Ἔργον
Μέγας Αθανάσιος – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία εις τους Ψαλμούς ΙΑ' - Κ'
Υπομνηματισμός στους Ψαλμούς 11 έως 20, όπου εξετάζονται η θεία κρίση, η καθαρότητα της προσευχής, η κλήση των εθνών και η μαρτυρία της κτίσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τους Ψαλμούς ΙΑ' - Κ'
Υπομνηματισμός στους Ψαλμούς 11 έως 20, όπου εξετάζονται η θεία κρίση, η καθαρότητα της προσευχής, η κλήση των εθνών και η μαρτυρία της κτίσεως.
Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΙΑʹ. Ὑπόθεσις. Εἴρηται περὶ τῆς ὀγδόης ἐν τῷ ἕκτῳ ψαλμῷ. Εὔχεται δὲ ῥυσθῆναι τῆς γενεᾶς τῆς πονηρᾶς. Αὐτὴ δὲ ἂν εἴη γενεὰ ἡ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· περὶ ἧς αὐτὸς ἔλεγεν· Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην.
Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὀλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Τὰς κατὰ τοῦ Σωτῆρος ἡμῶν συνάγων ἐπιβουλάς. Ἀφέντες γὰρ τὴν ἀλήθειαν οἱ Ἰουδαῖοι ψεῦδος κατὰ τοῦ Χριστοῦ ἐπετέλεσαν.
Χείλη δόλια ἐν καρδίᾳ. Ὅτι, διδάσκαλον αὐτὸν ἀποκαλοῦντες καὶ ἀγαθὸν, ἕτερα ἐβουλεύοντο περὶ αὐτοῦ. Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλοῤῥήμονα. Πῶς γὰρ οὐ μεγαλοῤῥήμων ἡ γλῶσσα ἐκείνη ἡ τολμήσασα τῷ Σωτῆρι λέγειν· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην;
Τοὺς εἰπόντας· Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν· τὰ χείλη ἡμῶν παρ᾽ ἡμῖν ἐστι. Τίς ἡμῶν Κύριός ἐστιν; Ὡς τοῦτο διανοουμένων, τὸ ἐξουσίαν ἔχειν πᾶν ὅ τι ἂν βούλοιντο εἰπεῖν κατὰ τοῦ Σωτῆρος Τοῦτο δέ· Τίς ἡμῶν Κύριός ἐστι; ὅμοιον τῷ Τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν. Πτωχοὺς δὲ καὶ πένητας τοὺς κατὰ πνεῦμα λέγει· ὧν καὶ τοῦ στεναγμοῦ ἀκούσας, Ἀναστήσομαι, φησί. Θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. Τουτέστι, Φανερὸν πᾶσι καταστήσω τὸ σωτήριον, ὃ καὶ ἐξάκουστον παρασκευάσω γενέσθαι. Ἐκηρύχθη γὰρ εἰς πᾶσαν τὴν γῆν.
Τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον. Ἀληθεῖς, φησὶν, οἱ λόγοι οἱ περὶ τοῦ σωτηρίου ἐπηγγελμένοι, ὥσπερ καὶ τὸ ἀργύριον τὸ πολλάκις χωνευθέν. Τὸ δὲ, ἑπταπλασίως, ἀντὶ τοῦ πολυπλασίως τέθεικε· τοῦτο γὰρ σύνηθες τῇ θείᾳ Γραφῇ.
Σὺ, Κύριε, φυλάξεις ἡμᾶς. Διὰ τοῦτο, φησὶ, φυλάξεις ἡμᾶς, ἐπειδὴ κυκλοῦντες ἡμᾶς οἱ ἀσεβεῖς ἐπιβουλεύοντες τῇ ἡμῶν σωτηρίᾳ. Οὗτοι δ᾽ ἂν εἶεν αἱ ἀντικείμεναι καὶ πονηραὶ δυνάμεις. Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ὕψος μὲν τὴν δύναμιν λέγει· πολυωρίαν δὲ τὴν πολυχρονιότητα. Ἵνα ᾖ τὸ λεγόμενον τοιοῦτον· Διὰ τῆς σῆς ἰσχύος, πολυχρονιότητα καὶ αἰώνιον ζωὴν ἡμῖν δέδωκας. Μετὰ γὰρ τὴν σωτήριον ἀνάστασιν εἰς ἀπεράντους αἰῶνας τὰ τῆς ζωῆς ἡμῖν ἐκτείνεται. Ἢ ὕψος λέγει, ὅτι ὁμοίους σου ἐποίησας, ὡς ἀνθρώπῳ δυνατόν· ἢ ὅτι πολλῆς φροντίδος ἠξίωσας.
Εἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΙΒʹ. Ὑπόθεσις. Τοῦτον τὸν ψαλμὸν ᾄδει εἰς μετάνοιαν τοῦ ἁμαρτήματος γεγονὼς, ἅμα δὲ καὶ τὸ σωτήριον ἡμῖν εὐαγγελιζόμενος. Δι᾽ οὗ ἐλάβομεν ὑπογραμμὸν, πῶς δεῖ ἡμᾶς ἐν ἁμαρτίαις γενομένους προσιέναι Θεῷ.
Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Ὡς μακρᾶς οὔσης τῆς γινομένης αὐτῷ διὰ τὴν ἁμαρτίαν ἐν τῇ μετανοίᾳ πρὸς Θεὸν προσόδου. Ἕως πότε ἀποστρέφῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ; Τούτου τὸ πρόσωπον οἱ ἄγγελοι βλέπουσι διαπαντός.
Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου; Ἀνιῶμαι γὰρ, φησὶ, βουλευόμενος κατὰ ψυχὴν μήπως ἄρα ἐν τῇ ἁμαρτίᾳ ἀποθανοῦμαι, καὶ τοῦτό ἐστιν ὃ μάλιστα ὀδύνας μου τῇ ψυχῇ παρασκευάζει. Ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός.
Μεριμνᾷν ἐν τῇ καρδίᾳ καθ᾽ ἡμέραν. Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾽ ἐμέ; Εἰ γὰρ θεοσεβούντων ἡμῶν ταπεινοῦται ὁ ἐχθρὸς ἡμῶν διάβολος, δῆλον ὅτι ἁμαρτανόντων ὑψοῦται. Ὕψος γὰρ τῷ Σατανᾷ ἡ τῶν ἀνθρώπων ταπείνωσις· ἐπειδὴ, καθάπερ ὁ Θεὸς ἐν τῇ σωτηρίᾳ ὑψοῦσθαι τῇ ἡμετέρᾳ, οὕτως ὁ διάβολος ἐν τῇ ἀπωλείᾳ ἐπαίρεσθαι λέγεται.
Φώτισον τοὺς ὀφθαλμούς μου. Ὀφθαλμοὺς τοὺς τῆς διανοίας δηλοῖ. Φωτίσατε γὰρ ἑαυτοὺς φῶς γνώσεως. Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα. Θαῤῥῶ, φησὶν, ἁμαρτίας ἄφεσιν δέξασθαι τῷ ἐλέει προσανέχων τῷ σῷ, δι᾽ οὗ καὶ τὸ σωτήριον δέδωκας πᾶσιν ἀνθρώποις· ὅπερ σωτήριον ἀγαλλιᾶσθαι παρασκευάσει μου τὴν καρδίαν, τὴν πάλαι ὀδυνωμένην διὰ τὴν ἁμαρτίαν.
Εἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ Δαβίδ. ΙΓʹ. Ὑπόθεσις. Διαῤῥήδην ἐν τῷ παρόντι ψαλμῷ σαφηνίζει τῶν ἀνθρώπων τὴν εἰς τὸ παντελὲς τῶν ἐπιτηδευμάτων ἀσέβειαν καὶ παρανομίαν, ἵνα τὸ ἀναγκαῖον τῆς ἐπιφανείας κηρύξῃ Χριστοῦ.
Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Ἐπειδὴ, μὴ λογισάμενοι, φησὶν, εἶναι Θεὸν ἐφορῶντα τὰ ἀνθρώπινα καὶ κρίνοντα κρίσει δικαίᾳ, πᾶσαν ἀθεμιτουργίαν εἰργάσαντο· τούτου δὴ χάριν ὁ Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψε. Τοῦτο γὰρ σαφῶς τὴν εἰς ἀνθρώπους τοῦ Κυρίου πρόοδον κατασημαίνει.
Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Ἐλθὼν, φησὶν, ὁ Κύριος οὐδ᾽ ἕνα εὗρε χρηστότητος ἐργάτην, ἀλλὰ γὰρ ὑπεύθυνον πάσῃ πράξει ἀτόπῳ. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. Ἑαυτῶν γὰρ τῷ φάρυγγι οἱ δαίμονες ὥσπερ βρῶσιν εἶχον τὸν ἄνθρωπον, μὴ εἶναι νοοῦντες, ὅτι ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ πλάσματος αὐτοῦ οὐ δύναται.
Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; Καθ᾽ ὑποστιγμὴν ἀναγνωστέον, καὶ ἔξωθεν τὸν Κύριον προληπτέον· ἵνα ᾖ οὕτως τὸ σημαινόμενον· Καὶ πάντες ἐξέκλιναν, καὶ τοῦτο ἐποίησαν. Οὐ μέλλουσι γινώσκειν τὸν Κύριον. Κύριον οὐ προσεκαλέσαντο οἱ ἐσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου. Κατήσθιον γὰρ τὸν λαὸν αὐτοῦ ἀναπείθοντες προσκυνεῖν τὴν κτίσιν παρὰ τὸν κτίσαντα.
Καὶ οὗτοι, φησὶν, ἑτέροις κακῶν εἰσηγηταὶ γενόμενοι, τὸν Κύριον οὐκ ἐπικαλέσονται. Οὕτω γὰρ ἀναγνωστέον μέλλοντα ἀντὶ τοῦ παρεληλυθότος. Ἐκεῖ δὲ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος. Ὁ Μωσέως νόμος, φησὶ, κόλασιν ἐποίει· ὁ δὲ τοῦ Χριστοῦ φόβος ἁγνός ἐστιν· ὡς υἱοὺς γὰρ φοβεῖσθαι Πατέρα παρεσκεύαζε. Κατὰ τὸν καιρὸν ἐκεῖνον, φησὶ, καθ᾽ ὃν δὲ δηλονότι ἡ ἐπιφάνεια, φόβον φοβηθήσονται οὗ οὐκ ἔστι φόβος. Οὐκ ἐκ νομικῆς ἀπειλῆς δηλονότι, ἀλλ᾽ ἡ πρέπουσα μᾶλλον ἐλευθέροις εὐλάβεια.
Ὅτι Κύριος ἐν γενεᾷ δικαίων. Τῶν δικαιουμένων διὰ τῆς ἐπιφανείας αὐτοῦ. Βουλὴ πτωχοῦ καταισχύνεται. Ταῦτα ὡς πρὸς τοὺς ἀπομείναντας τῇ ἀπιστίᾳ καὶ διώξαντας τοὺς πιστεύσαντας εἰς Χριστόν. Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;
Τοῦτο δὲ διπλῆν ἔχει τὴν προφητείαν· οὐ γὰρ μόνον τηνικάδε γενομένην τοῖς πολιορκηθεῖσι προσαγορεύει σωτηρίαν, ἀλλὰ καὶ τὴν πολλοῖς ὕστερον χρόνοις τοῦ Σωτῆρος ἡμῶν γενομένην ἐκεῖθεν σωτήριον ἐπιφάνειαν.
Ἀγαλλιάσεται Ἰακώβ. Τοὺς ἁγίους πατριάρχας καὶ προφήτας φησὶ, τοὺς χαρᾷ χαίροντας ἐπὶ τῷ τὰς προλεχθείσας αὐτῶν ἐπαγγελίας ἀποπληρῶσαι τὸν Χριστόν. Αὗται δὲ ἦσαν αἱ τὴν τῶν ἐθνῶν ἁπάντων σωτηρίαν κατασημαίνουσαι.
Εἰς τὸ τέλος ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΙΔʹ. Ὑπόθεσις. Τοῦτον ᾄδει τὸν ψαλμὸν, διδάσκων τί ἂν ἄνθρωπον παρασκευάσῃ τῆς μακαρίας ἐκείνης τυχεῖν λήξεως· διὸ ἀρχόμενός φησιν· Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;
Παροικία ἐστὶ διαγωγὴ πρόσκαιρος, οὐχ ἱδρυμένην ζωὴν, ἀλλὰ παροδικὴν ἐπ᾽ ἐλπίδι τῆς ἐπὶ τὰ κρείττονα μεταστάσεως ὑποφαίνουσα. Ἁγίου γὰρ ἀνδρὸς παροδεύειν τὸν βίον τοῦτον, ἐπάγεσθαι δὲ πρὸς ἑτέραν ζωήν. Διὸ καὶ ὁ Δαυῒδ περὶ αὐτοῦ φησι· Πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Τίς, φησὶν, ἄξιος ἔσται ἐν ἐκείναις ταῖς οὐρανίαις γενέσθαι σκηναῖς; Ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; ἐπειδὴ ἂν γάρ τις ἀξιωθῇ τῆς μακαρίας ἐκείνης σκηνῆς, εἰς ἀπεράντους αἰῶνας ἕξει τὴν μακαριότητα.
Πορευόμενος ἄμωμος, καὶ τὰ ἑξῆς. Διδάσκει δι᾽ ὧν τευξόμεθα τοῦ μακαρίου ἐκείνου πέρατος· καὶ πρῶτον μὲν εἰ τὴν ἄμωμον ὁδεύσωμεν ὁδὸν, ἥτις ἐστὶν ὁ Χριστός· ἔπειτα εἰ ἐργασώμεθα δικαιοσύνην· τρίτον, εἰ ἀληθείας οἶκον τὴν καρδίαν ποιήσωμεν· τέταρτον, εἰ δολίαν γλῶσσαν μὴ κτησώμεθα· πέμπτον τὸ μὴ κακὸν τῷ πλησίον ἐργάζεσθαι· ἕκτον τὸ μὴ ὀνειδίσαι τὸν πλησίον ὑπερηφανευόμενον· ἕβδομον μὴ πρόσωπον θαυμάζειν· ὄγδοον τὸ μὴ παραβαίνειν ὅρκου πίστιν· ἔννατον τὸ μὴ ἐκτοκίζειν· δέκατον, ὃ καὶ τέλος ἐστὶ παντὸς ἀγαθοῦ, ἀδωροδόκητον εἶναι.
Τούτων ὁ ἐκμαθὼν τὴν κατόρθωσιν ἀσάλευτον ἕξει τῶν ἀγαθῶν τὴν δόσιν.
Στηλογραφία τῷ Δαυΐδ. ΙΕʹ. Ὑπόθεσις. Ἡ ἐν χερσὶ προφητεία περιέχει τὴν τῶν ἐθνῶν κλῆσιν, καὶ τὰ ἐπὶ ταῖς ἀπειθείαις τοῦ Ἰσραὴλ ἐγκλήματα, καὶ μὴν καὶ αὐτὸ τὸ τῆς ἀναστάσεως τοῦ πάντων ἡμῶν Σωτῆρος Ἰησοῦ Χριστοῦ μυστήριον· ὅθεν οἶμαι καὶ στηλογραφίαν ὠνομάσθαι τὴν ᾠδὴν, ἀναθέντος αὐτὴν τοῦ προφήτου Δαυῒδ ὥσπερ ἐν στήλῃ τοῖς μετ᾽ αὐτόν. ᾌδονται δὲ οἱ ἐν αὐτῷ λόγοι ὡς ἐκ προσώπου τοῦ Χριστοῦ. Οὕτως γὰρ ἡμᾶς ὁ Πέτρος ἐδίδαξε φρονεῖν.
Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. Τὸ κοινὸν ὥσπερ πρόσωπον τῆς ἀνθρωπότητος ἀναλαβὼν τοὺς πρὸς Θεὸν καὶ Πατέρα ποιεῖται λόγους· οὐχ ὑπέρ γε μᾶλλον ἑαυτοῦ, δι᾽ ἡμᾶς δὲ καὶ ὑπὲρ ἡμῶν ὡς εἶς ἐξ ἡμῶν διὰ τὴν οἰκονομίαν. Κύριον οὖν ὀνομάζει τὸν Πατέρα διὰ τὸ ἐν τῇ τοῦ δούλου γενέσθαι μορφῇ. Φυλαχθῆναι δὲ αὐτὸν αἰτεῖ διὰ τὴν Ἐκκλησίαν, ἥ ἐστιν ἡ σὰρξ αὐτοῦ. Ἡ σὰρξ γὰρ αὐτοῦ ἡ Ἐκκλησία· φυλαχθῆναι δὲ ταύτην αἰτεῖ.
Εἰκότως οὖν καὶ εἰς τὸ αὐτοῦ πρόσωπον ἀναφέροιτ᾽ ἂν ἡ φυλακή. Εἶπα τῷ Κυρίῳ, Θεός μου εἶ σύ. Πάλιν καὶ τοῦτο προτρέπων τῇ τοῦ δούλου μορφῇ· δηλοῖ δὲ ἅμα καὶ τὴν ἐν πίστει δι᾽ ὁμολογίας δικαιοσύνην. Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Ἀγαθάς φησιν ἐν τούτοις τὰς κατὰ νόμον προσφερομένας θυσίας· τὸ γὰρ τῆς πίστεως ῥῆμα ἐκεῖνο ἀναιρεῖ· Μὴ φάγομαι γὰρ, φησὶν, κρέα ταύρων, καὶ αἷμα τράγων πίομαι;
Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Ἁγίους εἶναί φησι τοὺς ἡγιασμένους ἐν Πνεύματι· Χριστοῦ δὲ γῆν τὴν Ἐκκλησίαν· τὸ δὲ ἐθαυμάστωσεν ἀντὶ τοῦ, ἐδίδαξεν· τὸ δὲ, αὐτοῦ, τοῦ Πατρός· ἵν᾽ ᾖ τὸ ὅλον οὕτως· Τοῖς ἡγιασμένοις ἐν πίστει γνωστὸν ἐποίησε τὸ θέλημα τοῦ Πατρός· διὸ καὶ καλεῖται τῆς μεγάλης βουλῆς ἄγγελος. [Τοῖς ἀγαθοῖς ἐν τῇ γῇ ἐθαυμάστωσεν ὁ Θεός.
Τοῖς ἡγιασμένοις ἐν πίστει γνωστὸν ἐποίησε τὸ θέλημα τοῦ Πατρὸς, ἐν αὐτοῖς, τοῖς ἐν τῇ γῇ τοῦ Θεοῦ, ἤτοι τῇ Ἐκκλησίᾳ· ἤ τινων τῶν ἐν τῇ ἁγίᾳ γῇ, ἢ ὅτι, ἐν οὐρανῷ οἱ ἅγιοι τὸ πολίτευμα ἔχοντες, ἐν τῇ γῇ αὐτοῦ διατρίβουσι, κἂν ἐν ταύτῃ ὦσιν ἔτι τῇ γῇ. Θελήματα δὲ Θεοῦ αἱ κατ᾽ εἶδος ἀρεταὶ, ἃς θαυμαστοῖ ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, πλέον τι τούτων ἐχόντων τῶν ἄλλων ἀνθρώπων ἐν τῷ κατ᾽ ἀρετὴν ἐνεργεῖν. Οὐ γὰρ ἡ αὐτὴ ἀνδρεία ἀποστόλων καὶ μαρτύρων τῇ τῶν ἄλλως ἀνδριζομένων, οὐδὲ ἡ σωφροσύνη Ἰωσὴφ κατὰ τὰς ἑτέρων. Οὕτως δέ τις θαυμαστωθεὶς αἰσθάνεται τῆς ἰδίας ἀσθενείας, ὡς πολὺ τῆς θείας ἰσχύος καὶ τοῦ μεγέθους ἀπολιπόμενος.
Ὅταν γὰρ πληθυνθῶσιν αἱ ἀσθένειαι τῶν δικαίων, ταχύνουσι πρὸς τὸν Θεὸν μετανοοῦντες.] Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν· ὅτε εἰδωλολάτρουν. Μετὰ ταῦτα ἐτάχυναν. Κἂν ἠσθένουν, φησὶ, τὸ πρότερον ἐν ἁμαρτίαις ὄντες, ἀλλ᾽ οὖν ἀκούσαντες τοῦ κηρύγματος, ὠκέως ὑπήκουσαν.
Τοῦτο γάρ ἐστι τό· Ἐτάχυναν μετὰ ταῦτα, δηλονότι εἰς τὸ ὑπακοῦσαι τῷ κηρύγματι. Οὐ μὴ συνάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων. Συνάγων, φησὶ, συναγωγὰς ἐκ τῶν ἐθνῶν, οὐ δι᾽ αἱμάτων αὐτὰς συνάξω, τουτέστιν οὐ παρασκευάσω διὰ τῆς νομικῆς μοι προσέρχεσθαι λατρείας, δι᾽ αἰνέσεως δὲ μᾶλλον καὶ τῆς ἀναιμάκτου θυσίας. Οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. Οὐκέτι κληθήσονται, φησὶν, εἰδωλολάτραι καὶ ἄθεοι, ἀλλὰ κλητοὶ καὶ ἐκλεκτοί. Πάλαι μὲν, φησὶν, ἐπαξίας τῶν πράξεων ἐπήγοντο προσηγορίας, εἰδωλολάτραι, πολύθεοι ὀνομαζόμενοι· νῦν δὲ οὐκέτι μνησθήσομαι τῶν ὀνομάτων ἐκείνων, εὐσεβεῖς αὐτοὺς καὶ ἁγίους κλητοὺς καὶ ἐκλεκτοὺς ὀνομάζων. [Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν. Ὅτε εἰδωλολάτρουν. Εἰ καὶ πληθύνονται, οὐ παραμένουσι· μέχρι γὰρ αἰσθήσεως καὶ μόνον εἶχον παραμενούσας, διὰ τὸ ἰσχύειν τῷ ἐνδυναμοῦντι Χριστῷ. Ἢ τοὺς ἀποστόλους ἔοικε λέγειν, καὶ τοὺς δι᾽ ἐκείνων πεπιστευκότας, ἐν οἷς καὶ διαφανῆ γέγονε τὰ θεῖα θαυμάσια, ὡς πάντα τετηρηκόσι τὰ θεῖα προστάγματα.
Ἐπληθύνθησαν δὲ αὐτῶν αἱ ἀσθένειαι, ἢ ὡς ἑτέρως, τὰ διαπονήματα, πολλῶν ἐπαναστάντων δήμων, δημηγόρων, στρατηγῶν, βασιλέων, ὧν πάντων περιγενόμενοι, τὸν δρόμον ἐτέλεσαν· ἢ τὸ βραχὺ καὶ πρόσκαιρον τῶν θλίψεων, τὸν ἄπειρον αἰῶνα δείκνυσιν. Οὐ μὴ συναγωγάς. Ἐτάχυνον εἰς τὸ ὑπακοῦσαι τῷ κηρύγματι· καθαροὺς εἶναι δεῖ ἀπὸ φόνων καὶ αἱμάτων τοὺς μέλλοντας συνάγεσθαι ὑπὸ Χριστοῦ. Συνάγων, φησὶ, συναγωγὰς ἐκ τῶν ἐθνῶν, οὐ δι᾽ αἱμάτων αὐτὰς συνάξω, οὐδὲ παρασκευάσω διὰ τῆς νομικῆς μοι προσέρχεσθαι λατρείας, αἰνέσεως δὲ μᾶλλον καὶ τῆς ἀναιμάκτου θυσίας.] Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. κ.τ.λ. Ὡσεὶ σαφέστερον ἔλεγεν· Ὁ Πατήρ μου εἰς κλῆρόν μοι καὶ μερίδα τὰ ἔθνη δεδώρηται, ᾧ καὶ γέγονα ὑπήκοος μέχρι θανάτου. Τὸ γὰρ ποτήριον τὸν θάνατον σημαίνει, κατὰ τὸ εἰρημένον· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο. [Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. Κληρονομίαν καλεῖ τὴν τῶν ἐθνῶν βασιλείαν. Καὶ τῆς ἐμῆς Ἐκκλησίας, ἥτις ἐστὶν ἡ κληρονομία μου, μερίς ἐστιν ὁ Κύριος ὁ Πατὴρ, ὁ αὐτὸς δὲ καὶ τοῦ ποτηρίου μου μερίς ἐστι, τουτέστι τοῦ θανάτου. Καὶ ἡ Ἐκκλησία ἐκληρονόμησε τὸν Πατέρα, κατορθώσασα τὰς ἐντολὰς αὐτοῦ· καὶ αὐτὸς ὁ θάνατος ὁ ἐμὸς ἐκληρονόμησε τὸν Πατέρα κατὰ τὸν λέγοντα· Κληρονόμε Θεοῦ, συγκληρονόμε Χριστοῦ.]
Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις μου· καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστι.
Τοὺς δεσμοὺς τῆς ἀγάπης φησὶν, οὓς ἔσχεν πρὸς τὴν Ἐκκλησίαν, ἥτις καὶ κρατίστη ἐστὶ, τουτέστιν ἀρέσκουσα αὐτῷ. Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με. Τούτου ἡ ἑρμηνεία κεῖται ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων.
Ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ νεφροὺς ὀνομάζειν τοὺς κεκρυμμένους καὶ ἐν βάθει λογισμούς· νύκτα δὲ τὸ ἀφανές. Προεωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶ, ἵνα μὴ σαλευθῶ.
Καθὸ μὲν νοεῖται Θεὸς, αὐτός ἐστιν ὁ πάντα στηρίζων καὶ ἀνέχων· καθὸ δὲ γέγονεν ἄνθρωπος, πρέποι ἂν αὐτὸν καὶ τὸ λέγειν ἐκ δεξιῶν ἐσχηκέναι τὸν Κύριον, ἵνα μὴ σαλευθῇ. Συμπλάττεται γὰρ πανταχοῦ τοῖς τῆς ἀνθρωπότητος μέτροις, καὶ τὸ τῇ κενώσει πρέπον οὐκ αἰσχύνεται διὰ τὴν οἰκονομίαν. Ὅρα γοῦν ὅπως γέγονεν ἡ φύσις ἡμῶν εὐδόκιμος ἐν Χριστῷ.
Καὶ προσηνέχθημεν εἰς πρόσωπον τοῦ Πατρὸς οἱ ἐκβεβλημένοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ ἐσχήκαμεν αὐτὸν ἐπαμύνοντα καὶ στηρίζοντα. [Ἐκ δεξιῶν μού ἐστι. Προφανῆ ἔλεγχον ἔχει τῆς Ἰουδαίων ἐμβροντησίας. Καὶ Πέτρος γὰρ ὁ κορυφαῖος ἐν ταῖς Πράξεσιν εἰς Χριστὸν ταῦτα προσήρμοσεν.
Καθὸ μὲν γὰρ Θεὸς, αὐτός ἐστιν ὁ πάντα στηρίζων καὶ ἀνέχων· καθὸ δὲ ἄνθρωπος, πρέποι ἂν αὐτῷ καὶ τὸ ἐκ δεξιῶν ἔχειν τὸν Κύριον, ἵνα μὴ σαλευθῇ. Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου. Αὐτὸς ὢν ζωὴ καὶ ζωοποιὸς, ἐζωοποιῆσθαι λέγεται παρὰ τοῦ Πατρὸς διὰ τὴν οἰκονομίαν. Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, ὁ τῆς ἀνθρωπότητος ἔχων πρόσωπον, ὡς καθ᾽ ἡμᾶς γεγονὼς, τοὺς ἡμῖν μᾶλλον καὶ οὐχ ἑαυτῷ πρέποντας, καθὸ νοεῖται Θεὸς, ἀναπέμπει λόγους.] Τερπνότης ἐν τῇ δεξιᾷ σου εἰς τέλος. Τοῦτο σημαίνει, ἐν τέρψεσι καὶ εὐφροσύναις ἔσονται οἱ ἅγιοι μετὰ τὸ ἀναβιῶναι κατὰ τὸν τῆς ἀναστάσεως καιρόν. Ταύτην δὲ τὴν τέρψιν καὶ τὴν εὐφροσύνην, ἥτις ἐστὶν ἡ ἀφθαρσία, λήψεσθαι λέγουσι παρὰ Χριστοῦ, ὅς ἐστιν ἐν ἡμῖν καὶ δεξιὰ τοῦ Πατρός.
Καὶ ὡς ἀληθὴς ὁ λόγος, δῆλον ἐκ τοῦ φήσαντος λογίου· Ὃς μετασχηματίσει τὸ σχῆμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.
Προσευχὴ τῷ Δαυΐδ. ϛʹ. Ὑπόθεσις. ᾌδεται ὁ ψαλμὸς ἐκ προσώπου τοῦ κατὰ Θεὸν τελείου. Εἰσάκουσον, Κύριε, δικαιοσύνην μου. Πολλῆς πεποιθήσεως ὁ λόγος μεστός· τὸ γὰρ τῆς δικαιοσύνης ἐνταῦθα οὐχ ὡς καυχώμενος, οὐδ᾽ ὡς δίκαιον ἑαυτὸν ἀποφαίνων· ἀλλ᾽ ἀντὶ τοῦ, Δικαίως αἰτοῦντος τὴν παρὰ σοῦ βοήθειαν, καὶ ἀξιοῦντος ἀπαλλαγῆναι ὧν ἀδίκως ὑπομένει, μάτην ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, καὶ ἐξάκουσον καὶ παράσχου τὴν αἴτησιν.
Ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις. Προσευχῆς γὰρ οὐ διὰ χειλέων δολίων, διὰ δὲ γλώττης κεκαθαρμένης, καὶ τὰ θεῖα λόγια μελετᾷν εἰθισμένης ἐνωτίζεται ὁ Θεός. Ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι. Σαφῶς εὔχεται τὸν Μονογενῆ κριτὴν ἑαυτῷ καταστῆναι.
Οἱ ὀφθαλμοί σου ἰδέτωσαν εὐθύτητας. Τὸ δίκαιον κρῖμα ἐξαιτεῖ τοῦ Υἱοῦ, ὃ ἔκρινεν ἡμῖν. Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. Ἀδικίαν εἴωθεν ἡ θεία Γραφὴ καλεῖν τὴν κατὰ τοῦ Θεοῦ βλασφημίαν· Ἀδικίαν γὰρ, φησὶν, εἰς τὸ ὕψος ἐλάλησαν.
Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. Διδάσκει, ὡς καὶ τοῦτο παραφυλάττεσθαι πρὸς τὸ μηδὲν θνητὸν μηδὲ ἀνθρώπινον φθέγγεσθαι. Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Διὰ τὰ σὰ προστάγματα, φησὶ, τὴν στενὴν καὶ τεθλιμμένην εἰσήλασα πύλην.
Κατάρτισαι τὰ διαβήματά μου ἐν τοῖς τρίβοις σου. Διδάσκει ὁ λόγος μὴ πεποιθέναι ἐφ᾽ ἑαυτοῖς, ἐπὶ δὲ τῷ Θεῷ ἐπιστηρίζεσθαι. [Τρίβοι δὲ Κυρίου τῶν ἐντολῶν αἱ τηρήσεις.] Ἐγὼ ἐκέκραξα, ὅτι εἰσήκουσάς μου, ὁ Θεός.
Τὸ εἰσήκουσας, ἀντὶ τοῦ, εἰσακούσῃ. Οὐ μάτην τοῖσδε τοῖς λόγοις ἐχρησάμην, ἀλλὰ πεῖραν τῆς σῆς ἔχων φιλανθρωπίας· ἤκουσας γάρ μου παρακαλοῦντος πολλάκις. Κλῖνον τὸ οὖς σου ἐμοί. Ὅλος ὁ Θεὸς οὖς ἐστιν, ὡς τὰ πάντα ἀκούων. [Ἐγὼ ἐκέκραξα, καὶ τὰ ἑξῆς. Οὐ μάτην κράζω, ἀλλ᾽ ἐπεὶ πολλάκις ἤκουσας, αἰτῶ καὶ νῦν ἀκουσθῆναι.
Κραυγὴ δέ ἐστι πρὸς Θεὸν καὶ ἡ ἐπιτεταμένη νόησις.] [Τὸ στέαρ αὐτῶν συνέκλειον. Στέαρ τὴν σφοδροτάτην εὐημερίαν τῶν ἐχθρῶν σημαίνει.] Τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ. Εἷς σκοπὸς, φησὶ, γέγονεν αὐτοῖς, οἱονεὶ κατενέγκαι εἰς γῆν, καὶ τὰ σαρκὸς πεῖσαι φρονεῖν.
Ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῶν χειρῶν σου. Ἑκάστη τῶν δικαίων ψυχὴ καὶ μάλιστα τῶν ἑλκόντων τοὺς ἁμαρτωλοὺς ἐξ ἀσεβείας εἰς θεοσέβειαν, οἱονεί πως ῥομφαία ἐστὶν ἠκονημένη κατὰ τῶν πνευμάτων τῆς πονηρίας. Ταύτην οὖν τὴν ῥομφαίαν, ὦ Δέσποτα, φησὶν, ἣν αὐτὸς κατὰ τῶν σῶν ἐχθρῶν ἠκόνησας, ῥῦσαι ἀπὸ τῶν ἐχθρῶν τῆς σῆς χειρός. Τίνες δ᾽ ἂν εἶεν οἱ τῆς χειρὸς τοῦ Θεοῦ ἐχθροὶ ἢ οἱ ἀνθιστάμενοι τῇ εἰς τὸν Μονογενῆ αὐτοῦ πίστει, ὅστις ἐστὶ καὶ χεὶρ αὐτοῦ;
Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτούς. Χωρισθῆναι τοὺς ἀσεβεῖς τῶν ὀλίγων εὔχεται, οἱονεί πως διαμερισθῆναι. Τίνες δὲ οἱ ὀλίγοι ἢ περὶ ὧν λέλεκται· Πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί; Καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν. Πάντων, φησὶ, τῶν τιμίων ἀπέλαυσαν· διὸ καὶ ἀπελάκτισαν οὕτως, ὡς καὶ παρανομεῖν. Τῶν δὲ κεκρυμμένων σου ἀντὶ τοῦ, ὧν ἐν ἀποκρύφῳ τιμωριῶν ἔχεις τὴν γνῶσιν, ἐγὼ ἀγνοῶ, τούτων ἔμπλησον τὰς γαστέρας αὐτῶν, περιφραστικῶς ἀντὶ, αὐτούς.
Ἐχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. Πάσης, φησὶ, παρανομίας ἐπλήσθησαν, καὶ εἰς παῖδας δὲ ταύτην παρέπεμψαν. [Καὶ ταύτην κατέλειψαν τοῖς νηπίοις τῶν υἱῶν αὐτῶν, ἤγουν μέχρι ἐκγόνων.] Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου. Οὐχ ὁμοιωθήσομαι ἐκείνοις, οὐδὲ τῶν αὐτῶν, φησὶ, χορτασθήσομαι· ἀλλὰ τῆς σῆς δόξης ἐμπλησθήσομαι διὰ δικαίων ἔργων.
Εἰς τὸ τέλος τῷ παιδὶ Κυρίου τῷ Δαυῒδ, ἂ ἐλάλησε τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ ᾗ ἐῤῥύσατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαοὺλ, καὶ εἶπεν. ΙΖʹ. Ὑπόθεσις. Περιέχει ὁ ψαλμὸς ἐπανάστασιν ἐχθρῶν καὶ ἐπίκλησιν εἰς συμμαχίαν Θεοῦ, καὶ κάθοδον τοῦ Μονογενοῦς καὶ ἀνάληψιν, καὶ μετὰ τὴν ἀνάληψιν τὰ κατὰ τῶν δαιμόνων πραχθέντα, καὶ τοῦ Ἰσραὴλ ἐκβολὴν, καὶ τῶν ἐθνῶν κλῆσιν. Τὸ δὲ, ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαοὺλ, ἀναφέροιτ᾽ ἂν εἰς τοὺς νοητοὺς ἐχθροὺς καὶ τὸν τούτων ἄρχοντα.
Ἀγαπήσω σε, Κύριε, ἰσχύς μου· Κύριος στερέωμά μου καὶ καταφυγή μου. Τῶν εὐεργεσιῶν αἰσθόμενος τοῦ Θεοῦ, ὅπερ ἐστὶ μέγιστον δῶρον, ἀνατίθησιν αὐτῷ, τὴν ἀγάπην φημί· ἣν καὶ πρώτην ὁ Σωτὴρ ἐν ἐντολαῖς ἔταξεν.
Αἰνῶν ἐπεκαλεσάμην τὸν Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι. Ἐνταῦθα διδασκόμεθα χάριν μὲν ὁμολογεῖν ὑπὲρ τῶν ὑπηργμένων ἀγαθῶν· αἰτεῖν δὲ πάλιν τὰ ἐνδέοντα. Εἶτα διηγεῖται τὰς παντοδαπὰς τῶν πολεμίων ἐπαναστάσεις.
Περιέσχον με ὠδῖνες θανάτου. Οὐδενὸς, φησὶν, ἐνταῦθα πολέμου θνητοῦ μέμνηται, ἀλλὰ δυνάμεων ἀφανῶν, ἔνδον τὴν ψυχὴν αὐτοῦ κυκλουσῶν. Καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξάν με. Ὠδῖνες ᾅδου περιεκύκλωσάν με· προέφθασάν με παγίδες θανάτου.
Χείμαῤῥοι ἀνομίας εἰσὶν οἱ παράνομοι λογισμοί· οὗτοι δὲ αὐτοὶ καὶ ὠδῖνες καλοῦνται χρονίζοντες ἐν ἡμῖν, καὶ πάλιν παγίδες, θανατοῦντες ἡμᾶς διὰ τῆς κατ᾽ ἐνέργειαν ἁμαρτίας. Καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. Τὰ παραχθέντα τότε ἐπὶ τῇ καθόδῳ τοῦ Κυρίου εἰσηγεῖται· πάντες γὰρ οἱ τὴν γῆν οἰκοῦντες ἐκινήθησαν· πᾶσά τε χώρα ἐπληροῦτο τῆς περὶ αὐτοῦ φήμης.
Καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν. Ὄρη δυνάμεις εἰσὶ πονηραὶ αἱ ἐπαιρόμεναι κατὰ τῆς δόξης τοῦ Θεοῦ. Θεμέλια δὲ αὐτῶν τοὺς ἐν βάθει λογισμούς φησιν. Καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. Διότι ἐν μακρῷ αἰῶνι τοὺς ἐπὶ τῆς γῆς ἠπάτησαν διὰ τῆς πολυθέου δεισιδαιμονίας.
Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ. Ὀργισθεὶς, φησὶ, κατέσβεσεν αὐτῶν τὸ πῦρ δι᾽ οὗ πάλαι τοὺς ἀνθρώπους κατέφλεγον. Καὶ τούτου σύμβολον τὸν καπνὸν τίθησι. Καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται. Ταῦτα γὰρ ὁ τοῦ Θεοῦ Υἱὸς ἐνεργεῖ ἀφανῶς κατὰ τῶν ἀντικειμένων δυνάμεων τὸ πῦρ αὐτῶν σβεννὺς ἑτέρῳ πυρὶ κρείττονι καὶ δυνατωτέρῳ. [Ὁρῶντες γὰρ οἱ δαίμονες τὸν Κύριον, ἐν τῇ παρουσίᾳ αὐτοῦ ἐκαίοντο ἀπὸ προσώπου αὐτοῦ.] Ἄνθρακες ἀνήφθησαν ἀπ᾽ αὐτοῦ. Οἱ κατὰ μετουσίαν τοῦ θείου πυρὸς φωτισθέντες.
Καὶ ἔκλινεν οὐρανοὺς, καὶ κατέβη. Λευκότατα προφητεύει τὴν κατάβασιν τοῦ Κυρίου. Εἴη δ᾽ ἂν σημαντικὸν τοῦ· Ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου. Καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. Τὸ κρύφιον τῆς ἐν τῇ οἰκονομίᾳ πορείας δηλοῖ καὶ τὸ ἀόρατον τοῦ Θεοῦ· ἵνα μὴ δι᾽ ὧν εἶπεν εἰς σωματικὰς ἑλκυσθῶμεν ἐννοίας.
Ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. Τὴν ἀνάληψιν αὐτοῦ διὰ τούτων δηλοῖ· χερουβὶμ καὶ πτέρυγας ἀνέμων τὴν νεφέλην φησὶ [ἥτις αὐτὸν ὑπέλαβεν· ἢ τὸ τῆς ἐπιφανείας ὀξὺ, τὸ τῆς παρουσίας καὶ βοηθείας τάχος] περὶ ἧς ἐν ταῖς Πράξεσι γέγραπται· Καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ. Τὴν ἀφανῆ καὶ λανθάνουσαν τοῦ Σωτῆρος σὺν ἀνθρώποις διατριβήν. Κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Σκηνὴν αὐτοῦ τὴν ἁγίαν Ἐκκλησίαν σημαίνει, ἐν ᾗ κατασκηνῶσαι ἐπήγγελται. Κύκλῳ δὲ αὐτοῦ, φησὶ, κατὰ τὸ εἰρημένον· Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι ἐν τῷ ἐμῷ ὀνόματι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. Τοῦτό φησι διὰ τὸ ἀμαυρῶς τοὺς περὶ αὐτοῦ λόγους ἐν τοῖς προφήταις κεῖσθαι, οἵτινες καὶ νεφέλαι προσηγορεύθησαν.
Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον. Τὸ φῶς, φησὶ, τῆς ἐπιφανείας αὐτοῦ φανερὰς τὰς προφητείας ἐποίησεν. [Ἐπειδὴ δὲ καὶ ἀπειλαὶ τοῖς προφητικοῖς ἔγκεινται λόγοις, καὶ ταύτας διὰ τῆς χαλάζης καὶ ἀνθράκων ᾐνίξατο. Ἢ οὕτως, ἀπὸ τῆς τοῦ κηρύγματος ἐκλάμψεως ἔμπροσθεν αὐτοῦ διελθόντες οἱ ἀπόστολοι νεφελῶν δίκην τὸν κόσμον κατήρδευσαν. Αἱ δὲ χάλαζαι κολάσεων εἴδη τοὺς ἀπιστοῦντας ἀμυνόμεναι.] Χάλαζα καὶ ἄνθρακες πυρός. Διὰ τούτων σημαίνει τὰ μετὰ τὴν ἀνάληψιν αὐτοῦ συμβεβηκότα τοῖς ἐχθροῖς, τοῖς νοητοῖς φημι. Ὥσπερ δὲ τὸν Ἰσραὴλ ἐξ Αἰγυπτίων ἐλευθερῶν χάλαζαν καὶ πῦρ ἔβρεξεν, οὕτω καὶ πάντα τὰ ἔθνη τῆς τῶν δαιμόνων δουλείας ἐλευθερῶν χάλαζαν ἔβρεξε καὶ ἄνθρακας πυρός. Ταῦτα δὲ εἶεν ἂν τιμωρητικαὶ δυνάμεις, δι᾽ ὧν τὰς νοητὰς αἰγυπτίας καθεῖλεν.
Καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων. Μετὰ τὴν καθαίρεσιν τῶν ἐχθρῶν ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων· δηλαδὴ ὁ σωτήριος τοῦ Εὐαγγελίου λόγος, ὅστις καὶ θεμέλιος τῆς οἰκουμένης γέγονεν· ἐπ᾽ αὐτὸν γὰρ ἐπῳκοδομήθημεν. Ἢ καὶ οὕτως· πηγὰς νοήσεις τοὺς ἁγίους προφήτας, ἅτε δὴ τὸν σωτήριον ἀναβλύζοντας λόγον. Οὕτω γὰρ γέγραπται περὶ αὐτῶν· Καὶ ἀντλήσετε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ πηγῶν τοῦ σωτηρίου. Θεμέλια δὲ τῆς οἰκουμένης τὴν Μωϋσέως τοῦ πανσόφου Γραφήν. Κρηπίδα γὰρ πίστεως καὶ θεογνωσίας ἐν αὐτῇ καὶ πρώτῃ τεθειμένην εὑρήκαμεν τὸ Χριστοῦ μυστήριον ἐν τύποις ὠδίνουσαν ἅμα τοῖς προφήταις. Ὤφθησαν τοίνυν ἀντὶ τοῦ, ἐφανερώθησαν. Ἤγουν πηγὰς νοήσεις καὶ θεμέλια τῆς ὑπ᾽ οὐρανὸν, τοὺς ἁγίους ἀποστόλους· ἀναπηγάζουσι γὰρ καὶ αὐτοὶ τὸν σωτήριον λόγον καὶ κρηπίδα τῇ ὑπ᾽ οὐρανὸν κατεβάλοντο τὴν πίστιν.
Πηγὰς δὲ ὑδάτων καὶ θεμέλια τῆς οἰκουμένης νοήσεις πάλιν τὸ σωτήριον βάπτισμα. Ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε. Προσυπακουστέον τὸ, ἀνῃρέθησαν οἱ προλεχθέντες ἐχθροί. Ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου. Οὐ παραυτὰ Θεὸς κολάζει τοὺς ἁμαρτάνοντας· ἢ γὰρ ἂν ἄρδην ἀπώλοντο· προαναφωνεῖ δὲ τῆς ὀργῆς τὰς κολάσεις· Παιδεύσω γὰρ αὐτοὺς ἐν τῇ ὀργῇ τῆς θλίψεως αὐτῶν. Καὶ τοῦτό ἐστι τὸ ἐμπνέειν αὐτὸν πνεῦμα τῆς ὀργῆς αὐτοῦ.
Προσελάβετό με ἐξ ὑδάτων πολλῶν. Ὕδατα τοὺς πειρασμούς φησι. [Ἐξ ὑδάτων πολλῶν. Ὕδατα τοὺς πειρασμούς φησι. Λέγει ὁ Δαυΐδ· Ἔλαβέ με, ἤτοι τὴν ἀνθρωπείαν φύσιν· ἐβαπτίσθησαν γὰρ ἐν τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς ὡσεὶ ψυχαὶ τρισχίλιαι ὑπὸ τῶν ἀποστόλων.] Ῥύσεταί με ἐκ τῶν ἐχθρῶν μου δυνατῶν, καὶ ἐκ τῶν μισούντων με. Εἰς τὰ πεπραγμένα αὐτῷ ἐπὶ τῇ ἁμαρτίᾳ καὶ τῇ μετανοίᾳ μετέβη. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. Ἤδη μὲν, τῆς ἐξομολογήσεώς μου ἐπακούσας ὁ Κύριος, γέγονέ μοι ἀντιστήριγμα, μέλλοντός μου περιτρέπεσθαι καὶ μέγα πτῶμα ὑπομένειν, εἰ μετὰ τὴν ἁμαρτίαν εἰς παντελῆ ἐξέπιπτον ἀποστασίαν. Πλὴν ἀλλὰ καὶ παντελῶς ῥύσεταί με διδοὺς ἄφεσιν τῆς ἁμαρτίας κατὰ τὸν προφητευόμενον καιρὸν τῆς αὐτοῦ παρουσίας, καὶ τοῦτο ποιήσει εὐεργετῶν με ὁ Κύριος, Ὅτι ἠθέλησέ με. Εἰ μὴ γὰρ ἠθέλησέ με, οὐκ ἂν τὸν προφήτην αὐτοῦ πρὸς μὲ ἀπέστειλε.
Καὶ ἀνταποδώσει μοι Κύριος. Πέπεισμαι, φησὶν, ὅτι κατὰ τὸν καιρὸν τῆς δικαιοκρισίας αὐτοῦ, οὐ μνημονεύσας μου τὰς ἁμαρτίας, κατὰ τὴν δικαιοσύνην μου ἀνταποδώσει. Τὰς γὰρ ἄλλας μου πράξεις τὰς ἐν δικαιοσύνῃ ὥσπερ ζυγῷ ἀντιπαραβάλλων καὶ ἀντιστήσας τῷ ἁμαρτήματί μου, κατὰ πολὺ πλεοναζούσας εὑρήσει τοῦ γενομένου μοι ἁμαρτήματος.
Διδάσκει δὲ ὁ λόγος τὸ δύνασθαι τὸν κατά τινα ἀσθένειαν ὠλισθηκότα ἀναλαμβάνειν ἑαυτὸν διὰ δευτέρων κατορθωμάτων. [Δικαιοσύνην τὴν καθόλου ἀρετὴν λέγει· τὴν πρακτικὴν καθαρότητα χειρῶν τὰς πρακτικὰς ἐνεργείας ἀμολύντους γενομένας τὸ ἀπὸ βελτίστης ἕξεως ἀποτελεῖσθαι.] [Ὅτι πάντα τὰ κρίματα, καὶ τὰ ἑξῆς. Ὠλισθηκότας ἀναλαμβάνειν δεῖ ἑαυτοὺς διὰ δευτέρων κατορθωμάτων.
Εἰ καὶ ἀνεξερεύνητα δὲ καὶ τὰ κρίματα καὶ ἀβύσσῳ ἐοικότα διὰ τὸ ἀκατάληπτον, ἀλλ᾽ οὖν πάντα ἐνώπιόν ἐστι τοῦ θεοφιλοῦς.] Μετὰ ὁσίου ὅσιος ἔσῃ. Εἰκότως κατηξίωσάς με τῆς σῆς εὐεργεσίας· ἐπειδήπερ, δίκαιος ὢν, οἶδας μετὰ ὁσίου ὁσιοῦσθαι. Εἰ γὰρ ἤμην ἐναπομείνας τῇ ἁμαρτίᾳ καὶ παντελῆ διαστροφὴν ὑπομείνας, οἶδα, ὅτι καὶ σὺ αὐτὸς ὁ μέγας κριτὴς τῇ ἐμῇ ἁμαρτίᾳ κατάλληλον ἐπήγαγες τὸ σαυτοῦ κρῖμα. Ἐπειδὴ δὲ ἐφύλαξα τὰς ὁδούς σου, τούτου χάριν ὁ μετὰ ὁσίου ὁσιούμενος καὶ μετὰ ἀθώου ἀθωούμενος, οὐ κατὰ τὴν ἐν καιρῷ τινι γεγενημένην μοι διαστροφὴν ἡρμόσω, κατὰ δὲ τὴν μετὰ ταῦτα ζωὴν, καὶ τὸν ἐν δικαιοσύνῃ μου βίον τὴν ἀμοιβήν μοι παρέξεις ἐν τῷ σῷ δικαστηρίῳ Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις. Ἐπὶ τὸν χορὸν ἀναπέμπει τῶν ἀποστόλων. Καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις. Τοῦτο εἰς τοὺς Φαρισαίους καὶ γραμματεῖς τείνει.
Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε. Τὸν νοῦν φησιν. Ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου. Τὴν ἄγνοιαν, φησὶ, τὴν ἐν ἐμοὶ διασκεδάσεις. Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. Ὅτι περιέλαβόν με οἱ ἐχθροί μου, φησὶν, εἰς τὸ ἀποκλεῖσαι. [Πειρατήριον δὲ καὶ λέγει τὰς ἡδονὰς, καὶ τεῖχος τὸν διάβολον.] Ὁ Θεός μου ἄμωμος ἡ ὁδὸς αὐτοῦ. Ἐνταῦθα, φησὶ, τὴν ἀγνωμοσύνην καὶ τὴν κακίαν καὶ τὴν ἀπειθῆ γνώμην καὶ τὴν σκληρότητα τῶν ἀγνωμόνων καὶ ἀχαρίστων καὶ σκληροκαρδίων Ἰουδαίων καταμέμφεται.
Ἐπειδὴ ἐπελαμβάνοντο τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὡς παρὰ τὸν θεῖον πράττοντος νόμον. Καὶ μὴν καὶ τῶν λόγων αὐτοῦ ἐλοιδόρουν καὶ διέβαλλον ὡς βλασφήμων, λέγοντες πρὸς ἀλλήλους, ὅτι Βλασφημεῖ. Τίς γὰρ δύναται ἀφιέναι ἁμαρτίας; Ἐκ πονηρᾶς συνειδήσεως καὶ κακοῦ λογισμοῦ ταῦτα πρὸς τὸν τῶν ὅλων Κύριον καὶ Θεὸν διανοούμενοι, καὶ λογιζόμενοι ἃ διελογίζοντο. [Τὰ λόγια αὐτοῦ πεπυρωμένα. Καὶ τὰ περὶ τούτου λόγια αὐτοῦ ὡς τὸ πεπυρωμένον ἀργύριον, καθαρὰ πάσης μέμψεως, βεβασανισμένα, δεδοκιμασμένα.
Ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου; ἢ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; Ὁ γὰρ τοῦ Θεοῦ Λόγος μόνος Θεὸς ἀληθὴς, διὸ καὶ Μονογενὴς, διὰ τὸ μόνος εἶναι Θεὸς ὡς ὁ Πατήρ. Εἰπὼν δὲ περὶ Χριστοῦ, ὡς φύσει Θεὸς, νῦν λέγει, Ἢ τίς Θεός; μόνον εἶναι λέγων, κατ᾽ αὐτὸν, τὸν Πατέρα. Ἡμῖν δὲ εἷς Θεὸς ὁ Πατήρ· οὐ γάρ ἐστι Θεὸς ἕτερος, ἵνα ὁ μὲν τούτῳ, ὁ δὲ ἐκείνῳ παράσχῃ τὴν αἴτησιν. Ἴσως δὲ καὶ ἐκ παραλλήλου τοὺς δύο προηνέγκατο στίχους· οὕτω, φησὶν, ὁ ἀληθὴς Θεὸς, ὡς ἐπεποίθειν, ἐν μὲν τῷ νικᾷν δύναμιν περιεζώννυε, καὶ ἀβλαβῆ μοι τὴν περὶ τὰ πρακτέα ἐτίθει ὁδόν.] Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν. Ὅμοιον τὸ εἰρημένον· Ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν.
Καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου. Τουτέστι διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων ἄμωμόν με παρεσκεύασε τρέχειν ὁδόν. Καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με. Τουτέστι τὰ ἄνω διδάσκει φρονεῖν. [Καταρτιζόμενος τοὺς πόδας μου. Ἀναλωτικοὶ γὰρ οἱ ἅγιοι τῶν ἰοβόλων παθῶν· ἔλαβον γὰρ δύναμιν κατὰ τῶν νοητῶν ὄφεων, καὶ διὰ τοῦτο ἐλάφοις παρεικάζονται· καὶ αὐταὶ γὰρ ἀναλωτικαὶ τῶν αἰσθητῶν ὑπάρχουσιν ὄφεων· Ὡσεὶ ἐλάφου· ἔλαβον γὰρ ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.] Διδάσκων χεῖράς μου εἰς πόλεμον. Εἰς εὐχὴν γὰρ αὐτὰς ἐκτείνων περιγίνομαι τῶν δυσμενῶν. Καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου. Τὰς δυνάμεις τῆς ψυχῆς ἀνδρικὰς δίκην τόξου χαλκοῦ κατασκευάσας. Διὰ μὲν τοῦ χαλκοῦ τὸ εὔτονον δείκνυσι καὶ τὸ ἄτρωτον, διὰ δὲ τοῦ τόξου τὸ ὑπὸ τῶν ἡμετέρων συμβολικῶς βραχιόνων ἀφίεσθαι βέλη. [Διδάσκων χεῖράς μου εἰς πόλεμον. Ἐπιτευκτικὸν εἶναι κατὰ τὴν μάχην διδάσκων, καὶ τιθεὶς τοὺς βραχίονας ὡς τόξον, ὡσανεὶ χαλκοῦς ποιῶν κατὰ τὴν ἰσχὺν τούτους. Ἢ λέγει τὰς δυνάμεις τῆς ψυχῆς ἀνδρικὰς δίκην τόξου χαλκοῦ κατεσκεύασεν. Ὁ χαλκὸς σύμβολόν ἐστι πρακτικῆς· Διέφθειρε γὰρ, φησὶ, τὸν χαλκόν σου, φησὶν ὁ Ἰεζεκιὴλ πρὸς τὴν Ἱερουσαλήμ.] Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας. Ὑπερήσπισάς μου, φησὶ, διὰ τοῦ σωτηρίου σου.
Τοῦτο δέ ἐστιν ἡ τῆς οἰκονομίας ἐπιδημία [Καὶ ἡ παιδεία σου ἀνώρθωσέ με. Παιδείαν τὴν εὐαγγελικὴν λέγει· ἢ παιδείαν τὴν ἐκ νόμου φησὶ παίδευσιν· οἷον διὰ πάντων με, φησὶν, εὐεργετῶν δέδωκας καὶ νόμους, δι᾽ ὧν ἐπαιδευόμην τὸ δέον.
Μανθάνων γὰρ ἐκεῖθεν ὡς οὐ δεῖ ἀδικεῖν, ἀπειχόμην τούτου. Ἀλλ᾽ ἵνα μὴ βλάπτωμαι πάλιν ἐκ τῆς τοιαύτης ἐπιεικείας, ἱκανὴν περιέχῃς βοήθειαν, πλατυσμὸν παρεχόμενος, ἢ παιδείαν τὴν παιδευτικὴν λέγει διδασκαλίαν, κατὰ τό· Ἐπιλάβου παιδείας· ἢ τὴν ἐπίπονον ἀγωγὴν, κατὰ τό· Μὴ ὀλιγώρει παιδείας Κυρίου.] Καὶ δεξιά σου ἀντελάβετό μου. Δεξιὰ τοῦ Πατρὸς ὁ Υἱός. Καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος. Ἡ εὐαγγελικὴ δηλονότι διδασκαλία. Καὶ ἡ παιδεία σου αὐτή με διδάξει. Τὸ, Καὶ ἡ παιδεία σου αὐτή με διδάξει, Θεοδοτίωνός ἐστιν, ἀντὶ τοῦ, Ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, εἰρημένου τοῖς Ἑβδομήκοντα.
Ἐπλάτυνας τὰ διαβήματά μου. Ἔστησας γὰρ ἐπὶ πέτραν τοὺς πόδας μου, ἥτις ἐστὶν ἡ πίστις ἡμῶν. Καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου. Περιελὼν γὰρ τὰ σκάνδαλα καὶ τὰς παγίδας, ἃς κατεσκεύαζον οἱ ἐχθροὶ, κατήρτισεν ἡμῖν τὴν πορείαν. [Ἐπλάτυνας τὰ διαβήματά μου. Περιελών φησι τὰ σκάνδαλα καὶ τὰς παγίδας ἃς κατεσκεύαζον οἱ ἐχθροὶ, ἐλευθέραν μοι τὴν πορείαν ἐποίησας. Διαβήματα λέγει καθὸ ἐκ κακίας πρὸς ἀρετὴν διαβαίνει τις, ἃ κατ᾽ ἀρχὰς μὲν ἐπίπονά ἐστι τῷ τὴν τεθλιμμένην ὁδεύοντι· τῇ δὲ προκοπῇ πλατύνεται. Τῷ γὰρ μετὰ τοὺς τῆς ἀρετῆς πόνους ἀνάπαυλαν δέχεσθαι ἰσχυροποιεῖται τὰ ἴχνη· ἔστησε γὰρ ἐπὶ πέτραν τοὺς πόδας ἡμῶν.] Καταδιώξω τοὺς ἐχθρούς μου. Ὡς κατεσκευασμένος διὰ τῆς θείας χάριτος εἰς δρόμον, περὶ τῆς νίκης θαῤῥεῖ.
Ἐκθλίψω αὐτοὺς, καὶ μὴ δύνωνται στῆναι. Ἔκθλιψιν τῶν ἐχθρῶν ἡ ἀπάθεια κατεργάζεται. Καὶ περιέζωσάς με δύναμιν. Πάλιν τὸ πᾶν τῆς νίκης τῷ δεδωκότι τὴν ἰσχὺν ἀνατίθησι. Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον. Ἀντὶ τοῦ εἰς φυγὴν ἔτρεψας. Ἴδιον γὰρ τῶν φευγόντων νῶτα διδόναι. Νῶτα δὲ διδόασιν οἱ ἐχθροὶ ἡμῶν δαίμονες μηκέτι λογισμοὺς ἐμπαθεῖς ἐμβαλεῖν δυνάμενοι τῇ ψυχῇ. Καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας.
Τὸν Σαοὺλ, τὸν Ἀχιτόφελ, τὸν Ἀβεσσαλὼμ, καὶ μυρίους ἑτέρους. Ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων. Ταῦτα περὶ τῶν αἰσθητῶν ἐχθρῶν φησιν ὡς ἐκ προσώπου τοῦ Κυρίου. Οὔτε γὰρ ἀλλόφυλοι τοὺς οἰκείους καλοῦντες εἰς ἐπικουρίαν θεοὺς τῆς παρ᾽ αὐτῶν προνοίας ἀπέλαυσαν, οὔτε ὁ Σαοὺλ καὶ Ἀβεσσαλὼμ καὶ ὁ Σεμεεὶ καὶ οἱ λοιποὶ τῶν Ἰσραηλιτῶν πολέμιοι τὸν Θεὸν ἐσχήκασι σύμμαχον.
Καὶ λεπτυνῶ αὐτοὺς ὡσεὶ χοῦν. Φροῦδοι, φησὶ, γενήσονται παντελῶς τῆς σῆς μοι χάριτος συνεργούσης. Ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ. Ἔτι τοῦ Κυρίου τὸ πρόσωπον ἀποστρεφομένου μὲν δι᾽ ἀπείθειαν τῶν Ἰουδαίων, αἰτοῦντος δὲ τὰ ἔθνη εἰς κληρονομίαν αὐτοῦ. Καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. Ἀλλ᾽ οὐκ ἴσμεν τὸν Δαυῒδ τῶν ἐθνῶν βασιλεύσαντα· οὐκοῦν διὰ τοῦ ἐξ αὐτοῦ κατὰ σάρκα τεχθέντος ἡ προφητεία πληροῦται. Ὁ γὰρ ἐκ Δαυῒδ κατὰ σάρκα τεχθεὶς, Δαυῒδ καὶ αὐτὸς ὀνομαζόμενος κατὰ τὸν θεῖον Ἰεζεχιὴλ, ὁ Δεσπότης, λέγω, Χριστὸς, πάντων ἐβασίλευσε τῶν ἐθνῶν· ἀεὶ μὲν ὡς Θεὸς τῶν ἁπάντων δεσπόζων, μετὰ δὲ τὴν ἐνανθρώπησιν καὶ τὴν ἐθελούσιον τῶν εἰς αὐτὸν πεπιστευκότων δουλείαν δεξάμενος.
Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι. [Τοῦ αὐτοῦ τοῦ Χριστοῦ· ἀποστρεφόμενος γὰρ τοὺς ἀπειθεῖς Ἰουδαίους, αἰτεῖ τὰ ἔθνη εἰς κληρονομίαν.] Οὐκ ἀγνοίας ἐστὶ σημαντικὸν, πάντα γὰρ οἶδεν ὡς Θεός· ἀλλ᾽ ὅτι οἱ κατὰ καιροὺς τὴν οἰκειότητα τὴν πρὸς ἐμὲ μὴ λαχόντες ἀλλότριοι ἂν εἶεν καὶ ξένοι καὶ πόῤῥω τῆς ἐμῆς ἀπέχοντες οἰκειότητος.
Υἱοὶ ἀλλότριοι ἐψεύσαντό με. Ὁ κληθεὶς υἱὸς πρωτότοκος Ἰσραὴλ ἀλλότριος ἐκλήθη διὰ τὴν ἀπιστίαν υἱός. Υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν. Πᾶν τὸ παλαιούμενον ἐγγὺς ἀφανισμοῦ. Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου. Εὐκαίρως τὸ, Ζῇ Κύριος ἐπεφώνησεν. Ἐπειδὴ ἐμνημόνευσεν τῆς ἀντιλογίας τοῦ λαοῦ, ἐν ᾗ ἐβόων λέγοντες Αἶρε, αἶρε· σταύρωσον αὐτόν. Καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου. Εἰ καὶ ἐταπείνωσεν ἑαυτὸν, φησὶ, λαβὼν τὴν τοῦ δούλου μορφὴν, ἀλλ᾽ ὑψηλός ἐστιν. Ὅμοιον δὲ τῷ εἰρημένῳ τὸ, Ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.
Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί. Ἐκ τοῦ ἀπίστου λαοῦ τῶν Ἰουδαίων δηλονότι. Καὶ ὑποτάξας λαοὺς ὑπ᾽ ἐμέ. Τὰ ἔθνη, φησὶν, ὑπετάγησαν τῷ Χριστῷ. Ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου. Τῶν ἀρχόντων τοῦ ἐξ Ἰσραὴλ λαοῦ φησιν.
Ἀπὸ τῶν ἐπανισταμένων ἐπ᾽ ἐμέ. Τοῦ Ἰούδα λέγει. [Ὁ ῥύστης μου ἐκ τῶν ἐχθρῶν μου ὀργίλων. Ἐκ τοῦ λαοῦ ἀπίστου. Ὀργίλοι ἐχθροὶ ὁ Ἰουδαϊκὸς λαὸς Σαμαρείτην αὐτὸν κερτομοῦντες. Ἀνὴρ δὲ ἄδικος ὁ Ἰούδας, ἢ Πιλᾶτος, ἀναιτίως κολάσας. Διὰ τοῦτο ἢ διὰ τὰς εἰς ἐμὲ εὐεργεσίας εὐχαριστήσω σοι ἐπὶ πάντων εἴτε Ἰουδαίων εἴτε ἐθνῶν, καὶ ἐν ὕμνοις ἕξω τὸ ὄνομά σου.] Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε.
Ἐπειδὴ τὰ καὶ τὰ εἰργάσω, ἐγὼ, φησὶν ὁ προφήτης, ἐπειδὰν σὺ αὐτὸς ὁ Κύριος τὰ ἔθνη καλέσῃς, δι᾽ αὐτῶν σοι ἐξομολογήσομαι, ᾀδόντων αὐτῶν οὓς πεποίηκα ὕμνους. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ μεγαλυνῶ, φησὶ, τὰς σωτηρίας τοῦ βασιλέως αὐτῶν τῶν ἐθνῶν· ἣν ἐποίησε σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Μεγαλυνῶ, τουτέστι τοῖς πᾶσι διαβοήσω λαμπρῶς. Ἐπειδὴ καὶ ταύτην εἰργάσατο, φησὶ, ποιῶν ἔλεον ἐπὶ τὸν χρισθέντα αὐτοῦ λαόν· εἰς βασίλειον γὰρ ἱεράτευμα ἐχρίσθημεν. Ποιῶν δὲ τῷ λαῷ τὸ ἔλεος καί μοι τῷ Δαυῒδ, παρασκευάσεις γενέσθαι αὐτῷ καὶ τῷ σπέρματί μου. Σπέρμα γὰρ τοῦ Δαυῒδ καὶ ὁ ἐξ ἐθνῶν λαός· ἅτε δὴ γεγονὼς τέκνον τοῦ ἐκ σπέρματος κατὰ σάρκα γεννηθέντος Δαυΐδ.
Εἰς τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΙΗ. Ὑπόθεσις. Εἰσαγωγικὴν διδασκαλίαν περιέχει ὁ παρὼν ψαλμὸς ἐκ προσώπου τῶν ἀποστόλων πρὸς τὰ ἔθνη. Διὸ καὶ οὐρανὸν, καὶ ἥλιον, καὶ τὰ ἕτερα στοιχεῖα, οὓς καὶ μεγάλους ἐνόμιζε θεοὺς ταῦτα ἀνυμνεῖν τὸν ποιητὴν αὐτῶν λέγουσιν.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Ὅμοιον τὸ εἰρημένον· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νύξ ... Ἡ ἡμέρα, φησὶ, καὶ ἡ νὺξ εὐτάκτως καὶ εὐαρμόστως ἀντιπαραχωροῦσαι τοὺς δρόμους ἀλλήλαις, δι᾽ αὐτῶν τῶν πραγμάτων τὸν δημιουργὸν αὐτῶν ἀνακηρύττουσιν.
Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι. Καθ᾽ ὑποστιγμὴν ἡ ἀνάγνωσις. Ἀντιπίπτων δὲ, ὑποτέμνεται· τὸ δὲ ἀντιπῖπτον ἐστί· Καὶ μὴν οὐ φθέγγονται; Διὸ λέγει· Ἆρα οὐκ εἰσὶ τινὰ πράγματα ἃ, καὶ μὴ ἀφιέντα φωνὴν, τὸν τεχνίτην ἀνακηρύττουσι; Ναὶ μὴν καὶ γὰρ ἐκ τῆς καλῶς ἡρμοσμένης νηὸς ἡ τέχνη τοῦ ναυπηγοῦ φαίνεται· καὶ ἐπὶ τῶν ἄλλων δὲ ὡσαύτως. Οὐκοῦν καὶ τὰ ποιήματα τὰ προειρημένα οὕτω κηρύττει ἀπὸ μεγέθους καὶ καλλονῆς καὶ εὐαρμοστίας τὸν δημιουργόν· ὡς εἰς πᾶσαν αὐτῶν τὴν οἰκουμένην διαδραμεῖν τὸ κήρυγμα.
Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ. Τῷ ἡλίῳ, φησὶν, ἔθετο τὸ σκήνωμα, ἤτοι οἶκον. Ποῦ δὲ ἔθετο ἢ ἐν τῷ προειρημένῳ οὐρανῷ καὶ στερεώματι; Τοῦτον δὲ τὸν οἶκον καὶ παστὸν ὠνόμασεν. Ὥσπερ δὲ ἡμέρα καὶ νὺξ τῇ εὐτάκτῳ συμφωνίᾳ κηρύττουσι τὸν δημιουργὸν, οὕτω καὶ ὁ ἥλιος, τὸ τὸν δρόμον μετά τινος εὐαρμοστίας ποιεῖσθαι, δηλοῖ τοῦ προστάττοντος τὴν δύναμιν.
Ὁ νόμος Κυρίου ἄμωμος ἐπιστρέφων ψυχάς. Ὁ εὐαγγελικὸς δηλονότι. Ὡς ἤδη δὲ ἀπὸ τῶν προειρημένων στοιχείων παιδαγωγηθέντες οἱ ἐξ ἐθνῶν, ἕνα εἶναι τὸν δημιουργὸν, διδάσκονται λοιπὸν καὶ τὸν εὐαγγελικὸν νόμον, ὡς καὶ ἐπιστρέψαι τῶν ἐθνῶν ἁπάντων τὰς ψυχὰς εἰς ἀλήθειαν. Ἡ μαρτυρία Κυρίου πιστὴ σοφίζουσα νήπια. Ἣν ἐμαρτύρησεν περὶ ἑαυτοῦ ὁ Μονογενὴς τό· Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα· καὶ, Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω· καὶ, Ἐγώ εἰμι ἡ ζωή. [Σοφίζουσα νήπια, βεβαιοῦσα τοὺς ἀποστόλους, ἢ νήπια τοὺς ἐν Χριστῷ γενομένους νηπίους φησὶ καὶ ἄφρονας, καὶ τοὺς ἀνθρώπους σοφίας ἀπείρους.] Τὰ δικαιώματα Κυρίου εὐθέα εὐφραίνοντα καρδίαν.
Ἀντὶ τοῦ, ἡ δικαίωσις ἡ γενομένη ἐν τῇ ἡμετέρᾳ κρίσει. Κρίνας γὰρ ἡμῶν τὴν κρίσιν, ἐξέβαλε τὸν ἄρχοντα τοῦ αἰῶνος, διδοὺς ἡμῖν εὐφροσύνην ἐν καρδίᾳ. Ἡ ἐντολὴ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς. Τοὺς τῆς διανοίας φησὶν ὀφθαλμοὺς πόῤῥωθεν τὴν αὐγὴν ἀναπέμπουσα.
Ὁ φόβος Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος. Ὡς πρὸς ἀντιδιαστολὴν τοῦ νομικοῦ φόβου τὸ τοιοῦτον· ἐκεῖνος γὰρ κολαστής. Ἡμῶν ἁγνεία ἐστὶν ἁμαρτημάτων ἀποχή. Διὸ καὶ ἁγνὸς εἴρηται ὁ φόβος, ὡς ἁγνοὺς ποιῶν· τῷ γὰρ φόβῳ Κυρίου, φησὶν, ἐκκλίνει τις ἀπὸ κακοῦ. Αἰώνιος δὲ ὢν ὁ φόβος, ἐν οἷς ἂν γένηται καὶ αὐτοὺς αἰωνίους ποιεῖ.
Ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. Μισθὸς γὰρ φυλακῆς γίνεται ἃ ὀφθαλμὸς οὐκ οἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. [Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά. Ὁ μυσταγωγηθεὶς τῷ εὐαγγελικῷ νόμῳ νέος λαὸς, καὶ τὰ κρίματα ἀληθινὰ φυλάττειν εἰπὼν, εὐχὴν ἀναπέμπει, καὶ τὸν κατὰ διάνοιαν λογισμὸν καθαρὸς εὑρεθῆναι ὡσαύτως καὶ τῶν ἐκτὸς ῥυσθῆναι δαιμόνων.]
Εἰς τὸ τέλος. ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΙΘʹ. Ὑπόθεσις. Λέγεται μὲν ὁ ψαλμὸς ὡς ἐκ προσώπου τῶν περὶ τὸν Δαυῒδ ἑταίρων, αὐτῷ τῷ Δαυῒδ ἐπευχομένων ποιοῦντι θυσίαν. Ἀναφέρεται δὲ καὶ εἰς πρόσωπον τῶν ἀποστόλων, ὡς ἐν ἡμέρᾳ τοῦ σταυροῦ ῥηθέντος.
Ἐπακούσαι σου ὁ Κύριος ἐν ἡμέρᾳ θλίψεως. Προστεθείη σοι· Σκεπάσαι σε, φυλάξαι σε. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. Λέγοι δ᾽ ἂν ταῦτα πρὸς τὴν τοῦ ἀθυμοῦντος παραμυθίαν ἢ ὁ ἐνυπάρχων τῇ ψυχῇ Λόγος, ἢ τὸ ἅγιον Πνεῦμα. Εὐχῆς δὲ δεῖ τῷ θλιβομένῳ, καὶ τοῦ μὴ καταβαλεῖν τὰς ἐλπίδας· οὕτω γὰρ Θεὸς ἐπήκοος γίνεται.
Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου. Σωτήριος τοῦ Πατρὸς ἐν κόσμῳ ὁ Υἱός· σωτήριον τοῦ Υἱοῦ ἐν κόσμῳ ὁ σταυρός. [Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου. Τὸ σωτήριον, φησὶν, ὃ δέδωκας τῷ ἀνθρωπίνῳ γένει, διὰ τῆς σῆς ἀναστάσεως πᾶσι φανερὸν κατέστησας.] Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου. Τίνα ἦν τὰ αἰτήματα, ἢ τὸ, Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐκ τοῦ κόσμου· Δῆλον δὲ, ὅτι τοὺς πιστεύοντας εἰς αὐτόν. [Ἢ τὸν Δαυῒδ ἢ τὸν Ἐζεκίαν· ἐφ᾽ ἱερέων γὰρ καὶ βασιλέων, ἢ διὰ τὴν κατὰ σάρκα τοῦ Κυρίου οἰκονομίαν καὶ ἀνάστασιν· ἢ καὶ ὅτι σωζομένων ἡμῶν, αὐτὸς λέγει σώζεσθαι, οὗ καὶ μελήσει μὲν σώματος ὄντες ἑνός. Διὸ καὶ νῦν εἶπεν· Ἐν γὰρ τῷ παρόντι γινώσκομεν σωζόμενον τὸν Χριστὸν, τῷ ἀπεντεῦθεν ἀῤῥαβῶνα ἡμᾶς δέχεσθαι σωτηρίας. Ἔσωσας δὲ διὰ τῆς δυναστείας τῆς δεξιᾶς σου. Δεξιὰν τὰς πράξεις, τὰς μεγάλας δυνάμεις, τὴν βοήθειαν εἰπών· ἢ τὰς θεοσημείας προαναφωνεῖ τοῦ Χριστοῦ.] Νῦν ἔγνων, ὅτι ἔσωσε Κύριος τὸν Χριστὸν αὐτοῦ, ὡς ἤδη φωταγωγηθεὶς διὰ τοῦ Πνεύματος τὰ περὶ τῆς ἀναστάσεως.
Ἐν δυναστείαις τῆς σωτηρίας τῆς δεξιᾶς αὐτοῦ. Ἔσωσεν ἡμᾶς, φησὶ, δυνάμεις μεγάλας ἐργασάμενος. Τὰς πράξεις γὰρ ἐνταῦθα σημαίνει διὰ τὰς δεξιὰς δυνάμεις τοῖς προσιοῦσιν ὀρέγειν. [Ἐκεῖνοι μὲν, φησὶ, πεποιθότες ἐπὶ τούτοις, ἔπεσον· ἡμεῖς δὲ, ἐν ὀνόματι Κυρίου καθωπλισμένοι, ἐσώθημεν.] Δεξιὰν δὲ πάλιν ἐνταῦθα ἀνθρωπίνως εἶπε, τὴν θείαν οὕτως ὀνομάζων ἐνέργειαν.
Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις. Ὥσπερ τῶν αἰσθητῶν Αἰγυπτίων σώζων τὸν Ἰσραὴλ, ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔῤῥιψεν εἰς θάλασσαν, οὕτω καὶ πάντων ἀνθρώπων σώζων τὸ γένος τῶν νοητῶν Αἰγυπτίων, συνέτριψε τὰ ἅρματα.
Κύριε, σῶσον τὸν βασιλέα. Τοιγάρτοι τοσαύτης ἀπολαύσαντες ἀντιλήψεως ἱκετεύομεν, Δέσποτα, καὶ ἡμᾶς αὐτοὺς καὶ τὸν ἡμέτερον βασιλέα ταύτης μεταλαγχάνειν διηνεκῶς.
Εἰς τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. Κʹ. Ὑπόθεσις. Καὶ τοῦτον τὸν ψαλμὸν οἱ προδηλωθέντες ἑταῖροι τοῦ βασιλέως ἀναπέμπουσιν, ὡς ἤδη αὐτοῦ εὐφραινομένου διὰ τὸ ἐκ σπέρματος αὐτοῦ γεγεννημένον τῷ κόσμῳ σωτήριον. Τοῦτο γὰρ ἦν ὃ ἐπεθύμει κατὰ ψυχὴν, καὶ ἐδέετο λαβεῖν. Ὅπερ καὶ δοθὲν γέγονεν αὐτῷ οἷά τις στέφανος ἐκ λίθου τιμίου τὴν κεφαλὴν δοξάζων· δοξάζεται γὰρ ἐν πᾶσι τοῖς ἔθνεσιν ὁ Δαυῒδ μετὰ τοῦ Κυρίου ἑαυτοῦ καὶ υἱοῦ τὸ κατὰ σάρκα. Οὐ μόνον δὲ στέφανος αὐτῷ γέγονε τὸ σωτήριον, ἀλλὰ καὶ ζωὴ, καὶ μακροημέρευσις, καὶ δόξα, καὶ μεγαλοπρέπεια, καὶ εὐφροσύνη, καὶ χαρὰ, καὶ ἐλπὶς, καὶ ἔλεος οὐ σαλευόμενον.
Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς. Ὅτι δῴης αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος. Ἐν ἁπάσαις, φησὶ, ταῖς γενεαῖς ἀοίδιμος ἔσται καὶ πολυθρύλλητος, τοσαύτην ἐσχηκὼς παρὰ σοῦ παῤῥησίαν. Τὸ γὰρ μετὰ τοῦ προσώπου σου, παρὰ τῷ προσώπῳ σου, τέθεικεν ὁ Σύμμαχος. Εὐφροσύνην τοίνυν ἕξει, φησὶ, καὶ διηνεκῆ θυμηδίαν τοῦ προσώπου, τουτέστι τῆς σῆς εὐμενείας τυγχάνων. Αἴτιον δὲ τούτων αὐτῷ γέγονε τὸ ἐπὶ σοὶ πεποιθέναι. Εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. Πρόσωπον τοῦ Πατρὸς ὁ Υἱός. Ὁ ἑωρακὼς, φησὶν, ἐμὲ, ἑώρακε τὸν Πατέρα. Μετὰ τούτου εὐφραίνεσθαι κατ᾽ οὐρανὸν ὡς νυμφαγωγοὶ μετὰ τοῦ νυμφίου μέλλομεν.
Ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει. Κρείττων ἐστὶ τῶν πολεμούντων τῆς σῆς χάριτος ἀπολαύων. Ἀπολαύει δὲ ταύτης ἀνθρώπων μὲν οὐδενὶ θαῤῥῶν, τῇ δὲ σῇ ἐλπίδι χρώμενος μόνῃ. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου.
Ὡς πρὸς αὐτὸν τὸν Κύριον ὁ λόγος διὰ τὰ γεγονότα κατ᾽ αὐτοῦ παρὰ τοῦ Ἰουδαίων λαοῦ. [Λέγει δὲ, ὅτι θηρεύσει τοὺς ἁμαρτήσαντας. Εἰ γὰρ ἐν τῷ τηροῦντι τὰς ἐντολὰς ἡ ἀγάπη τοῦ Θεοῦ τελειοῦται, δῆλον, ὡς ὁ μὴ τηρῶν μισεῖ· ὃς καὶ ἀπολωλεκέναι λέγεται.] Ὅτι θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου. Ἀντὶ τοῦ, Πυρὸς ἀποδείξεις μετόχους. Τοῦτο γὰρ ἑαυτοῖς ἐθησαύρισαν ἐν τῇ δευτέρᾳ σου ἐπιφανείᾳ, ὅταν καὶ ἀποδιδῷς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς πῦρ. Ὀργήν φησι τὴν τιμωρίαν τὴν γενησομένην αὐτοῖς διὰ τὴν εἰς αὐτὸν ὕβριν.
Τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς. Τοὺς λόγους τοὺς πονηροὺς καὶ τὰ ἐνθυμήματα. Ταῦτα δέ εἰσιν ἐπιβουλαὶ αἱ παρ᾽ αὐτῶν, αἳ καὶ ἀνῄρηνται διὰ τῆς ἀναστάσεως. [Τὰς διδασκαλίας καὶ τὰ ἄθεα δόγματα, ἃ μετὰ τὴν τελευτὴν αὐτῶν, ὡς ἀγαθὸς ὁ Θεὸς ἀπωλείᾳ παραδίδωσι.] Καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. Εὐεργεσία ἐστὶν ἁμαρτιῶν ἐκπεσεῖν καὶ ἐννοιῶν πονηρῶν. Σπέρμα γὰρ ἁμαρτίας λογισμὸς πονηρός.
Ὅτι θήσεις αὐτοὺς νῶτον. Ὁ δὲ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ὅτι θήσεις αὐτοὺς ἀποστρόφους, τουτέστιν ὀπίσω καὶ παρακολούθημα τῶν ἐθνῶν. Ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. Καταλέλοιπας αὐτοῖς, φησὶν, ἐπιστροφῆς καιρὸν πρὸς τὸ μετανοῆσαι. Αὕτη δέ ἐστι μετὰ τὸ πλήρωμα τῶν ἐθνῶν κλῆσις καὶ ἐπιστροφή. [Ποιήσεις τοὺς ἀπιστήσαντας Ἰουδαίους. Οὓς δὲ ὁ Θεὸς ἀποστρέφεται, τίθησι νῶτον μὴ δυναμένους εἶναι πρόσωπον, πρὸς τὸ τὰ ὀπίσθια κατανοοῦντας διὰ τῶν ποιημάτων πάλιν πρὸς αὐτὸν ἀναφέρεσθαι.
Τοὺς γὰρ μὴ οἵους τε ὁρᾷν τὸ πρόσωπον, τῷ μὴ ἔχειν καρδίαν καθαρὰν, τίθεται κατανοεῖν τὰ ὀπίσθια αὐτοῦ, τὰ μετ᾽ αὐτὸν ὄντα δημιουργήματα· ἵνα τὴν κτίσιν θεωροῦντες ἔννοιαν αὐτοῦ λάβωσι, καὶ προσβαλόντες τῷ Θεῷ αὐτῶν, τὸ τοῦ Θεοῦ πρόσωπον ἴδωσι. Περίλοιπα δὲ τοῦ Θεοῦ τὰ ἀνωτέρω τῶν κτισμάτων τῶν αἰσθητῶν.
Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου. Ὅμοιον τῷ· Ἐλθέτω ἡ βασιλεία σου. Τὴν δευτέραν δὲ σαφῶς παρουσίαν εὔχεται διὰ τοῦτο γενέσθαι· ᾌσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. Τότε γὰρ πᾶσα δικαίων ψυχὴ, ἐν ταῖς ἄνω γενομένη μοναῖς, τὰς πνευματικὰς ἀναπέμπει λατρείας.]
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.