Ἔργον
Μέγας Αθανάσιος – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία εις τας Ωδάς των Αναβαθμών (Ψαλμοί ΡΙΘ' - ΡΛΔ')
Ερμηνεία των Ωδών των Αναβαθμών (Ψαλμοί 119-134), με έμφαση στην ταπεινοφροσύνη, την προσευχή και την πνευματική ανάβαση της ψυχής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τας Ωδάς των Αναβαθμών (Ψαλμοί ΡΙΘ' - ΡΛΔ')
Ερμηνεία των Ωδών των Αναβαθμών (Ψαλμοί 119-134), με έμφαση στην ταπεινοφροσύνη, την προσευχή και την πνευματική ανάβαση της ψυχής.
ᾨδὴ τῶν ἀναβαθμῶν. ΡΙΘʹ. Ὑπόθεσις. Τὴν πρώτην ᾠδὴν τῶν ἀναβαθμῶν ᾄδει τῷ Θεῷ ὁ ἐν Βαβυλῶνι λαὸς, ἀδημονῶν ἐπὶ τῷ μήκει τῆς αἰχμαλωσίας, καὶ εὐχόμενος ἐλευθερωθῆναι. Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα ...
Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. Πῶς γὰρ οὐκ ἄδικα χείλη τῶν Βαβυλωνίων, τὰ τὴν εἰδωλολατρείαν ὡμολογηκότα. Αὐτὴ δὲ καὶ γλῶσσα κληθείη δολία, ἅτε μηδὲν εὐθὲς λαλοῦσα περὶ Θεοῦ.
Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα. Τί πλέον δοθῆναί σοι αἰτεῖς, φησὶν, ἢ τί θέλεις ἕτερον προστεθῆναί σοι τοῦ κατὰ τῶν δολίων χειλέων; Βέλη πυρὸς μεστὰ ἐξαφθῆναι παρὰ τοῦ δυνατοῦ.
Σημαίνει δὲ τὴν κατὰ τῶν Βαβυλωνίων ὅσον οὔπω τιμωρίαν ἐσομένην. Οἴ μοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. Ἑτέραν αἴτησιν εὔχεται παρὰ Θεοῦ, τῆς παροικίας ἐλευθερωθῆναι. Κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. Χώρα τις ἐστὶν ἡ Κηδὰρ ἐπὶ τῆς ἐρήμου τῆς πρὸς ἀνατολὰς κειμένη, καὶ μέχρι τῆς Περσῶν παρατείνουσα, ἣν γένος Σαρακηνῶν οἰκεῖ. Πολλὰ παρῴκησεν ἡ ψυχή μου.
Μετὰ τῶν μισούντων εἰρήνην ἤμην εἰρηνικός. Κακία Βαβυλωνίων τὸ πολεμεῖν ἀντ᾽ οὐδενὸς τοῖς εἰρηνεύουσιν. Εἰ μή τι δέοι κριτικῆς τιμωρίας, ἣν κατὰ Χαναναίων καὶ Ἀμοῤῥαίων ἐπέταττεν ὁ Θεὸς, τὴν πρὸς αὐτοὺς ἀπαγορεύων φιλίαν. Οἱ δὲ φαῦλοι πρὸς τούτους ἀσύμβατοι, τὴν θεοσέβειαν βδελυττόμενοι.
Ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.
ᾨδὴ τῶν ἀναβαθμῶν. ΡΚʹ. Ὑπόθεσις. Τὴν δευτέραν ᾠδὴν ᾄδει, προαπολυθεὶς μὲν τῆς αἰχμαλωσίας, ἐν ὁδῷ δὲ ὁδεύων τῆς μακρᾶς ὁδοῦ τῆς μεταξὺ Βαβυλῶνος καὶ Ἱερουσαλήμ. Ὃς, καὶ μέσος τῶν ὀρέων ἀποληφθεὶς, εὔχεται αὐτῷ βοήθειαν γενέσθαι· οὗ καὶ ἐπακούσας, τὸ Πνεῦμα τὸ προφητικὸν ἀποφθέγγεται· Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου.
Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη ... Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Τοῦ Θεοῦ δεικνύντος τὸ δυνατὸν, Τοῦ ποιήσαντος, φησὶ, τὸν οὐρανὸν καὶ τὴν γῆν. Μὴ δῴη εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε. Ταύτην ἔχε τὴν ἐλπίδα, καὶ σώζῃ. Τὸ δὲ, οὐ νυστάξει, οὐ τὸ ἐπίπονον ἀπὸ τῶν φυλαττόντων τὰς στρατιὰς καὶ πόλεις καὶ ποίμνια, ἀλλὰ τὸ ἀπαθὲς τὸ Θεῖον δηλοῖ τὸ, οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων Ἰσραήλ. Δοκεῖ δὲ νυστάζειν, ἐπειδὰν τοῖς ἀστάτοις τοῦ βίου σαλευόμεθα πράγμασι, ταῖς καθ᾽ ἡμῶν ἐπιβουλαῖς.
Κύριος φυλάξαι σε, Κύριος σκέπη σοι, ἐπὶ χεῖρα δεξιάν σου. Τοῦτο καὶ ἐν τῷ ιεʹ ἔφη ψαλμῷ Προεωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Καὶ ἐνταῦθα πάλιν φησὶν, ὅτι Παρὰ τὴν δεξιάν σου χεῖρα γενόμενος, καὶ σκεπάσει, καὶ φρουρήσει, καὶ πάσης ἀξιώσει προνοίας.
ᾨδὴ τῶν ἀναβαθμῶν. ΡΚΑʹ. Ὑπόθεσις. Ἡ τρίτη ᾠδὴ τοὺς ἔτι ὁδοιποροῦντας εὐαγγελίζεται, τὴν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἄφιξιν. Διὸ καὶ ἀναφθέγγεται. Ηὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· εἰς οἶκον Κυρίου πορευσόμεθα.
Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Αὕτη τῶν γεγηρακότων ἡ φωνὴ, τῶν καὶ τὴν αἰχμαλωσίαν ὑπομεινάντων, διηγουμένων, ὡς ἄρα αὐτῶν οἱ πόδες, οἱ νῦν τὴν πορείαν ποιούμενοι, πάλαι ἔστησαν ἐν Ἱερουσαλήμ.
Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις. Οὕτω, φησὶν, ἦν πάλαι ὡς πόλις, οὐ διεσπαρμένη ὧδε κἀκεῖσε· ἀλλ᾽ οὕτως ἦν ἡρμοσμένη, ὡς δόξαι ἕνα οἶκον εἶναι τῇ συναφείᾳ καὶ τῇ ἁρμονίᾳ τῶν οἰκοδομημάτων. Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί. Πᾶσαι αἱ φυλαὶ, φησὶν, ἐξ Αἰγύπτου δυνάμει Κυρίου ἐξελθοῦσαι, εἰς αὐτὴν ἔσπευδον τὴν πόλιν μαρτυρῆσαι, ἤτοι εὐχαριστῆσαι τῷ Θεῷ τοῦ Ἰσραήλ. Τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Ἐφ᾽ οἷς ἐπλήρωσε τὴν θαυμασίαν ὑπόσχεσιν, θρόνους τε τοῦ οἴκου Δαυῒδ ἱδρυνθῆναί φησιν ἐπ᾽ αὐτῆς· ἐπεὶ καὶ βασιλείαν πάντων ὁ Δαυῒδ προφητεύει· οὐχ ἑνὸς λέγων ἀρχὴν, ἀλλὰ κοινὴν, ὑπὲρ ἀρίστων καὶ θεοσεβεστάτων· δι᾽ ὧν ἡ βασιλεία Δαυῒδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ, τοῖς δώδεκα δεδωκότος ἀποστόλοις, τοῖς ἐπὶ δώδεκα θρόνοις καθεζομένοις κρίνειν τὸν Ἰσραήλ.
Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν. Καὶ κατὰ τὴν ἱστορίαν ἐκεῖ τὰ βασίλεια, καὶ τῶν ἱερέων οἱ θρόνοι· ὥσπερ τινὶ διπλῷ στεφάνῳ καὶ διαδήματι καλλωπιζομένης τῆς πόλεως. Νῦν δὲ πάντων ἔκπτωσις, καὶ τῆς παλαιᾶς εὐδαιμονίας ἐλάχιστα λείψανα. Θρόνοι ἐπὶ οἶκον Δαυΐδ. Ἐν ταύτῃ, φησὶ, τῇ πόλει, τουτέστι τῇ Ἱερουσαλὴμ, θρόνοι ἐτέθησαν βασιλικοὶ κρῖμα δίκαιον κρίνοντες· ὧν πρῶτος κατῆρξε Δαυῒδ, ἔπειτα οἱ ἐξ αὐτοῦ κατὰ σάρκα. Διὸ καὶ οἶκον αὐτοῦ ὀνομάζει τοῦ Δαυΐδ.
Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ. Μαθόντες, ὦ οὗτοι, τίς ποτε ἦν Ἱερουσαλὴμ, εὔχεσθε ὑπὲρ τῆς εἰρήνης αὐτῆς, μηδὲν ἐκζητοῦντες ἕτερον ἢ τὰ πρὸς εἰρήνην αὐτῆς συντελοῦντα. Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν τοῖς πυργοβάρεσί σου. Ἀντὶ τοῦ, ἐν τοῖς βασιλείοις σου. Εὔχομαί σοι, φησὶ, τὰ ἀγαθὰ διὰ τοὺς ἐνοικοῦντας ἐν σοὶ, πλησίον ὄντας καὶ ἀδελφούς. Ταῦτα γὰρ οἱ γεγηρακότες εὔχονται τῇ Ἱερουσαλὴμ, τὸ ἐν τοῖς τείχεσιν αὐτῆς εἶναι εἰρήνην. Δυνάμει γὰρ τὰ τείχη φησίν· ἢ καθ᾽ ἕτερον λόγον τοὺς ἐν αὐτῇ ἁγίους.
Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι. Ἐπεὶ ἐν σοί ἐστιν, ὦ Ἱερουσαλὴμ, ὁ οἶκος τοῦ Θεοῦ ἡμῶν, ἀμειβόμενός σε ἐξεζήτησα ἀγαθά σοι.
ᾨδὴ τῶν ἀναβαθμῶν. ΡΚΒʹ. Ὑπόθεσις. Ἡ τετάρτη ᾠδὴ εὐχὴν περιέχει τῶν ἐν τῇ ὁδοιπορίᾳ διὰ πολλῶν ἐτῶν τὴν ἐπάνοδον ποιουμένων. Οἳ καὶ, καμόντες κατὰ τὴν ὁδὸν, ἐλέους καὶ οἴκτου δέονται τυχεῖν παρὰ τοῦ Θεοῦ, ὡς ἐξουθενημένοι παρὰ τῶν ἐθνῶν. Διὸ καὶ ἀναφθέγγεται πρὸς αὐτοὺς παραμυθούμενον τὸ Πνεῦμα, καὶ λέγον· Τοῖς εὐθηνοῦσι τὸ ὄνειδος.
Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν. Τῶν μὲν ἐχόντων τὸ πνεῦμα τῆς δουλείας εἰς φόβον ὀφθαλμοὶ εἰς χεῖρας κυρίων τε καὶ κυρίας· τοῦ δὲ τὸ πνεῦμα τῆς υἱοθεσίας ἔχοντος, πρὸς Κύριον τὸν Θεόν.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς. Ὁ ἀναδιπλασιασμὸς δηλοῖ τὸ θερμὸν τῆς αἰτήσεως, οὐχ ὡς ἄξιοι τὸν ἔλεον αἰτοῦμεν, ἀλλ᾽ ὡς ἐπονείδιστοι λίαν γενόμενοι.
ᾨδὴ τῶν ἀναβαθμῶν. ΡΚΓʹ. Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν. Ὑπόθεσις. Τὴν πέμπτην ᾠδὴν ᾄδοντες οἱ ἐπιβάντες τῆς Ἰουδαίας γῆς, εὐχὰς ἀναπέμπουσιν, ἐφ᾽ οἷς ἐῤῥύσθησαν ἀπὸ τῆς αἰχμαλωσίας καὶ τῶν μεταξὺ ἐχθρῶν.
ᾨδὴ τῶν ἀναβαθμῶν. ΡΚΔʹ. Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών. Ὑπόθεσις. Τὴν ἕκτην ᾠδὴν ᾄδουσιν ἐπ᾽ αὐτὸ τὸ ποθούμενον ὄρος γενόμενοι. Εἶτα ὁρῶντες τὴν πόλιν ἀτείχιστον, τεῖχος αὐτῇ τὴν τοῦ Κυρίου ἐπικουρίαν εὔχονται γενέσθαι, φησὶ, καὶ μὴν καὶ τῶν ἐχθρῶν θαῤῥοῦσι διαφυγεῖν τὰς ἐπιβουλάς· ἐξ αὐτῆς δὲ τῆς ἐπικουρίας πάλιν τοῦ Θεοῦ, «μὴ ἀφιέντος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων καὶ τῶν ἁγίων αὐτοῦ.» Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. Ἡ γὰρ ὑπερέχουσα πάντα νοῦν εἰρήνη μόνῳ τῷ νοῦν ἔχοντι δίδοται. Ἀλλὰ καὶ τῶν πολεμίων ἀπολωλότων, οὗτοι τῆς εἰρήνης ἀπήλαυσαν.
ᾨδὴ τῶν ἀναβαθμῶν. ΡΚΕʹ. Ὑπόθεσις. Τὴν ἑβδόμην ᾄδουσιν ᾠδὴν οἱ τὸ ἀσφαλὲς ἐσχηκότες τῆς λυτρώσεως διὰ τὸ ἐν αὐτῇ γεγενῆσθαι τῇ πόλει. Παρακαλοῦσι δὲ ὑπὲρ τῶν λοιπῶν, τῶν ἔτι ὄντων ἐν τῇ Βαβυλῶνι, ὅπως ἂν καὶ αὐτοὶ λυτρωθῶσιν.
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. Οἱ ἀπόστολοι ταῦτα προφητεύονται περὶ ἑαυτῶν καὶ τῶν ἐν τοῖς ἔθνεσι. Κατὰ γὰρ τοὺς τοῦ Δαυῒδ χρόνους οὐκ ἦν αἰχμαλωσία. Τάχα οὖν περὶ τῆς νοητῆς ταῦτά φησι. Τὸ γὰρ, ἐροῦσι, προφητικῶς τὸ μέλλον δηλοῦται.
Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· Ἐμεγάλυνε Κύριος, κ.τ.λ. Τοῦτο δὲ ἡμᾶς πολυθρηνήτους παρὰ πᾶσιν ἀπέφηνεν. Ἅπαντες γὰρ τὴν τοῦ Θεοῦ μεγαλουργίαν θαυμάζουσιν, ὅτι τῆς πικρᾶς ἐκείνης ἡμᾶς δουλείας ἀπήλλαξε· καὶ ἡμεῖς μέντοι βοῶμεν, οὐ γὰρ ἀναισθητοῦμεν, εἰ καὶ μὴ τοὺς λοιποὺς ἀπειλήφαμεν· περὶ ὧν ἱκετεύομεν λέγοντες· Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάῤῥους ἐν τῷ νότῳ.
Δηλοῦσι τὸ πολὺ πλῆθος ἐναπομεῖναν ἐν Βαβυλῶνι, ὡς καὶ τὴν ἐπιστροφὴν αὐτοῦ, παρεικάζειν αὐτοὺς τῷ ῥεύματι τοῦ Αἰγυπτίου ποταμοῦ. Νότον γὰρ τὴν ἔρημόν φησιν. Οἱ σπείροντες ἐν τοῖς δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον.
Τοῖς εὐξαμένοις περὶ τῶν καταλοίπων ἀποκρίνεται τὸ προφητικὸν Πνεῦμα, καί φησιν, ὅτι, Εἰ κλαύσαιεν ὑπὲρ τῶν ἐν Βαβυλῶνι, ἔσται καὶ αὐτοῖς ἡ ἐπιστροφή.
ᾨδὴ τῶν ἀναβαθμῶν τῷ Σολομῶνι. ΡΚϛ. Ὑπόθεσις Ἡ ὀγδόη ᾄδεται ᾠδὴ, καταβεβλημένων ἤδη τῶν θεμελίων τοῦ ἱεροῦ· ἐλπιζόντων ἀδιάσειστον εἶναι τὸ τείχισμα. Λεληθότως οὖν προφητεύει τὴν ἐσομένην αὐτοῦ πτῶσιν πάλιν ἐπὶ τῆς Ῥωμαίων ἀρχῆς.
Συνάπτει δὲ καὶ προφητείαν περὶ τῆς Χριστοῦ Ἐκκλησίας· ᾌδεται δὲ προφητικῶς ὑπὸ τοῦ Σολομῶνος· καθάπερ ἀμέλει καὶ Ζαχαρίου εἰσὶ ψαλμοὶ καὶ Ἀγγαίου. Ἡ δὲ ὀγδόη εἰκότως ἀρχὴ τῆς Νέας Διαθήκης. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ὡς μέγα φρονούντων τῶν Ἰουδαίων ἐπὶ τῷ στερεῷ τῆς οἰκοδομῆς, τὰ τοιαῦτά φησιν.
Ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον, ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί. Μὴ μέγα φρονεῖτε, φησὶν, ἐπὶ τῷ ἱερῷ, ὡς ἐν αὐτῷ τῆς κληρονομίας ὑμῶν διδομένης. Οὐ γάρ ἐστιν αὕτη. Ἀλλ᾽ ὅταν ἀναπαύσῃ τοὺς ἠγαπημένους αὐτοῦ ἐκ τοῦ προτέρου λαοῦ, τουτέστι τοὺς προφήτας· τότε τοῖς ἐκείνου υἱέσι τὴν κληρονομίαν δώσει. Τίνες δ᾽ ἂν εἶεν οὗτοι ἢ οἱ μαθηταί; Cord. Ἡ γὰρ θεία ὑπόσχεσις, καὶ ἡ περὶ τοὺς παῖδας εὐλογία, καθάπερ τις μισθὸς τοῖς ἐπ᾽ αὐτὸν ἠλπικόσι δεδώρηται. Ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Ὁ καρπὸς τῆς γαστρὸς εἴη ἂν ἡ σωτηρία τοῦ πνεύματος, κατὰ τό· Ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς. Τούτου τοῦ καρποῦ μισθὸς ὥσπερ καὶ κληρονομία δοθήσεται ἡ υἱοθεσία.
Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. Ἐκτετιναγμένους τοὺς ἀποῤῥιφέντας φησὶ τοῦ προτέρου λαοῦ· ὧν οἱ υἱοὶ, τουτέστιν οἱ ἀπόστολοι, γεγόνασι βέλη τοῦ δυνατοῦ. Δι᾽ αὐτῶν τὰς ἀντικειμένας δυνάμεις κατετόξευσεν.
Μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν. Ἐξ αὐτῶν μακαρίζει τοὺς ἐκ τῆς διδασκαλίας ὠφεληθησομένους. Οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις. Σαφῶς τὴν παρουσίαν τοῦ κηρύγματος δηλοῖ.
ᾨδὴ τῶν ἀναβαθμῶν. ΡΚΖʹ. Ὑπόθεσις. Ἡ ἐννάτη ᾠδὴ μακαρίζει τὸν προσελθόντα τῷ φόβῳ τοῦ Θεοῦ. Εἰκότως δὲ μετὰ τὴν ἀνάδειξιν τῶν ἀποστόλων μακαρίζει τοὺς πιστεύσαντας. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα. Τῷ φοβουμένῳ τὸν Κύριον δῶρον δίδοται οὐχ ἡ τυχοῦσα γυνὴ, ἀλλ᾽ ἡ καρποῖς ἀγαθοῖς κεκοσμημένη. Γυνὴ γὰρ ἀγαθὴ μερὶς ἀγαθή. Καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Τὰ νοητὰ δηλονότι· Ἃ ὀφθαλμὸς οὐκ οἶδε, καὶ τὰ ἑξῆς.
Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. Τὰς ἐπαγγελίας λέγει. Ὥσπερ γὰρ πρῶτοι καρποὶ τῆς θεοφιλοῦς ψυχῆς εἰσι τὰ γεννήματα, οὕτως καὶ δεύτεροι αἱ ἐπαγγελίαι.
ᾨδὴ τῶν ἀναβαθμῶν. ΡΚΗʹ. Ὑπόθεσις. Ἡ δεκάτη ᾠδὴ τοὺς πολλοὺς διωγμοὺς τῷ Χριστοῦ λαῷ ἐκδιδάσκει, καὶ ὥσπερ πάντα ὑπερπηδήσει κρείττων ἀεὶ τῶν ἐπιβουλευόντων γενόμενος. Τοῦτό φησι διὰ τὸ ἀπ᾽ ἀρχῆς τοῦ κηρύγματος γενέσθαι τοὺς διωγμούς.
Πλεονάκις ἐπολέμησάν με ... Κύριος δίκαιος συνέτριψεν αὐχένας ἁμαρτωλῶν. Πάντες γὰρ οἱ διώξαντες κακοὶ κακῶς ἀπολοῦνται.
ᾨδὴ τῶν ἀναβαθμῶν. ΡΚΘʹ. Ὑπόθεσις. Ἡ ἑνδεκάτη ᾠδὴ εὐχὴν περιέχει μαρτύρων, καὶ διδασκαλίαν ἐξομολογήσεως τῷ νέῳ λαῷ. Σαφῶς δὲ ἀρετῆς ἱλασμὸν κηρύσσει, ὅς ἐστι Χριστός. Περὶ αὐτοῦ γὰρ εἴρηται· Καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
Ἐκ βαθέων ἐξέκραξά σοι, Κύριε ... Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ὦτα ἐπὶ Θεοῦ, καὶ τὰς ἀγγελικὰς δυνάμεις νοοῦμεν, δι᾽ ὧν αἱ δεήσεις ἡμῶν πρὸς Θεὸν εἰσέρχονται. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὁ δὲ τοῦ, Κύριε, Κύριε, διπλασιασμὸς θαυμάζοντός ἐστι τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὸν ὄγκον, παρ᾽ ἧς καὶ τὸν ἱλασμὸν εἶναί φησιν, ἀλλ᾽ οὐκ ἐν τοῖς ἡμετέροις κατορθώμασιν.
Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε. Ταῦτα τῶν μὴ διὰ χρείαν πνευματικὴν, δι᾽ αὐτὸ δὲ τὸ σεπτὸν ὄνομα προσιόντων, οὕτω καὶ ἐν ὑπομονῇ τρεχόντων τὸν προκείμενον ἀγῶνα, καὶ κατὰ μηδ᾽ ἕνα καιρὸν ἀφισταμένων Θεοῦ καὶ τῶν ἀρεσκόντων αὐτῷ.
Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτὸς ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Δεῖ γὰρ καὶ ἐν τοῖς σκυθρωποῖς προσδοκᾷν ἐπὶ Κύριον. Οὐ γὰρ μόνον ὅτε φυλακὴ πρωῒ μὴ καὶ λαμπρὰ τὰ παρόντα, ἀλλὰ καὶ μέχρι τῶν ζοφερῶν περιστάσεων. Ἀλλὰ καὶ ἀνατέλλοντος τοῦ ἀληθινοῦ φωτὸς ὁ διορατικὸς νοῦς προσθήκην λαμβάνει ἐκ Θεοῦ τῶν φαιδρῶν, καὶ τῶν σκυθρωπῶν ἀπαλλαγήν· ἐλπισάτω παρ᾽ αὐτῷ γὰρ ὡς ἐν πηγῇ, καὶ παρ᾽ αὐτοῦ τὸ ἔλεος, τῷ αὐτῷ ὄντι λυτρώσει, καὶ τῷ ἱλασμῷ, τῷ ἱκανώσει πολλῇ τὰς ἁμαρτίας περικαθαίροντι.
ᾨδὴ τῶν ἀναβαθμῶν. ΡΛʹ. Ὑπόθεσις. Ἡ δωδεκάτη ᾠδὴ τὸν καταξιωθέντα τοῦ ἱλασμοῦ διδάσκει μὴ ἐπαίρεσθαι, τῇ ἑαυτοῦ βελτιώσει θαῤῥοῦντα, ἀλλὰ ταπεινοφρονεῖν. Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου ... οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ, κ.τ.λ. Πρὸς δὲ τὸ μὴ ἐπαρθῆναί φησι τὴν ἐναντίαν ἀρετὴν εἰς ὑπερβολὴν ἐπιτήδειον, ἣν καὶ ὁ Σωτὴρ ἐδίδαξε λέγων· Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀπογαλακτισθέντα δὲ λέγει παιδία, τὴν θλίψιν δηλῶν. Οὐ γὰρ ἀφίσταται τῆς μητρὸς, ὀδυνώμενον ἐπὶ τοῦ στερηθῆναι τοῦ γάλακτος. Οὕτως ὢν ἐν συμφοραῖς κἀγὼ, φησὶν, ηὐχόμην ἀεὶ τοῦ Θεοῦ. Εἰ δὲ μὴ οὕτως εἴην, δίκην δοίην ἐσχάτην
ᾨδὴ τῶν ἀναβαθμῶν. ΡΛΑʹ. Ὑπόθεσις. Ἡ τρισκαιδεκάτη ᾠδὴ εὐχὴν περιέχει ὑπὲρ τοῦ Δαυΐδ. Τοῦ γὰρ ἱλασμοῦ πᾶσι προξενοῦντος ἁμαρτιῶν ἄφεσιν, ἀναγκαίως τὸ Πνεῦμα τὸ προφητικὸν μετὰ τῶν λοιπῶν τῶν σωζομένων, καὶ τοῦ Δαυΐδ φησι· «Κύριε, μνήσθητι, κατὰ τὴν πραότητα αὐτοῦ ἀποδιδοὺς αὐτῷ.» Ὡς γὰρ αὐτὸς πρᾶος ὢν ἠφίει τῷ Σαοὺλ τὰ εἰς αὐτὸν ἀδικήματα, οὕτω καὶ αὐτῷ συγχώρησον τὰς πλημμελείας.
Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ. Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακὼβ, καὶ τὰ ἑξῆς. Μαθὼν γὰρ ἐξ ἁγίου Πνεύματος, ὡς ἐπιδημήσει τοῖς ἀνθρώποις ὁ Κύριος, ἄφεσιν διδοὺς τῶν πολλῶν ἁμαρτημάτων, καὶ αὐτὸς σωθήσεσθαι διὰ ταύτης ἐλπίσας, σπεύδει μαθεῖν πότε ἔσται, καὶ ποῦ γενήσεται, τίνα δὲ τρόπον ἐπιδημήσει.
Ταῦτα γνῶναι ποθῶν, εἰς τοσαύτην ἑαυτὸν ὑπέβαλε κάκωσιν, ὡς πᾶσαν μὲν παραιτεῖσθαι στρωμνὴν, ἀποτάξασθαι δὲ τῷ οἴκῳ, κεῖσθαι δὲ πρὸ τοῦ Θεοῦ κατὰ πρόσωπον τοῦ ἁγιάσματος ἐπ᾽ ἐδάφους, ὅρκῳ βεβαιώσας μὴ ἀναστῆναι πρὶν ταῦτα μαθεῖν.
Ἐπὶ δὲ τῇ τούτου εὐτονίᾳ λαβὼν οἶκτον ὁ Θεὸς ἐπινεύει· ὡς ἓν ἅπαξ ὠμόσας μὴ ψεύσατο· ὅθεν ἐπήνεγκεν· Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εὐφρανθά· αὕτη ἐστὶν ἡ Βηθλεέμ. Τίνα δὲ αὐτὴν ἢ τὴν μέλλουσαν ἔσεσθαι Κυρίου ἔλευσιν;
Εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Τὸ γὰρ σπήλαιον ἐν ᾧ γεγένηται ὁ Χριστὸς ἐν πεδίοις ἐστὶν, ἤτοι τοῖς ἀγροῖς. Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ. Τὰς κατὰ καιρὸν ἐσομένας Ἐκκλησίας σημαίνει. Προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Τὸ ὄρος τῶν Ἐλαιῶν φησιν, ἔνθα πᾶς παρερχόμενος προσκυνεῖ.
Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου. Τὴν εἰς οὐρανοὺς ἀνάληψιν ἐπισπεύδουσιν αὐτοῦ. Σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Κιβωτὸν τοῦ ἁγιάσματος τὴν ἁγίαν αὐτοῦ σάρκα φησίν. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην. Οὐκέτι, φησὶ, κατὰ τὸν νόμον στολὰς, ἀλλ᾽ αὐτὴν τὴν δικαιοσύνην.
Δικαιοσύνη δὲ ὁ Χριστός. Ἕνεκεν Δαυῒδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Μετὰ τῆς εἰς πάντας ἀνθρώπους εὐεργεσίας καὶ τοῦ Δαυῒδ μνήσθητι, ὁ ποιήσας αὐτὸν ἐπιστρέφειν διὰ τὴν ἁμαρτίαν. Δοῦλος γὰρ ὁ ἐξ αὐτοῦ κατὰ σάρκα λαβὼν τὴν τοῦ δούλου μορφήν.
Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν. Καὶ ποῦ τὸ, ὤμοσεν; ἐν τῷ εἰπεῖν πρὸς αὐτόν· Καὶ ἔσται, ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, ἀναστήσεται ἐκ τοῦ σπέρματός σου ἄλλος, ὃς ἔσται ἐκ τῆς κοιλίας σου.
Καὶ ἑτοιμάσω εἰς τὸν αἰῶνα τὴν βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου· καὶ ἀνορθώσω τὴν βασιλείαν αὐτοῦ εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου. Τὴν μέλλουσαν σαφῶς ἀνακηρύττει διαθήκην, ἣν εἰ ἦσαν φυλάξαντες οἱ κατὰ σάρκα υἱοὶ τοῦ Δαυῒδ, ἔμελλον ἂν μὴ ἐκπεσεῖν τῆς ἡτοιμασμένης βασιλείας.
Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα. Εἰ γὰρ ὁ πάλαι ναὸς ἔρημος διὰ μανίαν τῶν Ἰουδαίων, ἀλλ᾽ οὖν ἐκεῖ πάλιν καὶ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναλήψεως τὰ χωρία τῆς θείας ἠξίωται χάριτος. Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω. Ἕκαστος γὰρ τῶν τοιούτων, δικαίου σπέρμα τυγχάνων, οὐκ ἐλαττοῦται ἄρτοις. Γράφεται δὲ καὶ, Τὴν χήραν αὐτῆς, καὶ δηλονότι τὴν ἀπροστασίαστον. Τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Τοὺς κατὰ Θεὸν μὲν πτωχεύσαντας· ἄρτων δὲ τῶν νοητῶν.
Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν. Αὐτός ἐστι πάλιν ὁ Χριστὸς ἡ σωτηρία, ὁ καὶ δικαιοσύνη ἐν τοῖς ἀνωτέροις ὠνομασμένος. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ. Κατ᾽ ἐκεῖνον τὸν χρόνον καθ᾽ ὃν ἐπιφανεῖ τὸ σωτήριον, δηλονότι ἡ δόξα ἀνατελεῖ τοῦ Δαυΐδ. Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Τοῦτο περὶ Ἰωάννου φησὶ, κατὰ τὸ εἰρημένον παρὰ τοῦ Κυρίου· Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαινόμενος.
ᾨδὴ τῶν ἀναβαθμῶν. ΡΛΒʹ. Ὑπόθεσις. Ἡ τεσσαρεσκαιδεκάτη ᾠδὴ ἀκολούθως τῇ τοῦ Σωτῆρος ἐπιλάμψει τὸ ἐξ αὐτοῦ δωρούμενον τοῖς ἀνθρώποις καλὸν φανερὸν ποιεῖ λέγουσα. Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνόν. Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα. Ἐπειδὰν, φησὶ, συναχθείη ἡ Ἐκκλησία, καὶ μίαν ὥσπερ τινὰ ἁρμονίαν ποιήσηται, τότε δὴ τότε καὶ χρίσις τοῦ ἁγίου Πνεύματος καὶ ἱεράτευμα προσαχθῇ πρῶτον μὲν ἐπὶ τὴν κεφαλὴν τῆς Ἐκκλησίας, ἥτις ἐστὶν ὁ Χριστὸς, ἔπειτα καὶ εἰς τὸν πώγωνα, ὅς ἐστιν εὐπρέπεια τοῦ προσώπου τῆς Ἐκκλησίας. Νοοῦνται δὲ διὰ τούτου οἱ ἀπόστολοι. Τὸ τελευταῖον δὲ καὶ εἰς ὅλον τὸ σῶμα μεταβέβηκε, τουτέστιν εἰς ἅπαντας τοὺς ἐν τῇ Ἐκκλησίᾳ ἐνδεδυμένους Χριστόν.
Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, καὶ ζωὴν ἕως τοῦ αἰῶνος. Ἐκεῖ, φησί· δῆλον δὲ, ὅτι παρ᾽ αὐτοῖς τοῖς κατοικοῦσιν ἀδελφοῖς ἐπὶ τὸ αὐτό· καὶ ζωήν· οὐ τὴν τυχοῦσαν, ἀλλὰ τὴν ἀθάνατον. Ἐπὶ τὴν Σιὼν γὰρ ἡ τοῦ παναγίου Πνεύματος ἐπὶ τοὺς ἱεροὺς ἀποστόλους ζωοποιὸς κατεπέμφθη δρόσος, δι᾽ ἧς ἅπαντες οἱ πιστεύοντες τὴν αἰώνιον εὐλογίαν καρποῦνται. Ἐκείνων γὰρ ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία.
ᾨδὴ τῶν ἀναβαθμῶν. ΡΛΓʹ. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. Ὑπόθεσις. Ἡ πεντεκαιδεκάτη ᾠδὴ τοῖς ἔτι κατηχουμένοις ἐν τῇ Ἐκκλησίᾳ αἰνεῖν τὸν Θεὸν παρακελεύεται. Δούλους δὲ αὐτοὺς καλεῖ, ἅτε μήπω τῆς υἱοθεσίας ἠξιωμένους.
Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια. Ἐν νυκτὶ ἔτι ἑστάναι αὐτούς φησιν, ἅτε μὴ φωτίσματος τοῦ ἁγίου Πνεύματος ἠξιωμένους. Εὐλογήσαι σε Κύριος ἐκ Σιών. Ἐκ Σιὼν δέ φησιν· ἐπειδὴ καὶ τοὔνομα ποθεινὸν ὑπῆρχεν αὐτοῖς, ἔνθα πάσης ἁγιστείας ὑπόθεσις ἦν. Εἶτα διδάσκει πανταχόθεν καλεῖν λέγων· Ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.
Ἀλληλούϊα. ΡΛΔ. Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον. Ἔτι καὶ οὗτος τοῖς εἰσαγομένοις λέγεται ψαλμὸς, παρακελευόμενος, Αἰνεῖτε τὸν Θεόν. Τὸ γὰρ, ἀλληλοὺ, ἑρμηνεύεται, αἰνεῖτε, τὸ δὲ, ἴα, τὸν Κύριον.
Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος· ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν. Ψάλλειν αὐτοὺς προτρέπεται, ἀφ᾽ ὧν ἤδη καὶ ἕτερον ἐν Αἰγύπτῳ εἰδωλολατρήσαντες. Οὗτοι δὲ ἦσαν οἱ ἐξ Ἰακώβ. Ἐκλήθησαν δὲ εἰς τὸ ὑμνεῖν τὸν Θεόν. Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ. Ἀντὶ τοῦ, ἐξαίρετον· ὁ γὰρ διορατικὸς νοῦς ἐστιν Ἰσραήλ.
Ὅτι ἐγὼ ἔγνων, ὅτι μέγας Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. Ἀπὸ τῆς δημιουργικῆς δυνάμεως ἔγνωκεν αὐτὸν Κύριον. Ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ἀβύσσοις. Ἀνάγων νεφέλας ἐξ ἐσχάτων τῆς γῆς. Τοῦτό φησιν, ἐπειδὴ ἔξωθεν τὴν γῆν περιέχουσιν αἱ θάλασσαι, ἀφ᾽ ὧν τὰς νεφέλας ἀνάγει. Ἀστραπὰς εἰς ὑετὸν ἐποίησε. Καὶ τοῦτο σύμβολον εἴη τῆς θεοπρεποῦς δυνάμεως, τὸ ἐν τῷ αὐτοῦ συμμίξαι τὸ πυρῶδες τῶν ἀστραπῶν καὶ τὸ ὕδωρ. Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν. Τὸ ἀκατάληπτον ἀνθρώποις τῆς τῶν ἀνέμων ἐδήλωσε φύσεως διὰ τῶν θησαυρῶν.
Ὅμοιον δὲ Τὸ εἰρημένον παρὰ Κυρίου· Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους. Τὴν τελευταίαν πληγὴν ἔθηκε πρώτην, ἐπεὶ μετ᾽ αὐτὴν ἐδέξαντο τὴν ἐλευθερίαν.
Λέγει δὲ καὶ κτηνῶν, ἐπειδὴ διὰ τὸν ἄνθρωπον ταῦτα γεγένηται, καὶ δι᾽ αὐτὸν καὶ κολάζεται. Ὥστε πρὸς αὔξησιν φόβου δειχθῆναι θεήλατον τὴν πληγήν. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Μετὰ τὸ δεῖξαι τὴν θείαν πρόνοιαν καὶ δοξολογῆσαι, ὡς ἔτι δούλοις τοῖς ἀπὸ τῶν ἐθνῶν ἀρτίως προσελθοῦσι διαλεγόμενος, παραβάλλει τῶν θεῶν ὧν ἡγοῦντο πάλαι τὸν ἔλεγχον ἀκολούθως· ὡς εἶπεν· Ὅτι ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. Ὁ μὲν γὰρ τοσαῦτα καὶ τοιαῦτα πεποίηκεν· οἱ δὲ πρότερον ὑμῶν θεοὶ μόνον εἴδωλα νεκρὰ καὶ κωφὰ, οἷς ὅμοιοι γένοιντο οἱ ποιοῦντες αὐτά. Πῶς γὰρ οἱ τοῖς ἀψύχοις προσκυνοῦντες οὐκ ἀπελιθώθησαν τὰς ψυχάς; καὶ οὓς ἔφη κατὰ τὴν συνήθειαν ἄνωθεν θεοὺς, νῦν ἐπαισχύνει καὶ κέκληκεν εἴδωλα, διαβάλλων τῇ τε ὕλῃ καὶ τῇ ἐργασίᾳ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.