Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τοὺς Ψαλμούς

Μέγας Αθανάσιος

Ερμηνεία εις τον Ψαλμόν ΡΙΗ'

Εκτενής ανάλυση του 118ου Ψαλμού, σχετικά με την αδιάλειπτη μελέτη του θείου νόμου, τον φωτισμό του νοός και την υπομονή στους διωγμούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 13 από 16

Ἀλληλούϊα. ΡΙΗʹ. Ὑπόθεσις. Ἐν τούτῳ τῶν ἁγίων διαγράφει τὴν πολιτείαν, τοὺς ἀγῶνας, τὰς θλίψεις, τὰ σκάμματα, τὰς τῶν δαιμόνων ἐπαναστάσεις, τοὺς μυρίους ὑποβαλλομένους λογισμοὺς, τὰς παγίδας, τὰ θήρατρα· οὐ μὴν ἀλλὰ καὶ τὰ δι᾽ ὧν περιγένωνται, τὸν νόμον, τὰ λόγια, τὴν ὑπομονὴν, τὴν ἄνωθεν συμμαχίαν· ἔπειτα μετὰ τοὺς πόνους, βραβεῖα, τοὺς στεφάνους, τὰς ἀμοιβάς.

Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ. Ὁ μηδαμῆ μηδαμῶς ἁμαρτάνων, οὗτος ἂν εἴη ἄμωμος καὶ μὴν καὶ μακάριος. Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Οὐ γὰρ δεῖ ποτὲ μὲν κατορθοῦν τὸν νόμον, ποτὲ δὲ παραβάτην γενέσθαι. Τί γὰρ κέρδος τοῦ ἐξερευνῆσαι τὰ μαρτύρια αὐτοῦ ἁπλῶς, καὶ ἐξ ὅλης δὲ καρδίας τὸν Θεὸν μὴ ἐκζητεῖν;

Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Οὐκοῦν τὸν θεῖον νόμον οὐκ οἶδεν ὁ ἁμαρτάνων· τὸ γὰρ γινώσκειν ἐστὶ τὸ ἐργάζεσθαι αὐτόν. Σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα.

Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. Γνοὺς, ὡς τῆς ἄνωθεν ἐπικουρίας χωρὶς οὐ δυνατόν τινα φύλακα γενέσθαι τοῦ νόμου, εὐχῇ τοῦτο ἑαυτῷ κατορθοῖ· τὸ, ὄφελον, ἀντὶ τοῦ, γένοιτο, κεῖται.

Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας. Μετὰ τὴν εὐχὴν καὶ τὸ ἀπὸ προαιρέσεως τίθησιν. Ἀρχὴ δὲ τῆς σωτηρίας ἡ ἐξομολόγησις. Μή με ἐγκαταλείπῃς ἕως σφόδρα. Πάλιν τὴν ἄνωθεν συμμαχίαν ἐπικαλεῖται. Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ;

Πολλῶν, φησὶν, ἐστὶν ἡ νεότης σκανδάλων μεστή. Πῶς οὖν τις ταῦτα ὑπερέβη, ἢ διὰ τοῦ ἔχειν τὴν μνήμην τοὺς τοῦ Θεοῦ λόγους διαπαντός; ἡ γὰρ ἔννοια τοῦ θείου νόμου καὶ καθαρτικὴ καὶ φυλακτικὴ πάντως ἐστίν.

Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε. Εἰ ἡ μνήμη τοῦ Θεοῦ, φησὶ, τοὺς Σατανικοὺς ἐκδῦναι παρασκευάζει βρόχους, ἐγὼ δὲ ἐμαυτοῦ ὅλην τὴν διάνοιαν ἀνέθηκά σοι τῷ Θεῷ· ἄξιός εἰμι τῶν σῶν ἔξω μὴ μένειν ἐντολῶν. Ἅ φησι, μὴ ἀπογνόημά τις ᾖ πρὸς ὅπερ ἐροῦμεν, ἐπιθυμίᾳ τῇ περὶ τὸν νόμον χρώμενοι, δέδωκε τὴν ἀσυνεσίαν· ἢ πολλοῖς τὴν σπουδὴν εἰς τοὐναντίον περιίστησι, καὶ ἐν οἷς δοκοῦσι κατορθοῦν ἐσφάλησαν, κατὰ τὸ λεγόμενον παρὰ Σολομῶνι· Ἔστιν ὁδὸς ἣ δοκεῖ παρὰ ἀνθρώποις ὀρθὴ εἶναι· τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου. Οὐκοῦν ὅστις ἐξ ἡμισείας καρδίας τὸν Θεὸν ἐπιζητεῖ, νῦν μὲν αὐτῷ, νῦν δὲ τῷ κόσμῳ σχολάζειν βουλόμενος, τοῦτον ἀποβάλλει τῶν οἰκείων ἐντολῶν, ὡς στρατιώτην ἀδόκιμον.

Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου. Εἰ μὴ γὰρ καθάπερ ἐν θησαυροῖς τις τῇ καρδίᾳ ἐναποκλείσῃ τὰς τοῦ Θεοῦ ἐντολὰς, ἔρχεται ὁ κακοῦργος καὶ ἁρπάζει αὐτάς. Ἁμαρτάνει τῷ Θεῷ ὁ ἀξιωθεὶς λογίων ἀποῤῥητοτέρων, καὶ κρύπτεσθαι ἀπὸ τῶν πολλῶν ἀξίων, καὶ μὴ κρύπτων αὐτὰ ἀφ᾽ ὧν δεῖ.

Κίνδυνος γὰρ οὐ μόνον τὸ τὰ ψευδῆ λέγειν, ἀλλὰ καὶ τὸ τὰ ἀληθῆ, ἐπὰν ὅλως ἂ μὴ δεῖ ἀπαγγείλῃ τις· Οὐ γὰρ δεῖ τοὺς μαργαρίτας βάλλεσθαι ἔμπροσθεν τῶν χοίρων, οὐδὲ διδόναι τὰ ἅγια τοῖς κυσίν. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Αἰσθόμενος τῆς ἑαυτοῦ προκοπῆς τῆς ἀπὸ τοῦ ἐν ὅλῃ καρδίᾳ ἐκζητῆσαι τὸν Θεὸν, εὐλογεῖ αὐτὸν, εὐχαριστῶν ἤδη ἐφ᾽ οἷς ἠξιώθη· καὶ παρ᾽ αὐτοῦ ζητεῖ μαθεῖν τίνα νοῦν ἔχει τὰ δικαιώματα αὐτοῦ.

Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. Ἃ μὲν ἐχρῆν κρύπτειν ἔκρυπτον, φησὶν, ἃ δὲ ἐξαγγέλλειν ἐξήγγελλον· ὅτι τῷ σῷ κριτηρίῳ τοὺς πάντας παραστῆναι δεῖ· ἵνα κομισώμεθα πρὸς ἃ ἐπράξαμεν.

Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ. Τίς ὁ κατὰ Θεὸν πλοῦτος παιδεύεται· διό φησιν· Οὐδέν με εἷλεν ἐν τῷ παρόντι βίῳ, οὐ χρυσὸς, οὐκ ἀξίωμα, οὐ δυναστεία· ἀντὶ δὲ πάντων ἐμοὶ τὰ μαρτύριά σου, εὐφροσύνη καὶ πλοῦτος.

Ἐν τοῖς δικαιώμασί σου μελετήσω· οὐκ ἐπιλήσομαι τῶν λόγων σου. Οὐ μέχρι λέξεως ἡ μελέτη· ἀλλὰ τὸν νενοηκότα ποιεῖ αὐτά. Οὐ γὰρ ἀκροαταὶ δικαιωμάτων Θεοῦ δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ᾽ οἱ ποιηταὶ αὐτῶν. Οὕτω γὰρ οὐδέποτέ τις αὐτῶν ἐπιλήσεται.

Ἀνταπόδος τῷ δούλῳ σου, ζῆσόν με. Καὶ τί βούλεται ἀντιδοθῆναι αὐτῷ ἀνθ᾽ ὧν εἰσενέγκατο, εἰς τὸ φωτισθῆναι αὐτοῦ τὴν διάνοιαν, εἰς τὸ γνῶναι τὰ θαυμαστὰ ἔργα τοῦ Θεοῦ; Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Οὐκ οἰκείαν, φησὶ, τὴν ἐν τῷ βίῳ πεποίημαι ματαιότητα· διὸ αἰτῶ γνῶσιν τῶν θείων δέξασθαι ἐντολῶν· αἱ μὲν γὰρ γνωσταί εἰσιν· αἱ δὲ ἄγνωστοι· γνωσταὶ μὲν ὡς τὸ, Οὐ φονεύσεις, καὶ τὰ ἕτερα· ἄγνωστοι δὲ τὸ, τίνος χάριν ἐν τῇ ὀγδόῃ ἡμέρᾳ τὰ βρέφη περιτέμνεται· ἢ, τίνος χάριν ὑπὲρ ἀρτιγεννήτων ἀναφέρονται θυσίαι.

Ἐπετίμησας ὑπερηφάνοις. Ὁ ἀντιτασσόμενος τοῖς ὑπερηφάνοις, οὗτος καὶ ὑπερηφάνοις ἐπιτιμᾷ. Κύριος δὲ ὑπερηφάνοις ἀντιτάσσεται, Κύριος ἄρα καὶ τοῖς ὑπερηφάνοις ἐπιτιμᾷ. Περίελε ἀπ᾽ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν. Οἱ ἀσεβεῖς ἐν καιρῷ διωγμοῦ ὀνειδίζοντες ἐξουδενήσουσί με. Αἰτοῦμαι οὖν ἵνα μάταια γένωνται κατ᾽ ἐμοῦ ὀνείδη. Καὶ εἴ ποτε, φησὶ, πεφρόνηκα κατὰ τῆς σαρκὸς, ἀλλ᾽ ἐπιστρέψας αἰτῶ τοῖς θείοις ζωοποιηθῆναι λόγοις· εἰ οὕτως εἰς ἐσχάτην ἧκον ἀπορίαν, φησὶν, ἐλαυνόμενος, ἐκ τῶν παρανομούντων ἀξιῶ σωθῆναι κατὰ τὴν ἐπαγγελίαν σου.

Καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ᾽ ἐμοῦ κατελάλουν. Διὰ τοῦτο, φησὶν, ᾔτησα περιαιρεῖσθαι τὸ ὄνειδος, ἐπεὶ ἔργον εἶχον τὸ λαλεῖν κατ᾽ ἐμοῦ. Πλὴν καὶ τῶν ἀρχόντων τῆς ἀδικίας ταῦτα ποιούντων, ὁ τοῦ Θεοῦ δοῦλος οὐκ ἀφίσταται τῶν δικαιωμάτων αὐτοῦ· τοὺς τοῦ Θεοῦ λόγους, ἅπερ ἔφη δικαιώματα, συμβούλους ἔχων πρὸς τοῦτο. Οὐδ᾽ ἕνα δὲ πονηρὸν ὁ τοιοῦτος ἐπιδέχεται σύμβουλον. Ἀλλὰ καὶ οἱ ἄρχοντες τούτου τοῦ αἰῶνος, καθάπερ ἐπὶ Χριστοῦ συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Ὧν ἐστιν ἡ σοφία τοῦ αἰῶνος τούτου.

Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου. Εἰς ἐσχάτην ἧκον ἀπορίαν, φησὶν, ἐλαυνόμενος ὑπὸ τῶν παρανομούντων, καὶ ἀξιῶ σωθῆναι κατὰ τὴν ἐπαγγελίαν σου τὴν λέγουσαν· Καὶ χείμαῤῥοι οὐ συγκλείσουσί σε. Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου ... Ὁδὸν δικαιωμάτων σου συνέτισόν με.

Σύνεσιν γὰρ τῶν ἐν αὐτοῖς μυστηρίων λαβὼν, ὡς καὶ ταύτην ὁδεῦσαι, δυνήσομαι περὶ τῶν ἐν αὐτοῖς θαυμασίων ὁμιλεῖν τε καὶ λόγον ποιεῖσθαι. Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας. Διδάσκει, ὡς τὸ πνεῦμα τῆς ἀκηδίας οὐκ ἔστιν ἄλλως ἐκβάλλειν ἢ ἐκ τῆς μελέτης τῶν θείων λογίων. Νήφειν οὖν καὶ γρηγορεῖν χρὴ διὰ τὸν εἰπόντα· Γρηγορεῖτε καὶ προσεύχεσθε.

Ὁδὸν ἀδικίας· ἀπόστησον ἀπ᾽ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ὁδὸν ἀληθείας ᾑρετισάμην. Τὸ μὲν αἰτεῖ παρὰ Θεοῦ, τὸ δὲ ἑαυτῷ εἰσφέρειν ὁμολογεῖ. Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα. Ματαιότης ἐστὶν ἡ περὶ τὰς θέας μανία, ἡ περὶ τῶν μὴ δεόντων θεωρία, καὶ ἡ κατὰ διάνοιαν δὲ ἄτοπος φαντασία, ἣν καὶ σαφηνίζει ὁ Παῦλος λέγων· Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν ἐσκοτωμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ. Ὅρα ματαιότητα νοὸς λεγομένην, ὅτ᾽ ἂν σχῇ τις νοῦν, καὶ τούτου μὴ χρήσηται πρὸς τὴν τῶν ἀληθῶν θεωρίαν, ἀλλὰ παρέχει αὐτὸν τῷ δεσμεύοντι Σατανᾷ. Τοῦτο τοίνυν εὐχόμενός φησιν· Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητας. Καὶ τοῦτο γὰρ χάρις Θεοῦ.

Τοῦ αὐτοῦ. Τὰ ἐν σώματι ὡραῖα καὶ σαρκὸς ὀφθαλμοῖς φαινόμενα καλὰ, ματαιότητα ἀποκαλεῖ. Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. Ἐπειδὴ παιδαγωγοῦ δίκην ἀναγκαῖος ὁ φόβος τοῦ Θεοῦ ἐν πάσαις ἐντολαῖς· τούτου χάριν ἐφιστάναι αὐτῷ αὐτὸν εὔχεται τὸν Θεόν. Τὸ δὲ, Περίελε τὸν ὀνειδισμόν μου, μετὰ τὸ ἐπιστῆσαι ὥσπερ τινὰ φύλακα τῶν θείων νόμων. Καὶ περὶ ὧν ἤδη πρότερον συνέγνω ἑαυτὸν ὀνειδῶν ἐξομολογεῖται.

Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου. Ἐπεὶ δοῦλός σου τυγχάνων φοβοῦμαί σε, βούλομαι δὲ λογικῶς καὶ κατὰ τὸν λόγον φόβον ἔχειν, στῆσον τὸ λόγιόν σου εἰς τὸν φόβον σου, τὸν ὄντα σὸν, οὐκ ἀφ᾽ οὗ φοβῇ σὺ, ἀλλ᾽ ἀφ᾽ οὗ ἐγὼ φοβοῦμαί σε. Ἵνα μὴ δὲ ἄνευ λόγου φόβον, μηδὲ ἄνευ φόβου λόγον ἔχωμεν· ἵστησι δὲ ὁ Θεὸς τὸ λόγιον αὐτοῦ εἰς τὸν φόβον αὐτοῦ, βεβαιῶν δι᾽ ἀποδείξεως αὐτὸ τοῖς εὐλαβέσιν.

Ὥσπερ γάρ τινές εἰσιν ἔχοντες ζῆλον, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν, οὕτως εἰσί τινες ἔχοντες φόβον Θεοῦ, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν. Περίελε τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα. Ποιήσας ὁ προφήτης ὡς ἄνθρωπος ἁμαρτίαν, παρακαλεῖ, ἐπεὶ ὁρᾷ τὸν ὀνειδισμὸν παρακολουθοῦντα ἐν τῷ θείῳ δικαστηρίῳ μετὰ τὴν ἀνάστασιν, καὶ λέγει τὸν προκείμενον στίχον. Οὐκ ἂν δὲ λέγοις τοῦτο λέγων· Περίελε τὸν ὀνειδισμόν σου.

Ὅταν γὰρ ὀνειδίζομαι διὰ τὸν Χριστὸν, ἐκεῖνος ὁ ὀνειδισμὸς οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ Χριστοῦ· ὅταν δὲ ὀνειδίζομαι διὰ τὰς ἐμὰς ἁμαρτίας, καὶ μὴ μετανοῶ, οὐκ ὀφείλω λέγειν· Περίελε τὸν ὀνειδισμόν μου ἀπ᾽ ἐμοῦ, ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά.

Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. Ἀμοιβὴν αἰτεῖ τὴν δικαίαν ζωὴν καὶ κατ᾽ ἀρετὴν, οὐ μόνον φυλάξας τὰς ἐντολὰς, ἀλλὰ καὶ ἐρωτικῶς περὶ αὐτὰς διακείμενος, καὶ οὐκ ἄλλων χάριν, ἀλλ᾽ αὐτὰς καὶ δι᾽ αὐτὰς ἐκτελῶν.

Καὶ ἐπεὶ δικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, ὁ ἐν Υἱῷ ζῆσαι βουλόμενος τοῦτό φησι. Καὶ ἔλθοι ἐπ᾽ ἐμὲ τὸ ἔλεός σου, Κύριε. Εἰ τοῦ σοῦ ἐλέους τύχω, φησὶ, τοῦτο δὲ τὸ ἔλεος διὰ τοῦ σωτηρίου σου γενήσεταί μοι, παῤῥησίαν ἕξω πρὸς τοὺς ὀνειδίζοντας καὶ ἐπανισταμένους μοι.

Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. Ἐρῶ γὰρ, ὡς οὐκ ἄξιος ὀνειδίζεσθαι τὸν τὰ τοιαῦτα δόγματα ἔχοντα, ἅτινα γελῶσιν οἱ τῆς πίστεως ἀλλότριοι οἱ μωροί. Ἐγὼ δὲ συνέσεως ἀποδείξω καὶ σοφίας πεπληρωμένα.

Ἀποκριθήσομαι δὲ λόγον, ἐπεὶ εἰς τοὺς λόγους σου ἐπήλπισα. Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα· ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. Μέχρι τῆς ἐσχάτης πνοῆς, φησίν. Ἐὰν ἀναξίως ὧν καλῶς λέγομεν βιώσωμεν, περιελεῖ τὸν λόγον τῆς ἀληθείας ἐκ τοῦ στόματος ἡμῶν ὁ Θεός.

Καὶ φυλάξω τὸν νόμον σου διὰ παντός. Φύλαξ, φησὶν, ἔσομαι τοῦ νόμου σου, οὐ ποτὲ μὲν κατορθῶν, ποτὲ δὲ οὔ· ἀλλὰ καὶ ἐν τῇ παρούσῃ ζωῇ, φησὶ, καὶ ἐν τῇ μελλούσῃ τοῦτον κατορθώσω. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων. Τοιοῦτος γέγονεν ὁ Παῦλος, τοιοῦτος ὁ Πέτρος, τοιοῦτος τῶν ἀποστόλων ὁ χορὸς καὶ τῶν μαρτύρων. Ἁρμόσει τοῦτο τῷ μάρτυρι τῷ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀγομένῳ διὰ Χριστόν· ἁρμόσει καὶ τοῖς ἀνοίγουσι τὸ στόμα ἐπὶ τῶν βασιλικῶν τὰς ψυχὰς ἁγίων. Αἰσχύνης γὰρ ἄξιος ὁ μὴ πρὸς τὸ εὐαγγελίζεσθαι δυνάμει πολλῇ ῥῆμα λαβὼν ἐκ Θεοῦ· ἡ γὰρ ἔννομος ζωὴ παῤῥησίας δημιουργός.

Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα. Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου. Χεῖρας ἐνταῦθα τὰς πρακτικὰς ἐνεργείας εἶναί φησιν. Ἡ γὰρ πρᾶξις τέλος μελέτης ἐστὶν ἐντολῶν· μετὰ γὰρ ἀνάληψιν τοῦ τῶν ἐντολῶν Λόγου καλὸν τὸ ἐπᾶραι τὰς χεῖρας ἐπὶ τὰς τῶν ἐντολῶν πράξεις· μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἀλλὰ καὶ διαθέσεως· καὶ μετὰ ταῦτα συνεχῶς περὶ αὐτῶν ἀδολεσχεῖν τε καὶ διαλέγεσθαι.

Μνήσθητι τὸν λόγον σου τῷ δούλῳ σου. Καὶ ποῖος ὁ λόγος οὗ μνησθῆναι αὐτὸν ἀξιοῖ, ἣ τὸ εἶναι μετ᾽ αὐτῶν, καθ᾽ ἣν δέδωκεν αὐτοῖς ἐπαγγελίαν, ἥτις καὶ παράκλησις αὐτοῖς ἐν τοῖς διωγμοῖς ἐγίνετο; Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου.

Οἱ ἑβδομήκοντα· ἀναζωώσεις με. Αὕτη τις ἡ ἐλπὶς, ἐγγινομένη μοι ἀπὸ τοῦ σοῦ λόγου, παρεκάλεσέ με, καὶ παρεμυθήσατό με, εἰς τό· εἴ ποτε περιστάσεις ἢ κίνδυνος, ἢ θανάτου δοκιμὴ, νόσος χαλεπὴ, ἢ ἀπώλεια τῶν ὑπαρχόντων, ἢ διωγμοῦ, ἢ εἴ τι δήποτε τῶν νομιζομένων χαλεπῶν κατελάμβανέ με, ἡ ἐπὶ σὲ ἐλπὶς παράκλησίς μου ἦν. Ὅτι τὸ λόγιόν σου ἔζησέ με. Οὐδὲν ἄλλο ποιεῖ ζῇν λογικὴν ψυχὴν τὴν ἑαυτῆς ζωὴν ὡς τὸ λόγιον τοῦ Θεοῦ. Καθ᾽ ὃ γὰρ αὔξει τὸ λόγιον τοῦ Θεοῦ, καὶ νοούμενον καὶ παραλαμβανόμενον εἰς τὴν τοῦ ἀνθρώπου ψυχὴν, κατὰ τοῦτο αὔξεται καὶ τὰ τῆς ζωῆς. Ταῦτα δέ ἐστι τὸ σὺν ἀρετῇ ζῇν ἐνταῦθα μετὰ ταῦτα δὲ καὶ τὴν αἰώνιον δίδωσι ζωήν.

Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. Ἐν αὐτῷ γὰρ ἐπολιτευόμην τηρῶν τὸ ἡγεμονικόν μου, ἵνα μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ μου ἀνόμιμον. Ἐκείνων γὰρ λίαν παρανομούντων, οὐδὲ κατὰ μικρὸν ἐγὼ τὸν νόμον σου παρέβαινον.

Ἐμνήσθην τῶν κριμάτων σου ἀπ᾽ αἰῶνος, Κύριε, καὶ παρεκλήθην. Μεμνημένος γὰρ τῶν ἀπ᾽ αἰῶνος καὶ ἕως αἰῶνος ἀποδοθησομένων ἑκάστῳ, παρακαλεῖται καὶ ἄλυπος ὁ δίκαιος μένει λέγων· Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ὧν ἐποίησας πάλαι τοῖς ἀδικοῦσι τὸν Ἰσραὴλ, μνημονεύσας κριμάτων, παρεκλήθην· εἰδὼς, ὡς οὐδὲ αὐτὸς ἐν τοῖς διωγμοῖς ἐγκαταληφθήσομαι, καὶ ὡς πάντα κατὰ Θεοῦ κρίσιν τοῖς ἀνθρώποις συμβαίνει.

Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ἐπὶ τῶν ἁμαρτωλῶν, οἱ μὲν ἀνόμως ἁμαρτάνουσι, τῷ μηδὲ τὴν ἀρχὴν πειρασθῆναι νόμων· οἱ δὲ ἐν νόμῳ, τῷ παραβαίνειν αὐτόν. Καὶ μετ᾽ ὀλίγα· Εἴ τι γὰρ πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· καὶ ἐὰν δοξάζηται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Καὶ ἐπὶ τοῖς ἀδελφοῖς οὖν ἡμῶν τοῖς ἁμαρτάνουσι, λυπεῖσθαι καθήκει, ὅτι τοιοῦτοί εἰσι, καὶ οὕτω διακεῖσθαι κατὰ τὸν ἅγιον τοῦτον.

Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. Τόπον παροικίας τὸν παρόντα βίον φησί· κατὰ τό· Εἰδότες, ὅτι ξένοι καὶ παρεπίδημοι ἦσαν ἐπὶ τῆς γῆς. Ἐν ᾧ εὐρύθμως εὐφραινόμην λέγων τὰ δικαιώματά σου· τοῦτο μὲν θεωρῶν, τοῦτο δὲ πράττων αὐτά.

Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. Ἐπειδὴ πᾶσαν τὴν γνώμην εἰς τὰς σὰς, φησὶν, ἀνέθηκα ἐντολὰς, τούτου χάριν τῶν μαρτυρίων ἐπορεύθην τὴν ὁδόν. Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην. Εἰδὼς τὸ εἰρημένον· Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· καὶ τοῦτο μελετῶν διαπαντὸς ἐν ταῖς ἐφόδοις οὐκ ἐταραττόμην, ἅτε μεμελετηκὼς αὐτὰς φέρειν γενναίως.

Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι. Καὶ τίνα ἦν τὰ σχοινία, ἢ οἱ πονηροὶ λογισμοὶ, δι᾽ ὧν τῆς κατὰ Θεὸν στάσεως ἐπεχείρουν καταβαλεῖν; Μεσονύκτιον ἐγεγειρόμην τοῦ ἐξομολογήσασθαί σοι. Οὐ γὰρ μεθ᾽ ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ, κατ᾽ αὐτὸ τῆς νυκτὸς τὸ μεσαίτατον, ἐν ᾧ μετὰ πλείονος ἡδονῆς ὁ ὕπνος τοῖς ἀνθρώποις ἐπέρχεται, ὑμνῶν σε διετέλουν, καὶ τὰς δικαίας σου ψήφους ἀνηυφήμουν. Τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος μετὰ τοῦ Σίλα πεποίηκε, καὶ τὸν πόδα κἀκεῖ προσδεδεμένος, μετὰ αἰκίας καὶ μάστιγος τῇ προσευχῇ τὴν ὑμνῳδίαν ἐκέρασε, καὶ τῆς καλῆς ἀγρυπνίας ἐτρύγησε τὸν καρπόν.

Τῆς θείας γὰρ φιλοτιμίας ἀπέλαυσεν. Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε. Ὁ μὲν τέλειος Χριστοῦ ἂν εἴη μέτοχος, κατὰ τὸ εἰρημένον· Μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν. Ὁ δὲ παρὼν, ὡς εἰσαγόμενος, τῶν φοβουμένων τὸν Κύριον μέτοχον ἑαυτὸν εἶναι λέγει· οὐχ ἁπλῶς δὲ τῶν φοβουμένων, ἀλλὰ τῶν διὰ τὸ φοβεῖσθαι φυλασσόντων τὰς ἐντολὰς τοῦ Θεοῦ. Δεῖγμα δὲ τοῦ θείου φόβου ἡ τῶν ἐντολῶν φυλακή.

Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ. Τὰ δικαιώματά σου δίδαξόν με. Προφητικῶς τὰ ἐσόμενά φησιν, ὡς ἔσται πᾶσα ἡ γῆ πλήρης τῶν φοβουμένων τὸν Κύριον. Καὶ οὐκ ἐξ ἑτέρας φησὶ τοῦτο χρείας γενήσεται ἢ ἐκ τοῦ σοῦ ἐλέους· καὶ αὐτὸς γὰρ τοῦτο ἐλεητικῶς ποιεῖς, ἐπιδιδοὺς ἑαυτὸν τῶν ἀνθρώπων εἶναι διδάσκαλον.

Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε. Διδάσκεται ὁ τὰ θεῖα λόγια πεπαιδευμένος μὴ ἀναισθήτως ἔχειν τὰς τοῦ, Θεοῦ εὐεργεσίας. Οὐ γὰρ ἄλλως ἀπήλλακτο μὲν τῆς ἁμαρτίας, κατηρίθμητο δὲ ἐν δούλοις Κυρίου, εἰ μὴ θεία τις χάρις τούτων αὐτῷ αἰτία γέγονεν.

Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα. Διὰ τὰς προτέρας μου, φησὶ, πραχθείσας ἁμαρτίας παραδοθεὶς, ἐταπεινώθην, κρίσει δικαίᾳ τοῦ Θεοῦ τοῦτο παθών. Οὗ δὴ καὶ χάριν παιδείᾳ παραδοθεὶς, δέομαι διδασκαλίας ὡς ἂν γνῶ, ὅτι ἡ ταπείνωσις ἡ γενομένη μοι κατὰ χρηστότητα καὶ παιδείαν ἐγένετο.

Χρηστὸς εἶ σὺ, Κύριε. Ὁ δίκαιος ἐπὶ πᾶσι, κἂν ᾖ πικρὰ τὰ συμβαίνοντα, λέγει τῷ Θεῷ· Χρηστὸς εἶ σύ. Τοιοῦτον καὶ τό· Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ. Καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. Καὶ δεῖται τὸ χρηστῷ Θεοῦ διδαχθῆναι· ὅτι χρηστὰ τὰ δικαιώματα τοῦ Θεοῦ πρὸς τὴν ἀξίαν ἑκάστου γινόμενα· ἐφ᾽ οἷς λέγειν ἄξιον· Ἐδικαιώθη τὰ κρίματά σου, ὁ Θεός.

Ἐπληρώθη ἐπ᾽ ἐμὲ ἀδικία ὑπερηφάνων. Ἐπὶ τοσοῦτον, φησὶν, ἤλασαν ὑπερηφανίας, ὡς γενέσθαι τὴν καρδίαν ἐν αὐτοῖς. Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν. Τοῖς πονηροῖς καὶ μοχθηροῖς πειρασμοῖς παραδοθήσῃ βίῳ καὶ πολιτείᾳ ταπεινοῦσι, καὶ διδάσκουσιν ὑποπιάζειν τὸ σῶμα καὶ δουλαγωγεῖν, καὶ μὴ ὁδεύειν τὴν πλατεῖαν καὶ εὐρύχωρον τὴν τῶν ὑπερηφάνων, ἀλλὰ τὴν στενὴν καὶ τεθλιμμένην· λεπτὴ μὲν γὰρ ἡ τῶν ἁγίων, πίων δὲ ἡ τῶν ὑπερηφάνων καρδία.

Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Ὡσεὶ ἔλεγεν· Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἄξιος ὀφθῆναι τῶν σῶν δικαιωμάτων, ζητῶν ἅπερ οὐκ ἔστιν ἄλλως μαθεῖν. Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Ὅσης ἠξίωται ἄνθρωπος διδάσκεται εἰσαγόμενος.

Αἱ χεῖρές σου ἐποίησάν με. Ἕτερον ἀξίωμα τὸ δεκτικὸν αὐτὸν εἶναι καὶ χωρητικὸν τῆς αὐτοῦ διανοίας. Συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου. Τῇ ἐπὶ τῆς ποιήσεως εὐχαριστίᾳ λίαν ἀκολούθως ἡ τῆς νοητικῆς δυνάμεως τῆς συνιέναι ποιούσης τὰς ἐντολάς.

Οἱ φοβούμενοί σε, ὄψονταί σε, καὶ εὐφρανθήσονται. Διδάσκει, ὡς οὐκ αὐτὸς μόνος καθέξει τὸ χάρισμα, φθάσει δὲ καὶ εἰς πάντας τοὺς φοβουμένους τὸν Κύριον. Τοῖς γὰρ εὐσεβέσι μόνοις ἐστὶν ἡδὺς, αἰσθητῶς δὲ ὁραθεὶς καὶ κατὰ τὸν λόγον καὶ κατὰ τὰ νοήματα τῆς σοφίας ἣν ἔχει· τοῖς δὲ ἄλλοις βαρύς ἐστι καὶ βλεπόμενος. Ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ, διὰ τοῦτο δέ φησιν· Εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.

Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου. Διδασκόμεθα, ὡς πάντα ἡμῖν ὁ Θεὸς δικαίως ἐπιφέρει· ὥστε ἀναγκαῖον μὴ ὀλιγωρεῖν ἡμᾶς ἐν ταῖς παιδείαις, προσπίπτειν δὲ μᾶλλον, καὶ ἐκ τῆς τοῦ νόμου φυλακῆς τὸν ἔλεον ἐξαιτεῖν.

Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με. Ἔλεος τοῦ Πατρὸς ὁ Υἱὸς, ὃς καὶ παρεκάλεσεν ἡμῶν τὰς καρδίας τυραννουμένας ὑπὸ τοῦ Σατανᾶ. Ἢ καὶ οὕτως· Δέομαι κατὰ τὸν σὸν Λόγον ἐμοὶ τῷ δούλῳ σου ἐπὶ παρακλήσει καὶ παραμυθίᾳ τὸ ἔλεός σου γενέσθαι. Πολλοὶ γὰρ παρακλήσεως τυχόντες ἀπατῶνται, ὡς ἐξ ἰδίας φρονήσεως τοῦτ᾽ ἐσχηκέναι.

Ὅπως μὴ ὡσαύτως τούτοις πλανηθῶ, ἐμοὶ τῷ δούλῳ σου τὸ ἔλεός σου, κατὰ τὸ λόγιόν σου, γενέσθω. Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι. Ὥσπερ ὑπέσχου, φησὶ, τὴν παράκλησιν οὕτως ποίησον, τοὺς σοὺς οἰκτείρων οἰκέτας.

Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ. Εἰ τύχοιμι, φησὶ, τῆς παρὰ σοῦ βοηθείας, τότε οἱ πονηροὶ δηλαδὴ δαίμονες καὶ ἄνθρωποι τῆς ἀληθείας ἐχθροὶ αἰσχυνθήσονται. Ἐγὼ δὲ, ἐκείνων αἰσχυνομένων, οὐκ ἐπαρθήσομαι· ἀλλ᾽ ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω.

Ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε. Τῆς παρὰ τῶν σῶν οἰκετῶν διδασκαλίας τύχοιμι. Ἔστα. δὲ τοιαύτη, οἷα καὶ ἐπιστρέφειν εἰδυῖα ψυχὰς, διὰ τὸ πλουτεῖν τὸν φόβον τὸν σόν. Γενηθήτω ἡ καρδία μου ἄμωμος. Οὐκ ἂν μετὰ τοσαῦτα ἔχων καρδίαν ἄμωμον ἔλεγε· Γενηθήτω ἡ καρδία μου ἄμωμος. Τούτῳ παραπλήσιον· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Τότε γὰρ μόνον οὐκ αἰσχυνθήσομαι, ὅταν ἀμώμως τὰς τοῦ Θεοῦ φυλάξω ἐντολάς.

Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, καὶ εἰς τὸν λόγον σου ἐπήλπισα. Διδάσκει ἡμᾶς ὁ Προφήτης ἐπιθυμεῖν τοῦ λόγου, καὶ ἐρωτικῶς ἔχειν πρὸς τὸ σωτήριον τοῦ Θεοῦ. Καὶ τί ἂν εἴη ἕτερον τὸ σωτήριον ἢ ἡ παρουσία τοῦ Κυρίου; Εἰς τὸν λόγον σου ἐπήλπισα. Νόει ἀντὶ τοῦ, τὴν ἐπαγγελίαν. Λέγεται δὲ λόγιον καὶ ἡ θεόπνευστος Γραφή. Ἐκλείπει τοίνυν οὐ μόνον ὁ τὴν ὑπόσχεσιν τὴν θείαν ἀναμένων, καὶ τὴν λύσιν τῶν ἐπικειμένων κακῶν προσδεχόμενος, ἀλλὰ καὶ ὁ τοῖς θείοις ἐντυγχάνων λογίοις, καὶ τὴν τούτων διάνοιαν καταμαθεῖν ἀκριβῶς ἐφιέμενος, καὶ παράκλησιν καὶ ψυχαγωγίαν ὑπολαμβάνει τὴν εὕρεσιν.

Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου. Εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, φησίν. Αὐτὸν γὰρ ἔχομεν παράκλητον πρὸς τὸν Πατέρα, κατὰ τὴν τοῦ ἀποστόλου φωνήν· καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Λέγοντες, πότε παρακαλέσεις με; Ὅταν γὰρ ἐπιδημήσει μοι λόγος, τότε παρακαλοῦμαι.

Ὅτι ἐγενήθην ὡσεὶ ἀσκὸς ἐν πάχνῃ. Νεκροὶ μὲν μᾶλλον οἱ ζῶντες ὑπὸ τῶν κακώσεων γίνονται οἱ δίκαιοι, ὡς ἀσκοῖς ἐοικέναι μᾶλλον ἢ ἀνθρώποις ἀποψυχόμενοι καθάπερ πάχνη περιπηγνυμένη, τὸ θερμὸν καὶ πρακτικὸν προαιρούμενοι. Τοῦ αὐτοῦ. Ἀσκὸς ἐν πάχνῃ γίνεται ὁ τὴν ἑαυτοῦ σάρκα κατατήξας, καὶ μηδὲν ἐν αὐτῷ πυρῶδες καὶ ἐπιθυμητικὸν ἐῶν, ἀλλ᾽ ἀποψύξας ὥσπερ αὐτήν.

Πόσαι εἰσιν αἱ ἡμέραι τοῦ δούλου σου; Ὀλίγαι γὰρ αἱ τῶν ἀνθρώπων ἡμέραι ἐπὶ τῆς γῆς, ἐν αἷς εὔχεται εὐθέως συντριβῆναι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡς ἂν ὑποτάσσοιτο τὴν ψυχὴν τοῦ θείου Λόγου γεγονότος ἐν αὐτῇ.

Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας. Ἣ τοὺς γραώδεις μύθους τῶν Ἰουδαίων φησὶ τὰς διδασκαλίας, ἢ καὶ τὰ ἐντάλματα τῶν ἀνθρώπων, καὶ τὰς φλυαρίας τῶν σοφῶν τοῦ αἰῶνος τούτου. Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με· βοήθησόν μοι. Εἰδὼς, ὡς ἐν τῷ θείῳ δικαστηρίῳ ἀπολήψεται ὑπὲρ ὧν πέπονθεν ἀδικιῶν, ἐπισπεύδει ἰδεῖν καιρὸν ἐκεῖνον.

Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ. Μικροῦ δεῖν ἐκ τοῦ διωγμοῦ αὐτῶν. Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. Στόμα Θεοῦ οἱ διακονήσαντες προφῆται τοῖς μαρτυρίοις, καὶ ἐντολαῖς, τοῖς δικαιώμασιν αὐτοῦ.

Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Ἐν προκοπῇ γινόμενος, καὶ ὑψηλοτέρων ἅπτεται δογμάτων, τοῦ τε ἀϊδίου Λόγου τοῦ Πατρὸς μνημονεύων, καὶ μονονουχὶ τό· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, λέγων, καὶ τῆς διακοσμήσεως τοῦ παντὸς, σαφῶς τε δούλην αὐτοῦ τὴν σύμπασαν κτίσιν ἀποκαλεῖ.

Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου. Δύο εἰσὶ γενεαὶ, αἱ χωρήσασαι τὴν τοῦ Θεοῦ ἀλήθειαν, ὅ τε τῶν Ἰουδαίων λαὸς ἔχων τὸν νόμον καὶ τοὺς προφήτας, καὶ ἡ Ἐκκλησία Οὐκ εἰς γενεὰς οὖν ἡ ἀλήθεια τοῦ Θεοῦ, ἀλλ᾽ εἰς γενεὰν τὴν προτέραν καὶ εἰς γενεὰν τὴν δευτέραν. Τὰ δὲ ἄλλα ἔθνη πεπλάνηνται.

Ὅτε δὲ καὶ ἡ προτέρα γενεὰ ἐξέβαλε τὴν ἀλήθειαν, καὶ εἶπεν· Αἶρε, αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, μεταβέβηκεν ἡ ἀλήθεια ἀπ᾽ ἐκείνης τῆς γενεᾶς ἐπὶ ταύτην τὴν γενεάν. Ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει. Ταύτῃ δὲ τῇ ἀληθείᾳ ἡ γῆ τεθεμελίωται.

Ἐπὶ τούτω γὰρ τῷ ἀκρογωνιαίῳ λίθῳ καταβεβλημένῳ θεμελίῳ οἰκοδομοῦνται πάντες οἱ ἐκ γῆς σωζόμενοι. Ὅθεν καὶ διαμένει ἡ γῆ, ἀῤῥαγῆ καὶ ἀσφαλῆ κρηπίδα καὶ θεμέλιον ἔχουσα. Ἀλλὰ καὶ γῆν φωτίσασα ἡ ἀλήθεια ἡμέραν ἐποίησε, Θεοῦ ἐπιλάμψαντος αὐτήν.

Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλά σοι. Οὐκ ἀλλαττομένη, οὐδὲ τέλος λαμβάνουσα, ὡς ὁ κατὰ τὴν Παλαιὰν Γραφὴν φωτισμός. Ἐπεὶ καὶ μέχρι καιροῦ διορθώσεως τέθειτο. Ταῦτα δὲ πάντα ὑπὸ Θεοῦ ὑπῆρκται. Ἐπείπερ κτίστου καὶ προνοητοῦ ὄντος, δοῦλα τὰ σύμπαντά ἐστιν αὐτοῦ.

Εἰ μὴ ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. Εἰσβαλόντων, φησὶ, τῶν πονηρῶν λογισμῶν, καὶ τῶν ἀντικειμένων δυνάμεων πολεμούντων ἐμοὶ, εἶχον ἂν ἀπολέσθαι, εἰ μὴ ὁ σὸς νόμος εἰς στήριγμα ἐγένετο.

Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. Τοῖς σοῖς νόμοις ὄψομαι, φησίν· ἕξω γὰρ ἐν αὐτοῖς τὴν ζωὴν, καθὰ δή μοι καὶ εἴρηκας, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς. Ζῶν οὖν μόνος ὁ δίκαιος, κἂν τεθνηκέναι δοκῇ· νεκροὶ δὲ οἱ ἄδικοι, κἂν ζῇν φαίνωνται. Ἐκεῖνοι μὲν γὰρ τὴν τῆς ζωῆς σύστασιν ἐν ἑαυτοῖς ἔχουσι, τὴν δικαιοσύνην· οἱ δὲ ταύτην οὐκ ἔχοντες τοῖς οὐ παρ᾽ ἑαυτῶν, ἀλλ᾽ ἔξωθεν κινουμένοις ἀψύχοις ἐοίκασιν.

Σός εἰμι ἐγὼ, σῶσόν με. Προσυπακούεται τῷ, σός εἰμι δοῦλος, σός εἰμι κατὰ χάριν υἱὸς, εἰμὶ σὸς θεράπων. Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα. Ἀντὶ τοῦ, ἐμελέτησα, καὶ διὰ τῆς σῆς μελέτης ἄπρακτον αὐτῶν ἀπέφηνα τὴν ἐπιβουλήν.

Πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα. Συντέλειαν τὴν ἐπιβουλήν φησι τὴν παρὰ τῶν δαιμόνων. Ταύτης εἶδον τὸ πέρας ἐκβὰν εἰς οὐδὲν, ὅτε καὶ πλατεῖά μοι γέγονεν ἡ ἐντολή. Τοῦτο τοῦ· διὰ πάσης προκοπῆς εἰς τὸ τέλος ἀφιγμένου τῆς ἀρετῆς, ἐπὶ τὸ τέλειον ἀγαθὸν διαβαίνοντος· πολλὰς ἀρχὰς καὶ τέλη καταβαλλομένου.

Ἡ γὰρ τῆς προτέρας βελτιώσεως περιγραφὴ ἀρχὴ τῆς ἐχομένης ἐστὶ, κατὰ τό· Ὅταν συντελέσῃ ἄνθρωπος, τότε ἄρχεται. Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε; ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. Ὁ πάντα κατὰ τὸν νόμον καὶ λέγων καὶ πράττων μελετᾷ τὸν νόμον τοῦ Θεοῦ. Ἐν δὲ τῷ πρώτῳ ψαλμῷ τῇ ἡμέρᾳ πρὸς τὴν μελέτην καὶ τὴν νύκτα προσέθηκε τῷ μακαρίῳ γενησομένῳ.

Ἐλέγομεν γὰρ, ὡς μικτός ἐστιν ἐνταῦθα τῶν ἀνθρώπων ὁ βίος. Διὸ νῦν ἔχομεν ἡμέραν καὶ νύκτα· γενομένους δὲ ἁγίους οὐ διαδέξεται νύξ. Ὁ τοίνυν προκόπτων ἡμέραν μὲν ἄγει κατὰ τὸν νόμον βιούς· νύκτα δὲ, ὅτε μὴ μελετᾷ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ· Μὴ πράττῃ τι κατά ...

Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου. Τοῦτο γάρ ἐστι τὸ φυλάξαι τὸν θεῖον νόμον, τὸ ἔργοις αὐτὸν ἀποπληρῶσαι. Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα. Διαπαντὸς ἐμεμνήμην τοῦ θείου δικαστηρίου. Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου! Γλυκέα διὰ τὴν ἐπ᾽ αὐτοῖς λογικὴν τέρψιν· ἀλλ᾽ ὑπὲρ μέλι, τῶν παρ᾽ ἀνθρώποις πάντων ἡδέων δι᾽ αὐτοῦ δηλουμένων.

Λύχνος τοῖς ποσί μου ὁ νόμος σου. Ὁ γὰρ τῷ φωτὶ τοῦ θείου νόμου περιπατῶν ὀρθὴν καὶ ἀπρόσκοπον τὴν πορείαν ποιεῖται τοῦ βίου. Ἐταπεινώθην ἕως σφόδρα. Ἢ ταῖς τῶν νοητῶν ἐχθρῶν ἐπιθέσεσιν, ἢ ταῖς ἰδίᾳ καὶ ἐκ προαιρέσεως γινομέναις σκληραγωγίαις.

Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. Τοὺς σοφοὺς τοῦ αἰῶνός φησι καὶ τοὺς τῶν αἱρεσιωτῶν ἄρχοντας. Ἐκκλίνατε ἀπ᾽ ἐμοῦ, πονηρευόμενοι. Ἢ τοὺς πονηροὺς λογισμούς φησιν, ἢ τοὺς προειρημένους διδασκάλους.

Βοήθησόν μοι, καὶ σωθήσομαι. Εἰ γὰρ καὶ, ἔφη, βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σὺ, ἀλλὰ δεῖται βοηθείας ἀδιαλείπτου. Ἐν ὅσῳ γάρ ἐσμεν ἐνταῦθα, οὔπω τέλειον τὸ, σωθήσομαι· ἀλλ᾽ ὅταν μετὰ τῶν ἀγγέλων ζήσωμεν τοῦ Θεοῦ, τότε γὰρ καὶ μελέτη δικαιωμάτων πρόσωπον πρὸς πρόσωπον, οὐ κατὰ τὴν σκιὰν, ἀλλὰ κατὰ τὴν ἀλήθειαν.

Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου. Τοῦτο γὰρ περιμένει τὸ τέλος τοὺς τὸν νόμον ἀθετοῦντας τοῦ Θεοῦ. Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. Τὸ πατῆσαι βούλεσθαι τὸν θεῖον νόμον.

Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Τὸ, καθήλωσον, ἀντὶ τοῦ, πῆξον. Πῆξον οὖν, φησὶν, εἰς ἁγνείαν τὰς σάρκας μου. Οὕτως γὰρ μόνως δυνηθεῖεν εἰπεῖν Χριστῷ· Συνεσταύρωμαι· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. Τὸν θεῖον δηλονότι νόμον.

Οὐ γὰρ ἄλλως τις ἐπιτελεῖ τὴν ἁμαρτίαν, μὴ ἔξω ἑαυτὸν πρότερον καταστήσας τοῦ φόβου τοῦ Θεοῦ. Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου. Εἰς τὴν θείαν ἐπιφάνειαν, φησὶ, δι᾽ ἧς ἤλπιζε σωθήσεσθαι καὶ αὐτὸς καὶ ἅπαν τῶν ἀνθρώπων τὸ γένος.

Καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. Εἰ καὶ παρανομοῦντές τινες, καὶ τὸν σὸν πρὸ ὀφθαλμῶν οὐκ ἔχοντες φόβον, τόν σου ἐκ μέσου πεποίηνται νόμον· ἀλλ᾽ ἐγὼ τὸν πάντα καιρὸν ἕνα ἐποιούμην τοῦτον, ἐν μελέτῃ ἔχων διαπαντός.

Δοῦλός σου εἰμὶ, συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. Ὁ μὴ δουλεύων κατ᾽ οὐδὲν τῇ ἁμαρτίᾳ λεγέτω· Δοῦλός σου εἰμὶ ἐγώ. Μισθὸν δὲ δουλείας τὴν σύνεσιν ἀπαιτεῖ διδομένην παρὰ Θεοῦ, καὶ παρ᾽ αὐτῷ κειμένην ὡς ἐν θησαυροφυλακίῳ.

Πνεῦμα γὰρ σοφίας καὶ συνέσεως καὶ τὰ ἑξῆς τῶν ἀγαθῶν τὰ χαρίσματα. Πρὸς ἑτέραν γὰρ ἀντιδιαστέλλων, ἐν Παροιμίᾳ φησί· Σύνεσις δὲ ἀγαθὴ δίδωσι χάριν. Εἰ γὰρ πᾶσα σύνεσις ἀγαθὴ, οὐκ ἂν προσέθηκεν ἀγαθή.

Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου. Ἐγὼ μὲν ἐποίησα κρῖμα καὶ δικαιοσύνην· ἔσται δέ ποτε καί σοι καιρὸς τῷ Θεῷ τοῦ ποιῆσαι δηλονότι κρῖμα καὶ δικαιοσύνην κατὰ τῶν διασκεδασάντων τὸν νόμον σου.

Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ τὸ χρυσίον καὶ τοπάζιον. Ταῦτα συνᾴδει τῷ· Ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου· καὶ τῷ· Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον. Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.

Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην. Διὰ τοῦτο, ποῖον, ἢ τὸ μελέτην ἔχειν διαπαντὸς τοῦ νόμου; Καὶ συνετιεῖ νήπια. Νήπια νοήσεις τοὺς ἐν ἀγνοίᾳ κατεχομένους καὶ βρέφεσιν ἐοικότας. Τούτους γὰρ ὁ λόγος σου, φησὶ, τῷ σῷ καταυγαζομένους φωτὶ συνέσεως ἐμφορεῖ.

Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα. Διανοίξεως δὲ δεῖται τὰ λόγια. Διὸ καὶ ὁ Σωτὴρ διήνοιξε τὸν νοῦν τῶν μαθητῶν τοῦ συνιέναι τὰς Γραφάς. Καὶ τὴν δι᾽ ἡδονῆς ἢ δόξης ἀπάτην ἡ διὰ τῶν λόγων σύνεσις ἐνδιδομένη κωλύει.

Ἐπίβλεψον ἐπ᾽ ἐμὲ, καὶ ἐλέησόν με, κ.τ.λ. Ὡς κέκρικας, φησὶν, ἐπιβλέψαι, καὶ πολλῆς ἐπισκοπῆς ἀξιῶσαι τοὺς ἀγαπῶντας τὸ ὄνομά σου· οὕτω με τῆς αὐτῆς ἀξίωσον ἐπισκοπῆς, τοῦ αὐτοῦ ἐλέους. Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου. Κατὰ τὸ λόγιον αὐτοῦ ὁ Θεὸς κατευθύνει τὰ διαβήματα τοῦ ἀπὸ κακίας καὶ ἀγνοίας εἰς ἀρετὴν καὶ γνῶσιν διαβαίνοντος. Ὁ γὰρ ὀρθὸς λόγος τῶν τοιούτων ἡγεῖται· Οἱ μὴ ποιοῦντες τὴν ἁμαρτίαν οὐκ εἰσὶ δοῦλοι τῆς ἁμαρτίας.

Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων. Συκοφαντίαν ἀνθρώπων τὴν τῶν αἱρετικῶν διδασκαλίαν φησὶ, καὶ τὴν τῶν σοφῶν τοῦ αἰῶνος τούτου. Τούτου τετύχηκεν αἰσθητῶς Ἰωσὴφ καὶ Σωσάννα. Τροπικῶς δὲ ἀνθρώπους τὰς πονηρὰς λέγει δυνάμεις, ἀφ᾽ ὧν τῆς συκοφαντίας μόνου λυτροῦσθαι Θεοῦ.

Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου. Τὴν παρουσίαν ἐπιποθεῖ τοῦ Κυρίου θεάσασθαι. Αὐτὸς γάρ ἐστιν ὁ χαρακτὴρ τοῦ Πατρός. Καὶ δίδαξόν με τὰ δικαιώματά σου. Τὴν Νέαν Διαθήκην φησὶ, δι᾽ ἧς δεδικαίωκεν ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἐπὶ τῆς γῆς.

Διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου. Πλῆθος ἠφίειν δακρύων τοὺς τὸν σὸν παραβαίνοντας νόμον ἀποθρηνῶν. Δίκαιος εἶ, Κύριε, καὶ εὐθὴς ἡ κρίσις σου. Τὴν αἰτίαν ἀποδίδωσι, δι᾽ ἣν ἀπεκλαίετο τοὺς παραβαίνοντας τὸν τοῦ Θεοῦ νόμον· ὅτι δὴ τοῖς τοῦτον παραβαίνουσιν ἐν τῷ θείῳ δικαστηρίῳ τιμωρίαν ἠπείλησε, καὶ ταύτην ἐντεῦθεν ἤδη διεμαρτύρατο. Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου, κ.τ.λ. Τὰ μετὰ μαρτύρων οὐρανοῦ καὶ γῆς τινῶν ἄλλων ἐνετείλω μαρτύρια, δικαιοσύνην ὄντα καὶ ἀλήθειαν τρανωτάτην; Ἀλλ᾽ οὐκ ἠμαύρους· ἤγουν εὐθύτατοι τῶν σῶν κριμάτων κανόνες τὴν σὴν δικαιοσύνην μηνύουσι. Τὰ οὖν σὰ μαρτύρια αἱ θεῖαι Γραφαί· δικαιοσύνη μὲν κατὰ τὰ ἠθικὰ τυγχάνουσι παραγγέλματα, ἀλήθεια δὲ κατὰ τὴν θεωρίαν τῶν λόγων.

Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. Οἷον ζῆλον ἀνελάμβανον, εἴ ποτε ἑώρων τινὰ ἐπιλελησμένον τῶν σῶν λόγων. Καὶ οὐχ ἁπλῶς ζῆλον, ἀλλὰ διὰ τὸν τιθέντα μοι ἐκτήκεσθαι ἀπὸ τοῦ ζήλου τοῦ πρὸς σὲ, εἰ ἐθεώρουν τινὰς ἐπιλανθανομένους σου τῶν λόγων. Περὶ τούτου τοῦ ζήλου ἐμνήσθησαν οἱ μαθηταὶ, ἐκ προσώπου τοῦ Κυρίου ἐν ψαλμῷ εἰρημένου. Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.

Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα. Τὸ λόγιον τοῦ Θεοῦ πεπυρωμένον ἐστὶ σφόδρα καὶ ἐξιστάμενον, καὶ πάσῃ βασάνῳ ἀνέλεγκτον. Καὶ εἴ τις ἔχει πεπυρωμένον τοῦτο τὸ λόγιον, ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ἀνακρίνεται.

Νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος. Νεώτερος μὲν ὁ τοῖς θείοις λόγοις στοιχειούμενος, ἐξουδενωμένος δὲ διὰ τὸ ταπεινοῦν ἑαυτόν. Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα. Ἡ μὲν γὰρ παρ᾽ ἀνθρώποις δικαιοσύνη πρὸς ὀλίγον ψηφίζεται χρόνον τῷ κρινομένῳ τὸ δίκαιον, ἡ δὲ τοῦ Θεοῦ τὴν κρίσιν αἰώνιον ἀποδίδωσιν.

Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με. Οὐδὲ ἐν ταῖς περιστάσεσι, φησὶ, τοῦ τὸν σὸν μελετᾷν ἠμέλησαν νόμον. Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα. Ἃ δέδωκάς μοι, φησὶ, μαρτύρια, οὐ πρὸς ὀλίγον ὄντα ὠφέλιμα, δικαιοσύνη εἰς τὸν αἰῶνα τυγχάνουσι, δικαιοῦντα τὸν διαθέσει συνεγγίζοντα αὐτοῖς. Συνέτισόν με, καὶ ζῆσόν με. Ἣν γὰρ ἀσκοῦμεν ἐπὶ τοῦ παρόντος δικαιοσύνην ἀποδίδοται οὐκ ἐν ὀλίγαις ἡμέραις ἡμῶν, ἀλλ᾽ εἰς τὸν αἰῶνα. Ἀλλὰ καὶ ζήσομαι, φησὶν, ἐάν με συνετίσῃς· εἰς ἐκείνην γὰρ τὴν μακαρίαν ζωὴν ἀνόητος οὐκ εἰσέρχεται. Αἰτητέον οὖν σύνεσιν παρὰ τοῦ διδόντος πᾶσι τοῖς ἐξ ὅλης ψυχῆς αἰτοῦσιν αὐτόν.

Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου. Πρότερον· Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε· τὰ δικαιώματά σου ἐκζητήσω. Δεύτερον· Ἐκέκραξά σοι, σῶσόν με. Ὃ γὰρ ἐλάλουν κατὰ τὸ ἡγεμονικὸν, οὐκ ἄλλο τι ἦν ἢ ὁ Θεός. Μεγάλως οὖν σε καλέσας, μεγάλως ἐπαγγέλλομαι τὰ σὰ φυλάξαι μαρτύρια.

Προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα. Ἀωρία τὸν σκότον, ἤτοι τὴν σύγχυσιν τῶν πραγμάτων φησί. Ταῦτα δὲ λέγει· Καίτοι τῶν παρανόμων ἐν συγχύσει πάντα ποιούντων, πολλὰ ἐν τῷ σῷ νόμῳ ἐστοίχουν. Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ. Συνῆψαν οἱ πολεμοῦντές με τῇ ἀνομίᾳ, φησίν. Οὐδὲ γάρ τις διώκει τὸν δίκαιον μὴ ἀνομίᾳ συνεῖναι βουλόμενος.

Ἐγγὺς εἶ σὺ, Κύριε. Ὁ Θεὸς ἀλλαχοῦ φησι· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν, λέγει Κύριος. Ἡ δύναμις γὰρ τοῦ Θεοῦ πανταχοῦ ἐστι, κατὰ τὸν τῆς δημιουργίας καὶ προνοίας λόγον. Κρῖνον τὴν κρίσιν μου, καὶ λύτρωσαί με, διὰ τὸν λόγον σου ζῆσόν με. Λόγον τὴν ἐπαγγελίαν φησίν· ἐπηγγείλατο γὰρ ἥξειν, καὶ σώσειν ἡμᾶς.

Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία. Ἣν ἐπλεονέκτησαν οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου. Ὅτι δικαιώματά σου οὐκ ἐξεζήτησαν. Αὕτη ἡ αἰτία τοῦ καταδιώκειν τὸν δίκαιον, τὸ μακρὰν ἑαυτοὺς ἀποστῆσαι τοῦ θείου νόμου. Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε. Ἔγνων, φησὶν, ὡς διεμαρτύρω τὰς ἐντολὰς ἡμῖν, ὅτι βέβαιοί εἰσι καὶ ἀμετακίνητοι. Τοῦτο γὰρ δηλοῖ καὶ ἐν τῷ ἄνω στίχῳ, τὸ, Κατ᾽ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου.

Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην. Εἴ τινα ἑώρακα μὴ συνιέντα ἐγὼ, ἐπὶ τὸν τοιοῦτον ἐξετηκόμην ἀπὸ τοῦ ζήλου κατὰ τὴν θεοσέβειαν. Ἰδὲ, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε. Ὄψει γὰρ ἐν ἐμοὶ τῶν ἀγαθῶν ἔργων τοὺς τύπους· οὐ γὰρ ἀπλῶς ἐτήρησα, ἀλλ᾽ ἠγάπησα, μηδὲν ἔχων πρὸς ταύτας ἠναγκασμένον. Ἀλλ᾽ οὐδὲν ἧττον ἐλεοῦντός σου δέομαι πρὸς τὸ ζῆσαί με.

Ἀρχὴ τῶν λόγων σου ἀλήθεια. Αὕτη πρώτη τῶν σῶν δέδοται ἐντολῶν, τὸ ἀληθεύειν ἐν πᾶσι, καὶ πράξει, καὶ λόγῳ, καὶ διανοίᾳ. Ἄρχοντες κατεδίωξάν με δωρεάν. Ἔθλιβόν με, φησὶν, οἱ κατὰ καιροὺς ἄρχοντες, ἐχθροὶ ὄντες τῆς ἀληθείας. Ἀλλ᾽ οὐ δέδοικα τὰς ἐκείνων θλίψεις, τὸν σὸν λόγον δεδοικώς. Καὶ ποῖος οὗτος, ἢ τό· Μὴ φοβήθητε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν ἀποκτεῖναι μὴ δυναμένων· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι εἰς γεέννην;

Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. Οὐ φόβῳ δὲ μόνον τὴν ὑπακοὴν τὴν πρὸς τοὺς θείους λόγους πεποιῆσθαί φησιν, ἀλλὰ καὶ χαρᾷ, ἥτις ἐπὶ πλούτῳ χαίρει πολλά. Βεβαιωτέρα δὲ τήρησις ἡ ἐν χαρᾷ γινομένη.

Πολεμίων δὲ διωκόντων μνησθεὶς, καὶ σκύλων εἰκότως ἐμνήσθη. Οὐκ ἂν γὰρ, φησὶ, πάντας ἀνελὼν καὶ σκυλεύσας, τοσοῦτον ᾠήθην, ὡς ἐπὶ τοῖς λόγοις τοῖς σοῖς. (Cord.) Ποίοις λόγοις, ἢ περὶ ὧν λέγει ὁ Παῦλος· Πρῶτοι γὰρ ἐπιστεύσαμεν τὰ λόγια τοῦ Θεοῦ, περὶ τῶν Ἰουδαίων φάσκων.

Ἀδικίαν ἐμίσησα, κ.τ.λ. Οὐ γὰρ κατ᾽ ἐκείνους νεκρὸν ἤμυνα καὶ σκῦλα λαβὼν βδελύττομαι· μόνον γὰρ ὠφέλιμον ἀδικίαν βδελύττεσθαι· διό σου καὶ δεόντως τὸν νόμον νοήσας ἠγάπησα, μηδαμῶς αὐτὸν ἕλκων ἐπὶ τὰ γήϊνα. Ἡμεῖς γὰρ ὡς συνεγερθέντες Χριστῷ τὰ ἄνω ζητοῦμεν, οὐ τὰ ἐπὶ τῆς γῆς.

Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι. Παρ᾽ ὅλον τὸν βίον αὐτοῦ ὁ δίκαιος φωτιζόμενος ἐν ἡμέρᾳ ἔσται τελείᾳ, οὐ μεσολαβουμένῃ ὑπὸ νυκτός· καὶ αἰνεῖ τὸν Θεὸν ἑπτάκις ὑπερκόσμιος γεγονὼς, τοῦ ἄνω κεχωρηκέναι τοῦ ἐν ἓξ ἡμέραις γενομένου κόσμου· ἅτε καὶ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ γεγενημένος, τὸν τῆς δημιουργίας καὶ προνοίας Θεοῦ λόγον θεωρήσας, ἐξομολογεῖται ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης τοῦ Θεοῦ· καθ᾽ ἃ κρίματα ἑκάστων ποικίλην δημιουργίαν καὶ πρόνοιαν ἔσχεν. Τὸ ἀδιάλειπτόν φησιν. Λέγει δὲ, ὅτι διαπαντὸς ἐμνημόνευον τῶν σῶν κριμάτων, ὧν δικαίως ἐπήγαγες· τοὺς μὲν πλεονεκτήσαντας ἐκβαλὼν ἄρχοντας, τοὺς δὲ ἀδικηθέντας λυτρωσάμενος.

Ἐγγισάτω ἡ δέησίς μου ... Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε. Ὅρα τῶν θείων ῥημάτων τὸ εὔτακτον. Πρῶτον γὰρ τὸ, ἐγγισάτω· εἶτα, τὸ μεῖζον, τὸ, εἰσέλθοι τὸ ἀξίωμά μου· πρὸ γὰρ τοῦ, εἰσέλθοι, τὸ, ἐγγίσαι. Ἐγγίσας γάρ τις οἰκίαν, ἐὰν ᾖ φίλος τοῦ οἰκοδεσπότου, εἰσέρχεται.

Ἣν δὲ κέκληκε δέησιν, νῦν εἶπεν ἀξίωμα, παρὰ τὸ ἀξιοῦν. Μήποτε ὡς ἔστι κοσμικὰ καθ᾽ ὑπεροχὴν ἀξιώματα, οὕτω καὶ ψυχικά; Ἀξίωμα γὰρ ἀπόστολον εἶναι Χριστοῦ· ἀξιώματα καὶ τάγματα τὰ ἐκκλησιαστικά. Ἀξίωμα δὲ ψυχῆς καὶ τὸ ἔχειν τὰς ἀρετὰς, ἢ μίαν αὐτῶν. Ὁ τοιοῦτον ἔχων ἀξίωμα τὰ παρόντα φησίν.

Ἐξερεύξοιντο τὰ χείλη μου ὕμνον. Ἡ ἐρυγὴ ὡς ἐπὶ πᾶν γίνεται τοῖς κεκορεσμένοις. Οἶδεν οὖν ὁ θεῖος λόγος πνευματικὴν τροφήν. Αὐτὸς οὖν ὁ Λόγος φησὶν ἄρτος εἶναι. Ἐγὼ γάρ εἰμι ὁ ἄρτος τῆς ζωῆς ὁ ἐξ οὐρανοῦ καταβάς· λέγει δὲ καί· Ὁ τρώγων μου τὴν σάρκα ἔχει ζωὴν ἐν ἑαυτῷ. Τοῦτον δὴ φάγοντες, ὕμνον ἐρευγόμεθα. Τοιαύτης εὔχομαι τυχεῖν ἐρυγῆς. Ὅπερ ἀδύνατον, ἐὰν μή με διδάξῃς τὰ δικαιώματα.

Φθέγξοιτο ἡ γλῶσσά μου τὰ λόγιά σου. Εὔχεται ἃ δ᾽ ἂν εἴποι λόγον εἶναι Θεοῦ, κατὰ τό· Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ. Ὁ δὲ τοιοῦτος ἀργὸν ῥῆμα οὐ λαλεῖ. Διό φησιν ὁ Παῦλος· Τὸ γὰρ, Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται τὸ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Δικαιοσύνη γὰρ τοῦτό ἐστι τό· Ἀγαπήσεις τὸν πλησίον σου.

Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με. Δηλοῖ γὰρ οὐ τὴν κατ᾽ οὐσίαν γένεσιν αὐτῆς, ἀλλὰ τὴν πρὸς τὰ σωζόμενα σχέσιν. Ὁποῖον καὶ τό· Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν. Ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε. Ἐὰν θέλῃς ἐπαναβῆναι τῷ λόγῳ, τὸ σωτήριόν σου ὁ Χριστός ἐστιν. Ἰησοῦς γὰρ ἑρμηνεύεται Θεοῦ σωτηρία Οὗτος ἡμῖν ἐπέμφθη. Ἔργον ἐστὶ τὸ ἐπιποθεῖν τοῦ Θεοῦ τὸ σωτήριον. Οἱ γὰρ πολλοὶ τὸ κατὰ σάρκα ποθοῦσι.

Τὸ δὲ τοῦ Θεοῦ, τὸ ἐν αὐτῷ σωθῆναι, τὸ ἐν αὐτῷ ἀναπαύεσθαι, κληρονομῆσαι τὰ ἅγια. Τοῦτο γάρ ἐστι τὸ σωτήριον τοῦ Θεοῦ, ἡ αἰώνιος ζωή. Ἀλλὰ καὶ Ἰησοῦς ἑρμηνεύεται Θεοῦ σωτήριον, πεμφθεὶς ἡμῖν ἐπὶ σωτηρίᾳ· οὗ πρὸς τὸν πόθον ὁ θέλων ὁδεῦσαι μελετήσει τὸν νόμον.

Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε. Περὶ μελλούσης λέγει ζωῆς. Ἡ γὰρ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Τότε κυρίως αἰνέσω, τότε βοηθῆσαί μοι· τὰ ἐπιβόητα γενόμενα τῶν κρινομένων σοι κρίματα τῷ μὲν δικαίῳ χωρὶς βασάνων, τῷ δὲ δεομένῳ διὰ βασάνων.

Ἐπλανήθην ὡς πρόβατον ἀπωλολός. Μετὰ τὸ εἰπεῖν περὶ αὐτοῦ ἔργα κατορθωκότος, πάλιν πρόβατον ἑαυτὸν πεπλανημένον εἶναι λέγει, ταπεινοφροσύνην ἐπιτηδεύων, κατὰ τὸ εἰρημένον ὑπὸ Κυρίου· Ὅταν πάντα καθορθώσητε, λέγετε· Δοῦλοι ἀχρεῖοί ἐσμεν.