Ἔργον
Μέγας Αθανάσιος – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία εις τους Ψαλμούς ΡΙΑ' - ΡΙΖ'
Υπομνηματισμός στους Ψαλμού 111 έως 117, επικεντρωμένος στην τήρηση των εντολών, τη σωτηρία του Ισραήλ και την αναστάσιμη ημέρα του Κυρίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τους Ψαλμούς ΡΙΑ' - ΡΙΖ'
Υπομνηματισμός στους Ψαλμού 111 έως 117, επικεντρωμένος στην τήρηση των εντολών, τη σωτηρία του Ισραήλ και την αναστάσιμη ημέρα του Κυρίου.
Ἀλληλούϊα. Τῆς ἐπιστροφῆς Ἀγγαίου καὶ Ζαχαρίου. ΨΑΛΜΟΣ ΡΙΑʹ. Μακάριος ὁ ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Ἐν τούτῳ διδάσκεται ὁ ἀποστολικὸς χορὸς, ὡς ἡ τῶν ἐντολῶν ἐκπλήρωσις, μακαρίους τοὺς ἐργαζομένους ἀποφαίνουσα, ἀγαθὰς προσδοκίας εἰς τὸν μέλλοντα αἰῶνα παρέχεται.
Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ. Σπέρμα τὰς ἀγαθὰς πράξεις φησὶν, αἳ καὶ δύναμιν ἕξουσι πνευματικὴν εἰς ἐκείνην τὴν πραέων γῆν, εἰς τὸ ἀπολαβεῖν αὐτοὺς ὧν εἰργάσαντο τὰς ἀμοιβάς. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ. Καὶ ἡ δόξα καὶ ὁ πλοῦτος μὴ τῶν παρερχομένων λογιζέσθω· οὐδὲν γὰρ ὅμοιον παρὰ τοῖς ἁγίοις εὑρίσκεται.
Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσι. Διὰ τῆς γνώσεως καὶ τῆς διδασκαλίας. Τίς δὲ, ἢ ὁ ἀποστολικὸς χορὸς ὁ τὴν ἀγνωσίαν ἐξελάσας τῶν ἐθνῶν διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος; Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει. Οὐ δεῖ γὰρ ἁπλῶς καὶ ἀκρίτως πᾶσι προθεῖναι τῆς μυσταγωγίας τὸν λόγον. Καὶ τοῦτο ἦν ὃ εἶπεν αὐτοῖς ὁ Κύριος· Μὴ βάλετε τὰ ἅγια τοῖς κυσίν.
Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Οὐδὲν γὰρ πρὸς τοὺς ἁγίους τῶν κολαζομένων ὁ φόβος. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι. Πένητας κἀνταῦθα τοὺς ἐνδεεῖς νοήσεις τοῦ θείου λόγου, τὰ ἔθνη δηλονότι· οἳ γεωργῶν δίκην τὸν νοητὸν κατέσπειραν λόγον. Οὐδὲν γὰρ κωλύει καὶ ἱστορικῶς αὐτὸ δέξασθαι.
Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα, καὶ τὰ ἑξῆς. Τοῦ διανείμαντος δηλονότι τὸν εὐαγγελικὸν λόγον. Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται. Ἁμαρτωλὸν τὸν διάβολόν φησιν, ὃς καὶ σωζομένων τῶν ἐθνῶν ἀγανακτήσει, ἅτε τὴν πάντων διψήσας ἀπώλειαν.
ΨΑΛΜΟΣ ΡΙΒʹ. Ἀλληλούϊα. Ὑπόθεσις. Ἐν τούτῳ διδάσκεται ὁ νέος λαὸς ἀδιάλειπτον ὕμνον προσφέρειν τῷ λυτρωσαμένῳ· ἅμα δὲ καὶ τῶν ἐθνῶν ἁπάντων κατασημαίνει τὴν κλῆσιν. Αἰνεῖτε, παῖδες, τὸν Κύριον, αἰνεῖτε τὸ ὄνομα τοῦ Κυρίου. Διδάσκεται ὁ νέος λαὸς, ὡς, εἰ καὶ ἀνελήφθη ὁ Κύριος ἡμῶν, καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, ἀλλ᾽ οὖν καὶ οὕτως πλήρης ἐστὶ πᾶσα ἡ γῆ, καὶ ἀπολαύει τῆς ἐπισκοπῆς αὐτοῦ.
Ὁ ἐγείρων ἀπὸ γῆς πτωχόν. Τὸν τῶν ἐθνῶν δηλονότι λαόν. Ὁ κατοικίζων στείραν ἐν οἴκῳ. Στείρα μὲν ἡ τῶν ἐθνῶν πληθὺς, ἥτις καὶ οἶκος γέγονε πνευματικὸς, ἅτε τὸν Κύριον ἔνοικον ἔχουσα. Γέγονε δὲ καὶ πολλῶν τέκνων μήτηρ μετ᾽ εὐφροσύνης. Ἐσώθη γὰρ αὐτῆς τὰ τέκνα διὰ τῆς πίστεως τῆς εἰς Χριστόν. Ἔχει δέ τινα καὶ ἀντιδιαστολὴν πρὸς τὴν συναγωγὴν, ὅτι ἐκείνη οὐκ εὐφράνθη ἐπὶ τοῖς τέκνοις, ἅτε ἀπωλείᾳ παραδεδομένοις.
ΨΑΛΜΟΣ ΡΙΓʹ. Ἀλληλούϊα. Ὑπόθεσις. Καὶ ἐν τούτῳ ἡ κλῆσις τῶν ἐθνῶν κατασημαίνεται. Διδασκαλία τε πρὸς τοῦτο αὐτοῖς τοῖς σωζομένοις ἐπὶ τῷ καὶ τὴν Παλαιὰν εἰδέναι Διαθήκην, οὖσαν Θεοῦ, καὶ τὴν προτέραν σωτηρίαν τοῦ ἐκ περιτομῆς λαοῦ, διὰ τοῦ Κυρίου γεγενημένην.
Ἐν ἐξόδῳ Ἰσραήλ ... Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ. Ὅτε, φησὶν, ἀπηλλάγη τῆς τῶν Αἰγυπτίων δουλείας· τότε ἡ Ἰουδαία ἁγίασμα αὐτοῦ γέγονεν. Οὐκ αὐτοῦ δὲ Ἰσραὴλ ἦρξε μόνου, ἀλλὰ νῦν, φησὶν, εἰς πάντα τὰ ἔθνη ἡ χάρις δίδοται.
Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοί. Τοῦ Θεοῦ τὰς ἐπιφανείας ἐν αὐτοῖς ποιουμένου, οἱονεὶ ἐσκίρτων ἐπὶ τῇ τοῦ Ἰσραὴλ σωτηρίᾳ. Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Ἐπειδὴ ἄλογα ἦν ἐκεῖνα καὶ ἄψυχα, αὐτὸς ποιεῖται ὑπὲρ αὐτῶν τὴν ἀπόκρισιν.
Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ. Τοῦτο ἕκαστον, φησὶ, διὰ τὸν ἐπιφανέντα γεγένηται Κύριον. Ταύτην αἰτίαν τῆς γῆς ὁ κλόνος καὶ ἡ τῆς θαλάσσης διαίρεσις. Αὐτὸς γὰρ καὶ τὴν ἄγονον πέτραν τὴν πάσης ἰκμάδος ἐστερημένην, καὶ μηδὲ τομῆς διὰ τὸ στερέμνιον ἀνεχομένην, τῇ προσχύσει τῶν ὑδάτων ἐπέκλυσε, πηγὰς ἐκεῖθεν ὑδάτων ἀφθόνους ἀναδοθῆναι κελεύσας. Οὐδὲν οὖν, φησὶ, θαυμαστὸν γεγένηται· προσέταξε γὰρ ὁ ποιητὴς, καὶ διῃρέθη τὸ πέλαγος, καὶ ἡ ἀκρότομος ἔβλυσε πέτρα, καὶ ὁ οὐρανὸς ἐχορήγησε μάννα, οἱ ἄνεμοι τὴν ὀρτυγομήτραν συνήθροισαν· καὶ τἄλλα πάντα αὐτοῦ γεγένηται νεύσαντος.
Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ᾽ ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Ἔοικεν αἰνίττεσθαι τοῦ ἐκ περιτομῆς λαοῦ τὴν ἀπόπτωσιν· εὐχήν τε τούτοις παραδιδόναι πρὸς ἐξομολόγησιν, ὡς μηκέτι τὴν ἐπισκοποῦσαν θείαν ἔχουσι δύναμιν. Διδάσκει δὴ λέγειν ὡς ἡμεῖς μὲν ἀνάξιοι τῆς χάριτος ἧς ἅπαν ἔθνος ἠξίωται. Πλὴν διὰ τὸ σὸν ὄνομα ποίησον τὸ ἐξ ἀρχῆς ἐπικληθὲν ἐφ᾽ ἡμᾶς. Ἀλλ᾽ οὐ δικαιοσύνης διδοὺς ἀμοιβὰς, Θεὸς ὢν ἀληθινὸς, ἀλλ᾽ οὐχ οἷα τὰ εἴδωλα· διόπερ ἐπήγαγεν· Τὰ εἴδωλα τῶν, ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Τινῶν τῶν ἀντιγράφων ἀρχὴν ἔχει ταῦτα ἑτέρου ψαλμοῦ, ὡς εἶναι τοῦτον ἑκατοστὸν τεσσαρεσκαιδέκατον. Ἡμεῖς δὲ, τῷ Ἑβραϊκῷ παρεπόμενοι μέρει, εἶναι ταῦτα τιθέμεθα τοῦ ἑκατοστοῦ τρισκαιδεκάτου. Παιδεύονται γὰρ οἱ παῖδες οἷς ἔλεγεν· Αἰνεῖτε, παῖδες, Κύριον· τουτέστιν ὁ νέος λαός. Ποῖον Κύριον προσῆκόν ἐστιν αἰνεῖν; Αὐτὸν δὴ τὸν ἐπὶ τῶν ἐξ Αἰγύπτου τοσαῦτα τερατουργήσαντα, μετὰ τοῦ μαθεῖν ὁποῖοί τινες ἦσαν οἱ πάλαι τούτων θεοί. Τὰ γὰρ εἴδωλα οὐ μόνον οὐδὲν εἶχον ὅμοιον τῷ παραδοξοποιοῦντι Θεῷ, ἀλλ᾽ οὐδὲ τοῖς τῶν ἐμψύχων ἐσχάτοις, οἷς αἰσθήσεως μετέχει. Κἀκεῖνα μὲν ἔργα Θεοῦ, ταῦτα δὲ τέχνης ἀνθρώπων. Διδάσκονται δὲ λέγειν· Ὅμοιοι αὐτοῖς γένοιντο. Οὐκ ἀνθρώποις ἐπαρώμενοι.
Μανθάνομεν δὲ οἷον τὸ τῆς εἰδωλολατρείας τέλος ἀπόκειται. Οἱ γὰρ ἀναισθήτως ἐπανέχοντες οὐδὲν αὐτῶν κατὰ γνώμην διοίσουσιν. Τοσαύτην βλάβην αὐτοῖς τῆς ἐμφωλευούσης δαιμονικῆς ἐνεργείας ποιούσης. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά.
Ἔσονται οὕτως ἀπολλύμενοι, ὡς τὰ χρήματα καὶ οἱ θησαυρίζοντες αὐτά. Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον. Ταῦτα τὰ ἔθνη φασὶν, ὅτι, ὥσπερ πάλαι πιστεύσαντα τὸν Ἰσραὴλ ἔσωσεν, οὕτω καὶ νῦν τὰ ἔθνη σώσει. Οἱ γὰρ φοβούμενοι τὸν Κύριον, τὰ ἔθνη εἶεν ἄν. Ὑπεξαιρουμένου γὰρ τοῦ οἴκου Ἰσραὴλ, τουτέστι παντὸς τοῦ πλήθους, καὶ τοῦ οἴκου Ἀαρὼν καὶ τοῦ οἴκου Λευΐ· τίνας ἑτέρους εἶναι συμβαίνει τοὺς φοβουμένους τὸν Κύριον, ἢ τὸν ἐξ ἐθνῶν λαόν;
Προσθείη Κύριος ἐφ᾽ ἡμᾶς, ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ἡμῶν. Αὐτὸς γάρ ἐστιν οὗ τοὺς νόμους φυλάττομεν. Ἵνα γὰρ μὴ νομίσῃ τις ἄλλου τινὸς εἶναι τὴν διὰ Μωϋσέως νομοθεσίαν, πρὸ τῆς τούτων δόσεως τὰ περὶ τῆς κοσμοποιίας παρέδωκε· δι᾽ ἧς ἕνα Θεὸν εἶναι διδάσκει, τὰ δὲ λοιπὰ γενητά.
Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε. Νεκροὺς καλεῖ τοὺς τῶν δαιμόνων θεραπευτὰς, τοὺς μὴ ἔχοντας ἐν αὑτοῖς τὴν ζωὴν, τουτέστι τὴν γνῶσιν τοῦ μόνου Θεοῦ.
Ἀλληλούϊα. ΨΑΛΜΟΣ ΡΙΔʹ. Ὑπόθεσις. Ἐν τούτῳ ἀγῶνα τῶν τὴν εὐαγγελικὴν πολιτείαν μετερχομένων σημαίνει, καὶ τὴν κατὰ Θεὸν αὐτῶν νίκην, καὶ τὸν ἐσόμενον ὑπὲρ τῶν πόνων στέφανον. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. Καὶ τίνα ἠγάπησε; Κύριον τὸν Θεὸν ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης διανοίας, καὶ ἐξ ὅλης ἰσχύος· καὶ τῆς ἀγάπης μισθὸν ἐδέξατο τὴν ὑπακοήν.
Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Καὶ ποίαις ἡμέραις, ἢ ταῖς τοῦ ἀγῶνος, ὅτε ἐκινδύνευσεν αὐτοῦ ἡ ψυχή; Περιέσχον με ὠδῖνες θανάτου. Τὴν ὑπερβολὴν κατασημαίνει τῶν θλίψεων, τῶν γενομένων αὐτῷ διὰ τὴν εὐσέβειαν, ἢν καὶ ὠδῖνας θανάτου καὶ κινδύνους ᾅδου, καὶ θλίψιν καὶ ὀδύνην ἀποκαλεῖ. Ἀλλὰ διὰ τοῦ ἐπικαλεῖσθαι τὸν Θεὸν ὑψηλότερος τούτων γέγονε, φησί. Διὸ καὶ ἐν προοιμίοις ἔλεγεν· Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς δεήσεώς μου.
Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου. Ἑνικῶς ἀνωτέρω, ὅτι Καὶ ἐπεκαλεσάμην ἐν ταῖς ἡμέραις μου. Τίς ἡ ἐπίκλησις διδάσκει. Καὶ ποία αὕτη, ἢ τὸ, Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου; Εἶπε δὲ ταῦτα εἰδὼς, ὡς ἐλεήμων ἐπακούσεται. Καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.
Ἔλεός ἐστι πάθος ἐπὶ τοὺς παρ᾽ ἀξίαν τεταπεινωμένους παρὰ τῶν συμπαθῶς τεθειμένων γινόμενον. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἐξ ἐνδόξων γεγόναμεν ἄδοξοι, τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς ἐκπεσόντες, οἷοι ἀνθ᾽ οἵων γεγόναμεν ὁρῶν ἡμᾶς ὁ Θεὸς, ἐλεεῖ. Ἐλέου γὰρ ἀνεκαλεῖτο φωνὴ τὸν Ἀδάμ· Ποῦ εἶ; δῆλον τὸ, Πόθεν ποῖ πέπτωκας;
Φυλάσσων τὰ νήπια ὁ Κύριος. Νήπιά φησι τοὺς διὰ Πνεύματος ἁγίου ἐν Χριστῷ ἀναγεννηθέντας, τοὺς κατὰ τὴν Ἰησοῦ ἐντολὴν νηπίους ὄντας, τῷ ἐπιστρέφθαι καὶ γεγονέναι ὡς τὰ παιδία. Αὐτοὺς ὁ Κύριος φυλάσσει, οὐκ ἐῶν προσβαλεῖν αὐτοῖς τοὺς πολεμίους, τῷ μήπω καιρὸν ἔχειν ἀγῶνος. Νήπια γάρ φησι τοὺς διὰ Πνεύματος ἁγίου ἐν Χριστῷ Ἰησοῦ ἀναγεννηθέντας.
Καὶ κατὰ τὸν ἁπλοῦν γὰρ λόγον, αὐτὸς ἐν μήτρᾳ φυλάττει τὰ βρέφη· ἐν ᾧ τῷ μόρῳ σμικρῷ καὶ τοσαύτης ὑγρότητος πλήρης καὶ μήτε κινεῖσθαι μήτ᾽ ἀναπνεῖν συγχωροῦντα κωλύων ἀποπνιγῆναι, καὶ κίνησιν διδοὺς καὶ τροφὴν, καὶ περιψυχόμενα κωλύων ἀποθανεῖν, ἐπειδὰν ἐκ τῆς ἐν μήτρᾳ θερμότητος εἰς ἀήθη τόπον προέλθοι. Ἢ καὶ οὕτως· Ἐπειδὴ ἐταπεινώθην ὡς νήπιον, καὶ ὡς παιδίον ἐδεξάμην τὴν βασιλείαν τῶν οὐρανῶν, ὁ φυλάσσων τὰ νήπια Κύριος ἔσωσέ με. Καὶ ἄλλως· Τοὺς κατὰ τὴν ἐντολὴν Ἰησοῦ νηπιάζοντας, τὸ στραφέντας καὶ ὡς παιδία γεγονέναι, αὐτὸς ὁ Κύριος φυλάσσει, τὸ μήπω καιρὸν ἔχειν ἀγῶνος, ἀπειράστους τηρῶν. Ἀλλ᾽ ἐμὲ, ὡς ὑπεραναβεβηκότα τοὺς παῖδας, διὰ μεγάλων ταπεινώσας ἀγώνων, ἀκαταγώνιστον ὅμως ἐτήρησεν.
Ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου. Ἀνάπαυσιν αὐτοῦ τὰς ἄνω λέγει μονὰς, ἃς ἀπολήψεται τῶν ἀγώνων εἰς ἀντιμισθίαν. Ἀνάπαυσις δ᾽ αὖ πάλιν τῆς ψυχῆς ἡ τῶν ἁμαρτημάτων ἀποχή. Ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου. Θανάτου τῆς ἁμαρτίας φησίν· ὃν καὶ δεδοικὼς μήπως ἆρα εἰς αὐτὸν κατηνέχθη, οὐ διέλειπε δακρύων, τὴν ἐξ αὐτοῦ φυγὴν αἰτῶν, οὗ δὴ χάριν καὶ οἱ πόδες αὐτοῦ, τουτέστι τὰ διαβήματα τῆς ψυχῆς, ἐν τῇ κατὰ Θεὸν ἔστησαν στάσει, παντὸς ὀλίσθου κρείττους γενόμενοι.
Χώραν δὲ ζώντων τὴν ἐπουράνιόν φησι Ἱερουσαλὴμ, ἐν ᾗ οἱ κατὰ Θεὸν ἀγωνισάμενοι ὡς ἄριστοι νικηφόροι ἀκούσονται τὸ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ.
ΨΑΛΜΟΣ ΡΙΕʹ. Ἀλληλούϊα. Ἐπίστευσα, διὸ ἐλάλησα. Εἰρηκώς· Ἐπίστευσα, διὸ ἐλάλησα, ὡς εὐαρεστήσας τῷ Κυρίῳ, ἐν ταῖς ἄνω παραγενόμενος μοναῖς, φησίν· ὡς οὐκ ἂν τοῦτον προσέφερε τὸν λόγον, εἰ μὴ θαῤῥήσας ἦν ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις· αἱ δὲ ἦσαν ἐλέους γέμουσαι· Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι αὐτοὶ χαρήσονται. Εἰ δὲ πλήρεις ἦσαν οἱ ὀφθαλμοὶ δακρύων, δηλονότι τὴν ἀγαλλίασιν ἐν ἐκείναις ἀπολήψονται ταῖς μοναῖς. Τὴν δὲ λέξιν ταύτην προσφέρει Κορινθίοις ὁ Παῦλος, Ἔχοντες, εἰπὼν, τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ, Ἐπίστευσα, διὸ ἐλάλησα. Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην· στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Πνεῦμα πίστεως λέγων, ἤτοι τὴν ἕξιν τὴν ἀπ᾽ αὐτῆς ἐγγινομένην, ἢ τὸ ἐπιχορηγούμενον ἐκ Θεοῦ τῷ πίστιν ἔχοντι πνεῦμα. Συνᾴδει δὲ τῷ· Ἐπίστευσα, διὸ ἐλάλησα, τοιοῦτον καὶ τό· Ἐὰν μὴ πιστεύσητε, οὐδ᾽ οὐ μὴ συνῆτε. Πρῶτον πιστεύει τις, εἶτα συνιεῖ, καὶ μετὰ ταῦτα λαλεῖ. Ὅτε δὲ, φησὶ, πιστεύσας ἐλάλησα μεγάλα, τότε μηδὲν ἐμαυτὸν ἰδὼν ἐταπεινώθην σφόδρα. Τοιοῦτον τὸ τοῦ Ἰωάννου περὶ τοῦ Ἰησοῦ· Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
Ἠλαττοῦτο γὰρ, οὐκ ἀποβαλών τι οὗπερ εἶχε μεγέθους· ἀντιπαραθέσει δὲ τῆς καθ᾽ ὑπεροχὴν Χριστοῦ διδασκαλίας καὶ πολιτείας. Οὕτω νῦν τὸ, ἐταπεινώθην, οὐ κατὰ ὕψους ἀφαίρεσιν εἶπεν, ἀλλ᾽ ἐκ τῆς μείζονος ἢ καθ᾽ ἑαυτὸν θεωρίας.
Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Γενόμενος, φησὶν, ὑπὲρ ἄνθρωπον, πάντα τὰ ἀνθρώπινα ἐξηυτέλισα. Ἡ γὰρ ἔκστασις τὴν ἀλλοίωσιν σημαίνει. Εἰρηκὼς, φησὶν, ὡς Εὐαρεστήσω Κυρίῳ, εἶτα εἰδὼς, ὡς πᾶς ἄνθρωπος ψεύστης· λογισμοὶ γὰρ ἀνθρώπων δόλιοι· τούτου χάριν ἐταπείνουν ἑαυτὸν καὶ ἐσκληραγώγουν ταῖς κακοπαθείαις, μήπως τῆς τοιαύτης ἐκπέσω στάσεως.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ἄλλη, φησὶν, οὐκ ἔσται ἡμῖν ἀμοιβὴ ὧν εἰλήφαμεν παρὰ Θεοῦ, ἢ ὑπὲρ αὐτοῦ ὑπομεῖναι θάνατον, καὶ ταύτῃ μιμεῖσθαι τὸν ἑαυτῶν Δεσπότην. Οὗτος δὲ δὴ ὁ θάνατος καὶ τῶν σφόδρα τιμίων ἔσται παρὰ Θεῷ.
Ὦ Κύριε, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. Θαῤῥῶν δοῦλον ἑαυτὸν εἶναί φησι κατὰ τὸν ἀπόστολον· παιδίσκης δὲ υἱὸν, τῆς προτέρας εἰσαγωγῆς τῆς διὰ νόμου φησίν. Διέῤῥηξας τοὺς δεσμούς μου. Καὶ τίνες οἱ δεσμοὶ ἢ οἱ τῆς ἁμαρτίας, κατὰ τὸ εἰρημένον· Σειραῖς γὰρ ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται; Σοὶ θύσω θυσίαν αἰνέσεως. Ὡς ἐν προκοπῇ γενόμενος τὰς μὲν δι᾽ αἱμάτων παραιτεῖται, τὰς δὲ αἰνέσεως ἐπιτελεῖν ἐπαγγέλλεται.
Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω. Εὐχὰς τὰς ἐπαγγελίας φησί. Τί δὲ ἐπηγγείλατο, ἢ, τὸ ποτήριον τοῦ Κυρίου λαβὼν, ἐπικαλεῖσθαι αὐτοῦ τὸ ὄνομα; Ὃ καὶ ποιήσω, φησὶν, ἐπειδὰν ἐν ταῖς θείαις αὐλαῖς γενοίμην· τὴν Ἐκκλησίαν Χριστοῦ, ἢ τὴν ἐπουράνιον Ἱερουσαλήμ.
Ἀλληλούϊα. ΨΑΛΜΟΣ ΡΙϛʹ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη ... ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾽ ἡμᾶς. Οὐκ ἂν, φησὶ, τῆς τοιαύτης μεταβολῆς ἐτύγχανε τὰ ἔθνη, εἰ μὴ ἐπικρατέστερον τῶν ἡμετέρων ἁμαρτιῶν τὸ ἔλεος ἐγένετο τοῦ Θεοῦ. Καὶ ἡ ἀλήθεια Κυρίου μένει εἰς τὸν αἰῶνα· ἣν γὰρ διὰ τῶν ἁγίων προφητῶν ὑπέσχετο δέδωκε σωτηρίαν. Τοῦτο καὶ ὁ μακάριος Παῦλος, τῶν πρὸς Ῥωμαίους γραμμάτων ἀρξάμενος· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις· καὶ πάλιν δέ· Λέγω Χριστὸν Ἰησοῦν διάκονον γενέσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Ἐπειδὴ τοίνυν πεπλήρωκε τὰς ὑποσχέσεις ὁ τῶν ὅλων Θεὸς, καὶ ἣν ὑπέσχετο δέδωκε σωτηρίαν, καὶ ἀνέῳξεν ἅπασι τὰς τοῦ ἐλέους πηγὰς, καὶ ὑμεῖς οἱ ἐξ Ἰουδαίων προσεληλυθότες, καὶ ὑμεῖς οἱ ἐξ ἐθνῶν πεπιστευκότες, σύμφωνον ὑμνῳδίαν κεράσαντες, τὸν εὐεργέτην ἀμείψασθε.
Ἀλληλούϊα. ΨΑΛΜΟΣ ΡΙΖʹ. Ὑπόθεσις. Διδάσκεται ὁ νέος λαὸς ὁ συνεστηκὼς ἔκ τε Ἰουδαίων καὶ τῶν ἐθνῶν, ὡς ἕνα μόνον δεῖ ἐπικαλεῖσθαι βοηθὸν, αὐτὸν τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, καὶ ἐξ αὐτοῦ ἐν καιρῷ διωγμοῦ τὴν ἐπικουρίαν ζητεῖν πᾶσαν, τὴν ἐξ οὐρανοῦ παραπεμπομένην βοήθειαν· αὐτῷ τε ἀναφέρειν τῆς νίκης τὰ χαριστήρια· αἰτεῖν τε τὰς διὰ τῶν ἀρετῶν ὁδοὺς, καὶ πρὸς τούτοις ἅπασιν ἐξομολογεῖσθαι τῷ Κυρίῳ τῷ ὀνομαζομένῳ λίθῳ· ἀπηγορευμένῳ μὲν παρὰ τῶν οἰκοδόμων, γενομένῳ δὲ εἰς κεφαλὴν γωνίας.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτω δὴ οἶκος Ἰσραήλ. Πρώτους αὐτοὺς τῆς ἐξομολογήσεως ἄρχεσθαι παρακελεύεται, ἅτε πρώτους κεκλημένους διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος.
Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν. Δύο διδάσκει ὁ παρὼν στίχος, ὡς καὶ θλίψεως ἔχειν δεῖ τοὺς προσερχομένους τῇ πίστει, κατὰ τὸ, Προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν.
Καὶ θλιβόμενον μὴ ἕτερον ἐπικαλεῖσθαι βοηθὸν ἢ αὐτὸν τὸν Κύριον, ὃς καὶ τὴν θλίψιν ἡμῶν εἰς εὐρυχωρίαν ἄγει πολλήν. Τῶν μικρῶν γὰρ πόνων μεγάλας ἀποληψόμεθα τὰς ἀμοιβάς. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με ... Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ὁ μὲν γὰρ τοῦ Θεοῦ λαὸς μόνον ἐκάλει τὸν Θεὸν, καὶ τὸ ὄνομα λέγων αὐτοῦ ἠμύνετο τοὺς φαινομένους καὶ ἀφανεῖς πολεμίους· οἱ δὲ τούτοις ἐπιβουλεύοντες ἄνθρωποι μόναις θαῤῥοῦσιν ἀρχαῖς τε καὶ δυναστείαις ἀνθρώπων. Τὸ δὲ, πάντα τὰ ἔθνη, ὑπερβολικόν· τὴν γὰρ Ἰουδαίαν πᾶσαν ἐκύκλουν πάντα τὰ ἔθνη. Ἢ παρέοικε τῷ· Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· δηλαδὴ τοὺς ἐμπαθεῖς λογισμοὺς ὑπὸ δαιμόνων ἐπαγομένους, καὶ λόγους ἐπαφεῖεν σοφιστικούς.
Ταῦτα γὰρ ἀνατρέψει τὰ ἔθνη. Ἔσθ᾽ ὅτε καὶ ἀναιρεῖται τούτους ἐπικλήσει Θεοῦ, τὰς παθητικὰς ἐκκόπτων ὁρμὰς, καὶ λόγους ἀνατρέπων σοφιστικούς. Οἱ δὲ κηφῆνες, ταῖς μελίτταις παρεοικότες, ὡς καὶ λανθάνειν τοὺς ἀγνοοῦντας, οὐ κέντρον ἔχουσιν, οὐκ ἐργάζονται μέλι· σῶμα δὲ μεῖζον ἔχοντες, τῶν μελιττῶν τὸ ἔργον ἐσθίουσιν· οὓς καὶ διαφθείρουσι μετ᾽ ἀλλήλων αἱ μέλιτται συνιστάμεναι. Ἔστιν οὖν ἡ Ἐκκλησία μέλισσα· μελιττουργὸς δὲ ἡ τὴν τοῦ Θεοῦ προτιμῶσα σοφίαν· ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται, καίπερ ἀσθενοῦς οὔσης· κατὰ τὸ, Μὴ ἐν πειθοῖ σοφίας ἀνθρωπίνης ἔχειν τὸ κήρυγμα. Ὅμως ἔχει τὸ κέντρον ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως Θεοῦ, τὸν τῆς πίστεως ἔχουσα λόγον· ὡς καὶ ἀναιρεῖν τὰς αἱρέσεις, καθάπερ κηφῆνας, ἐλέγχῳ ταύτας διχοτομοῦσα τῆς ἀληθείας.
Μία μὲν ἡ τιμήσασα τὴν σοφίαν τοῦ Θεοῦ μέλισσα· πολλαὶ δὲ τῆς τοῦ Θεοῦ σοφίας ἀπέστησαν· οὐ μέλισσαι, ἀλλ᾽ ὡς μέλισσαι κηφῆνες ὑπάρχουσαι· βουλόμενοι τῆς μιᾶς ἀναλῶσαι τὸ μέλι, καὶ ὡσεὶ πῦρ ἐν ἀκάνθαις ἐκκαίονται· τὸ γὰρ αἰσχρὸν ἐπιθυμιῶν οἱ ἀπὸ τῶν αἱρέσεων ἐκκαίουσι πῦρ· καθώς φησιν ὁ Παῦλος· Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ᾽ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν. Ἀκάνθας δὲ τὰς ἡδονὰς ἡρμήνευσε τὸ Εὐαγγέλιον· ὧν τοὺς λόγους ὁ τὸν Θεὸν καλῶν ἀνατρέπει. Τὰ γὰρ ὅπλα αὐτοῦ οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ καθαιροῦντα πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.
Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων. Ὡς ἤδη ἀνῃρημένων τῶν νοητῶν ἐχθρῶν τῶν κατὰ καιροὺς διωξάντων τὸν τοῦ Θεοῦ λαὸν, εἰκότως λοιπὸν τῆς ἀγαλλιάσεως αἱ φωναὶ ἀκούονται, καὶ οὐχ ἑτέρωθί που ἢ ἐν ταῖς τῶν δικαίων σκηναῖς.
Δεξιὰ Κυρίου ἐποίησε δύναμιν. Αὕτη ἡ τῆς ἀγαλλιάσεως φωνὴ ἡ γενομένη παρὰ τὴν Ἐκκλησίαν, τὸ ὁμολογεῖν, ὅτι αὐτὴ μόνη ἡ τοῦ Κυρίου δύναμις τοὺς ἀγωνιζομένους διέσωσε καὶ ὑψηλοτέρους ἀπέδειξεν. Ἀνοίξατέ μοι πύλας δικαιοσύνης. Πύλας δικαιοσύνης τὰς κατ᾽ ἀρετὴν νοήσεις προκοπὰς, ἃς καὶ ὁδεύουσιν οἱ τοὺς καιροὺς τῶν θλίψεων ὑπομείναντες.
Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. Οἱ διὰ τῶν ἀρετῶν περιπατοῦντες εἰς ἐκείνην ἀπαντήσουσι τὴν πύλην, τὴν εἰς αὐτὴν ἄγουσαν τὴν τοῦ Κυρίου θεωρίαν. Καὶ ποία αὐτὴ, ἢ τῆς καρδίας καθαρότης; Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι τὸν Θεὸν ὄψονται.
Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Σοὶ αὐτῷ τῷ γεγονότι δι᾽ ἡμᾶς λίθῳ ἀπηγορευμένῳ ἀπεδοκίμασαν μὲν οἱ οἰκοδομοῦντες· μετὰ δὲ τὴν τῶν ἐθνῶν μεταβολὴν ἑτέρας γωνίας κεφαλὴ γέγονας· καὶ ποία αὕτη;
Συνῆψε τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον. Αὕτη ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος. Καὶ τίς ἂν εἴη, ἢ ἡ ἀναστάσιμος τοῦ Κυρίου ἡμέρα; Ποία δὲ αὕτη ἡμέρα ἀλλ᾽ ἢ ἡ σωτήριος τῶν ἐθνῶν ἁπάντων, καθ᾽ ἣν ὁ ἀποβληθεὶς λίθος γέγονεν εἰς κεφαλὴν γωνίας;
Σημαίνει δὲ ὁ λόγος τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμῶν, τήν γε ἐπώνυμον αὐτοῦ γενομένην, δηλαδὴ Κυριακήν. Ὦ Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Τοῦτο καὶ ἡ ἐν Ἱεροσολύμοις δοξολογία ἐπὶ τίνα φέρεσθαι ἐδίδαξεν. Τὸ δὲ, Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου, ταῦτα οἱ προφῆταί φασι πρὸς τοὺς πιστεύοντας τῷ Χριστῷ. Μακαρίους, φασὶν, ἀποκαλέσομεν ὑμᾶς, ὅτι δὴ οἶκος γεγόνατε πνευματικός· ἐνοικεῖ γὰρ ἐν ὑμῖν ὁ Κύριος. Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσι. Συστήσασθε ἑορτήν. Συνιέναι κελεύει τοὺς προσελθόντας τῇ πίστει, καὶ πληροῦν τὴν θείαν σκηνὴν, ὡς καὶ μέχρι τῶν κεράτων φθάνειν τοῦ θυσιαστηρίου διὰ τὸ πλῆθος. Πυκάζοντα δὲ τὰ χερουβίμ φησι, τὰ ἐπισκιάζοντα τὸ ἱλαστήριον· τοῦτο γάρ ἐστι τὸ, πυκάζουσι. Πυκάζειν γὰρ τὸ σκέπειν.
Τὰ χερουβὶμ δὲ ἔσκεπον ταῖς πτέρυξι τὸ ἱλαστήριον. Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι. Ταύτην ἀναφέρειν τῷ Σωτῆρι Χριστῷ διδάσκονται τὴν φωνήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.