Ἔργον
Μέγας Αθανάσιος – Εἰς τοὺς Ψαλμούς
Συμπληρωματικά ερμηνευτικά σχόλια εις τους Ψαλμούς
Συλλογή από συμπληρωματικά ερμηνευτικά σχόλια, ιστορικές σημειώσεις και αλληγορικές αναγωγές σε ποικίλους ψαλμικούς στίχους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Συμπληρωματικά ερμηνευτικά σχόλια εις τους Ψαλμούς
Συλλογή από συμπληρωματικά ερμηνευτικά σχόλια, ιστορικές σημειώσεις και αλληγορικές αναγωγές σε ποικίλους ψαλμικούς στίχους.
Καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Δουλείαν τῶν ἀνθρώπων φησὶ βοῦς, καὶ ἡμιόνους καὶ τὰ ἕτερα τῶν κτηνῶν. Ἔστι τοίνυν τὸ ψαλτήριον ὄργανον μουσικὸν δεκάχορδον, ἐκ τῶν ἄνωθεν μερῶν τῆς κατασκευῆς ἀποτελοῦν τὸν ἦχον, ἐναρμονίως τοὺς φθόγγους πρὸς τὴν ἐκ τῆς φωνῆς μελῳδίαν ἀποδιδόν· παρὰ μὲν Ἑβραίοις ναῦλα λεγόμενον, παρ᾽ Ἕλλησι δὲ κιθάρα ὀνομαζόμενον.
Κατεσκεύαστο γὰρ αὐτοῖς ὀρθὸν ξύλον καὶ ἀπαρέγκλιτον, χορδαὶ δὲ ἐν τούτῳ δέκα ἐτείνοντο. Ἑκάστη δὲ τῶν χορδῶν εἰς τὸ ἀκροτελεύτιον τοῦ ψαλτηρίου διῃρημένως ἐναπεσφίγγετο· αἱ δὲ ἀρχαὶ τῶν χορδῶν καθίεντο ἄνωθεν. Δέκα γὰρ κόλλαβοι εἴτουν πασσαλίσκοι, περὶ τὸν πῆχυν τοῦ ψαλτηρίου στρεφόμενοι, ἔτεινόν τε τὴν χορδὴν καὶ ἐχάλων πρός τε τὸν ῥυθμὸν τῆς ἁρμονίας καὶ πρὸς τὸ τοῦ ψαλτῳδοῦ βούλημα.
Καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ μέγας Βασίλειος, etc. Ἀθανάσιος. Διὰ τί δὲ οἱ βασιλεῖς Ἡρώδης ὁ Ἀσκαλωνίτης καὶ Πιλᾶτος ὁ Πόντιος παρέστησαν, τουτέστι παρετάξαντο καὶ ἐπῆλθον κατὰ Χριστοῦ; Διὰ τί δὲ οἱ ἄρχοντες τῶν Ἰουδαίων οἱ ἀσεβεῖς, καὶ λοιμοὶ, καὶ ἁμαρτωλοὶ, Γραμματεῖς, καὶ Φαρισαῖοι, καὶ νομικοὶ, εἰς ταὐτὸν συνέδραμον, καὶ κατὰ τοῦ Κυρίου, τουτέστι τοῦ Πατρὸς, καὶ κατὰ τοῦ Χριστοῦ ἐλύττησαν, τουτέστι τοῦ Υἱοῦ αὐτοῦ; Ὁ γὰρ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα τιμᾷ. Τάχα μὲν οὖν, ἐπειδὴ τὰ παρ᾽ ἐκείνοις τετολμημένα τοῦ Κυρίου μᾶλλον τὴν δύναμιν ἔδειξε, καὶ εἰς τοὐναντίον αὐτοῖς τὰ ἐπιχειρήματα γέγονεν, οἱονεὶ μυκτηρίζει αὐτοὺς ὁ Δαυῒδ, ὡς εἰς κενὸν πάντα τολμήσαντας· τάχα δὲ καὶ μέμφεται. Τί γὰρ δήποτε αἰτιώμενοι οἱ κατὰ Χριστοῦ συνδραμόντες σταυρῷ τοῦτον ἀνήρτησαν; Οὐχ οὗτός ἐστιν ὁ τοῖς ἔθνεσι μὲν δεδωκὼς τὴν σοφίαν, τοῖς δὲ βασιλεῦσι τὸ κράτος παρασχὼν, καὶ τοῖς ἄρχουσι τὴν ἀρχὴν κρατυνόμενος, καὶ τοῖς Ἰουδαίοις τὰ μέγιστα τερατουργήσας καὶ βοώμενα θαύματα;
Ἀθανάσιος. Ἐνταῦθα λείπει τὸ, λέγοντες, ἵνα ᾖ ἡ διάνοια αὕτη· Συνήχθησαν κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, λέγοντες· Διακόψωμεν τοὺς δεσμοὺς αὐτῶν. Τίνων; τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· οὐ γὰρ ἤθελον εἴσω τῆς ἱερᾶς γενέσθαι σαγήνης· Ἀποῤῥίψωμεν δὲ τὸν ζυγὸν, τουτέστι τὸν εὐαγγελικὸν νόμον καὶ τὴν ἐντολὴν, περὶ οὗ γέγραπται· Ὁ ζυγός μου χρηστός ἐστι. Τοῦτο δὲ αὐτὸς ὀνειδίζων αὐτοῖς διὰ Ἱερεμίου ἔλεγεν· Εἶπας· Οὐ δουλεύσω σοι· τουτέστιν, Οὕτως ἐπολιτεύσω, ὥστε ἀποσείσασθαι τὴν ἐμὴν δουλείαν. Ἢ τοίνυν ταῦτα ἐκ προσώπου τῶν Ἰουδαίων εἴρηται ἀθετούντων τὴν εἰς τὸν Κύριον ὑποταγὴν, καὶ οὔτε αὐτῷ οὔτε τῷ Πατρὶ ὑποζεῦχθαι θελόντων· ἢ καὶ τοῖς πιστεύσασι τὸ Πνεῦμα παρεγγυᾷ καὶ λέγει· Μὴ ὁμοιωθῶμεν τοῖς ἐπιβουλεύσασι τῷ Χριστῷ, μηδὲ συνδεθῶμεν αὐτοῖς κατὰ τὴν ὁμόνοιαν· ἀλλὰ καὶ τὸν βαρὺν τοῦ παλαιοῦ νόμου ζυγὸν ἀποτιναξώμεθα, μηδὲν ἡγούμενοι τὰ ἐν τύποις, εἰ μὴ νοοῖντο πνευματικῶς. Ἀσυντελὲς γὰρ πρὸς ὄνησιν ἡ σκιὰ, εἰ μὴ τὸ Χριστοῦ μυστήριον ζωγραφεῖ.
Ἀθανασίου. Τότε. Πότε, ἢ ὅτε ἔλεγον· Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν; Τίνα δέ ἐστιν ἐν ὀργῇ παρ᾽ αὐτοῦ λαληθέντα; Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι, ὅτι ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ. Καὶ τοῖς νομικοῖς, οὐαί. Ἢ τὸ, Τότε, εἰς τὸν καιρὸν τῆς κρίσεως ἀναφέρεται, ὅταν ὄψονται εἰς ὃν ἐξεκέντησαν. Τότε γὰρ ταράξει αὐτοὺς λέγων· Πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι. Ἐπειράθησαν δὲ θείας ὀργῆς, καὶ ὅτε ἡ Ῥωμαϊκὴ αὐτοῖς ἐπιστᾶσα στρατιὰ τήν τε πόλιν ἐνέπρησε, καὶ τὸν ναὸν ἐπόρθησε, καὶ τοὺς πλείονας αὐτῶν θανάτῳ παρέπεμψεν.
Ἡ τοῦ τρίτου ψαλμοῦ ἐπιγραφὴ πρὸς τὴν ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν ἱστορίαν ἡμᾶς παραπέμπει. Τῷ Δαυῒδ ἐκ διαφόρων γυναικῶν παῖδες ἐγένοντο πλείονες. Ἐν τούτοις καὶ ὁ Ἀμνὼν ἦν πρωτότοκος· ἐξ ἑτέρας δὲ ὁ Ἀβεσσαλὼμ καὶ ἡ Θάμαρ, ἄμφω τὴν ὄψιν καλοί. Ταύτης ἠράσθη ὁ Ἀμνών· καὶ νοσεῖν ὑποκρινάμενος, ἐπειδὴ ὁ Δαυῒδ αὐτὸν ἐπεσκέψατο, παρεῖναι ἠξίου τὴν ἀδελφὴν αὐτὸν θεραπεύσουσαν. Καὶ διαφθείρας, εἶτα μισήσας, εὐθὺς ἐξέπεμψεν. Ἡ δὲ τῷ ἀδελφῷ Ἀβεσσαλὼμ τὴν ὕβριν ἀπήγγειλε. Κἀκεῖνος ἀγανακτεῖ μὲν, κρύπτει δὲ τὴν ὀργήν. Μετά τινα δὲ καιρὸν τὸν Ἀμνὼν εἰς δεῖπνον καλέσας, ἀπέκτεινε, καὶ φοβηθεὶς τὴν ὀργὴν τοῦ πατρὸς, ἀπέφυγε· μετὰ δὲ τρία ἔτη ἐπάνεισι, τοῦ θυμοῦ κοπάσαντος τῷ Δαυΐδ. Οὐ μὴν καὶ ὄψεως ἀξιοῦται τῆς πατρικῆς αὐτίκα, ἀλλὰ μετὰ δύο ἐνιαυτούς. Ἤρξατο δὲ ἐπιβουλεύειν τῷ πατρὶ, καὶ ἅρματα ἑαυτῷ καὶ ἱππεῖς ἐποίησε, καὶ ἰδιοποιεῖτο τοὺς ἐρχομένους κριθῆναι πρὸς τὸν βασιλέα, σχήματι ἐπιεικείας ὑπαγόμενος τοὺς ὑπηκόους, καὶ πλῆθος ἀποστατῶν συναθροίζων, εἰς ἐπιβουλὴν τοῦ πατρός. Καὶ τέλος ἀπέστη, καὶ βασιλέα ἑαυτὸν ἀνηγόρευσε. Προσελάβετο δὲ σὺν ἄλλοις πολλοῖς καὶ τὸν Ἀχιτόφελ, ὃν ὁ Δαυῒδ εἶχε σύμβουλον, ἄνδρα δεινὸν καὶ δραστήριον. Καὶ ὁ Δαυῒδ ἀκούσας, φεύγει μετὰ τῶν περὶ αὑτὸν γυμνοῖς τοῖς ποσίν· ὅτε καὶ Σεμεεὶ αὐτῷ κατηρᾶτο.
Εὐχόμενος δὲ τὴν τοῦ Ἀχιτόφελ διασκεδασθῆναι βουλὴν ὁ Δαυῒδ, πέμπει καὶ τὸν ἑαυτοῦ φίλον Χουσὶ τῇ ἐκείνου γνώμῃ ἀντιταξόμενον, καὶ διὰ τῶν ἱερέων Σαδὼκ καὶ Ἀβιάθαρ δηλώσοντα αὐτῷ πᾶν ὃ ἂν βουλεύσηται ὁ Ἀβεσσαλώμ. Ὁ δὲ Χουσὶ, ἐπειδὴ πρὸς τὸν πατραλοίαν τοῦτον ἀφίκετο, πιστευθεὶς ὡς εὔνους αὐτῷ, αὐτός τε καὶ Ἀχιτόφελ προτρέπονται ὅ τι δέον περὶ πολέμου εἰπεῖν. Καὶ ὁ Ἀχιτόφελ προτρέπεται, ταῖς τοῦ πατρὸς τοῦτον μιγέντα παλλακαῖς, ὀπίσω διώκειν, καὶ ἀσυντάκτῳ προσβαλεῖν. Ὁ δὲ Χουσὶ περὶ μὲν τῶν παλλακῶν οὐδὲν ἀπεφήνατο· ἐξορμᾷν δὲ εὐθὺς κατὰ τοῦ πατρὸς οὐ συνεχώρει τῷ Ἀβεσσαλώμ· ἵνα μὴ, ἐν ὄρεσι, φησὶν, ἐμπεσὼν καὶ δυσφορίαις, τό τε στρατόπεδον διαφθείρῃς, καὶ αὐτὸς ταῖς τοῦ πατρὸς ληφθείης χερσί. Τοῦ δὲ πατραλοίου εἰπόντος· Ἀγαθὴ βουλὴ Χουσὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ, λυπηθεὶς Ἀχιτόφελ ἀπήγξατο. Ὁ δὲ Χουσὶ τῷ Δαυῒδ πάντα διὰ τῶν ἱερέων ἐδήλωσε, καὶ φεύγειν ἔτι ἐκέλευσεν.
Ἐπεὶ δὲ παρασκευασάμενος ὁ Ἀβεσσαλὼμ ὀπίσω τοῦ πατρὸς κατεδίωξε, πρότερον ταῖς ἐκείνου παλλακαῖς ἐν ὑπαίθρῳ μιγεὶς, ὁ μὲν Δαυῒδ οὐκ ἐξῆλθεν αὐτὸς εἰς ἀντιπαράταξιν, ἡγεμόσι δὲ πιστεύσας τὸ στράτευμα, ἐνετείλατο αὐτοῖς λέγων· Φείσασθέ μου τοῦ παιδαρίου Ἀβεσσαλώμ. Τοῦ δὲ πολέμου συῤῥαγέντος ἐν τῷ δρυμῷ Ἐφραῒμ, πίπτουσι μὲν εἴκοσι χιλιάδες ἀνδρῶν ἀπὸ τοῦ στρατεύματος τοῦ Ἀβεσσαλώμ· αὐτὸς δὲ, ὡς εἶχεν, ἔφευγε στρέψας τὸν χαλινόν.
Βαθεῖαν δὲ τὴν κόμην καὶ πολλὴν τρέφων, ἐμπλέκεται ταύτην δρυΐ· καὶ ἡ μὲν ἡμίονος ἐκ τῶν σκελῶν αὐτοῦ διωλίσθησεν· ὁ δὲ μετέωρος ἐπὶ τοῦ δένδρου ἐκρεμᾶτο, ἕως, ἰδών τις αὐτὸν, ἀπαγγέλλει τῷ Ἰωάβ. Εἷς δὲ τῶν τοῦ Δαυῒδ ἡγεμόνων ἦν ὁ Ἰωάβ.
Καὶ οὗτος, τρία βέλη λαβὼν ἀπὸ χειρὸς, εἰς τὴν καρδίαν τοῦ Ἀβεσσαλὼμ ἐνέπηξε, καὶ ἀνεῖλεν αὐτόν. Ὁ δὲ Δαυῒδ, ἀκούσας, πενθεῖ· Υἱέ μου, λέγων, Ἀβεσσαλὼμ, υἱέ μου. Τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ; Καὶ οὕτω τοῦ τυράννου διαφθαρέντος, πάλιν ὁ Δαυῒδ τὴν βασιλείαν ἀναλαμβάνει. Ἀλλὰ τοῦτο μὲν ὕστερον. Τὸν δὲ μετὰ χεῖρας ψαλμὸν συνέταξεν ἔτι διωκόμενος. Διὸ καὶ θρήνους ἔχει καὶ ὀλοφυρμούς.
Ἀναχθήσεται δὲ καὶ εἰς Χριστὸν ὁ ψαλμὸς, τὸν ἀληθινὸν Δαυΐδ· Δαυῒδ γὰρ ἑρμηνεύεται πεποθημένος καὶ ἱκανὸς χειρί. Τίς δ᾽ ἂν εἴη ὁ φύσει καὶ ἀληθῶς πεποθημένος ἢ ὁ Χριστὸς, ὁ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων; Τίς δὲ ἱκανὸς τῇ χειρὶ, εἰ μὴ ὁ ἰσχυρὸς Ἰησοῦς, ὁ τῇ δυνάμει τῆς θεότητος πάντας τοὺς ἀλλοφύλους τροπωσάμενος δαίμονας;
Τοῦτον γὰρ ἐδίωκεν, ὡς ἄλλος τις Ἀβεσσαλὼμ, ὁ αἰσθητὸς καὶ κατὰ σάρκα Ἰσραὴλ, οἱ Ἰουδαῖοι. Περὶ ὧν λέγει διὰ Ἡσαΐου· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Συνήργει δὲ πρὸς τὴν δίωξιν, οἷά τις Ἀχιτόφελ ὁ Ἰούδας· ὃν σύμβουλον εἶχεν ὁ νοητὸς Δαυῒδ ὁ Χριστός. Περὶ αὐτοῦ γὰρ εἴρηται ἔν τινι τῶν ψαλμῶν· Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου, καὶ γνωστέ μου. Ἀλλὰ γὰρ Ἰούδας μὲν παραπλησίως τῷ Ἀχιτόφελ ἀπελθὼν ἀπήγξατο· ὁ δὲ Χριστὸς, ἀποστέλλων τοὺς ἡγεμόνας αὐτοῦ μαθητὰς εἰς τὸν κατὰ τῶν ἐχθρῶν αὐτοῦ πόλεμον, ἐνετέλλετο, ὥσπερ ὁ Δαυῒδ, ἵνα φείσωνται τοῦ Ἀβεσσαλὼμ, οὕτω καὶ αὐτὸς, ἵνα τοὺς Ἰσραηλίτας μὴ παρόψωνται· Ἔσεσθε γάρ μοι, φησὶ, κήρυκές τε καὶ μάρτυρες ἐν Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Ὥσπερ δὲ καὶ ἡ ἡμίονος καὶ αἱ τρίχες τὸν Ἀβεσσαλὼμ τῷ θανάτῳ παρέδωκαν, οὕτω τοὺς Ἰουδαίους ἡ ἀλογία καὶ τὸ μέγα φρονεῖν ἐπὶ τοῖς ἔξω καὶ σωματικοῖς τῆς ἀληθινῆς ζωῆς ἀπεστέρησε· καὶ οὔτε τῆς γῆς ἀπολαύειν εἴασεν, οὔτε τοῦ οὐρανοῦ.
Κατὰ δὲ τὸν μέγαν Ἀθανάσιον σαφῶς ὁ λόγος ἐνταῦθα τὴν Ἰουδαίων ἀπιστίαν ἐλέγχει. Διὸ Μωσῆς πρὸς αὐτοὺς ἀπέτεινε φάσκων· Υἱοὶ ἀνθρώπων οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς. Κυρίλλου καὶ Ἀθανασίου. Τοῦτο καὶ ἐπὶ Ἰουδαίων ἀληθές· Ἕκαστος ἐλάλησε μάταια πρὸς τὸν πλησίον, τὰς κατὰ τοῦ Σωτῆρος ἡμῶν συνάγων ἐπιβουλάς.
Καὶ οἱ παρ᾽ Ἕλλησι δὲ ποιηταὶ καὶ λογογράφοι, κατ᾽ οὐδένα τρόπον τοῦ ἀληθεῖς εἶναι φροντίσαντες, συντεθείκασιν ἀβασανίστως τὸ αὐτοῖς δοκοῦν, σκοπὸν ἔχοντες ἕνα, τὸ ἐπίδειξιν ποιήσασθαι γλώττης. Ἀθανασίου. Κατὰ μέντοι ἀναγωγὴν, διαῤῥήδην ἐν τῷ παρόντι ψαλμῷ σαφηνίζει τῶν ἀνθρώπων τὴν εἰς τὸ παντελὲς τῶν ἐπιτηδευμάτων ἀσέβειαν καὶ παρανομίαν, ἵνα τὸ ἀναγκαῖον τῆς ἐπιφανείας ἀνακηρύξῃ Χριστοῦ. Καὶ οὕτως μὲν ὁ θεῖος Ἀθανάσιος· κατὰ δὲ τὸν μέγαν Βασίλειον, etc.
Ἀθανάσιος δὲ καὶ Βασίλειος, οἱ μεγάλοι Πατέρες, φασίν· ὅτι τοῦτον ᾄδει τὸν ψαλμὸν ὁ Δαυῒδ διδάσκων, τί ἂν ἄνθρωπον παρασκευάσοι τῆς μακαρίας ἐκείνης τυχεῖν λήξεως. Διὸ τὸν τέλειον ἡμῖν ὁ λόγος ὑπογράψαι βουλόμενος, τὸν τῶν μακαρισμῶν, ἐπιτυγχάνειν μέλλοντα, τάξει τινὶ καὶ ὁδῷ τῶν περὶ αὐτὸν θεωρουμένων χρησάμενος, ἀπὸ τῶν προσεχεστέρων καὶ πρώτων τὴν ἀρχὴν πεποίηται. Ἀρχόμενος οὖν φησι· Κύριε, etc.
Ἀθανάσιος. Ἁγίους εἶναί φησιν ἐνταῦθα τοὺς ἡγιασμένους ἐν Πνεύματι· Χριστοῦ δὲ γῆν τὴν Ἐκκλησίαν· τὸ δὲ, Ἐθαυμάστωσας, ἀντὶ τοῦ, Ἐφανέρωσας. Θελήματα δὲ αὐτοῦ τοῦ Πατρός· ἵν᾽ ᾖ τὸ ὅλον οὕτω· Τοῖς ἡγιασμένοις ἐν πίστει γνωστὸν ἐποίησε τὸ θέλημα τοῦ Πατρός. Νοήσεις δὲ τὸν στίχον καὶ οὕτως· Ἐθαυμάστωσε τοὺς ἁγίους ὁ Θεός. Διὰ τί; Διότι τὰ θελήματα αὐτοῦ πάντα ἐν αὐτοῖς ἦσαν, καὶ παρ᾽ αὐτοῖς ἐγίνοντο.
Ἀθανάσιος. Ἐνταῦθα μέντοι ὁ Δαυῒδ, ὡς ἐν τῷ εἰκοστῷ τρίτῳ ψαλμῷ, ψάλλων τὰ τῆς γενέσεως, αἰτιᾶται τοὺς αὐτόματα λέγοντας ὑφεστάναι τὰ ὄντα καὶ ἀπρονόητα εἶναι, καὶ τοὺς λατρεύοντας τῇ κτίσει παρὰ τὸν κτίσαντα. Τί οὖν ἄρα φησὶ τοῖς ἐξ ἐθνῶν κεκλημένοις;
Ὁ δὲ ἅγιος Κύριλλος καὶ ὁ παμμέγας Ἀθανάσιος ἐν ἐρωτήσει ἀναγινώσκουσι τὸ, Οὐκ εἰσὶ λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούσονται αἱ φωναὶ αὐτῶν; τουτέστιν· Ἆρα οὐκ εἰσὶ καὶ τῶν ἀφώνων, ἢ πραγμάτων, ἢ ἔργων, φωναὶ χωρὶς λόγου καὶ γλώττης; Ναὶ, φαίη ἄν τις. Ὥσπερ γὰρ τοῦ ὑφάντου τὴν τέχνην ἡ πολυποίκιλος ἐσθὴς ἀναβοᾷ, καὶ τὸν ναυπηγὸν ἡ ἀδιαβλήτως ἔχουσα ναῦς ἀνακηρύττει, καὶ τὸν σιδηρέα τὸ ἔργον αὐτοῦ· οὕτω καὶ ἡ κτίσις, ἧς ἀρτίως διεμνημονεύσαμεν, ἄφωνος μὲν, ἤγουν ἄλογος· λαλιὰ δὲ ὥσπερ αὐτῆς τὸ θαῦμά ἐστι, καὶ οἷον φωνὴ τὸ κάλλος καὶ εὐταξία. Τὸ γὰρ διήγημα τὸ οὐράνιον καὶ τὸ ῥῆμα τὸ παρὰ τῆς ἡμέρας βοώμενον φωνὴ μὲν ἔναρθρος οὐκ ἔστιν, οὔτε λαλιὰ διὰ στόματος· διδασκαλία δὲ θείας δυνάμεως γίνεται τοῖς ἐπαΐειν ἐπισταμένοις σιωπώσης φωνῆς. Πλὴν ἄφωνον τὴν κτίσιν εἰπὼν ὁ Δαυῒδ, ἀπέφηνεν, ὅτι μήτε ἔμπνους, μήτε λογικὴ, κατὰ τὸ δοκοῦν τοῖς Ἑλλήνων σοφοῖς. Ζῶον γὰρ εἶναί φασιν ἓν τὸν σύμπαντα τοῦτον κόσμον· ζῶα δὲ ὁμοίως καὶ τὰ μέρη, ἐξ ὧν συμπληροῦται.
Εἰς τὸ τέλος καὶ οὗτος ὁ ψαλμὸς ἐπιγέγραπται, μελλόντων τινῶν ἔχων προαγόρευσιν. Κατὰ γὰρ τὸν μέγαν Ἀθανάσιον, λέγεται μὲν ὁ ψαλμὸς ὡς ἐκ προσώπου τῶν περὶ τὸν Δαυῒδ ἑταίρων, αὐτῷ τῷ Δαυῒδ ἐπευχομένων ποιοῦντι θυσίαν· ἀναφέρεται δὲ καὶ εἰς πρόσωπον τῶν ἀποστόλων, ὡς ἐν ἡμέρᾳ τοῦ σταυροῦ τῷ Χριστῷ συνευχομένων.
Κατὰ δὲ τὸν μέγαν Ἀθανάσιον, κέδροι Λιβάνου οἱ ὑψηλοὶ τοῦ τῶν Ἰουδαίων λαοῦ, διὰ τὸ ὠνομάσθαι πολλάκις ἐν τῇ θείᾳ Γραφῇ Λίβανον τὴν Ἱερουσαλήμ. Ὁ δὲ μόσχος τὸ θυσιαστήριον δηλοῖ. Συντρίβονται οὖν αὐτοί τε καὶ τὸ παρ᾽ αὐτοῖς εἰς τέλος θυσιαστήριον.
Κατὰ δὲ τὸν θεῖον Ἀθανάσιον, τὸ ἀποστραφῆναι εἰς κόλπον τὴν ὑπὲρ Ἰουδαίων τοῦ Χριστοῦ προσευχὴν σημαντικὸν ἂν εἴη τοῦ ἐναπομεῖναι ἐκείνους τῇ ἁμαρτίᾳ, καὶ μηδὲν ὠφεληθῆναι, τῇ ὑπερβολῇ τῆς ἀπονοίας τὴν προσευχὴν ὥσπερ ἀνακάμψαι ποιήσαντας. Ὁ μὲν γὰρ Κύριος, θεωρῶν τὸν καταληψόμενον αὐτοὺς ὄλεθρον, καὶ τὴν ἐσχάτην ἀπώλειαν, ἐπένθει ὑπὲρ αὐτῶν· οἱ δὲ τοιαῦτα ἔπραττον, ὡς τὴν εὐχὴν αὐτοῦ τὴν ὑπὲρ αὐτῶν μὴ παραπέμπεσθαι εἰς τὰ ὦτα τοῦ Πατρὸς, ἀλλ᾽ ὥσπερ ἀντικρουομένην ὑπὸ τοῦ μεγέθους τῆς αὐτῶν δυσσεβείας, καθέλκεσθαι καὶ ἐπαναστρέφειν πρὸς αὐτόν.
Διὸ ἔλεγε· Καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται, Εἰ γὰρ σώζεσθαι ἔμελλον καὶ μεταβαλεῖν τῶν ἀσεβημάτων, εὐθυδρομοῦσα ἡ προσευχὴ τοῦ Σωτῆρος ἀκωλύτως ἂν καὶ ἀπαραποδίστως ἐπὶ τὰ ὦτα τὰ πατρικὰ παρῄει.
Κατὰ δὲ τοὺς πάνυ Ἀθανάσιον καὶ Κύριλλον· Ἐπειδὴ ἐν εἰκόνι καὶ οὐκ ἐν ἀληθείᾳ νῦν διαπορεύεται ὁ ἄνθρωπος· ἡ γὰρ ἀληθὴς ζωὴ κατὰ τὸν μέλλοντα αἰῶνά ἐστιν· εἰκότως ὁ ψάλλων τὴν εἰκόνα ματαιότητα προσεῖπεν. Ἐπειδὴ οὐ τὴν ἀληθινὴν νῦν ζῶμεν ζωὴν, ἀλλὰ τὴν ὡς ἐν εἰκόνι, οὐδὲ περὶ τὰ ὄντως ἀγαθὰ ποιούμεθα τὴν σπουδὴν, διὸ μάτην ταρασσόμεθα περὶ κοσμικὰς ἐπιθυμίας στρεφόμενοι, καὶ συνάγοντες θησαυροὺς ὧν οὐκ ἴσμεν τοὺς διαδόχους.
Κατὰ δὲ τοὺς μεγάλους Ἀθανάσιον καὶ Κύριλλον· Ἐπείπερ ἐν τῷ πρὸ τούτου ψαλμῷ ἐκ τοῦ Σωτῆρος πρὸς τὸν Πατέρα εἴρηται· Ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς, νῦν τὸ τῶν ἐσταυρωκότων ὑπόκειται πρόσωπον, οἳ πεπόνθασιν ἀνήκεστα, προδήλου ὄντος, ὡς ὕστερον προσληφθήσονται, ἐγκεντρισθέντες, ὥς φησι Παῦλος, τῇ ἰδίᾳ ἐλαίᾳ. Μεταγινώσκων οὖν ὁ Ἰσραὴλ ταῦτά φησιν.
Ἀθανασίου καὶ Κυρίλλου. Ἀλγοῦντες ἐπὶ τῇ ἐκπτώσει οἱ σταυρωταὶ τοῦ Κυρίου καὶ μεταγινώσκοντες, διψῇν λέγουσι τὸν Θεὸν, καὶ τῆς παρ᾽ αὐτῷ πηγῆς ἐπιθυμεῖν· περὶ ἧς εἴρηται· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. Καὶ ποθοῦσιν ἐγγὺς γενέσθαι Θεοῦ, κατὰ διάθεσιν καὶ ἁγιασμὸν τὸν διὰ πίστεως τῆς ἐν Χριστῷ. Καὶ ὃν ἀπεκτόνασι, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν, καὶ τῷ θανάτῳ παρέδωκαν, τοῦτον Θεὸν ὀνομάζουσι ζῶντα. Τὸ δὲ, Πότε ἥξω; γλιχομένων ἐπὶ τῆς εἰς ὕστερον κλήσεως, καὶ ζητούντων μαθεῖν τὸν καιρὸν, καθ᾽ ὃν καὶ αὐτοὶ ἐμφανεῖς ἔσονται τοῦ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς (ταυτὸν δέ ἐστι καὶ τῷ τοῦ Υἱοῦ)· εἰ καὶ νῦν εἰσιν ἐν ἀποστροφῇ. Ἀποστρέψω γὰρ, φησὶ, τοὺς ὀφθαλμούς μου ἀφ᾽ ὑμῶν.
Διὰ τί; Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀθανάσιος καὶ Κύριλλος. Τοῦ Σωτῆρος προειπόντος· Ὅταν ἴδητε τὴν Ἱερουσαλὴμ κυκλουμένην ὑπὸ στρατοπέδων· ὅτε πρὸς ἔργον ἐξέβη ὁ λόγος, Ῥωμαίων αὐτοὺς πορθησάντων, ἐθρήνουν· πρῶτον μὲν ὡς προσκεκρουκότες Θεῷ· εἶτα ὡς τῆς ἐξ αὐτοῦ σωτηρίας ἐκπεπτωκότες· καὶ τρίτον, ὅτιπερ αὐτοῖς οἱ ἀστυγείτονες ἐπεμβαίνοντες τὸ, Ποῦ ἔστιν ὁ Θεός σου; διασύροντες ἔλεγον.
Ἀθανασίῳ δὲ τῷ πάνυ τὴν αὐτὴν ὑπόθεσιν ἔχειν τῷ προτεταγμένῳ καὶ ὁ παρὼν δοκεῖ ψαλμός. Προσέρχονται γὰρ πάλιν οἱ ἐξ Ἰσραὴλ τὴν διὰ Χριστοῦ σωτηρίαν αἰτούμενοι. Διό φασι πρὸς τὸν Πατέρα· Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. Αὐτὸς γὰρ αὐτοὺς εἰς τὸ ἅγιον ὄρος εἰσάξειν ἔμελλε· τουτέστιν, εἰς τὸν οὐρανὸν καὶ εἰς τὰς ἄνω μονὰς (ἃς καὶ σκηνώματα ὀνομάζει), καὶ εἰς τὸ νοητὸν θυσιαστήριον· καὶ αὐτὸς αὐτῶν ἔμελλεν εὐφραίνειν τὴν νεότητα. Νεότητα δὲ καλεῖ τὴν εὐφροσύνην, τὴν καὶ ἀνανεουμένην αὐτῶν τὴν ψυχήν. Διὸ ἐν κιθάρᾳ ὑπισχνοῦνται προσφέρειν αὐτῷ τὴν ἐξομολόγησιν.
Κιθάραν δὲ πολλάκις τὸ σῶμα νοεῖν ἐδίδαξεν. Ἀθανάσιος, Κύριλλος, Θεοδώρητος. Καὶ οἱ ἐκ περιτομῆς μεταγινώσκοντες κραταίωμα ἑαυτῶν τὸν Θεὸν ἐπιγράφονται· καὶ οἱ ἐξ ἐθνῶν πιστεύσαντες τοῦτον ἰσχὺν ἑαυτῶν τίθενται· καὶ οἱ αἰχμάλωτοι παρ᾽ ἄλλου λυτρωθῆναι οὐκ ἐλπίζουσιν.
Ἀθανάσιος, Κύριλλος. Κιθάραν τὸ σῶμα λέγει, δι᾽ οὗ πέφυκεν ὁ νοῦς ἀνακρούεσθαι, καθάπερ διὰ χορδῶν τῶν αἰσθητηρίων μελῳδίαν ἀναπέμπων Θεῷ. Δηλοῖ δὲ ἡ κιθάρα καὶ τὴν νέκρωσιν τοῦ σώματος, καὶ τὴν συμφωνίαν τῶν ἀρετῶν. Τὴν μὲν γὰρ νέκρωσιν αἱ νευραὶ, τὴν δὲ συμφωνίαν αἱ ἁρμονίαι αἰνίττονται.
Ἔδειξε δὲ τὴν μὲν φαιδρότητα τῇ τῆς κιθάρας προσθήκῃ, τὴν δὲ ἀγάπην ἐν τῇ προσφωνήσει τῇ δὶς ἐπαναλαμβανομένῃ· Ὁ Θεὸς γὰρ, φησὶν, ὁ Θεός μου. Ἵνα μάθῃς, ὅτι τὸν ἐπὶ πάντων Θεὸν, τοῦτον ἐξαίρετον Θεὸν διὰ ζῆλον καὶ πίστιν οἱ ἐκ περιτομῆς μεταγινώσκοντες, καὶ οἱ ἐξ ἐθνῶν πιστεύοντες ἐπιγράφονται· οἷς καὶ ἡ πνευματικὴ νεότης εὐφραίνεται, ἀντικειμένως ἔχουσα πρὸς τὸν παλαιὸν ἄνθρωπον. Μόνος γὰρ ὁ πνεύματι καὶ φρονήματι νεάζων συγγενῶς τῷ καινῷ ἀνθρώπῳ καὶ τῇ καινότητι τοῦ πνεύματος εἴσεισι πρὸς τὸν Θεὸν, τὸν εὐφραίνοντα τὴν τοιαύτην νεότητα.
Κατὰ μὲν τὸν μέγαν Ἀθανάσιον, ἔτι καὶ οὗτος ὁ ψαλμὸς τῆς αὐτῆς ὑποθέσεως ἔχεται, τάς τε παλαιὰς εὐεργεσίας διηγουμένων τῶν ἐξ Ἰσραὴλ, μεταγινωσκόντων καὶ προσληφθῆναι ἀξιούντων παρὰ Χριστοῦ, διὰ τὸ αὐτῷ ἐπιγράφεσθαι τὴν ἐλπίδα, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἐξομολογεῖσθαι· κατὰ δὲ τὸν χρυσολόγον Πατέρα, κ.τ.λ.
Ἀθανάσιος. Πάλαι, φησὶ, συνεστρατήγεις ἡμῖν· νῦν δὲ οὐ μόνον οὐ συνέρχῃ ἡμῖν, ἀλλὰ καὶ ἀπέστρεψας ἡμᾶς, καὶ ἐσχάτους ἔταξας παντὸς ἐναντίου· ὡς καὶ τοῖς μισοῦσιν ἡμᾶς γενέσθαι εἰς διαρπαγήν. Καὶ περιέστηκεν ἡμᾶς ἡ τότε κατασχοῦσα τοὺς πολεμίους αἰσχύνη, καὶ γεγόναμεν ἠλαττωμένοι παρ᾽ ἐκείνοις ὧν ἐκρατοῦμεν τὸ πρότερον, καὶ διηρπάσθημεν ὑπ᾽ αὐτῶν οὓς διηρπάσαμεν. Ταῦτα δέ φησιν ὁ χορὸς ὁ προφητικὸς κατὰ τὸν μέγαν Ἀθανάσιον, οἰκοιούμενος τοῦ λαοῦ τὰς συμφοράς· κατὰ δὲ τοὺς ἄλλους, ὁ τῶν Μακκαβαίων στρατός.
Ἀθανάσιος. Ὕπνῳ μὲν οὖν παραβάλλουσι τὴν πολλὴν ἀνοχὴν τοῦ Θεοῦ ἣν ἐποιεῖτο διὰ τὰς ἁμαρτίας αὐτῶν. Εὔχονται δὲ δοθῆναι αὐτοῖς τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ τὴν ἐπ᾽ ἐσχάτων τῶν καιρῶν, ἵνα μὴ τῆς παρ᾽ αὐτοῦ ἀμοιρήσωσι ζωῆς· καί φασιν· Ἵνα τί τὸ πρόσωπόν σου ἀποκρύπτεις, καὶ ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν καὶ θλίψεως;
Κρύπτεις μὲν τὸ σεαυτοῦ πρόσωπον, ὁ Θεὸς, καὶ ἀποστρέφεις, πρὸς τὸ μὴ βλέπειν τὰ αἰσχρὰ καὶ ἀπρεπῆ, καὶ τῆς σῆς θέας ἀλλότρια· ἀλλ᾽ ἐπεὶ ἡμεῖς ἐπὶ τοῖς λεχθεῖσι κατορθώμασι παῤῥησίαν ἄγομεν, ἵνα τί τὸ πρόσωπόν σου κρύπτεις; Τοσαῦτα δὲ πασχόντων καὶ κακοπαθούντων τῆς σῆς ἕνεκεν εὐσεβείας, ἵνα τί ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν, ἤτοι τῆς πτωχείας; Εἰ γὰρ καὶ μεγάλα ταῦτα ὡς πρὸς ἡμᾶς τὰ κατορθώματα, ἀλλ᾽ ὡς πρὸς σὲ πάντα πτωχὰ καὶ σμικρὰ καὶ ὀλίγιστα· πλὴν ὡς ἐξ ἡμῶν μεγάλα.
Διὸ ἱκετεύομεν μὴ λήθην ποιήσασθαι τῆς ἡμετέρας πτωχείας· μνησθῆναι δὲ καὶ τῆς θλίψεως ἡμῶν, ἧς ὑπεμείναμεν χάριν σοῦ, ὦ Δέσποτα. Ἀθανάσιος. Τεταπεινῶσθαι δὲ αὐτῶν τὴν ψυχήν φασι καὶ Ἰουδαῖοι· ἐπειδὴ, ἀπωσάμενοι τὸ φρονεῖν τὰ Χριστοῦ, εἰς φρόνημα κατέπεσον σαρκικόν.
Ἀθανάσιος. Καὶ τὴν ἐν ὑστέροις δὲ καιροῖς ἐσομένην τοῦ Ἰσραὴλ ἐπιστροφὴν καὶ κλῆσιν οἱ στίχοι σημαίνουσιν. Οἳ καί φασιν· Ἀντιλάβου δὴ ἡμῶν, καὶ δίδου τὸ εὐμενές. Καὶ καιρὸν ἐπιστροφῆς τὴν εἰς σὲ ἀληθινὴν πίστιν ὁμολογοῦσιν· ἐπάγοντες τό· Ἕνεκεν τοῦ ὀνόματός σου, διαῤῥήδην ὁμολογοῦσιν, ὡς οὐκ ἄξιοι τοῦ ἐλεεῖσθαί εἰσιν οἱ κατὰ Χριστοῦ γενόμενοι. Πρέπει γε μὴν τὸ ἐλεεῖν αὐτῷ, καὶ κατοικτείρειν τοῖς ἀνθρωπίνοις πταίσμασι δι᾽ ἑαυτόν.
Φησὶ γάρ· Οὐ δι᾽ ὑμᾶς ἐγὼ ποιῶ, λέγει Κύριος, ἀλλ᾽ ἢ διὰ τὸ ὄνομά μου. Ἀθανάσιος δὲ ὁ πάνυ καὶ ὁ θεῖος Κύριλλος ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς λέγεσθαι ταῦτα νοοῦσι περὶ τοῦ ἐν ἀρχῇ ὄντος πρὸς αὐτὸν Λόγου, ὃν ἐκ τῆς οἱονεὶ καρδίας ἢ αὐτῶν τῶν σπλάγχνων, φασὶ, προήγαγε. Περὶ οὗ καὶ λέγει διὰ Δαυΐδ· Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Γεγέννηται γὰρ, ὡς λόγος ἐκ νοῦ, ἀγαθὸς ἐξ ἀγαθοῦ, Θεὸς ἐκ Θεοῦ.
Ἄθρει δὲ ὡς περὶ ἐνανθρωπήσαντος τοῦ Υἱοῦ λέγοντα τὸν Πατέρα· Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Μονονουχὶ γὰρ καθυπισχνεῖται διδάσκειν αὐτὸν, ὁποίοις τισὶ λόγοις χρήσεται, ἐμβιβάζων ἡμᾶς εἰς τὸ δρᾷν τὰ ἔργα αὐτοῦ. Ἔργα δὲ Θεοῦ φαμεν τὴν εὐσεβῆ πολιτείαν, ἥτις διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων γέγονεν ἡμῖν ἐμφανής. Προσλαλῶν δὲ Χριστὸς Ἰουδαίοις τὰ χρήσιμα πρὸς σωτηρίαν, τῷ Πατρὶ τοὺς ἑαυτοῦ λόγους ἀνετίθει λέγων· Ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν· καὶ πάλιν· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ. Καλεῖ δὲ αὐτὸν βασιλέα κατὰ καιρὸν ὁ Πατὴρ, ὡς ἂν μὴ τῷ τῆς ἐνανθρωπήσεως μέτρῳ δόξῃ τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ἀξίας ἀποφέρεσθαι. Ἔμεινε γὰρ καὶ μετὰ τὴν οἰκονομίαν οὐδὲν ἧττον, ἐκ βασιλέως ὢν τοῦ Πατρὸς, βασιλεὺς, καὶ ὥσπερ βασιλεὺς ὑπάρχων καὶ Θεὸς, εἰς βασιλέως ἀρχὴν λέγεται ἔρχεσθαι, διὰ τὸ σεσαρκῶσθαι.
Οὕτω καὶ ἅπερ οἶδε φυσικῶς, ὡς Θεὸς, ταῦτα πάλιν ἀκούειν λέγεται διὰ τὸ ἀνθρώπινον οἰκονομικῶς. Χριστὸς γάρ ἐστιν ὁ βασιλεὺς, ᾧ τὰ ἔργα λέγει ὁ Πατήρ. Ὃν δὲ εἴρηκε Λόγον, τοῦτον καὶ γλῶσσαν αὑτοῦ ἀποκαλεῖ· ὡς οὐχ ἕτερόν τι λαλοῦντα πλὴν ὅ τι ἐν αὐτῷ πατρικόν ἐστι βούλημα. Καὶ παρ᾽ ἡμῖν γὰρ γλῶττα διαπορθμεύει τοῖς ἔξω τὸν νοῦν.
Κάλαμος δὲ γραμματέως ὀξυγράφου ὠνόμασται, διὰ τὸ λέγειν τι καὶ εὐθέως γενέσθαι, ὡς τό· Λέγω· Καθαρίσθητι, καὶ εὐθέως ἐκαθαρίσθη· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι, καὶ εὐθέως ἠγέρθη. Ἀλλὰ καὶ ὡς κάλαμος ὀξέως ἐγγράφει ταῖς καρδίαις ἡμῶν τὸ βούλημα τοῦ Πατρός. Βούλημα δὲ, φησὶν αὐτὸς, τοῦ Πατρὸς, Ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ. Ὀξὺς δὲ ὁ κάλαμος τοῦ Πατρός. Ὁ μὲν γὰρ Μωσέως νόμος διὰ τῶν κατὰ τὸ γράμμα κύκλων ἀμυδρῶς ἐδήλου τὰ χρήσιμα· ὁ δὲ κοινὸς Σωτὴρ συντόμως ἐδήλωσε τὸ θέλημα τοῦ Πατρός. Ἔστι γὰρ Μεγάλης βουλῆς ἄγγελος. Καὶ λόγον, φησὶ, συντετμημένον ποιήσει Κύριος ἐν τῇ οἰκουμένῃ ὅλῃ.
Ἀθανάσιος δὲ ὁ πάνυ καὶ τῇ ἁγίᾳ Θεοτόκῳ ἀνατίθησι τό· Ἄκουσον, θύγατερ, καὶ τό· Αὐτός ἐστι Κύριός σου. Ὥσπερ ὅμοιόν ἐστι τό. Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Εἰρηκὼς γὰρ, φησὶν, ὁ Δαυῒδ Χριστὸν τὸν Λόγον τοῦ Θεοῦ, εὐθὺς καὶ τὴν ἀνθρωπίνην γέννησιν δεδήλωκε, τὴν ἐκ παρθένου.
Καὶ ὁ μὲν Γαβριὴλ κεχαριτωμένην ἁπλῶς καλεῖ, ξένος ὢν αὐτῆς κατὰ τὴν γέννησιν· ὁ δὲ Δαυῒδ ἐκ τοῦ σπέρματος αὐτοῦ τυγχάνουσαν θυγατέρα προσφωνεῖ. Ἀθανάσιος καὶ Κύριλλος. Κλῆσιν ἐθνῶν ὁ ψαλμὸς σημαίνει, ᾀδόμενος ἐκ προσώπου τῶν ἁγίων ἀποστόλων παραινούντων τοῖς ἔθνεσιν ἀνασκιρτᾷν διὰ πράξεων ἀγαθῶν ἐπὶ τῇ γενομένῃ νίκῃ κατὰ τῶν ἀλιτηρίων δαιμόνων. Ἐπιγέγραπται δὲ Ὑπὲρ τῶν υἱῶν Κορέ· οὐχ ὡς ὑπὲρ ἐκείνων πάντως γεγενημένης τῆς ᾠδῆς, ἀλλ᾽ ὡς δι᾽ αὐτῶν ὑπηρετεῖν τεταγμένων τῇ ἀναφορᾷ τῆς ᾠδῆς. Ἔστι δὲ, ὡς εἴρηται, τῶν ἁγίων ἀποστόλων τὸ πρόσωπον, ὡς κεκελευσμένων πάντα μαθητεῦσαι τὰ ἔθνη. Ἐπειδὴ δὲ πλείστων ὅσων αὐτοῖς καὶ μεγάλων ἀγαθῶν προμνήστρια γέγονεν ἡ πίστις· κέκληνται γὰρ δι᾽ αὐτῆς εἰς υἱοθεσίαν Θεοῦ, εἰς μέθεξίν τε ἁγίου Πνεύματος, θείας τε φύσεως γεγόνασι κοινωνοὶ, τά τε ἐξ οὐρανοῦ χαρίσματα πεπλουτήκασι, καὶ τῆς τῶν ἁγίων ἐλπίδος συμμέτοχοι καθεστήκασι· ταύτῃ τοι καὶ μάλα εἰκότως πανηγυρίζειν αὐτοῖς ἐπιτάττουσιν.
Ὁ δὲ θεῖος Ἀθανάσιος λαοὺς καὶ ἔθνη τόν τε Σατανᾶν καὶ τὰς σὺν αὐτῷ πονηρὰς δυνάμεις εἶναί φησι· περὶ ὧν ἔλεγεν ὁ Σωτήρ· Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Τὰ γὰρ ἔθνη τῶν δαιμόνων ὑπέταξε τοῖς τῶν ἀποστόλων ποσίν.
Ἀθανάσιος. ᾌδεται μέντοι καὶ οὗτος ὁ ψαλμὸς ἐκ προσώπου τῶν ἁγίων ἀποστόλων, διηγουμένων τοὺς διὰ τὸ κήρυγμα διωγμοὺς, καὶ τὰς νίκας τὰς ἐπὶ τούτοις γενομένας. ᾨδὴ δὲ ψαλμοῦ ἐπιγέγραπται, ὡς τῆς ἠθικῆς φιλοσοφίας πρὸς τὴν θεωρητικὴν συνδραμούσης.
Κατὰ δὲ τὸν μέγαν Ἀθανάσιον, ὁ κατὰ τῶν ἀποστόλων διὰ τὸ κήρυγμα γενόμενος πόλεμος ὑπό τε τῶν αἰσθητῶν βασιλέων τῶν ἐθνῶν, καὶ μὴν καὶ τῶν ἀοράτων δαιμόνων τῶν πάλαι βασιλευόντων, ἐνταῦθα σημαίνεται. Οἳ καὶ κατεπλάγησαν καὶ ἐξέστησαν, τὴν γενομένην βοήθειαν παρὰ τοῦ Θεοῦ τοῖς ἁγίοις θεωροῦντες.
Ἡ γὰρ ὑπερβολὴ τῆς ἰσχύος τοῦ σώζοντος τὸ θαῦμα αὐτοῖς καὶ τὴν κατάπληξιν εἴργασται. Εἶτα ἐταράχθησαν, ὡς ἂν Θεοῦ καταστάντες πολέμιοι, καὶ ἦσαν ὡς ἐν ὠδῖσι. Τό γε μὴν ἑξῆς εἰρημένον ἐπιστήσας νοήσεις, ὡς νῆες Θαρσεῖς ἐλέγοντο, πλοῦτον φέρουσαι μέγαν τῷ Σολομῶντι, καθάπερ ἐν τῇ τῶν Βασιλειῶν ἐγνώκαμεν ἱστορίᾳ. Διὸ καὶ νῦν διὰ τῶν συντριβομένων πλοίων Θαρσεῖς τὴν ἀπώλειαν τοῦ πλούτου καὶ τῆς δυναστείας τῶν προλεχθέντων ἐδήλωσε βασιλέων. Πνεῦμα δὲ βίαιον νοητὰς δυνάμεις τινὰς νοήσεις, δι᾽ ὧν τοὺς ἐχθροὺς τῶν ἀποστόλων κατεπολέμησεν.
Ἀθανασίου. Ὅτι κρίνας τὴν δίκην τῶν ἐθνῶν, ἐξήλασας τὸν κατ᾽ αὐτῶν πολέμιον δαίμονα. Εἰ δὲ βούλει, ὄρος Σιὼν οἱ τὸ ὕψος τῆς θεολογίας πεπιστευμένοι· θυγατέρες δὲ τῆς Ἰουδαίας αἱ κατὰ τὴν οἰκουμένην Ἐκκλησίαι, ὡς ὑπὸ τῶν ἀποστόλων παγεῖσαι, οἳ τὸ γένος ἐξ Ἰουδαίων κατῆγον. Παρεγγυᾷ δὲ καὶ τοῖς κηρύττουσιν εὐφραίνεσθαι ἕνεκα τῶν δικαίων τοῦ Θεοῦ κριμάτων, οἷς χρησάμενος, τὴν τῆς οἰκουμένης σωτηρίαν ἐπραγματεύσατο.
Κατὰ δὲ τὸν μέγαν Ἀθανάσιον, ἐκ τῆς ἄνω Σιὼν ὁ Κύριος τὴν δευτέραν παρουσίαν ποιήσεται, τὴν ἐπιφανῆ καὶ ἔνδοξον, ἣν καὶ εὐπρέπειαν ὡραιότητος κέκληκεν. Κατὰ δὲ τὸν μέγαν Ἀθανάσιον, Πνεῦμα τὸν νοῦν ἐκάλεσεν· εὐθὲς δὲ αὐτοῦ τὸ ἑδραῖον· ὡσανεὶ λέγοι· Ἀσφάλισαί μου τὸν νοῦν, τοῦ μηκέτι εὔκολον εἶναι καταπίπτειν εἰς ἁμαρτίαν.
Ἀθανασίου καὶ Εὐσεβίου. Ἀκηδιᾷ δὲ ἀληθῶς καὶ ἀδημονεῖ πᾶς θεοφιλὴς τῷ θνητῷ ἐνδιατρίβων βίῳ· ἀδημονεῖ δὲ καὶ διὰ φιλανθρωπίαν, τὸ πλῆθος τῶν ἀπολλυμένων θεωρῶν. Ἐπειδὴ οὖν καὶ Δαυῒδ, εἰς τὴν καταδυναστείαν καὶ τυραννίδα τῶν δαιμόνων θεωρῶν, ἀκηδίας πεπλήρωτο, τούτου χάριν ἱκετεύει, ὅπως, ἐπιφανεὶς ὁ Κύριος, τῆς τῶν βιαζομένων ἡμᾶς ἐξέληται χειρός. Τὸ δὲ, ἀπὸ τῶν περάτων τῆς γῆς, σημαίνει ὑπὲρ πάσης αὐτὸν τῆς οἰκουμένης ποιούμενον τὰς λιτάς. Οὐ μόνον δὲ, ἀλλὰ καὶ τὸ μέσον Θεοῦ καὶ ἀνθρώπων οὐσίας πολὺ παριστῶντα, κατὰ τὸ ἐν τῷ Ἐκκλησιαστῇ· Ὁ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐν τῇ γῇ κάτω. Τοῦ μέντοι Συμμάχου σαφέστερον εἰπόντος, ἐν τῷ ἀδημονεῖν, ἐναργέστερον καὶ ἐμφαντικώτερον εἶπον οἱ Ἑβδομήκοντα, Ἐν τῷ ἀκηδιάσαι. Ἀδημονεῖν γὰρ καὶ ἐπὶ τοῖς μικροῖς λέγεται· ἀκηδιᾷν δὲ ἐπὶ τοῖς μεγάλοις πάντως, ὅταν διὰ τὸ πλῆθος τῶν κακῶν λοιπὸν τῶν ἐν μέσῳ τις περιλαμβάνεται, ἀπαγορεύῃ πρὸς αὐτὰ καὶ οἷον ἀπογινώσκει, ῥίψας τοῦ νοὸς βουλεύματα, ὡς μηκέτι φέρειν οἷός τε ὤν.
Ἀθανάσιος. Πρὸς δὲ διάνοιαν κρείττους γεγόναμεν τῶν ἐπηρεαζόντων δαιμόνων διὰ Χριστοῦ, ὃς πέτρα τῷ μακαρίῳ κατωνόμασται Παύλῳ. Καὶ ἵνα τὸν νοῦν ἅπαντα τῆς ψαλμῳδίας εἴπω, εὐχαριστίαν ὁ λόγος περιέχει. Ταῦτα γάρ μοι, φησὶν, ὑπῆρξαν ὅσα προείρηκα, ἐπειδὴ σὺ αὐτὸς, ὁ Θεὸς, ἐπῆράς με, καὶ ὕψωσας ἐν τῇ παρὰ σοὶ πέτρᾳ, ἥτις ἐστὶν ὁ σὸς λόγος· ἡ πέτρα γὰρ ἦν ὁ Χριστός. Ἐπεὶ τοίνυν τῷ λόγῳ σου ὕψωσάς με, καὶ μετέωρον ἐποίησας, ὡς μηκέτι κατοικεῖν τὰ μέσα τῆς γῆς, ἀλλ᾽ ἐν ἄκροις αὐτῆς γενέσθαι· ἤδη δὲ καὶ ὡδήγησάς με, ὥστε πλησίον σου φθάσαι, γέγονάς τε ἐλπίς μου, δι᾽ ἣν ἐλπίδα οὐ καταισχυνθήσομαι· ἀλλὰ καὶ πολλῶν ἐπικειμένων νοητῶν ἐχθρῶν, τῶν ζητούντων τὴν ψυχήν μου, ἀντὶ πάντων ἤρκεσας σὺ μόνος, πύργος ἰσχύος μοι γενόμενος· εἰκότως τούτων ἁπάντων τυχὼν, σὺ (forte σοὶ) τοὺς ὕμνους ἀναπέμπω, ὡς ἁπάντων μοι τῶν ἀγαθῶν γενομένῳ αἰτίῳ.
Ἀθανασίου καὶ Κυρίλλου. Ἐπεὶ δὲ τῶν ὁδηγούντων ἴδιον τὸ δεικνύειν, ποία μὲν ἀσφαλὴς ὁδὸς, ποία δὲ σφαλερὰ καὶ βλαβερὰ μαρτύρεσθαι· καὶ τοῦτο Χριστὸς πεποιηκὼς εὑρίσκεται, ἐν τῷ λέγειν· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ θύρα. Τὸ δὲ, πύργος ἰσχύος, ὅμοιον ὡσεὶ λέγοι· Τοῖχος καὶ ἀσφάλεια γέγονας, εἰς τὸ μηδὲν παθεῖν ἐπηρεαζόντων τῶν ἐχθρῶν. Πύργος γὰρ ἑδραῖος, ἀκατάσειστος ὁ Χριστός.
Ἀθανάσιος, Κύριλλος. Πρὸς δὲ νοῦν, ἀφ᾽ ὧν ἤδη εἴληφεν ἀγαθῶν, καὶ περὶ τῶν μελλόντων ἐλπίζει, ὅτι δὴ, εἰς τὰς ἄνω σκηνὰς γεγονὼς, ὑπὸ τὴν αὐτοῦ διὰ παντὸς γενήσεται σκέπην. Ὥσπερ γὰρ οἱ μέλλοντες ἐπιτελεῖν ἑορτὴν, ἐγγύς τε καὶ ἐπὶ θύραις ἔχοντες αὐτὴν, προαναπίμπλανται θυμηδίας, καὶ τὴν οὔπω παροῦσαν ὡς ἤδη παροῦσαν ὁρῶσιν· οὕτω καὶ οἱ ἅγιοι, χρηστὰς ἔχοντες ἐλπίδας ἐπὶ τῇ μελλούσῃ ζωῇ, χαίρουσιν ἐπ᾽ αὐτῇ. Πτέρυγας δὲ καλεῖ τὰς τοῦ Θεοῦ προνοητικὰς δυνάμεις· ὑφ᾽ ἃς σκέπεται ὁ θεοφιλὴς, μηδέποτε τῆς σκηνῆς ἀναχωρῶν τοῦ Θεοῦ, ἀλλὰ δι᾽ αἰῶνος ἐν αὐτῇ κατοικῶν.
Εὐσεβίου καὶ Ἀθανασίου. Ἰστέον μέντοι, ὅτι ταῦτα αἴνιγμα ἔχει καὶ τῆς ἀληθοῦς κληρονομίας. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή. Ἀλλὰ μὴν αὕτη ἐν τῷ μέλλοντι αἰῶνι δοθήσεται· πῶς οὖν εἶπε, Δέδωκας; Ὅτι, εἰ καὶ προσδοκᾶται μετὰ τὴν ἀνάστασιν, ἀλλά γε τῷ ἤδη εὐπρέπεσθαι, δέδοται τοῖς αὐτὴν κατὰ καιρὸν τὸν δέοντα ληψομένοις. Ὅρα δὲ, ὅτι καὶ τοῖς φοβουμένοις τὸν Θεὸν δέδοται ἡ κληρονομία. Εἰ οὖν αὐτοῖς ὑποδεεστέροις οὖσι, πολλῷ πλέον τοῖς ὑπεραναβεβηκόσιν, εἴτουν ἀγαπῶσι τὸν Θεόν. Ἀορίστως δὲ εἰπὼν, τοῖς φοβουμένοις, καὶ οὐ προσθεὶς, Ἰουδαίοις, ἢ Ἕλλησιν, ἥπλωσε τὴν χάριν ἐπὶ πάντας ἀνθρώπους· μάλιστα δὲ τοὺς ἐξ ἐθνῶν προσιόντας, φοβουμένους τὸν Κύριον, εἴωθεν ἀποκαλεῖν ὁ λόγος. Ποία δὲ ἡ κληρονομία ἀλλ᾽ ἢ ἡ βασιλεία τῶν οὐρανῶν; ἣν ἐν τοῖς μακαρισμοῖς εἴρηκεν ὁ Σωτήρ.
Εὐσεβίου, Ἀθανασίου, Κυρίλλου. Πρὸς δὲ νοῦν σημαίνει ὁ λόγος, ὡς καὶ τοῦτο μέρος κληρονομίας ἐστὶν ἡ αἰώνιος ζωή. Τοῦτο γάρ ἐστι τὸ ἡμέρας ἡμερῶν τοῖς ἔτεσι τοῦ βασιλέως προσθῆναι. Σημαίνει γὰρ διὰ τῶν ἡμερῶν χρόνους τινὰς καὶ αἰῶνας. Μὴ ὑπολάβῃς δὲ, ὅτι περὶ ἑνός τινος βασιλέως τὰ τοιάδε φησίν· ἴσθι δὲ μᾶλλον, ὅτι περὶ παντὸς τοῦ κεκλημένου εἰς βασιλείαν οὐρανῶν· ὃν καὶ διαμένειν φησὶν εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ. Οἱ γὰρ σύμμορφοι γενόμενοι τῶν παθημάτων αὐτοῦ καὶ συμβασιλεύσουσιν αὐτῷ διηνεκῶς. Προειπὼν μέντοι ὁ Προφήτης, ὅτι Σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου, καθ᾽ ὑπερβατὸν συνῆψε τό· Ἡμέρας ἐφ᾽ ἡμέρας τοῦ βασιλέως προσθήσεις.
Ἤκουσας γὰρ, φησὶ, τῶν εὐχῶν μου· ἡμέρας ἐφ᾽ ἡμέρας προσέθηκας. Διὰ μέσου δὲ ἐνεβλήθη ἡ περὶ τῶν φοβουμένων τὸ ὄνομα Κυρίου μνήμη· ἐπειδὴ καὶ αὐτοῖς ἐπήγγελται τὴν κληρονομίαν ἡ προφητεία. Ἦν δὲ ἡ αἰώνιος ζωή.
Ἀθανάσιος. Ἐξ ἀναστροφῆς δὲ ὁ λόγος, ἵνα ᾖ τοιοῦτος· Εἴ τις ἐκζητήσει τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν, οὗτος ἐν τοῖς ἀτελευτήτοις αἰῶσι διαμενεῖ ἐνώπιον τοῦ Θεοῦ. Τοῦτο δὲ σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν· Ἔλεος καὶ ἀλήθεια διατηρήσουσιν αὐτόν. Ταῦτα γὰρ τῆς ἀθανασίας αὐτῷ ἔσται αἴτια, τὸ τοῦ Θεοῦ ἔλεος καὶ ἡ ἀλήθεια. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα· Τίς, φησὶν, ἱκανὸς τὸν κεκριμένον καὶ δίκαιον τοῦ Θεοῦ ἔλεον καταμαθεῖν ἀκριβῶς; Τὰ γὰρ κρίματα αὐτοῦ ἄβυσσος πολλή.
Ἀθανάσιος. Πρὸς δὲ νοῦν ταῦτά φησι διὰ τὸ βλασφημοῦντας αὐτοὺς τὸν Ἰησοῦν λέγειν τοῖς ἀποστόλοις· Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν, μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ; Τοὺς μέντοι λόγους τῆς διαβολῆς ῥομφαίαν ἠκονημένην ὠνόμασεν, ἵνα δείξῃ τὸ ὀξύτερον πρὸς ἀναίρεσιν· καὶ τόξῳ τὴν γλῶσσαν τοῦ συκοφάντου παρείκασεν, ὅτι καὶ τοὺς πόῤῥω βλάπτει. Οὐδενὸς γὰρ οὔτε παρόντος οὔτε ἀπόντος ὁ λοίδορος καὶ συκοφάντης φείδεται.
Ἀθανάσιος. Οἱ θεωροῦντες, φησὶ, τοὺς τοιούτους καὶ τοσούτους τῶν ἐγχειρημάτων διαμαρτόντας καὶ ἀστοχήσαντας θορύβου καὶ δέους ἐπλήσθησαν, καὶ τὴν θείαν ἐθαύμασαν πρόνοιαν. Ἐν περινοίᾳ γὰρ τῆς τοῦ Θεοῦ κηδεμονίας γενόμενοι, τὸ θεῖον κριτήριον ἔδεισαν, καὶ πάντες συνῆκαν, ὅτι παρὰ Θεοῦ κατεργάζεται τὸ τῆς αὐτῶν δολιότητος ἄπρακτον, ὅτι τὰ κατ᾽ ἐμοῦ μάταια ἠλέγχθη. Ὡς πάντας ἀπαγγέλλειν, ὅτι Σὸν, ὦ Δέσποτα, ἔργον τοῦτο, καὶ σοὶ τὰ γενόμενα ἐπιγράφουσι. Τίς γὰρ οὐκ ἂν φοβηθείη, ἐπισκοπὴν ἐκ Θεοῦ ὁρῶν γινομένην κατὰ τῶν ἀσεβῶν, καὶ ἐκδίκησιν ὑπὲρ τῶν ἀδικουμένων;
Ἀθανάσιος. Ἀναμέμικται δὲ τῇ περὶ τούτων προῤῥήσει καὶ τῆς τῶν ἐθνῶν σωτηρίας ἡ προφητεία. Εἰσάγει γὰρ ὁ Δαυῒδ ἐνταῦθα τοὺς ἐξ ἐθνῶν πιστεύσαντας εἰς Χριστὸν, καταβοῶντας τῶν σοφῶν τοῦ αἰῶνος τούτου, αἰτοῦντάς τε τῆς προτέρας ἀσεβείας ἄφεσιν· ἔτι τε εὐχὴν ἀναπέμπει ὑπὲρ αὐτῶν, ὄντων μὲν πάλαι ἀκάρπων, γενομένων δὲ εὐφόρων διὰ τῆς εἰς Χριστὸν πίστεως. Εἴρηται δὲ πρότερον, ὡς πρᾶξιν μὲν ὁ ψαλμὸς, θεωρίαν δὲ ἡ ᾠδὴ δηλοῖ Ὅταν οὖν δι᾽ ἀμφοτέρων ᾖ τὸ ἀγαθὸν κατορθούμενον, τῆς ἠθικῆς φιλοσοφίας πρὸς τὴν θεωρητικὴν συνδραμούσης, ψαλμὸς ᾠδῆς γίνεται. Ὁ θεωρητικὸς γὰρ ἅμα τῷ πρακτικῷ κατορθούμενος βίῳ ἄνδρα τέλειον ἀποδείκνυσιν.
Ἀθανάσιος. Πρὸς δὲ διάνοιαν αἰνίττεται τὸν λαὸν τὸν νέον, τὸν ἐξ ἐθνῶν ἐκλεγέντα τῷ Χριστῷ εἰς κληρονομίαν. Αὐλὰς δὲ τὰς κατὰ χώραν Ἐκκλησίας ὑποληπτέον. Ἑτέρως δὲ καὶ τὸν τελειωθέντα ἐν ἀρεταῖς, τοῦτον καὶ ὁ Προφήτης μακαρίζει.
Ἐκλέγεται μὲν γὰρ ὁ Θεὸς τὸν ἀγωνίζεσθαι καὶ δραμεῖν ἐπιτήδειον· τὸν δὲ ἤδη νενικηκότα, καὶ καλῷ τέλει τὴν ζωὴν περικλείσαντα, εἰς οὐρανὸν προσλαμβάνεται, ἔνθα καὶ σκηνὴν αὐτῷ ταῖς ἰδίαις αὐλαῖς ἀποκληροῖ· περὶ ὧν εἴρηται· Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί. Ὥστε τελειότερον τοῦ ἐκλεγῆναι τὸ προσληφθῆναι παρὰ τοῦ ἐκλεξαμένου. Ὅταν γὰρ ὁ ἐκλεγεὶς πάντα κατὰ βούλησιν Θεοῦ πράξῃ, τότε μετὰ δόξης εἰς τὰς ἐπαγγελίας προσλαμβάνεται, καὶ μετοικισθεὶς τοῦ περὶ γῆν τόπου, ἐκεῖ κατασκηνοῖ, ἐν ταῖς αὐλαῖς τοῦ ἐκλεξαμένου. Ὧν ἐντεῦθεν ἔτι πόθον τις ἔχων, εἶπεν· Ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Ὥστε τὰς λέξεις ταύτας, φημὶ δὴ τὸ, Μακάριος, ὃν ἐξελέξω καὶ προσελάβου, εἰκότως προφέρουσιν οἱ τοὺς ἀπαλλαγέντας τοῦ βίου ζηλοῦντες καὶ μακαρίζοντες.
Ἀθανασίου. Πρὸς δὲ νοῦν· Ἀγαθὰ τοῦ οἴκου τοῦ Θεοῦ τὰ τοῦ Πνεύματος διάφορα χαρίσματα. Οἶκον δὲ Θεοῦ τὴν Ἐκκλησίαν ὁ Παῦλος καλεῖ. Ἐν δὲ τούτῳ θαυμαστῶς ἐπιτελεῖται ἡ ἀρετὴ, καλουμένη δικαιοσύνη. Ὁ τοίνυν πιστεύων καὶ ἔργων ἀγαθῶν πληρωθεὶς ἔχει τὸν Κύριον ἐν ἑαυτῷ. Εἴρηται γὰρ διὰ τῆς πίστεως κατοικεῖν τὸν Χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον, καὶ πρὸς τὸν τηροῦντα τὸν λόγον αὐτοῦ μετὰ τοῦ Πατρὸς ἐρχόμενος μονὴν ποιεῖται.
Καὶ γίνεται ὁ τοιοῦτος ναὸς, (κατὰ τό· Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε;) ὃς καὶ δικαιοσύνην θαυμαστῶς κατορθοῖ, τὴν διὰ πίστεως συνισταμένην. Ἅγιος μέντοι ἐστὶν ὡς καθαρὸς, θαυμαστὸς δὲ ἐπὶ τῇ δικαιοσύνῃ.
Πρὸς δὲ διάνοιαν· Σὺ, φησὶν, εἶ ὁ τὰ ὄρη, ἤγουν τὰς ἀντικειμένας δυνάμεις, ἑτοιμάζων εἰς τιμωρίαν (ἡτοίμασται γὰρ αὐταῖς ἡ ἄβυσσος)· τοῦτο δὲ ποιήσεις, δυνατὸς ὤν. Ἀθανασίου καὶ Κυρίλλου. Πρὸς δὲ διάνοιαν· Συνταράσσει Χριστὸς οἷόν τι κύτος καὶ πλάτος θαλάσσης τὰ πλήθη τῶν ἐθνῶν, μὴ συγχωρήσας αὐτὰ ἠρεμεῖν ἐν ταῖς ἀρχαίαις ἀπάταις· κεκινηκὼς δὲ μᾶλλον εἰς ἐπίγνωσιν τῆς ἑαυτοῦ δυνάμεως, καὶ ὥσπερ τινὰς ἤχους κυμάτων, ἀνασαλεύσας ἁπάντων τὰς ἐπ᾽ αὐτῷ δοξολογίας. Ἢ θάλασσαν ἐνταῦθα τὸ πλῆθος τῶν ἀκαθάρτων πνευμάτων φησὶν, ὃ συνταράσσεται τῇ τοῦ Χριστοῦ παρουσίᾳ. Διὸ καὶ φοβούμενοι ἔλεγον· Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Ἢ θάλασσαν μὲν τὸ πλῆθος καλεῖ τῶν τυράννων διὰ τὸ ἁλμυρὸν τῆς εἰδωλολατρείας αὐτῶν, ἤχους δὲ κυμάτων τὰς κατὰ τῶν μαρτύρων ἐπιβουλὰς καὶ βασάνους.
Ἃς τίς ὑπέμεινεν, εἰ μὴ τῇ δυνάμει Χριστοῦ ἐνεδυναμοῦτο καὶ ἐστηρίζετο; Ἀθανασίου. Παρεδήλωσε δὲ καὶ τὸ τῶν ἁγίων ἀποστόλων κήρυγμα· ὅπερ διὰ τὸ ἄηθες καὶ διὰ τὸ καταλύεσθαι τὸ πατρῷον τῶν ἐθνῶν σέβας, καὶ τὴν πολιτείαν αὐτῶν ἀμείβεσθαι, ταραχὴν εὐθὺς καὶ ζάλην τοῖς ἀνθρώποις ἐκίνησε κατὰ τὴν τοῦ Κυρίου φωνὴν, χωρίζον νύμφην ἐκ πενθερᾶς, καὶ πατέρα ἐξ υἱοῦ. Μετὰ δὲ τὴν ζάλην κατέπαυσε, καὶ τὴν εἰρήνην ἅπασιν ἐπρυτάνευσεν. Ὅτε οὖν, φησὶ, τὰ ἔθνη ταραχθήσονται, τουτέστι τῶν δαιμόνων τὰ συστήματα, τότε δὴ τότε καὶ οἱ ἐν τοῖς πέρασι τῆς οἰκουμένης ἄνθρωποι φοβηθήσονταί σε, τὰ μεγάλα σημεῖα θεωρήσαντες, τὰ ἐπὶ τῇ σῇ παρουσίᾳ γεγενημένα.
Ἀθανασίου, Εὐσεβίου καὶ Κυρίλλου. Καὶ μέντοι ὅταν τὰ μεγάλα σημεῖα θεωρήσαντες οἱ τὴν οἰκουμένην οἰκοῦντες φοβηθῶσι τὸν ἀγαθὸν φόβον, τότε δὴ καὶ εἰς τὰς πρωΐας καὶ εἰς τὰς ἑσπέρας ἐξόδους, τουτέστιν ἐν παντὶ καιρῷ, τέρψις ἔσται αὐτοῖς ἀγαλλιωμένοις, ἐφ᾽ οἷς κατώρθωσεν ἡ Χριστοῦ παρουσία.
Καὶ αὐτοῦ δὲ τοῦ Χριστοῦ δύο ἔξοδοι, ἤγουν πρόοδοι· ἡ μὲν πρωΐας, πρὸ πάντων τῶν αἰώνων ἐκ Πατρὸς γενομένη, κατὰ τό· Αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος· ἡ δὲ ἑσπέρας, ἡ ἐκ παρθένου, ἥτις ἐπὶ συντελείᾳ τῶν αἰώνων ἀπήντησεν. Ἑκατέρα δὲ τέρψις ἐστὶ καὶ ἀγαλλίασις. Ὁ μέντοι Σύμμαχος εἰπὼν, Τὰς προσελεύσεις τοῦ ὄρθρου καὶ τῆς ἑσπέρας ὑμνολογοῦσι, τοῦτο δοκεῖ λέγειν, ὅτι καὶ ἀρχομένης καὶ ληγούσης ἡμέρας τὴν ἀρεστὴν τῷ Θεῷ προσοίσουσιν ὑμνῳδίαν οἱ τὴν πλάνην καταλιπόντες τὸν δὲ φύσει γνόντες Θεόν.
Ἀθανάσιος. Πρὸς δὲ διάνοιαν· Κατεκόρεσας, φησὶ, τῶν ἄνωθεν ἀγαθῶν τὴν σύμπασαν γῆν· πεπλήρωκας τῶν πνευματικῶν χαρισμάτων τοὺς κατὰ πᾶσαν ὄντας τὴν ὑπ᾽ οὐρανόν· ἡμᾶς δὲ τοὺς τότε πλανωμένους, γῆν ὥσπερ τινὰ ξηρὰν ὄντας καὶ ἄνυδρον, καρποφόρον ἀνέδειξας, καὶ γονιμωτάτην, καὶ ἱερὰν ἀληθῶς.
Ἀθανάσιος. Πρὸς δὲ νοῦν ποταμὸς Θεοῦ ὁ Μονογενής. Ὡς γὰρ ἀπὸ πηγῆς ἔρχεται ποταμὸς, οὕτω καὶ αὐτὸς ἐκ τῆς τοῦ τεκόντος οὐσίας, καὶ ἔστιν ὁμοούσιος αὐτῷ· ὃς πλήρης ὑδάτων ἐστίν· ἐπεὶ τὸ πλήρωμα τῆς θεότητος ἐν αὐτῷ κατοικεῖ. Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ· πλήρης χάριτος καὶ ἀληθείας.
Νοηθείη δ᾽ ἂν ποταμὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, πλῆρες ὑδάτων τῶν διαφόρων χαρισμάτων. Ἡτοιμάσθαι δέ φησι τὴν πνευματικὴν τροφὴν, διότι πρὸ καταβολῆς κόσμου ὥρισται τὸ Χριστοῦ μυστήριον, ὅς ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ὅτι οὕτως, φησὶν, ἡ ἑτοιμασία τῆς ἀληθινῆς τροφῆς, ὡς αὐτὸς ἡτοίμασας, καὶ οὐκ ἄλλως (f. ἄλλος)· ἀντὶ τοῦ, προνοητικώτατα καὶ θεοπρεπῶς. Θεῷ γὰρ πρέπει τοιαῦτα ἑτοιμάζειν, ὧν οἳ μεταλαμβάνονται εἰς ἀξίαν Θεοῦ διὰ τῆς μετανοίας ἀναβαίνουσιν.
Ἀθανασίου καὶ Εὐσεβίου. Θεωρητικῶς δέ· Ἐπίμεινον, φησὶ, Δέσποτα, τὰ βάθη τῆς καρδίας τῶν ἀνθρώπων καθάπερ τινὰς αὔλακας ἄρδων, καὶ μεθύσκων, καὶ εἰς καρπογονίαν διεγείρων· ὥστε πληθυνθῆναι τὰ γεννήματα τῆς δικαιοσύνης αὐτῶν, οὐ μόνον διὰ τοῦ ποταμοῦ (τουτέστι τῆς τοῦ Πνεύματος χάριτος), ἀλλὰ καὶ διὰ τῶν φερομένων ψεκάδων, ὡς παρά τινων νεφελῶν τῶν διδασκάλων, τουτέστι διὰ τῶν νοημάτων τῶν θείων Γραφῶν.
Ἀθανάσιος. Κατὰ μὲν οὖν τὸ ῥητὸν, ἐνιαυτὸν χρηστότητος εὐλογούμενον τὸν τῆς εὐθηνίας ὠνόμασεν, ὡς τῇ τοῦ Θεοῦ χρηστότητι τὴν εὐετηρίαν δεχόμενον, καὶ εὐλογίας διὰ τῆς εὐθηνίας πληρούμενον· πρὸς δὲ νοῦν. Sequentia Cyrilli sunt. Et paulo post, Θεοδωρήτου καὶ Ἀθανασίου. Εἴη δ᾽ ἂν καὶ ὁ μέλλων αἰὼν στέφανος χρηστότητος, διὰ τὸ ἐν πολλῇ χρηστότητι τοὺς ἁγίους ἐν αὐτῷ στεφανοῦσθαι.
Ἀθανασίου. Πρὸς δὲ νοῦν πεδίοις καὶ γαίαις παρεικάζει τὰς τῶν πιστευόντων ψυχάς. Ἃς τοῖς θείοις καὶ πνευματικοῖς χαρίσμασι καταπιαίνει Θεὸς, ἵνα δύνωνται φέρειν τοὺς τῆς εὐσεβείας καρπούς. Ἀθανασίου. Πρὸς δὲ νοῦν ὡραῖα τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστάς φησι, τοὺς εὐτραφεῖς γεγενημένους τοῖς πνευματικοῖς χαρίσμασιν. Ἔρημον δὲ τὴν Ἐκκλησίαν ἀποκαλεῖ, τὴν πάλαι ἔρημον οὖσαν τῆς περὶ Θεοῦ γνώσεως.
Ἀθανασίου, Κυρίλλου. Πρὸς δὲ νοῦν· Τῆς τοῦ Θεοῦ φανείσης χρηστότητος, ἡ πάλαι ἔρημος καρποφορήσει, καὶ οἱ βουνοὶ, οἱ ταῖς εἰδωλικαῖς θυσίαις μιαινόμενοι, τοὺς τὸν ἀγγελικὸν αἱρουμένους βίον δεξάμενοι, εὐφρανθήσονται. Ἢ βουνοῖς ἀπεικάζει τοὺς κατὰ καιροὺς τῶν ἁγίων Ἐκκλησιῶν ἡγουμένους, καὶ λαῶν προεστηκότας, ἤτοι ποιμένας καὶ διδασκάλους. Ὥσπερ γὰρ τῆς ἄλλης ἁπάσης γῆς ὑπερανέχουσι τὰ ὄρη καὶ οἱ βουνοί· τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν ἁγίων μυσταγωγῶν ἀξία ὑψηλοτέρα τῶν ἄλλων ἐστίν. Οὗτοι καὶ ἀγαλλίασιν περιζώννυνται, τουτέστι τὴν τοῦ πνεύματος παράκλησιν.
Γρηγορίου Θεολόγου καὶ Ἀθανασίου. Αἱ μὲν τῆς γῆς τὸν αἰσθητὸν καὶ ἐφήμερον· αἱ δὲ τῶν ψυχῶν τῶν καλῶς τῷ λόγῳ γεωργουμένων τὸν πνευματικὸν καὶ αἰώνιον. Αἱ γὰρ πάλαι, φησὶν, ἀπορώταται καὶ ἄγονοι τῶν ἐθνῶν ψυχαὶ πνευματικῷ καρπῷ ἔσονται πλήρεις.
Ἀθανάσιος. Ἁπλῶς δέ· Ἅπαντες, φησὶν, οἱ προλεχθέντες σὺν πάσῃ προθυμίᾳ τὸν Θεὸν ἀνυμνήσουσι, τὴν τοιαύτην μεταβολὴν τῇ τῶν ἀνθρώπων δωρησάμενον φύσει. Ἀθανασίου. Κατὰ δὲ θεωρίαν, ἀλαλαγμός ἐστιν ἐπινίκιος ὕμνος ἐπὶ ἐχθροῖς πεπτωκόσιν ᾀδόμενος. Ὡς οὖν ἀνῃρημένων τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου διὰ τῆς Χριστοῦ παρουσίας, πάντα τὰ ἔθνη τοὺς ἐπινικίους ὕμνους ἀναπέμπειν παρακελεύεται τῷ τῆς νίκης αἰτίῳ Θεῷ καὶ τῷ ὀνόματι αὐτοῦ, τουτέστι τῷ Υἱῷ.
Ὡς γὰρ ἡμεῖς διὰ τοῦ ὀνόματος αὐτοῦ γνωριζόμεθα, οὕτω καὶ ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ. Κύριλλος, Ἀθανάσιος. Καὶ οὕτω μὲν πρὸς ἱστορίαν πρὸς δὲ πνευματικὴν ἔκληψιν λίαν φοβερὰ τὰ ἔργα Χριστοῦ, εἴτουν αἱ θεοσημεῖαι, καὶ τὸ, ἐκποδὼν γενέσθαι τῶν ἀκαθάρτων δαιμόνων τὰ πλήθη. Πλῆθος δὲ καὶ περιουσία δυνάμεως ἡ ἀνάστασις αὐτοῦ, καταστρέφουσα μὲν τοῦ θανάτου τὸ κράτος, ἅπασαν δὲ τὴν ἀνθρώπου φύσιν εἰς ἀφθαρσίαν ἀνακαινίζουσα. Ἐπεὶ δὲ Ἰουδαῖοι, τῶν Χριστοῦ θαυμάτων γενόμενοι θεωροὶ, δέον ἐκπλήττεσθαι, τὸν τερατουργὸν ἐνδιέβαλλον, καὶ πλάνον ἐκάλουν, ἐπιπλήττων ὁ ψάλλων φησί· Παύσασθε, εἴπατε δὲ μᾶλλον αὐτῷ, ὅτι Φοβερὰ τὰ ἔργα σου. Εἶτα ἐπεὶ ἀπειθοῦντας ἑώρα, ἀφεὶς τὸ πρὸς αὐτοὺς διαλέγεσθαι, τῷ συκοφαντουμένῳ Χριστῷ προσομιλεῖ, λέγων· Πολλή σου ἡ δύναμις, εἰ καὶ οἱ ἐχθροί σου ἐψεύσαντό σε, ἑκουσίως πρὸς τὸ φανὲν τῷ κόσμῳ θεῖόν σου φῶς μύσαντες, καὶ μηδὲ τῶν θαυμάτων τῆς ὑπερβολῆς παρενεγκούσης αὐτοὺς εἰς τὸ πείθεσθαι. Πλήθει γὰρ δυνάμεως τοῦ Κυρίου ἡμῶν ἐκτελέσαντος τὴν οἰκείαν ἐκ νεκρῶν ἀνάστασιν κατὰ τὸ ἀνθρώπινον, οἱ ἐχθροὶ αὐτοῦ Ἑβραῖοι ἐψεύσαντο αὐτόν· τουτέστιν, ἐνδιέβαλλον τὴν ἀνάστασιν.
Ἀθανάσιος, Κύριλλος, Γρηγόριος Νύσσης. Εἰ καὶ Ἰουδαῖοι, φησὶν, ἀρνήσονταί σε, ἀντ᾽ ἐκείνων ὑποκλιθήσεταί σοι καὶ προσκυνήσει πᾶσα ἡ γῆ, ἤτοι τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν. Οὐκέτι γὰρ ἐν Ἱερουσαλὴμ ἡ προσκύνησις, τῆς νομικῆς παυσαμένης σκιᾶς, κατὰ τό· Προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὑτοῦ, καὶ τῆς προσκυνήσεως γενομένης ἐν πνεύματι καὶ ἀληθείᾳ, καταλλήλων ἔργων γινομένων τῇ προσκυνήσει Θεοῦ, τῆς αὐτοῦ προσηγορίας ἐπικληθείσης αὐτοῖς. Πρόῤῥησις δὲ ταῦτα τοῦ παρόντος καιροῦ, καθ᾽ ὃν ἐν ἅπασι τοῖς ἔθνεσιν ὁ τῶν ὅλων ὑμνεῖται Θεὸς, καὶ ὁ Δεσπότης Χριστὸς ὕψιστος παρὰ πάντων καλεῖται.
Ἀθανάσιος. Τῶν ἀποστόλων ἐνταῦθα εἰσάγει τὸ πρόσωπον, διδασκόντων τὰ ἔθνη, ὡς ἄρα οὗτος ὁ ἐν τῇ κατὰ σάρκα παρουσίᾳ τὰς θεοσημείας ἐργαζόμενος, αὐτός ἐστιν ὁ πάλαι τὴν Ἐρυθρὰν θάλασσαν ξηράνας, καὶ μὴν καὶ τοῦ Ἰορδάνου ἀνακόψας τὰ ῥεύματα, ὡς ποδὶ παρελθεῖν τοὺς υἱοὺς Ἰσραήλ.
Φησὶν οὖν· Ἐπιστήσατε τὸν νοῦν καὶ κατανοήσατε τῶν ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ γινομένων ἑκάστων, ὅπως ἐστὶν ἐν βουλαῖς ἀκατάληπτος· καὶ τὴν ἄῤῥητον αὐτοῦ σοφίαν θαυμάσατε, δι᾽ ἧς τὸ τῶν ἀνθρώπων γένος ποδηγεῖ πρὸς εὐσέβειαν. Φοβεραῖς γὰρ καὶ θαυμασταῖς μηχαναῖς ὑπὲρ τῆς τῶν ἀνθρώπων κέχρηται σωτηρίας.
Ἀθανασίου. Πρὸς δὲ νοῦν· Ἐκεῖ σὺν Χριστῷ βασιλεύσομεν, ἡνίκα τοῦ νέου αἰῶνος βασιλεύσει, καὶ εὐφρανθησόμεθα ἐπ᾽ αὐτῷ. Εὐφραινόμεθα δὲ ἐν τῷ ποιήσαντι τὰ δυσχερῆ ῥᾴδια. Ἀθανάσιος, Εὐσέβιος. Κατὰ δὲ πνευματικὴν ἐκδοχὴν ὀφθαλμοὺς Θεοῦ τοὺς ἀποστόλους νοήσομεν· παραπικραίνοντας δὲ τοὺς Ἰουδαίους, οὓς καὶ οἱ προφῆται οἶκον ἐκάλουν παραπικραίνοντα. Τίς γὰρ, φησὶν, ὁ παραπικραίνων ἀλλ᾽ ἢ ὁ οἶκος Ἰσραήλ; Τῷ γοῦν παραπτώματι τοῦ Ἰσραὴλ ἐπὶ τὰ ἔθνη ἐπεῖδεν ὁ Κύριος. Ὅθεν μὴ ὑψούσθωσαν οἱ ἀσεβεῖς, ὡς δυνάμενοι ἀπολέσαι τοὺς τῷ Εὐαγγελίῳ προσερχομένους· ἀλλὰ μηδ᾽ ὁ ὑπερόπτης λαὸς, ἤγουν ὁ Ἰσραὴλ, μέγα φρονείτω, μηδὲ κατὰ τῆς τῶν ἐθνῶν πληθύος ὑψηλὴν ἐπαιρέτω τὴν ὀφρύν. Μὴ λεγέτω καθ᾽ ἑαυτόν· Ἐγὼ γέγονα πρωτότοκος ἐν τέκνοις Θεοῦ· ἴστω δὲ μᾶλλον, ὅτι παρεπίκρανε τὸν κτίσαντα. Διὸ καὶ μετέστησεν ἀπ᾽ αὐτοῦ τὴν ἐπισκοπήν.
Ἀθανάσιος. Πρὸς δὲ νοῦν οἱ ἀπόστολοι τοῖς ἐξ ἐθνῶν φασιν· Ὅταν ἀκούσητε παρ᾽ ἡμῶν, τίνα τρόπον προσήκει δοξολογεῖν, τότε μεθ᾽ ἡμῶν εὐλογήσατε, οὐκ ἔτι τοὺς ψευδωνύμους θεοὺς, ἀλλὰ τὸν Θεὸν ἡμῶν τὸν τῆς ζωῆς δοτῆρα. Ζωὴ γὰρ ἦν ἡ τοῦ παραδείσου τρυφὴ, ἐν ᾧ ἔθετο ὁ Θεὸς τὸν ἄνθρωπον ἐργάζεσθαι καὶ φυλάσσειν αὐτόν.
Ἀθανασίου, Κυρίλλου. Πρὸς δὲ νοῦν τὰς θλίψεις τὰς γενομένας διὰ τὸ κήρυγμα τοῖς ἀποστόλοις τὸ Πνεῦμα προαναφωνεῖ, ἐκ προσώπου αὐτῶν ταύτας καταλέγον. Ὥσπερ γὰρ ὁ ἄργυρος πυρὶ τηκόμενος εὖ μάλα διακαθαίρεται, οὕτω καὶ αἱ τῶν ἁγίων ψυχαὶ παντὸς ἀπαλλάττονται ῥύπου, ταῖς τῶν πειρασμῶν ἐφόδοις προσβάλλουσαι νεανικῶς. Καὶ ἡ αὐτῶν εὐδοκίμησις διὰ πυρώσεως γίνεται, δοκιμαζομένων ὡς διὰ πυρός. Ταύτας τὰς φωνὰς τοῖς ἁγίοις μάρτυσιν ὁ Παῦλος ἀνατίθησιν. Ἀλλὰ καὶ οἱ διὰ πυρὸς καὶ ὕδατος τοῦ ζέοντος θυμοῦ, καὶ τῆς διακεχυμένης ἡδονῆς καὶ ἐπιθυμίας διελθόντες, καὶ μὴ ἐναπομείναντες τούτοις τοῖς πάθεσιν, εὑρίσκουσι τὴν ἀνάψυξιν.
Ἀθανάσιος. Πρὸς νοῦν φασὶν οἱ ἀπόστολοι· Εἰσελευσόμεθα εἰς τὸν ναὸν τὸν ἐπουράνιον οὐκ ἐν αἰσθητοῖς, ἀλλ᾽ ἐν νοητοῖς ὁλοκαυτώμασιν. Ὅλους γὰρ ἑαυτοὺς ἀνέθηκαν τῷ Θεῷ ἐν τάξει ὁλοκαυτωμάτων. Ἀθανάσιος, Κύριλλος, Βασίλειος. Πρὸς δὲ διάνοιαν· Πνευματικὰ πάντα καὶ τὰ ὁλοκαυτώματα, καὶ οἱ βόες, καὶ οἱ χίμαροι, οὓς ἀποδώσειν ἐπαγγέλλεται.
Καὶ μετὰ κριῶν δὲ προσφορὰ γίνεται. Εἰσὶ δὲ κριοὶ κινήσεις καὶ ὁρμαὶ ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ὁρμὴν ἔχουσαι, ἢ λογισμοὶ ἡγεμονικοὶ τὰ πάθη κερατίζοντες. Βοῦν δὲ ἱερουργεῖ ὁ προσάγων θυσίαν ζῶσαν ἑαυτὸν διὰ πράξεως. Ἀναλογεῖ γὰρ τῷ ἐκ τῆς γῆς πλασθέντι σώματι, γεωπόνον ὑπάρχον τὸ ζῶον ὁ βοῦς. Χίμαροι δὲ τὰ μετανοίας ἔργα· περὶ ἁμαρτίας γὰρ προσεφέροντο. Θυμίαμα δὲ ἡ ἀποπνέουσα τῶν καθαρῶν ψυχῶν εὐωδία.
Ἀθανάσιος. Οἱ μέντοι ἀπόστολοι οὐκ ἀρχαίων διηγημάτων ποιοῦνται μνήμην· ἀλλὰ τὰ νέα τοῦ Σωτῆρος ἡμῶν θαυμάζουσι κατορθώματα, ὅσα ταῖς ἁπάντων ἡμῶν ψυχαῖς ἐχαρίσατο. Ἀθανασίου. Τάχα δὲ ἁμαρτωλοὶ οἱ τῆς ἁμαρτίας εὑρεταὶ δαίμονες· οἳ καὶ ὡς καπνὸς ἐκλείπουσι, τῷ ἁγίῳ Πνεύματι ἐλαυνόμενοι καὶ σκεδαννύμενοι· καὶ ὡς κηρὸς τήκονται ὑποῤῥέοντες τῇ ἐπιφανείᾳ τοῦ Χριστοῦ, ὃς πῦρ λέγεται καταναλίσκον τὴν μοχθηρίαν.
Καὶ λοιπὸν οἱ δικαιωθέντες ἐκ πίστεως, καταλυθείσης τῆς τυραννίδος τῶν δαιμόνων, εὐφραίνονται. Εὐσεβίου, Ἀθανασίου. Καὶ ὁ τῆς δικαιοσύνης ἥλιος, μορφὴν δούλου λαβὼν, καὶ τὰς ἀκτῖνας τῆς αὐτοῦ ὥσπερ συστείλας θεότητος, καὶ καταδὺς ἐν τῷ σώματι, ἢ καὶ ἐν αὐτῷ τῷ θανάτῳ, τὸ κατακεχυμένον τῶν ἀνθρωπείων ψυχῶν σκότος ἀπήλασε. Πλὴν εἰ καὶ τῆς ἡμετέρας ἐπέβη πτωχείας, καὶ τὴν οἰκείαν οἰκονομικῶς συνεσκίασε δόξαν, τὴν εἰς ἀνθρώπους ποιησάμενος πάροδον καὶ τὴν ἔνσαρκον ἐνδημίαν, ἀλλ᾽ οὖν Κύριος ὄνομα αὐτῷ. Καὶ γὰρ ἄνθρωπος γεγονὼς οὐκ ἀπέβαλε τὸ εἶναι Θεός. Παρακελεύεται τοίνυν ὁ λόγος τοῖς ἱεροῖς ἀποστόλοις μετὰ χορείας καὶ ὑμνῳδίας εἰς τὰ ἔθνη δραμεῖν, καὶ τὴν ὁδὸν τῶν ψυχῶν αὐτῶν εὐτρεπίσαι τῷ τῶν ὅλων παμβασιλεῖ διὰ τοῦ κηρύγματος. Εἶεν δ᾽ ἂν δυσμαὶ εἴτουν νύκτες καὶ αἱ τοῦ τῆς δικαιοσύνης ἡλίου ἐκπεσοῦσαι ψυχαί· ὧν Χριστὸς τὸν τῆς πλάνης ζόφον ἐξήλασεν, ἐνοικήσας αὐταῖς διὰ πίστεως.
Κατὰ δὲ τὸν θεῖον Ἀθανάσιον, ὑπονοήσας, φησὶ, τὰ οὕτω βαθέα γνῶναι κρίματα, ἐν κόπῳ ἐνέβαλον ἐμαυτὸν, ἅτε ἀνεξερευνήτων ὄντων. Πλὴν τὸν δέοντα εἰς τὴν τούτων γνῶσιν ἐμαυτῷ πεπόρισμαι καιρόν. Οὗτος δὲ ἦν ὁ τοῦ δικαστηρίου καιρὸς, ὅτε ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τότε γὰρ ἀκριβῶς οἱ μικρόψυχοι εἴσονται, ὁποῖον μὲν ἡ ἀρετὴ, ὁποῖον δὲ ἡ κακία.
Κατὰ δὲ τὸν ἱερὸν Ἀθανάσιον· Ἐπειδὴ οὐδέν μοι, φησὶν, ὑπάρχει ἐν τῷ οὐρανῷ πλὴν σοῦ μόνου, ἀναγκαίως οὐδέ τι τῶν ἐπὶ γῆς ἠθέλησα δέξασθαι παρὰ σοῦ, ἅτε φθαρτῶν ὄντων πάντων καὶ προσκαίρων· ἑνὸς δὲ μόνου ηὐχόμην τυχεῖν, καὶ τῷ τούτου πόθῳ κατέτρυχον ἐμαυτὸν ἐπὶ τῆς γῆς. Τοῦτο δέ ἐστι τὸ σὲ μερίδα μοι καὶ μόνον γενέσθαι. Ἐξέλιπε γὰρ ἡ καρδία μου· τί ἐπιζητοῦντος; τὰς ἄνω διατριβάς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.