης.

Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, Υἱοῦ Ἰακὼβ ἐκλεκτοῦ αὐτοῦ. Ἔτι ὡς πρὸς τοὺς ἀποστόλους ὁ λόγος, ἵνα ᾖ· Ὡς σπέρμα μὲν ὄντες τοῦ Ἀβραὰμ καὶ δοῦλοι αὐτοῦ, καὶ υἱοὶ ὄντες τοῦ Ἰακὼβ καὶ ἐκλεκτοὶ αὐτοῦ (αὐτὸς γὰρ αὐτοὺς ἐξελέξατο), ἀπαγγείλατε ἐν τοῖς ἔθνεσιν, ὡς αὐτός ἐστι Κύριος ὁ Θεὸς ἡμῶν.

Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος. Ἀπὸ τοῦ Βαβυλωνίων ἔθνους εἰς τὸ Παλαιστίνων. Καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς. Τὸν Ἀβιμέλεχ περὶ τῆς εἰς Σάῤῥαν παροινίας. Μὴ ἅψησθε τῶν χριστῶν μου. Χριστοὶ καὶ οἱ περὶ τὸν Ἀβραὰμ, διὰ τὸ τῆς τοῦ Θεοῦ Λόγου ἐπιφανείας ἠξιῶσθαι ἐν ὁράσεσιν.

Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν. Οἰκονομικῶς ἐποίησε γενέσθαι τὸν λιμὸν, ἵνα, δι᾽ αὐτὸν κατελθόντες εἰς Αἴγυπτον καὶ αὐξηθέντες, τὴν γῆν ἀπολάβωσι τῆς ἐπαγγελίας. Πᾶν στήριγμα ἄρτου συνέτριψε. Τοῦτο κατ᾽ ὀργὴν Θεοῦ ἐν τοῖς λιμοῖς εἴωθε συμβαίνειν, τὸ μὴ στηρίζεσθαι τοὺς ἀνθρώπους ἐσθίοντας.

Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ. Τὰ ἀποτελέσματα τῶν ἐνυπνίων φησί. Λέγει οὖν, ὅτι μέχρι τούτου ἐκακοπάθησε τὸν ὑπὲρ ψυχῆς ἀγῶνα κλαίων, ἕως ὁ τῶν ἐνυπνίων καιρὸς ἐπῆλθε τοῦ πληρῶσαι αὐτά. Τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτόν.

Ὅμοιον τό· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν; Οὐ γὰρ ἔλυσε τοὺς ὀνείρους τῷ Φαραὼ, μὴ τοῦ Θεοῦ παρασχόντος τὸ δύνασθαι συνιέναι αὐτούς. Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ. Υἱοὶ Νῶε, Σὴμ, Χὰμ, Ἰάφετ· τοῦ δὲ Χὰμ παῖς Χαναάν. Τούτου δὲ Μεστραῒμ ἑρμηνεύεται Αἴγυπτος, ἀφ᾽ οὗ καὶ ἡ χώρα. Ὅτε τοίνυν εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον εἰκὸς ἦν τὸν Χὰμ πάππον ὄντα τοῦ Μεστραῒμ ἐν Αἰγύπτῳ κατῳκηκέναι, τοῦ Χαναὰν ἐπὶ τῆς Παλαιστίνης οἰκοῦντος. Διὰ δὲ τοῦ Ἰσραὴλ καὶ Ἰακὼβ, ὃς εἰσῆλθεν εἰς Αἴγυπτον, καὶ οἱ τούτου παῖδες δηλοῦνται. Ἐν ἑβδομήκοντα γὰρ ψυχαῖς κατέβη Ἰσραὴλ εἰς Αἴγυπτον, εἶπεν ἡ Γραφή. Καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ. Χὰμ ἐγέννησε τὸν Χαναὰν, Χαναὰν δὲ τὸν Μεστραῒμ, ὃς ἑρμηνεύεται Αἴγυπτος. Διὸ καὶ Χὰμ γῆν τὴν Αἴγυπτον καλεῖ, ὡς τοῦ ἀπογόνου οὖσαν τοῦ Χάμ.

Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα. Ὥστε τὸν Φαραὼ λέγειν, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ· Ἰδοὺ νῦν πολυπληθεῖ τὸ ἔθνος, καὶ ἰσχύει ὑπὲρ ἡμᾶς. Οὐκ ἂν δὲ αὐξηθέντες ἐκραταιώθησαν, εἰ μὴ τῆς Ἰωσὴφ ἔτυχον προστασίας καὶ τῆς τοῦ Φαραὼ δεξιώσεως.

Καὶ μετέστρεψε τὴν καρδίαν αὐτοῦ, τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ. Ἐπειδὴ ἐκ τοῦ τιμᾶσθαι παρὰ τῶν Αἰγυπτίων αὐτοὺς εἰς τὴν ὁμοίαν αὐτοῖς εἰδωλολατρείαν ἐξέβησαν, τούτου χάριν παρεσκεύασε μισῆσαι αὐτοὺς καὶ τὰ βαρέα τῶν ἔργων ἐπιθεῖναι, ἵνα κακωθέντες καταφύγωσι πρὸς τὸν Θεὸν, καὶ εὕροι χώραν πληρωθῆναι ἡ ἐπαγγελία ἡ πρὸς Ἀβραάμ.

Ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, κ.τ.λ. Μόνοις γὰρ τοῖς περὶ τὸν Μωϋσῆν καὶ Ἀαρὼν ἀπεκάλυψε τῷ λόγῳ τὸ, εἰς αἷμα, καὶ τὰ ἕτερα τῶν σημείων. Ἐξαπέστειλε σκότος καὶ ἐσκότασεν. Ἐπειδὴ ἀφέντες τὸν δημιουργὸν Αἰγύπτιοι τῇ κτίσει ἐλάτρευον, τούτου χάριν δι᾽ αὐτῆς αὐτοὺς τῆς κτίσεως ἐκόλαζεν, ἐξ ἀέρος λέγω δὴ, καὶ πυρὸς, καὶ γῆς, καὶ ὕδατος.

Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα. Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνον, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γεύσεως τὴν ποιότητα· ὥστε ἅπαντα διαφθαρῆναι τῶν ἰχθύων τὰ γένη.

Ἀλληλούϊα. ΡΕʹ Ὑπόθεσις. Ἐν τούτῳ τῷ ψαλμῷ τὰς ἁμαρτίας καταλέγει τοῦ προτέρου λαοῦ, διδάσκων, ὡς καὶ διαγέγονεν ἡ ἀποβολὴ αὐτῶν. Εἰσὶ δὲ αὗται· πρῶτον μὲν παρεπίκραναν αὐτὸν διαβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, εἰπόντες· Παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἐξήγαγεν ἡμᾶς ὧδε ἀπολέσαι· δεύτερον ἐπείρασαν τὸν Θεὸν ἐν τῇ ἐρήμῳ· τρίτον παρώργισαν Μωϋσῆν ἐν τῇ παρεμβολῇ· τέταρτον ἐποίησαν μόσχον ἐν Χωρήβ· πέμπτον ἐξουδένωσαν γῆν ἐπιθυμητήν· ἕκτον ἐτελέσθησαν τῷ Βεελφεγώρ· ἕβδομον παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας· ὄγδοον τῷ μὴ ἐξολοθρεῦσαι τὰ ἔθνη, ἃ εἶπε Κύριος αὐτοῖς, ἀλλὰ καὶ προσκυνῆσαι τοῖς εἰδώλοις, ὡς καὶ τὰ τέκνα αὐτῶν εἰς θυσίαν αὐτοῖς εἰσαγαγεῖν.

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός ... Μακάριοι οἱ φυλάσσοντες κρίσιν, κ.τ.λ. Οὗτοι γὰρ ἄξιοι μόνοι τὰς δυναστείας λαλεῖν τοῦ Κυρίου, οἱ τὰ ἐν ταῖς Γραφαῖς ὑπὸ Θεοῦ κεκριμένα ποιοῦντες, πάντα τε κρίσει καὶ λόγῳ διαπραττόμενοι, καὶ διὰ παντὸς ἔχοντες τοῦ Θεοῦ τὴν κρίσιν πρὸ τῶν ὀφθαλμῶν.

Οὗτοι γὰρ ἀκολούθως καὶ ποιηταὶ δικαιοσύνης εἰσὶν, ἐπιτελοῦντες ἔργῳ τὸ δίκαιον. Μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου. Ἐντεῦθεν τὸ τῶν Ἰουδαίων πρόσωπον εἰσάγεται, εὐχομένων μεταλαβεῖν τῆς τοῖς ἔθνεσι διδομένης σωτηρίας.

Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς. Δηλαδὴ τῶν θλιβόντων· ὁ γὰρ συνεξελθὼν ἐπίμικτος οὐ τῶν θλιβόντων ἦν, ἀλλὰ τῶν πιστευσάντων. Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. Δι᾽ ἀγαθότητα γὰρ τοῦ Θεοῦ προστεθέντων καὶ τῶν ἐν τῇ θαλάσσῃ κυμάτων, παραχρῆμα μὲν πιστεύσαντες, ᾖσαν αὐτῷ τὴν ᾠδὴν τὴν ἐν Ἐξόδῳ κειμένην· εἶτα πάντα παρέδωκαν λήθῃ.

Καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. Ὅτε ἐξῆλθον αἱ χορεύουσαι μετὰ Μαριὰμ λέγουσαι· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. Τὸ δὲ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ· παρώργισαν γὰρ αὐτὸν εὐθέως μετὰ τὴν Ἐρυθρὰν θάλασσαν.

Καὶ ἠλλάξαντο τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον. Δόξα ἦν αὐτοῖς ὁ Θεὸς, ὃν ἀφέντες προσεκύνησαν τῷ μόσχῳ. Εἰ μὴ Μωϋσῆς ὁ ἐκλεκτὸς ἔστη ἐν τῇ θραύσει. Ὅτε εἶπεν· Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου ταύτης ἧς ἔγραψας Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν. Πέμπτον ἔγκλημα τοῦτο μετὰ τὴν Ἐρυθρὰν, καὶ τὴν ἔρημον, καὶ τὴν εἰς Μωϋσῆν παροινίαν, καὶ τὸν μόσχον τὸν ἐν Χωρήβ. Ἐπανελθόντες γὰρ οἱ κατάσκοποι, κακῶς λέγοντες τὴν γῆν, καὶ τοὺς ἄλλους ἀπέστρεψαν, χωρὶς Ἰησοῦ τοῦ Ναυῆ καὶ Χαλὲβ τοῦ Ἰεφωνῆ.

Καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν. Ὅτε οἱ κατάσκοποι ἐλθόντες διέστρεψαν τὴν γνώμην τοῦ λαοῦ. Καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ. Εἴδωλον τοῦτο Ἀμμανιτῶν, καλούμενον παρ᾽ Ἕλλησι Κρόνος. Καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο. Ὅτε ἀνεῖλε τὴν Μαδιανῖτιν μετὰ τοῦ πορνεύσαντος. Διδάσκει δὲ ἡμᾶς ὁ λόγος πόσον δύναται ἑνὸς ἀνδρὸς εὐσέβεια πρὸς Θεόν.

Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Ταῦτα διδάσκουσι Κριτῶν τε καὶ Βασιλειῶν αἱ βίβλοι, ὡς παρεδόθησαν ἄλλοτε ἄλλοις, Μωαβίταις, Ἀμμανίταις, Ἀμαληκίταις, Μαδιαναίοις, ἀλλοφύλοις, τῇ παραδόσει παιδευόμενοι.

Καὶ ἐκυρίευσαν αὐτοὺς οἱ μισοῦντες αὐτούς. Βαβυλώνιοι καὶ Ἀσσύριοι ἐπεκράτουν τοῖς Ἰσραηλίταις διὰ τὰς παρανομίας αὐτῶν. Πολλάκις ἐῤῥύσατο αὐτούς. Αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν. Ὁ μὲν ἦν αὐτοῖς ἐκ φιλανθρωπίας γλυκὺς, οἱ δὲ πικρὸν ἑαυτοῖς ἠνάγκαζον φαίνεσθαι. Καὶ πάλιν ἔσωσεν αὐτὸν οἷα Σωτήρ· οἱ δὲ ἀπώλοντο ἔργοις ἀπωλείας ἑαυτοὺς περιπείραντες· μέχρι πολλάκις αὐτοὺς ποιοῦντες τέλος ἀπώλοντο. Τὸ δὲ, πλεονάκις, ὅμοιον τῷ· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου; τὸ δέ· Καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν, τῷ, Οὐκ ἠθελήσατε. Ἐπάγων γὰρ τὴν παιδείαν, πάλιν μετεδίδου φιλανθρωπίας· οἱ δὲ αὐτὸν τοῖς πολεμίοις ἠμείβοντο.

Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς. Τοῦτό φησι διὰ Κῦρον τὸν ἀπολύσαντα αὐτοὺς τῆς αἰχμαλωσίας, καὶ Δαρεῖον καὶ Ἀρταξέρξην, τοὺς καὶ χρήματα δόντας εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ.

Ἀλληλούϊα. Ρϛʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός. Μετὰ τὴν ἀποβολὴν τοῦ Ἰουδαίων λαοῦ εἰκότως τὴν κλῆσιν τῶν ἐθνῶν κατασημαίνει, τὴν γενομένην διὰ τῶν ἀποστόλων. Διὸ καὶ αἰνεῖν προστάττει τὸν Θεὸν, καὶ ἐξομολογεῖσθαι αὐτῷ ἐπὶ τῷ μεγάλῳ αὐτοῦ ἐλέῳ.

Ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θαλάσσης. Καὶ τίνες ἐκ τῶν τεσσάρων τῆς οἰκουμένης κλιμάτων συναχθέντες ἢ πάντα τὰ ἔθνη τὰ πάλαι ἔρημα θεοσεβείας τυγχάνοντα, καὶ μηδὲ νοτίδος θείας μεταλαβόντα, ἀλλ᾽ ἐν πολλῷ δίψει τυγχάνοντα;

Ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον. Οὐ γὰρ ἦν αὐτοῖς πολιτεία χρηστὴ, ἀλλ᾽ ἦσαν ἐν πλάνῃ πολλῇ. Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλειπεν. Οὐδὲ γὰρ εἶχον ἄρτον τὸν στηρίζοντα καρδίαν ἀνθρώπου· οὐδὲ τὸ ὕδωρ τὸ ζῶν, περὶ οὗ λέλεκται· Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα.

Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν. Τὴν εἰς ἑαυτὸν πίστιν δηλαδή. Αὐτὸς γὰρ ἔλεγεν· Ἐγώ εἰμι ἡ ὁδός. Τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου. Τὴν Ἐκκλησίαν φησὶν, ἢ τὴν ἐπουράνιον Ἱερουσαλήμ. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ ... ὅτι ἐχόρτασε ψυχὴν κενήν. Καὶ τίς ἐκείνη ἡ ψυχὴ, ἢ ἐκείνων περὶ ὧν λέλεκται· Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλειπεν;

Καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν. Τοῦ νοητοῦ ἄρτου δηλονότι. Καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου. Σκιὰν θανάτου οὐκ ἂν ἁμάρτοις λέγων τὴν εἰδωλολατρείαν καὶ τὰς ἐν ἀθεότητι πράξεις· αὗται γάρ εἰσιν αἱ χωρίζουσαι ἡμᾶς τῆς ἀληθινῆς ζωῆς. Ἐν ταύταις δὲ ἦμεν πρότερον, διὰ τὸ παραπικραίνειν τὸν Θεὸν, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παροξύνειν. Δέον γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων τὸν γενεσιουργὸν τῶν ὅλων θεωρεῖν, καὶ τὴν ἀΐδιον αὐτοῦ δύναμιν καὶ θειότητα ἀπὸ κτίσεως κόσμου νοεῖν· ἡμεῖς οἷα τυφλοὶ, ἐν σκότῳ καὶ σκιᾷ θανάτου διάγοντες, καὶ τὰς λογικὰς τῆς ψυχῆς δυνάμεις πεπεδημένοι καὶ πεπηρωμένοι, ἐνηλλάττομεν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων. Πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ. Ταῖς σειραῖς τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος σφίγγεται, παντὸς πτωχεύων ἀγαθοῦ καὶ καλοῦ.

Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ. Οὐδαμῶς τὸν θεῖον παραδεχόμενοι νόμον, ἀλλὰ τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου προνέμοντες ἑαυτούς. Καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώξυναν. Καὶ ποία ἦν ἡ βουλὴ τοῦ Ὑψίστου, ἢ τὸ θέλειν αὐτὸν πάντας ἀνθρώπους σώζεσθαι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν;

Ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν. Οὐ γὰρ ἴσχυέ τις τῆς ἁμαρτίας ποιήσασθαι τὴν ἀναίρεσιν. Καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. Τίς γὰρ μείζων ἀνάγκη τοῦ δεδουλῶσθαι πνεύμασι πονηροῖς ἐν ἀγνοίᾳ Θεοῦ, καὶ πτωχείᾳ ψυχῆς, καὶ πενίᾳ κακίας;

Καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξε. Τὸ, διέῤῥηξε, τὴν ἀθρόαν τῆς ἁμαρτίας καθαίρεσιν καταδείκνυσιν. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ. Τὰ αὐτὰ δεύτερον εἶπεν ἐπὶ ταῖς εὐεργεσίαις αὐτοῦ. Ὅτι συνέτριψε πύλας χαλκᾶς. Τὴν μέχρις ᾅδου τοῦ Σωτῆρος κάθοδον σημαίνει, ἣν ποιησάμενος, ἀνεπέτασε τοῦ ᾅδου τὰς πύλας, πάλαι δεσμοῖς ἀῤῥήκτοις κεκλεισμένας πᾶσιν. Οὐ γὰρ ἦν παλινδρομῆσαι βουλομένοις· ἀλλ᾽ αὐτὸς εἴρηκε τοῖς ἐν δεσμοῖς· Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε.

Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν. Οὐ γὰρ ἦν ὁ διατρέφειν αὐτοὺς δυνάμενος λόγος. Πύλαι δὲ θανάτου αἱ φέρουσαι πρὸς θάνατον ἁμαρτίαι. Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως. Ἐπὶ τοὺς ἁγίους ἀποστόλους μεταφέρει τὸν λόγον· αὐτοὶ γάρ εἰσιν οἱ τὰ μυστήρια τῆς Καινῆς Διαθήκης παραδόντες ἡμῖν.

Ἔθετο ποταμοὺς εἰς ἔρημον. Τὸ τῶν Ἰουδαίων εὔρυτον ἀδόκιμον γένος φησί. Τοὺς γὰρ πάλαι λιμῷ τηκομένους καὶ τῆς πνευματικῆς τροφῆς ἐνδεεῖς ἐν ἐκείνοις κατῴκισε τοῖς ποταμοῖς. Γῆν καρποφόρον εἰς ἅλμην. Τὴν τῶν Ἰουδαίων φησὶ συναγωγήν. Ἦσαν γὰρ οἱ δαίμονες οἰκήτορες τῆς γηΐνης πολιτείας· ἐκαρποφόρει δὲ αὐτὴν ἡ ἀσέβεια.

Ἐξήραναν δὲ αὐτὴν οἱ ἀπόστολοι τῷ ἅλατι τῆς διδασκαλίας, περὶ ὧν φησιν· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων. Τὸν ἐξ ἐθνῶν διασημαίνει λαόν· σύμμικτος γὰρ ἡ προφητεία, τῶν δύο λαῶν εἰσφέρουσα τὸ πρόσωπον· τοῦ μὲν τὴν ἀποβολὴν, τοῦ δὲ τὴν εἰσβολήν.

Καὶ συνεστήσαντο πόλεις κατοικεσίας. Ἀγαθὴν δηλονότι καὶ οὐράνιον πολιτείαν Καὶ ἔσπειρεν ἀγροὺς καὶ ἐφύτευσεν ἀμπελῶνας. Νοήσεις τοὺς ἀγροὺς ἀπὸ τοῦ εἰρηκότος· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· τοὺς δὲ ἀμπελῶνας τὰς Ἐκκλησίας, καθὸ εἴρηται· Αἱ ἄμπελοι ἐκύπρισαν, ἔδωκαν ὀσμήν.

Καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν. Κτήνη τοὺς ἀλογωτέρους τῆς Ἐκκλησίας φησὶ, κατὰ τὸ εἰρημένον· Κτηνώδης ἐγενήθην παρὰ σοῦ· καὶ, Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε. Καὶ ὠλιγώθησαν. Οἱ ἐν τῷ προτέρῳ δηλονότι λαῷ.

Ἐξεχύθη ἐξουδένωσις ἐπ᾽ ἄρχοντας αὐτῶν. Τοὺς Γραμματεῖς καὶ Φαρισαίους φησί. Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, οὐχ ὁδῷ. Πλανῶνται γὰρ, φησὶν, ἀγνοήσαντες τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδός. Καὶ ἐβοήθησε πένητι ἐν πτωχείᾳ. Καὶ τίς ὁ πένης, ἢ ἐκεῖνος περὶ οὗ εἴρηται· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι; Καὶ ἔθετο ὡς πρόβατα πατριάς.

Ἰδίας, φησὶν, ἐλογίσατο τὰς ἐκ τῶν πατριῶν ἁπάντων συναγομένας ἀγέλας. Ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται. Καὶ τίνες οἱ εὐθεῖς, ἢ περὶ ὧν εἴρηται· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν. Καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων,

ᾨδὴ ΨΑΛΜΟΥ τῷ Δαυΐδ. ΡΖʹ. Ὑπόθεσις. Καὶ ἐν τούτῳ ἡ παρουσία τοῦ Κυρίου ἡ εἰς τὰ ἔθνη γενομένη κηρύττεται. Ἤδη δὲ πάντων τῶν στίχων τῶν ἐν τῷ παρόντι ψαλμῷ ἐν τοῖς ὀπίσω ψαλμοῖς ἑρμηνευομένων, περιττὸν ἂν εἴη πάλιν τοῖς αὐτοῖς χρήσασθαι εἰς ἑρμηνείαν τῶν προκειμένων.

Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός. Καὶ ἐν τούτῳ τῷ ψαλμῷ ἡ παρουσία τοῦ Κυρίου ἡ εἰς τὰ ἔθνη γενομένη κηρύττεται. Ἤδη δὲ τῶν στίχων τούτων τὴν ἑρμηνείαν ἐν τῷ νθʹ ψαλμῷ τεθείκαμεν. Ἐξεγέρθητι. ἡ δόξα μου. Δόξα δὲ αὐτοῦ ἡ θεωρητικὴ καὶ πρακτικὴ ἕξις, καθ᾽ ἣν διάκειται πρὸς τὴν ἠθικὴν καὶ διακονητικὴν ἀρετήν.

Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου. Τοσοῦτόν σου τὸ ἔλεος, ὡς ὑπερβαίνειν ὕψος οὐράνιον, καὶ πανταχοῦ διᾴττουσιν αἱ τῆς σῆς ἀληθείας ἀκτῖνες, προφητῶν καὶ ἀποστόλων καὶ διδασκάλων ταῖς ἐκείνης ῥανίσιν ἀρδευόντων τὴν γῆν.

Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεός. Ἀπ᾽ ἀρχῆς μέχρι τῆς παρούσης λέξεως ὁ αὐτός ἐστι τῷ πεντηκοστῷ ἕκτῳ ψαλμῷ, καὶ ἀπὸ ταύτης μέχρι τέλους τῷ πεντηκοστῷ ἐννάτῳ. Καὶ εἴρηται τὰ εἰκότα. Ὑψωθήσομαι καὶ διαμεριῶ Σίχιμα. Τὰ τῶν Ἰουδαίων ἔγκριτα καὶ ἐξαίρετα διαμερίζειν τοῖς ἔθνεσι καὶ εἰς κληρονομίαν καταμετρεῖν μετὰ χαρᾶς ὑπέσχετο.

Ὡς γὰρ ἀγαθὸς πατὴρ χαίρει πολλοὺς υἱοὺς προσλαμβάνων καὶ κτώμενος. Συμβολικῶς δὲ ταῦτα καὶ δι᾽ αἰνίγματος αἰνιττόμενος φθέγγεται. Ἐπὶ γὰρ τῇ κοιλάδι τῶν ἐθνῶν χωρίον τοῦτο τῆς Σιχὲμ καὶ Σίχιμα λεγομένης ἐτύγχανεν. Ὁ Ἰακὼβ, ἐκ Μεσοποταμίας ἀναβὰς μετὰ τῶν τέκνων, ᾤκησεν ἔνθα τὴν Δείνα θυγατέρα τοῦ Ἰακὼβ Ἐμὼρ ὁ υἱὸς τοῦ Σιχὲμ ἐρασθεὶς ἥρπασε καὶ ἔφθειρεν. Οἱ γὰρ τοῦ Ἰακὼβ παῖδες αὐτὸν μετὰ παντὸς λαοῦ κατέσφαξαν ἀπαντήσαντες.

Οὕτω τὰ Σίχιμα, τῶν σκηνῶν κοιλὰς, κτίσματα τοῦ πατριάρχου γέγονε. Τοῦτο τοίνυν τὸ χωρίον μερίζων Ἰακὼβ τοῖς παισὶ, τὸν κλῆρον ἐξαίρετον Ἰωσὴφ ἀπένειμεν· ἐπειδὴ τοῖς ἀδελφοῖς νέος ὢν οὐκ ἐκοινώνει τοῦ δράματος. Καὶ τούτου χάριν καταμετρεῖν καὶ μερίζειν ἐπαγγέλλεται· ἵνα τὴν ἐξαίρετον τοῦ νέου Ἰωσὴφ τοῦ Χριστοῦ κληρονομίαν μερίζεσθαι συμβολικῶς νοήσῃς τοῖς ἔθνεσιν.

Εἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΡΗʹ. Ὑπόθεσις. Ὁ παρὼν ψαλμὸς τὰ πάθη τοῦ Χριστοῦ κατασημαίνει, τάς τε ἐσομένας τιμωρίας κατά τε τοῦ Ἰούδα καὶ αὐτοῦ τοῦ Ἰουδαίων λαοῦ. Ὅσα δὲ εὐκτικῶς λέλεκται ἐν τῷ ψαλμῷ, ἰστέον, ὅτι προφητικῶς πάντα εἴρηται. Οἷον ὅταν λέγει· Διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ, ἀντὶ τοῦ, στήσεται, λέγει. Οὐ γὰρ εὔχεται τοῦτο γενέσθαι· ἀλλ᾽ ὃ μέλει συμβῆναι διὰ τὴν ἐκείνου κακίαν τοῦτο προαγορεύει· καὶ ἐπὶ τῶν ἄλλων δὲ ὡσαύτως. Ἕξοιεν, φησὶ, καὶ οὗτοι τοὺς διαβάλλοντας, καὶ μὴ ἀποσταῖεν αὐτῶν. Εἰ δὲ κρίνοιντο, πρὸς αὐτοὺς κατακριθεῖεν. Ἀλλὰ καὶ εἰ ἐπεκαλέσαντό σε, φησὶν, ἐν τῷ καιρῷ τῆς ἀνάγκης, εἰς ἁμαρτίαν αὐτοῖς λογισθείη, μνήμης γενομένης ὧν ἥμαρτον. Σύντεμε δὲ τὰς ἡμέρας αὐτῶν, ἵνα, ζώντων καὶ ὁρώντων αὐτῶν, τὴν ἀξίαν, ἢν οὐδὲ ὄντως ὠνήσαντο, ἕτερος ἀφαρπάσῃ. Ἔπειτα δὲ καὶ αὐτοὺς ἄνελε, ὡς διαβῆναι τὴν συμφορὰν εἰς τοὺς ἐξ ἐκείνων· ὥστε ὀρφανωθῆναι μὲν τοὺς υἱοὺς αὐτῶν, χηρείᾳ δὲ ἐκδοθῆναι τὴν γυναῖκα· ὥστε τοὺς υἱοὺς βιαζομένους καὶ συρομένους ὑπὲρ πατρῴων παρανομημάτων δίκας ὑφέξειν.

Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς. Ὅσον αἱ Ἐκκλησίαι Χριστοῦ συνεστῶσιν αἱ ἀνατέλλουσαι πανταχοῦ, αἰνεῖ ὁ Θεὸς ἐν αὐταῖς τὸν Υἱόν. Λέγει οὖν ὁ Χριστὸς πρὸς τὸν Πατέρα· Εἰ καὶ προδιδούς με ὁ Ἰούδας, δόξει ἐμποδίζειν τὸν αἶνόν μου· οὕτως δὲ αἴνεσόν με, μαρτυρῶν μου τῇ θεότητι, ἣν μὴ πιστεύσας ἐν ἐμοὶ Ἰούδας, προδέδωκέ με. Ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ᾽ ἐμὲ ἠνοίχθη.

Ἁμαρτωλοῦ τοῦ διαβόλου· αὐτὸς γὰρ ἁμαρτωλὸς πρὸς ἀλήθειαν· δολίου τοῦ Ἰούδα· ἄμφω γὰρ κατὰ τοῦ Χριστοῦ ἐλάλησαν. Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με ... καὶ ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, κ.τ.λ. Τῶν λόγων οἱ μέν εἰσιν ἀγάπης, οἱ δὲ μίσους, οἱ δὲ οὐδ᾽ ἑτέρως ἔχοντες. Ἐκολάκευε γὰρ ὡς διδάσκαλον, καὶ τῷ δόλῳ ὡς ἐδόκει ἠγωνίζετο εἰς προδοσίαν τοῦ διδασκάλου.

Κατάστησον ἐπ᾽ αὐτὸν ἁμαρτωλόν. Ἁμαρτωλὸς μὲν αὐτὸς ὁ τῆς ἁμαρτίας εὑρετὴς ὁ Σατανᾶς· τὸ δὲ, κατάστησον, ἀντὶ τοῦ, μέλλει καθίστασθαι. Ἐπ᾽ αὐτὸν δὲ τίνα ἢ τὸν προδότην Ἰούδαν; Καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Καὶ ἐν τῷ Ζαχαρίᾳ δέ φησι· Καὶ ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικεῖσθαι αὐτῷ. Οὐκ ἀντίκειται δὲ τῷ Ἰούδᾳ.

Ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος. Ἐν τῷ μέλλοντι, φησὶ, δικαστηρίῳ οὐδένα ἕξει λόγον ἀπολογίας. Καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Εἰσί τινες ὧν αὐτὴ ἡ προσευχὴ εἰς ἁμαρτίαν γίνεται, ὡς ἐθνῶν προσευχομένων εἰδώλοις, ἢ τῇ κτίσει· καὶ Ἰουδαίων οὐ διὰ Ἰησοῦ Χριστοῦ προσευχομένων τῷ Θεῷ· καὶ αἱρετικῶν εὐχομένων Θεῷ οὐκ ὄντι· καὶ προσευχομένων δὲ μετὰ ὀργῆς καὶ διὰ λογισμῶν, ἢ διψυχίας, ἡ προσευχὴ γίνεται εἰς ἁμαρτίαν.

Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι. Εὐθέως γὰρ μετὰ τὴν προδοσίαν ἀγχόνῃ ἑαυτὸν μεταχειρίσας ἀπηλλάγη, καὶ οὐκ ἐφάνη. Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Περὶ τοῦ Ματθίου φησίν· αὐτὸς γὰρ ἐλογίσθη εἰς δικαιοσύνην εἰς τὸν κλῆρον τῶν ἀποστόλων.

Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί. Υἱοὶ οἱ λογισμοὶ αὐτοῦ· ὀρφανοὶ γὰρ ἐγένοντο ἀπὸ τῆς χάριτος τοῦ Χριστοῦ. Γυνὴ δὲ ἡ ψυχὴ αὐτοῦ· ἐχήρευσε γὰρ καὶ αὐτὴ ἐκπεσοῦσα ἀπὸ τοῦ Χριστοῦ διὰ τῆς παρανομίας. Σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν. Οἱ γὰρ λογισμοὶ αὐτοῦ, οὓς ἔφαμεν εἶναι υἱοὺς, μετανάσται γενόμενοι ἀπὸ τοῦ Χριστοῦ, εἰς τὴν φιλαργυρίαν χεῖρα ἐξέτειναν εἰς τὸ ἀργύριον, ὡς ἐνδεεῖς καὶ προσαῖται.

Ἀναμνησθείη ἡ ἁμαρτία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου. Αὐτοῦ τοῦ λαοῦ· συνάπτει γὰρ τῷ προδότῃ τὸν παράνομον λαόν. Ἀνομίαν δὲ τῶν πατέρων λέγει τὸ ἀποκτεῖναι τοὺς προφήτας, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου· ὅτι πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἀπὸ τοῦ Ἄβελ ἕως Ζαχαρίου τοῦ προφήτου ἐκδικηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. Καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Μητέρα τοῦ δυσσεβοῦς λαοῦ τὴν πονηρὰν ἐκείνην νοήσεις συναγωγὴν, τὴν πολλάκις παραπικράνασαν τὸν Θεόν.

Γενηθήτω ἐναντίον Κυρίου διαπαντός· καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Ὅσα, φησὶν, ἐτόλμησαν ἀεὶ θεώμενος ὁ Θεὸς οὐδεμιᾶς αὐτοῦ ἀξιώσει φειδοῦς· ὡς περὶ πάντων δὲ τῶν ἠπιστηκότων. Καὶ οὐ μόνον λέγων Ἰούδαν, τὸ μνημόσυνον αὐτῶν, ἔφη πληθυντικῶς. Λέγοις δ᾽ ἂν καὶ ἄλλως πατέρας Ἰούδα τοὺς κατὰ προδοσίαν αὐτὸν γεννήσαντας.

Οὗτοι δ᾽ ἂν εἶεν οἱ διὰ τῶν ἀργυρίων αὐτὸν παρορμήσαντες. Καὶ πρῶτος ὁ ἐμβαλὼν τὴν καρδίαν αὐτοῦ Σατανᾶς, καὶ οἱ ἔχοντες σοφίαν τούτου τοῦ αἰῶνος ἄρχοντες, περὶ ὧν ὁ Παῦλός φησιν· Εἰ γὰρ ἔγνωσαν, οὐ Κύριον τῆς δόξης ἐσταύρωσαν. Καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτοῦ. Τὸ μνημόσυνον αὐτοῦ τοῦ Ἰούδα φησίν· ἢ καὶ ἄλλως, τῶν ἀρχόντων ἐκείνων τῶν κατὰ Χριστοῦ συστάντων.

Οὐδὲ γὰρ σπέρμα αὐτῶν ἔμεινεν εἰς μνημόσυνον αὐτῶν. Ἀνθ᾽ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος. Τὸ ἔλεος, φησὶν, οὐκ ἠθέλησε δέξασθαι ὃ δέδωκεν ὁ Πατὴρ τοῖς ἀνθρώποις, καὶ πρὸς τοῖς αὐτοῖς τοῖς ἀπολωλόσι προβάτοις τοῦ Ἰσραήλ. Τὸ γὰρ, ποιῆσαι, ἀντὶ τοῦ, δέξασθαι, τέθεικεν.

Καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχόν. Αὐτόν φησι τὸν Κύριον, ὃς ἐπτώχευσε πλούσιος ὢν, ἵν᾽ ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. Καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. Ἀντὶ τοῦ, λυπούμενον· ἐλυπεῖτο γὰρ ὁρῶν αὐτῶν τὴν ἀπώλειαν.

Τοῦτον οὖν τὸν δι᾽ αὐτοὺς λυπούμενον ἐδίωκον θανατῶσαι. Καὶ ἠγάπησε κατάραν ... καὶ ἐνεδύσατο κατάραν ὡσεὶ ἱμάτιον. Ἐπειδὴ, φησὶν, ἀφέντες τὸ εὐλογεῖν ἐμὲ, καθ᾽ ἑκάστην ἡμέραν καταρῶνται· τοῦτο γὰρ μέχρι τῆς σήμερον Ἰουδαίων παῖδες ποιοῦσιν· τούτου χάριν πάντα αὐτοῖς τὰ προλελεγμένα γενήσεται.

Καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ. Οὐ γὰρ ἔξωθεν μόνον, ἀλλὰ καὶ ἔνδοθεν περίκεινται τὰ κακὰ περικλύζοντα. Καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ. Τοῦτο γὰρ ἔχει μόνιμον τὴν ὑγρότητα. Φορὰν δέ φησι κακῶν, τοῦ μὲν ὕδατος τὸ σφοδρὸν δηλοῦντος, τοῦ δὲ ἐλαίου τὸ μόνιμον. Ὑφ᾽ ὧν, φησὶ, καὶ ὡς ἐν ἐσθῆτι καλυπτέσθω, καὶ ὡς ζωστῆρι σφιγγέσθω.

Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων καὶ τῶν λαλούντων πονηρὰ τῆς ψυχῆς μου. Τούτους τρυγήσουσι τοὺς καρποὺς οἱ τὸ πρὸς ἐμὲ μῖσος ἀναδεξάμενοι, καὶ ὁ τούτοις ὑπουργήσας προδότης. Ἐπειδὴ γὰρ ἀντίθεον αὐτὸν καὶ παράνομον ἐκάλουν, εἰκότως εἶπε· Τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου.

Καὶ σὺ, Κύριε, Κύριε, ποίησον μετ᾽ ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου. Καὶ ταῦτα ἀνθρωπίνως εἴρηκεν ὁ Δεσπότης Χριστός. Πάντα γὰρ τὰ ἀνθρώπινα πλὴν ἁμαρτίας πεπλήρωκεν. Ἐτέχθη γὰρ κατὰ νόμον φύσεως. Τὸ μὲν γὰρ ἐκ γυναικὸς, τῆς ἀνθρωπίνης φύσεως· ὑπὲρ ταύτην δὲ, ἐκ Παρθένου. Ἐδέξατο σπάργανα καὶ περιτομὴν, καὶ τὴν ἐκ γάλακτος τροφήν· καὶ θυσίας ἐξήνεγκεν, ἐνήστευσε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἐκοπίασεν· οὕτω καὶ προσευχόμενος ἐν τοῖς ἁγίοις Εὐαγγελίοις διηνεκῶς ἀναγέγραπται.

Καὶ ἐνταῦθα ἀνθρωπίνως τὴν θείαν ἐπικαλεῖται βοήθειαν. Ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Τοῦτο καὶ ὑπ᾽ αὐτοῦ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εὑρίσκομεν εἰρημένον. Μέλλων γὰρ προσιέναι τῷ πάθει εἶπε· Νῦν ἡ ψυχή μου τετάρακται. Καὶ τί εἴπω;

Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Ἀββᾶ, διὰ τοῦτο ἐλήλυθα εἰς τὴν ὥραν ταύτην. Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην. Σκιᾷ κλιθείσῃ παραπλησίως ἐδεξάμην τοῦ βίου τὸ τέλος· ἀλλὰ καὶ δίκην περιφερομένων ὑπ᾽ ἀνέμων ἀκρίδων διετέλεσα οὐ πόλιν ἔχων, οὐ κώμην, οὐκ οἰκίαν, ἄλλοτε δὲ ἀλλαχοῦ καὶ εἰς ὄρη μεταβαίνων, ἔσθ᾽ ὅτε καὶ τρέχων εἰς ἔρημον.

Εἴδοσάν με καὶ ἐσάλευσαν κεφαλὰς αὐτῶν. Τοῦτό φησι διὰ τὸ ἐπὶ τῷ σταυρῷ ὄντι αὐτῷ κινεῖν τὰς κεφαλὰς, καὶ λέγειν· Ὁ καταλύων τὸν ναὸν, σῶσον σεαυτόν. Καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη. Χεῖρας ἐνταῦθα τὴν πρᾶξίν φησιν, ἣν εἰργάσατο ἀναστήσας ἑαυτὸν ἐκ νεκρῶν.

Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις, οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν. Κατῃσχύνθησαν γὰρ ἅπαντες, οὐκ ὄντος αὐτοῖς ἱερέως, οὐδὲ οὔσης θυσίας, οὔτε ἱερατείας, οὔτε λογίου, κατὰ τὴν τοῦ προφήτου φωνήν. Ὁ δὲ δοῦλός σου εὐφρανθήσεται.

Οὐδὲ τοῦτο ἡμᾶς τὸ ῥῆμα λαβεῖν εἰς ἑτέραν ὑπόθεσιν ἀναγκάσει· Παύλου λέγοντος· Ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών· καὶ Ἡσαΐου· Οὕτως λέγει Κύριος ὁ πλάσας με ἐν κοιλίᾳ δοῦλον ἑαυτῷ· καὶ αὐτὸς δέ φησιν ἐν Εὐαγγελίοις, ὡς Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι.

Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπήν. Ποία γὰρ οὐκ ἔστιν Ἰουδαίοις αἰσχύνη; Τὰ μὲν ἅγια τὰ ἑαυτῶν ὁρῶσιν ἐκ βάθρων ἠφανισμένα· τοῦτό τε τοῦ παρ᾽ αὐτῶν ἀτιμασθέντος καὶ σταυρωθέντος προσκυνούμενον μνῆμα· καὶ τὰς Ἐκκλησίας αὐτοῦ πανταχοῦ τοσοῦτον ἐπιδιδούσας εἴς τε πλῆθος καὶ δόξαν.

Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου. Ἡ ἐξομολόγησις τὴν εὐχαριστίαν σημαίνει, ἣν ποιεῖται διὰ τῶν ἐθνῶν ὁ Υἱός. Καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν. Διὰ γὰρ τῆς Ἐκκλησίας αἰνεῖ τὸν Πατέρα.

ΨΑΛΜΟΣ ΡΘʹ Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Τὴν κατὰ σάρκα γέννησιν τοῦ Κυρίου διὰ τῶν παρόντων κατασημαίνει, καὶ τὸν εὐαγγελικὸν αὐτοῦ λόγον, τὸν πάντων κατακυριεύσαντα τῶν ἐθνῶν, καὶ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον, ἧς κατάρχεται ὁ ψαλμὸς λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.

Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Καὶ τίνες ἂν εἶεν οἱ ἐχθροὶ ὁ Ἀπόστολος δηλοῖ βοῶν· Ὅταν καταργήσῃ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας, ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.

Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών. Τὸν εὐαγγελικόν φησι λόγον τὸν ἀπεσταλμένον, ὃς καὶ πάντων τῶν ἐχθρῶν ἐκυρίευσεν. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Ἢ τὸν καιρὸν τῆς κρίσεως διὰ τούτων σημαίνει, ἐν ᾧ δυνάμει θείᾳ πάντας κρινεῖ ἐλθὼν μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ· ἢ τὸν καιρὸν τῆς γεννήσεως αὐτοῦ, ἥτις καὶ ἡμέρα δυνάμεως προσαγορεύεται. Μετὰ σοῦ γὰρ ἔσται ἡ ἀρχή. Κατεξουσιάζει γὰρ τῶν ὅλων, εἰ καὶ γέγονεν ἄνθρωπος. Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου. Τὸ δὲ, Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου, οὐδὲν ἕτερον ἢ τὰς χορείας ἐκείνας τῶν ἁγίων ἀγγέλων ἡμῖν κατασημαίνει, τὰς παρὰ τὴν νύκτα ἐκείνην καθ᾽ ἣν ἐγεννήθη ὁ Χριστὸς βοώσας· Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ὅρα πῶς οἰκειοῦται τὴν κατὰ σάρκα γέννησιν τοῦ Μονογενοῦς ὁ Πατήρ.

Φησὶ γὰρ ὁ Πατὴρ πρὸς τὸν Υἱόν· Πρὸ γὰρ τοῦ ὁρωμένου κόσμου τούτου καὶ διαυγοῦς φωτὸς γεννήσεως, ἐγὼ γεγέννηκά σε. Οὐχ ὅτι γαστέρα ἔχει ὁ Θεός· ἀλλ᾽ ἐπειδὴ τὰ γνήσια, καὶ οὐ νόθα, ἐκ γαστρὸς πρωτοτοκίων πεφύκασιν.

Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Ὁ ὅρκος τοῦ Θεοῦ ὁ λόγος αὐτοῦ ἐστι, πληροφορῶν τοὺς ἀκούοντας, καὶ πίστιν ἑκάστῳ παρέχων, ὅτι ὃ ἐπήγγελται καὶ λαλεῖ, πάντως γενήσεται. Οὐ γὰρ ὡς ἄνθρωπος ὀμνύει Θεός· ἀλλ᾽ ἡμῖν ὁ λόγος αὐτοῦ ἀντὶ ὅρκου πρὸς ἀλήθειαν γίνεται, ὡς τοῦ ἀμεταμελήτου παντὸς ἐσομένου, κατὰ τὴν ἐπαγγελίαν ὅρκου τυγχάνοντος. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Ὅτι οὐ δι᾽ ἐλαίου εἰς ἱερωσύνην ἐχρίσθη ὁ Μελχισεδὲκ, ὡς Ἀαρών· καὶ ὅτι οὐ τὰς δι᾽ αἱμάτων προσήγαγε θυσίας· καὶ ὅτι τῶν ἐθνῶν ἦν ἀρχιερεὺς, καὶ ὅτι δι᾽ ἄρτου καὶ οἴνου ηὐλόγησε τὸν Ἀβραάμ.

Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς. Ἡμέραν ὀργῆς τὸν τῆς κρίσεως καιρόν φησιν, ἐν ᾗ τοὺς πάλαι βασιλεύσαντας ἐξ ἀπάτης τῶν δαιμόνων ἀνθρώπους συνθραύσει, εἰς τὴν ἄβυσσον καθείρξας αὐτούς.

Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα. Τὰ ἔθνη, φησὶ, τῶν ἀκαθάρτων δαιμόνων ἐν τῷ τῆς κρίσεως καιρῷ κολάζων, πτωμάτων ἀποδείξει πλήρη, τουτέστι τῆς εἰς τὰ κατώτερα μέρη τῆς γῆς τιμωρίας. Συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν. Ὅμοιον τῷ εἰρημένῳ παρ᾽ αὐτοῦ διὰ Ἡσαΐου· Καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς τὴν γῆν.

Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται. Χείμαῤῥον ἡ Γραφὴ τὸν πειρασμόν φησιν. Ὁδὸν δὲ τὴν κατὰ γῆν αὐτοῦ πορείαν σημαίνει, ἐν ᾗ τὸ πάθος ὑπέμεινεν ὃ καὶ διὰ τοῦ χειμάῤῥου κατέρχεται. Διὰ τοῦτο ὑψώσει κεφαλήν. Διὰ τοῦτο, ποῖον ἢ τὸ παθεῖν αὐτὸν ἐν σαρκί; Ὅμοιον δὲ τὸ εἰρημένον, τὸ, Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου.

ΨΑΛΜΟΣ ΡΙʹ. Ἀλληλούϊα. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Ἐκ προσώπου τῶν ἀποστόλων ὁ παρὼν εἰσφέρεται ψαλμὸς, διηγουμένων ὅσα τοῦ Σωτῆρος καὶ οἷα γέγονε τῆς οἰκονομίας τὰ ἔργα. Διδάσκουσι δὲ ταῦτα καὶ τὸν νέον λαὸν, ἅμα εὐχαριστοῦντες ἐπὶ τῇ αὐτῶν σωτηρίᾳ· διὸ καὶ Ἀλληλούϊα ἐπιγέγραπται. Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. Βουλὴν εὐθέων εἶπε τὸν τῆς νέας συναγωγῆς λαὸν πρὸς τὴν τῆς παλαιᾶς διαστολήν.

Ἐκείνη γὰρ οὐκ ἦν εὐθεῖα, ἅτε ἀεὶ πλανωμένη τῇ καρδίᾳ. Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Ἐν τῇ τῶν εὐθέων συναγωγῇ πάντα τὰ θελήματα τοῦ Θεοῦ εἰσιν ἐξεζητημένα. Οὐ γάρ ἐστι τῶν παρ᾽ αὐτοῦ δεδομένων ἐντολῶν ὃ μὴ ἐκζητεῖ καὶ κατορθοῖ ἡ τῶν εὐθέων συναγωγὴ, τοῦ αὐτοῦ θέλημα διαπαντὸς σπουδάζουσα ἐπιτελεῖν.

Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ. Ἔργα φησὶν ἅπερ ἐν τῇ οἰκονομίᾳ διεπράξατο. Ὑμνείσθω ἅτε μεγαλοπρεπῆ ὑπάρχοντα. Καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Δικαιοσύνην τὸν εὐαγγελικὸν λόγον φησίν· ὅτι δὴ ἐπ᾽ ἴσης πᾶσιν ἀνθρώποις τὴν σωτηρίαν προὔθηκεν.

Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος. Πάλαι μὲν ἐπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν τῷ τῆς οἰκονομίας καιρῷ ποιήσειν θαυμάσια· τὰ αὐτὰ ἐκεῖνα ἐκπληροῦν ἠθέλησε· ποῖα δὲ ἦν ἃ ἐπηγγείλατο, ἢ, Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ τὰ λοιπὰ τῶν σημείων; οὐ μὴν ἀλλὰ καὶ τῶν ἐθνῶν ἁπάντων ἡ κλῆσις, ἣν καὶ λόγῳ καὶ ἔργῳ ἐπετέλεσε.

Τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν. Τὸν νοητὸν ἄρτον φησὶ, τὸν ἐξ οὐρανῶν καταβάντα. Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ. Διαθήκης τῆς πρὸς τὸν Ἀβραάμ· ὅτι Εὐλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ἰσχὺν ἔργων αὐτοῦ.

Ὁ ἀποστολικὸς, φησὶ, χορὸς τῷ κληθέντι πρὸς πίστιν λαῷ τὴν ἰσχὺν τῶν ἔργων ἀνήγγειλε τοῦ Χριστοῦ· ἀντὶ τοῦ· Αὐτὰ τὰ ἔργα ἃ ἀεὶ ἐργάζεται ἐν τῇ ἰδίᾳ ἰσχύϊ.