Ἔργον
Μέγας Αθανάσιος – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία εις τους Ψαλμούς ΚΑ' - Λ'
Ανάλυση των Ψαλμών 21 έως 30, επικεντρωμένη στα πάθη του Χριστού, την πνευματική ποίμανση, την καθαρότητα των προθέσεων και την ελπίδα λυτρώσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τους Ψαλμούς ΚΑ' - Λ'
Ανάλυση των Ψαλμών 21 έως 30, επικεντρωμένη στα πάθη του Χριστού, την πνευματική ποίμανση, την καθαρότητα των προθέσεων και την ελπίδα λυτρώσεως.
Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΚΑʹ. Ὑπόθεσις. ᾌδεται ὁ προκείμενος ψαλμὸς ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς. Τουτέστιν ὅτι νυκτὸς καὶ ἀχλύος διαβολικῆς ἠλευθέρωσεν ἡμᾶς, ἐπιλάμψας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἀνατολὴ ἐξ ὕψους κατὰ τὸ γεγραμμένον.
Ἢ καὶ ἀντίληψιν ἑωθινὴν τὸν τῆς ἀναστάσεως τοῦ Σωτῆρος ὀνομάζει καιρόν. Ἐγήγερται γὰρ ὄρθρου βαθέος, ὁδοποιήσας τῇ ἀνθρώπων φύσει τὴν εἰς ἀφθαρσίαν ὁδόν. ᾌδει δὲ τὸν ψαλμὸν ὁ Χριστὸς ἐκ προσώπου τῆς ἀνθρωπότητος. Σαφῶς δὲ καὶ τὰ συμβαίνοντα αὐτῷ παρὰ τῶν Ἰουδαίων ἐν τῷ καιρῷ τοῦ σταυροῦ ἐξηγεῖται ἡμῖν Ὁ Θεὸς ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; Αἰτεῖ τὴν ἐποπτείαν τὴν παρὰ τοῦ Πατρὸς, τὰ ἡμῶν εἰς ἑαυτὸν μετατιθεὶς ἵνα [Ambr., ἡμεῖς γὰρ ἦμεν οἱ ἐγκαταλελειμμένοι πρότερον, νῦν δὲ προσειλημμένοι καὶ σεσωσμένοι. Ταῦτα λέγει ἵνα, καὶ τὰ ἑξῆς] παύσῃ τὴν ἀρὰν, καὶ ἐφ᾽ ἡμᾶς μεταγάγῃ τὸ πρόσωπον τοῦ Πατρός. Ἡμεῖς γάρ ἐσμεν οἱ γεγονότες ἀποστροφὴ καὶ ἐγκατάλειψις διὰ τὴν ἐν Ἀδὰμ παράβασιν. Μακρὰν ἀπὸ τῆς σωτηρίας οἱ λόγοι τῶν παραπτωμάτων μου. Σκόπει μοι πάλιν τὸ τῆς ἀνθρωπότητος πρόσωπον ἐν Χριστῷ παρακαλοῦν ἀπαλλάττεσθαι τῶν πταισμάτων ἤτοι τῶν παραπτωμάτων καὶ τῶν ἐπ᾽ αὐτοῖς λόγων. Δῆλον δὲ, ὅτι τῆς ἑκάστῳ πρεπούσης δικαιοσύνης. [Ὁ Θεὸς, ὁ Θεός μου. Ταῦτα λέγει ὁ Σωτὴρ ἐκ προσώπου τῆς ἀνθρωπότητος ἀντὶ τοῦ· Θεέ μου, Θεέ μου.] Ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Καθ᾽ ὑποστιγμὴν ἀναγνωστέον. Σημαίνει δὲ ἡμῖν, ὅτι οὐκ ἀνόνητος τῆς προσευχῆς ὁ καρπός. Φησὶ γάρ· Οὐκ εἰς ἄνοιαν ἐμοί.
Τουτέστιν, οἶδα σαφῶς, ὡς κεκράξομαι μὲν ἐγὼ, εἰσακούσει δὲ αὐτός. Ὅτι γε καὶ, κατοικῶν ἐν ἁγίοις τοῖς εἰς σὲ τὸν νοῦν ἔχουσιν, ἔπαινος καὶ δόξα αὐτῶν γίγνῃ.
Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. Ὁ ἐπαινούμενος ὑπὸ τοῦ Ἰσραήλ· ἢ ὁ αὐτὸς ἔπαινος ὤν. Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐῤῥύσω αὐτούς. Πατέρας ἑαυτοῦ κατὰ σάρκα τοὺς πατριάρχας καὶ τοὺς προφήτας φησί. Δείκνυσι δὲ καὶ τῆς ἐλπίδος τὸ κέρδος. [Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν. Ἀλλὰ καὶ οἱ κατὰ σάρκα πρὸ ἐμοῦ, τουτέστιν οἱ προφῆται, ἐπὶ σοὶ προσεδόκων, τὴν ἐμὴν ἐπίλαμψιν ἀναμένοντες, καὶ τῆς ἐλπίδος οὐ διεψεύσθησαν· ὡσαύτως καὶ οἱ πατριάρχαι.] Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος. Ταπεινόφρονας εἶναι διδάσκει, καὶ μάλιστα προσιόντας Θεῷ. Ὄνειδος ἀνθρώπων καὶ ἐξουδένωμα λαοῦ.
Ταῦτα σαφῶς ὁ εὐαγγελιστὴς πεπρᾶχθαι εἰς αὐτὸν κατὰ τὸν καιρὸν τοῦ σταυροῦ φησιν· καθ᾽ ὃν ἐπέσειον αὐτῷ οἱ παραπορευόμενοι τὰς κεφαλὰς, καὶ ἐβλασφήμουν εἰς αὐτὸν λέγοντες· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτόν.
Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός. Τοῦτό φησιν, ἐπειδὴ κατ᾽ εὐδοκίαν τοῦ Πατρὸς ἐνηνθρώπησεν. Ὅτε γὰρ, φησὶν, ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γεννώμενον ἐκ γυναικός. Ἐπιγράφεται γὰρ καὶ ἐλπίδα τὸν ἑαυτοῦ Πατέρα, καὶ τοῦτο λέγων ὡς ἄνθρωπος· ἐπειδὴ γὰρ τὸν Χριστὸν μόνον ἐκ τῆς Μαρίας ἐξέσπασεν ὁ Θεὸς, τῶν ἄλλων ἀνθρώπων οὐκ ἐκσπωμένων, ἀλλ᾽ ἐξερχομένων. Ἐξῆλθε γὰρ, φησὶν, Ἡσαῦ, ᾧ ἡ δορὰ δασύς.
Ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας ἀπὸ γαστρὸς, κ.τ.λ. Εὔχεται πάλιν ὡς ἐκ προσώπου τῆς ἀνθρωπότητος. Καὶ γὰρ ὁ τῶν μαθητῶν αὐτὸν καταλέλοιπε χορός. Εἶτα προλέγει τὰ τῆς θλίψεως εἴδη. Περιεκύκλωσάν με μόσχοι πολλοί. Τῶν Ἰουδαίων τοὺς ἄρχοντάς φησιν.
Ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. Ὀστᾶ αὐτοῦ φησι τοὺς ἁγίους μυσταγωγούς· εἰ γὰρ σῶμα αὐτοῦ ἡ Ἐκκλησία, εἰκότως καὶ οἱ συνέχοντες αὐτὴν νοηθεῖεν ἂν ὀστᾶ. Ἠκούσαμεν δὲ τοῦ εὐαγγελιστοῦ, ὡς, συλληφθέντος αὐτοῦ παρὰ τῆς σπείρας τῶν στρατιωτῶν, διεσκορπίσθησαν οἱ μαθηταί. Καὶ ἄλλως· Τὰ ὀστᾶ τῆς σοφίας, τὰ ἅγια δόγματα τῆς Ἐκκλησίας ἐστὶν, ἅπερ ἐν τῷ Πάσχα μὴ συντρίβειν τοῖς Ἰουδαίοις νενομοθέτηται· Ὀστοῦν γὰρ αὐτοῦ, φησὶν, οὐ συντριβήσετε. Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος. Ἴδιον λύπης τὸ εἰρημένον· γέγραπται γάρ· Ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. Ἐλυπεῖτο δὲ ὑπέρ τε τοῦ Ἰουδαίων ἔθνους καὶ τοῦ προδότου, ὅτι δὴ ἀπωλείᾳ παρελαμβάνοντο διὰ τὴν εἰς αὐτὸν ἀσέβειαν. [Καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. Ἐσκέδασται, φησὶ, καὶ διεσκορπίσθη τὰ τέως ἐν ὀστῶν τάξει τὴν περὶ τὸν διδάσκαλον συμπληροῦντα σύνταξιν· ἀφέντες γὰρ αὐτὸν οἱ μαθηταὶ ἔφυγον, τὸ κατὰ πεδίον ἀφιέμενον ὕδωρ μιμησάμενοι.] Ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσα κεκόλληται τῷ λάρυγγί μου. Σημαίνει διὰ τούτων τὴν ἐπὶ τῷ τιμίῳ σταυρῷ συμβᾶσαν αὐτῷ δίψαν, ὅτε καὶ αἰτήσαντι πιεῖν, ὄξος προσήνεγκαν αὐτῷ μετὰ χολῆς. [Διὸ λέγει· Καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου.] Καὶ εἰς χοῦν θανάτου κατήγαγές με. Χάριτι γὰρ Θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου.
Οὐ γὰρ εἰς θάνατον, ἀλλ᾽ εἰς χοῦν θανάτου κατήχθη ὁ Χριστός· οὐκ ἐγκατελείφθη γὰρ ἡ ψυχὴ αὐτοῦ εἰς τὸν ᾅδην, οὐδὲ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.
Ὅτι ἐκύκλωσάν με κύνες πολλοί. Πάλιν τοὺς ἄρχοντας σημαίνει. Ὤρυξαν χεῖράς μου καὶ πόδας μου. Διὰ τοὺς ἐν σταυρῷ ἥλους φησίν. Ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Ψηλαφῶντες κατὰ τὸ εἰκὸς ἅπαν αὐτοῦ τὸ σῶμα, καὶ ἀναμετροῦντες ἕκαστον τῶν ὀστέων, ἵνα ἴδοιεν οὗ τοὺς ἥλους πῆξαι χρή. Αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με.
Ἀντὶ τοῦ, ἐπεγέλασαν. Ταῦτα δέ φησι διὰ τὴν κοκκίνην χλαμύδα καὶ τὸν ἐξ ἀκανθῶν στέφανον, καὶ τὸν ἀντὶ σκήπτρου κάλαμον. Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς. Σαφῶς ταῦτα ἐν τοῖς Εὐαγγελίοις ἐγράφη. Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν σου ἀπ᾽ ἐμοῦ. Μεθίστησι τοὺς λόγους εἰς προσευχήν. [Σοῦ, φησὶ, βοηθοῦντος καὶ ἀντιλαμβανομένου, τριταῖος ἀναστὰς, ματαίαν αὐτῶν τὴν ἐπιβουλὴν ἀποδείξω.] Ὑποτύπωσις ἡμῖν γενόμενος, ὡς δεῖ ἐν τοῖς πειρασμοῖς ἐπικαλεῖσθαι Θεὸν, καὶ μὴ καταπίπτειν εἰς ἀκηδίαν, μηδὲ ἐκλύεσθαι ὑπὸ τῶν θλίψεων.
Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου. Τὴν κακίαν τῶν Ἰουδαίων καὶ τὴν ἄνοιαν διὰ τούτων σημαίνει διὰ ῥομφαίας καὶ χειρὸς κυνὸς καὶ λέοντος καὶ κεράτων μονοκερώτων. Καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Τὰ ἐκ τούτου τοῦ κυνὸς γενόμενα χεῖρα, καὶ αὐτὸν κύνα ὀνομάζει· Οὐ καλὸν γὰρ, φησὶν, ἐστὶ λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. [Ῥομφαία δὲ εἴη ἂν καὶ ὁ διάβολος, ἀεὶ τιτρώσκειν ἐπιχειρῶν. Μονογενῆ δὲ λέγει αὐτοῦ τὴν ψυχὴν, διὰ τὸ μεμονῶσθαι καὶ κεχωρίσθαι τῶν ἄλλων ψυχῶν· πᾶσαι μὲν γὰρ ἐκεῖναι ἔγνωσαν ἁμαρτίαν, ἐκείνη δὲ οὔ· καὶ διὰ τὸ μόνην ἀεὶ τοῦ Θεοῦ Λόγου ἕνωσιν ἔχειν καθ᾽ ὑπόστασιν μετὰ τῆς σαρκός. Εἷς γάρ ἐστιν ὁ Χριστὸς ἐκ δύο τῶν ἐναντίων, τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος. Ἐκείναις δὲ ἐκ διαλειμμάτων ἐπιφοιτᾷ. Τάχα δὲ καὶ τὴν παραστᾶσαν Ἐκκλησίαν αὐτῷ λέγει μονογενῆ, διὰ τὸ μὴ ἔχειν σπῖλον ἢ ῥυτίδα ἐκ τῶν ἀμώμων συμπληρουμένην κατὰ προκοπὴν ἐκ τῶν ἑξήκοντα βασιλίδων καὶ ὀγδοήκοντα παλλακῶν.] Σῶσόν με ἐν στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Ἐδίδασκε γὰρ ἡμᾶς τὸν φύσει καὶ ἀληθείᾳ Θεὸν καὶ ὁμοούσιον αὐτοῦ Πατέρα.
Πάλιν ὡς ἄνθρωπος ἥνωται διὰ τῆς Ἐκκλησίας. Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν· ἅπαν τὸ σπέρμα Ἰακὼβ, δοξάσατε αὐτόν. Ἐπειδὴ γὰρ ἡ Ἐκκλησία καὶ ἐξ ἐθνῶν καὶ ἐξ Ἰουδαίων συνέστηκε, καὶ τούτους καὶ ἐκείνους εἰς τὸν ὕμνον ἐγείρει· τοὺς μὲν ἀπὸ τοῦ προπάτορος ὀνομάζων Ἰακώβ τε καὶ Ἰσραὴλ, τοὺς δὲ ἀπὸ τῆς ἀρετῆς, ὡς ἀρκούσης ἀντὶ γένους κοσμῆσαι. Οὕτω καὶ Ἰουδαίους τοὺς ἐξ ἐθνῶν τῷ νόμῳ προσιόντας ἔθος ἦν ὀνομάζειν.
Καὶ τοῦτο ἡμᾶς ἡ τῶν Πράξεων ἱστορία διδάσκει δημηγορῶν γὰρ ὁ θεῖος Ἀπόστολος οὕτως ἔφη· Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Κύριον. Ὅτι οὐκ ἐξουδένωσεν. Ἃ κατώρθωσεν ἡμῖν δι᾽ ἑαυτοῦ ὁ Μονογενὴς ἐκδιδάσκει σαφῶς.
Παρὰ σοῦ ὁ ἔπαινός μου Ἔπαινον τὴν δοξολογίαν φησίν· ἔστι δὲ ταύτην παρὰ τοῦ Πατρὸς γενομένην ἰδεῖν, ὅτε ἦλθε φωνὴ ἄνωθεν λέγουσα· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. [Ἢ ὅτι ὥσπερ ἐγώ σε δῆλον τοῖς ἀνθρώποις ἐποίησα, οὕτω καὶ σὺ πάντως τὴν αὐτήν μοι προσάγεις τιμὴν, νῦν μὲν λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου· νῦν δὲ ἀποκαλύπτων Πέτρῳ καὶ τοῖς λοιποῖς.] Τὰς εὐχάς μου ἀποδώσω. Εὐχὴ ἡ ἐπαγγελία παρὰ τῇ θείᾳ ὀνομάζεται Γραφῇ. Οὐκοῦν τῆς ὑπακοῆς ἐκπλήρωσις ἡ γενομένη παρὰ τοῦ Υἱοῦ τῷ Πατρὶ μέχρι θανάτου ὡσαύτως ἂν νοηθείη, ἀποδοθείσης τῆς εὐχῆς παρ᾽ αὐτοῦ τῷ Πατρί. [Εὐχὴ μὲν ἡ ἐπαγγελία παρὰ τῇ θείᾳ ὀνομάζεται Γραφῇ· Οὐκοῦν ἡ τῆς ὑπακοῆς ἐκπλήρωσις ἡ γενομένη παρὰ τοῦ Υἱοῦ Πατρὶ, καὶ τοῦτο μέχρι τοῦ θανάτου σαρκός. Ὡσαύτως ἂν νοηθείη ἀποδοθείσης τῆς εὐχῆς παρ᾽ αὐτοῦ τῷ Πατρί.] Φάγονται πένητες, καὶ ἐμπλησθήσονται. Προσαγόρευσις τῆς τῶν ἐθνῶν κλήσεως διὰ τούτων σημαίνεται.
Καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. Βασιλεῦσαι λέγεται τῶν ἐπὶ γῆς, καίτοι βασιλεὺς πάντων ὢν καθὸ Θεὸς, διὰ τὸ ἐπιστρέψαι αὐτοὺς ἐκ τῆς τῶν δαιμόνων πλάνης εἰς τὴν αὐτοῦ πίστιν, καὶ εὐγνωμοσύνην καὶ δικαιοσύνην.
Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Οὐ γὰρ μόνον Ἰουδαίων Θεὸς ὁ Θεὸς, ὡς ἐκεῖνοι νομίζουσιν, ἀλλὰ πάσης τῆς ἀνθρωπίνης φύσεως ποιητής. Τοῦτο καὶ ὁ Ἀπόστολός φησιν· Ἧ Ἰουδαίων ὁ Θεὸς μόνον; Οὐχὶ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν. Ἐπείπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.
Ἔφαγον, καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς. Τὴν πνευματικὴν δηλονότι τροφήν. Πίονας δὲ αὐτοὺς καλεῖ διὰ τὸ εὐτραφὲς τῶν θείων λογίων. Ἐνώπιον αὐτοῦ πεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν. Τοῦτό φησι, διὰ τὸ κλίνειν αὐτῷ γόνυ τοὺς πιστεύοντας. Οὗτοι δὲ οἱ πιστεύσαντες πάλαι ἦσαν. Οἱ καταβαίνοντες εἰς τὴν γῆν· τουτέστιν οἱ πεσόντες εἰς ὄλεθρον καὶ φθορὰν, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον.
Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ. Ἁγία γὰρ καὶ ἄμωμος ἡ Χριστοῦ γέγονε ζωὴ, ἣν πεποίηται μετὰ σαρκὸς ἐπὶ γῆς. Μόνος γὰρ αὐτὸς οὐκ ἐποίησεν ἁμαρτίαν, καίτοι καθ᾽ ἡμᾶς γεγονὼς, καὶ σάρκα λαβὼν τὴν φιλαμαρτήμονα.
Σπέρμα δὲ Θεοῦ νοηθεῖεν ἂν οἱ δι᾽ αὐτοῦ κεκλημένοι διὰ τῆς πίστεως. Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη. Καὶ ταῦτα περὶ τῶν ἐθνῶν σημαίνει. Λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. Ὅμοιον τὸ, Οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλὰ ἐκ Θεοῦ ἐγγενήθησαν.
ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΚΒʹ. Ὑπόθεσις· ᾌδεται ὁ προκείμενος ψαλμὸς ἐκ προσώπου τῶν ἐθνῶν ἀγαλλομένων ἐπὶ τὸ ποιμᾶναι αὐτοὺς τὸν Κύριον. Καὶ μὴν καὶ μυστικὴν ἐξηγοῦνται εὐωχίαν, ἣν παρέθηκεν αὐτοῖς αὐτὸς ὁ ποιμαίνων αὐτούς.
Κύριος ποιμαίνει με. Μέγα ἐπὶ τῷ Κυρίῳ φρονοῦσιν οἱ παρ᾽ αὐτοῦ ποιμαινόμενοι. Εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν. Ἐν ὡραιότητι πόας κατεσκήνωσέ με, τὴν νοητὴν πόαν φησίν. Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με.
Ὕδωρ ἀναπαύσεως νοηθείη ἂν τὸ τοῦ ἁγίου βαπτίσματος, ἅτε δὴ τὸ φορτίον ἐξαλεῖφον τῶν ἁμαρτιῶν. [Ταῦτα παρέσχε μοι, φησὶ, πρότερον τῆς ψυχῆς ἐπιμεληθεὶς, καὶ ἐκ τῆς ἀνοδίας ἐπιστρέψας πρὸς τὸ τὴν εὐθεῖαν ὁδὸν ὁδεύειν.] Τὴν ψυχήν μου ἐπέστρεψεν. Ἐκ τῆς αἰχμαλωσίας τοῦ διαβόλου ἐπιστρέψας πρὸς ἑαυτὸν τὴν ψυχήν μου, ὡδήγησεν ἐπὶ τὰς ἐντολὰς αὐτοῦ ἐκ θανάτου εἰς ζωήν. [Ὡς παρεκλείπων πάλαι τὴν ἰδίαν ψυχὴν, διὰ τῆς εἰρημένης τροφῆς ἀναλαβὼν ἑαυτὸν, καὶ ἐπιστρέφων ἐκ θανάτου, φησί· Τὴν ψυχήν μου ἐπέστρεψε ἐπὶ τρίβους δικαιοσύνης· τὰ εὐαγγελικά φησι δόγματα. Ἐὰν πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, ὡς πρὸς τὸν Πατέρα. Αὐτὸν δὲ τὸν Χριστόν φησι ῥάβδον δυνάμεως, καὶ ῥάβδον εὐκλεῆ, καὶ ῥάβδον μεγαλότητος. Ὥσπερ ῥάβδος παιδεύει, οὕτω καὶ πρακτικὴ μετριοπαθεῖν ἐκδιδάσκει.] Τὰ εὐαγγελικά φησι δόγματα.
Ἡ ῥάβδος σου καὶ ἡ βακτήρια σου, αὐτά με παρεκάλεσαν. Αὐτὸν τὸν Χριστόν φησιν. Καὶ τό· Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών. Καὶ ῥάβδος εὐκλεὴς, καὶ ῥάβδος μεγαλώτατος. Ῥάβδος ἡ παιδευτικὴ δύναμις· βακτηρία δὲ ἡ διὰ τῆς παρακλήσεως ἀντίληψις.
Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου. Καὶ τοῦτο τὸ χρίσμα τὸ μυστικόν. Καὶ τὸ ποτήριόν σου μεθύσκον με. Πάλιν τὴν μυστικὴν εὐφροσύνην φησίν. Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας. Οἱ γὰρ τῶν προλεχθέντων ἁπάντων μεταλαβόντες ἔσονται διαπαντὸς ἐν τῷ ἐλέει τοῦ Θεοῦ· καὶ μὴν καὶ κατοικήσουσιν ἐν τῷ οἴκῳ αὐτοῦ. [Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν. Τράπεζαν τὴν μυστικὴν λέγει, καὶ τὸ ἔλαιον τὸ χρίσμα μυστικὸν, καὶ τὸ ποτήριον λέγει.]
Εἰς τέλος ΨΑΛΜΟΣ τῷ Δαυῒδ τῇ μιᾷ τῶν Σαββάτων. ΚΓʹ. Ὑπόθεσις. Τὴν ἀνάληψιν τοῦ Κυρίου ὁ παρὼν ἡμῖν κηρύττει ψαλμὸς καὶ τῶν ἐθνῶν διδασκαλίαν· πῶς ἂν καὶ αὐτοὶ ἄξιοι γένωνται τῶν ἐπουρανίων σκηνῶν. Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Τὴν βασιλείαν ἣν ἐβασίλευσε τῶν ἐθνῶν ἐπιδημήσας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, διὰ τῶν παρόντων κηρύττει.
Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν. Ἵνα μή τις τῶν ἐχθρῶν δόξῃ εἶναι μὲν τὴν γῆν τοῦ Σατανᾶ, νυνὶ δὲ αὐτῆς βασιλεῦσαι τὸν Χριστὸν, τούτου χάριν τὸν Χριστὸν αὐτῆς ποιητὴν ἀποδείκνυσιν, ἅμα δὲ καὶ τὴν δύναμιν αὐτοῦ δηλοῖ, ὥστε τοσοῦτον μέγεθος τῆς γῆς ἐπὶ ὑδάτων στηριχθῆναι. Καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Ἀντὶ τοῦ, διεκόσμησεν. [Τότε γὰρ ἕδραν ἡ Ἐκκλησία λαμβάνει, ὅταν τρικυμιῶν προσβαλουσῶν, ἄσειστος διαμείνῃ κατὰ τὴν πίστιν, Καὶ ἐπὶ ποταμῶν· ὥστε καὶ ποταμοὺς τὰς διεξόδους ἀκωλύτως ποιεῖσθαι, ὄρη τε καὶ ἄλση ζωῆς ἀπονέμεσθαι, χώρας καὶ πεδιάδας εἰς οἰκίας καὶ γεωργίας ἀνθρώποις ἀφωρίσθαι.] Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου;
Μετὰ τὸ ἐκθέσθαι τὴν πίστιν, καὶ ἔργων διδασκαλίας ἐξηγεῖται, ἵνα δι᾽ ἀμφοτέρων τῆς ὄντως κληρονομίας ἐπιτύχωμεν οἱ ἀκούοντες. Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ. Περὶ τούτου εἴρηται ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ψαλμῷ. Ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὑτοῦ. Ματαίωσιν τὴν ὑψηλοφροσύνην φησί. Καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὑτοῦ.
Οὗτος λήψεται εὐλογίαν. Τὸν τοιοῦτον γενόμενον ἀθῶον χερσὶ καὶ καθαρὸν τῇ καρδίᾳ, καὶ ἐπὶ δόλῳ μὴ ὠμοκότα, ὑπισχνεῖται τὰς παρὰ Θεοῦ ληψόμενον δωρεὰς, ἤτοι εὐλογίαν καὶ ἔλεος. Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον. Ἡ τὰ προειρημένα φυλάξασα γενεά φησιν.
Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν. Οἱ διακονοῦντες τῷ Σωτῆρι ἐπὶ γῆς ἄγγελοι, ἀναλαμβανομένου αὐτοῦ, ταῖς οὐρανίαις δυνάμεσι δηλοῦσιν ἀνοίγειν τὰς πύλας. [Κύριος κραταιὸς καὶ δυνατός. Ξενίζονται δὲ αἱ δυνάμεις, ὁρῶσαι μετὰ σαρκὸς αὐτὸν ἐμψυχωμένης ψυχῆς νοερᾶς. διὸ καὶ πυνθάνονται.] Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Ἐρωτῶσιν αἱ ἄνω δυνάμεις, τὸ παράδοξον τῆς οἰκονομίας ἐκπληττόμεναι. Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Μυσταγωγοῦσι τοὺς ἄνω οἱ σὺν αὐτῷ ἀνελθόντες ἄγγελοι τὸ μυστήριον, ὅτι ὁ καταπατήσας τοὺς ἐχθροὺς τοὺς νοητοὺς δηλονότι, αὐτός ἐστιν ὁ τῶν δυνάμεων Κύριος.
ΨΑΛΜΟΣ τῷ Δαυίδ. ΚΛʹ. Ὑπόθεσις. Ἐν τῷ προκειμένῳ ψαλμῷ τὸ ἑκάστου τῶν κεκλημένων εἰσφέρεται πρόσωπον· ἤγουν αὐτῶν τῶν συνειλεγμένων εἰς τὴν πνευματικὴν ἀπευθύνεσθαι ζωήν. Ἐν καιρῷ δὲ μαρτυρίου λεκτέον τούτους τοὺς λόγους.
Πρὸς σὲ, Κύριε, ἦρα τὴν ψυχήν μου. Ὡς ἀποστραφέντες ἤδη τῆς εἰδωλολατρείας φασίν. Μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί. Οἱ νοητοὶ δηλονότι. Ἐχθρὸς δὲ ὁ διάβολος μετὰ δαιμονίων καὶ τῶν ἀσεβούντων ἀνθρώπων. Ἴσως δὲ καὶ προορᾷ τοῦ Σωτῆρος τὴν ἐνανθρώπησιν, μεθ᾽ ἣν καὶ τῶν ἐχθρῶν πέπαυται λόγος [γέλως]. [Ἐγενήθην τοῖς ἀνόμοις ὡς ἄνομος. Αὕτη γὰρ ἡ ἀνομία οὐ διακενῆς ἐγένετο.] Καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν.
Ἀπὸ τῶν ἤδη πεποιθότων ἐπὶ Θεῷ καὶ γενομένων λαμπρῶν, διὰ τὸ τὴν πεποίθησιν ἔχειν τῆς εὐχῆς ἐπιτεύξασθαι, διισχυρίζεται. Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. Ταῦτα περὶ τῶν ἤδη κατεχομένων ἐν εἰδωλολατρείᾳ φησίν. [Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες, ἀπὸ τῶν ἤδη πεποιθότων ἐπὶ Θεῷ καὶ γενομένων λαμπρῶν, διὰ τὸ τὴν πεποίθησιν ἔχειν τῆς εὐχῆς ἐπιτεύξασθαι. Ἰσχυρίζονται οἱ ἀνομοῦντες διακενῆς. Ταῦτα περὶ τῶν ἔτι κατεχομένων ἐν εἰδωλολατρεία.] Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι. Τὰ εὐαγγελικὰ δόγματά φησιν.
Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειαν. Ὡς μηδὲ φθάσας ἐπὶ τὴν ἀλήθειαν ταῦτά φησιν. Καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ Σωτήρ μου. Τοῦ προφήτου, μηδέπω ἐγνωκότος τὰς ὁδοὺς Κυρίου, μηδὲ διδαχθέντος πορεύεσθαι τρίβους αὐτοῦ, καὶ ὡς μηδέπω ὁδηγηθέντος ἐπὶ τὴν ἀλήθειαν τοῦ Θεοῦ, μηδὲ διδαχθέντος περὶ Θεοῦ ὡς Σωτῆρος, οὕτως εὐχομένου, τίς οὐκ εὐλαβηθήσεται τὸ, Οὐαὶ οἱ σοφοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον αὑτῶν ἐπιστήμονες;
Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. Νεότητα τὴν ἀφροσύνην φησίν. Ἀφροσύνη δὲ σαφὴς ὁ τῆς εἰδωλολατρείας αὐτῶν καιρός. Καὶ ἄλλως ἁμαρτίας τοῦ λαοῦ τὰς ἐν Αἰγύπτῳ· καὶ γὰρ εἰδωλολάτρευσαν ἐκεῖ. Μὴ οὖν ἐκείνων τῶν ἁμαρτημάτων νῦν μνησθῇς, ἀλλὰ τῆς φιλανθρωπίας, δι᾽ ἧς καὶ τότε ἀγνοοῦντας ἐφιλανθρωπεύσαι καὶ ἠλέησας.
Ἕνεκεν τῆς χρηστότητός σου, Κύριε. Οὐ γὰρ διὰ τὴν ἐμὴν ἀξίαν, ἀλλὰ διὰ τὴν σὴν φιλανθρωπίαν τούτου τυχεῖν ἱκετεύω. Διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. Φωτίσει ἁμαρτωλούς· ὑποδείξει ἁμαρτάνουσιν ὁδόν.
Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια. Οἱ γὰρ διηνεκῶς τοῖς θείοις ἐντρεφόμενοι λόγοις μανθάνουσιν ἀκριβῶς δι᾽ ἐκείνων, ὡς πᾶσαι τοῦ Σωτῆρος Χριστοῦ Θεοῦ ἡμῶν οἰκονομίαι ἐλέῳ καὶ ἀληθείᾳ συγκέκρανται· τοῖς γὰρ μεταμελομένοις ἐφ᾽ οἷς ἐπλημμέλησαν τὸν ἔλεον καὶ τὴν συγγνώμην ὀρέγει τοὺς δὲ ἀηττήτους τῆς ἀρετῆς ἀθλητὰς ἀνακηρύττει καὶ στεφανοῖ σὺν ἀληθείᾳ τὴν ψῆφον ἐκφέρων· καὶ μέντοι καὶ τοῖς παρανομίᾳ συνεζηκόσι, καὶ μεταμελείᾳ μὴ χρησαμένοις κατὰ τοὺς τῆς ἀληθείας ὅρους ἐπιφέρει τὰς τιμωρίας. [Καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. Αἱ πράξεις, φησὶν, αἱ γενόμεναι πρόξενοι αὐτῷ τοῦ κληρονομῆσαι τὴν νοητὴν γῆν γενήσονταί γε σπέρμα τῶν ἀγαθῶν ἀνδρῶν, δι᾽ ὧν τοὺς κατὰ Θεὸν γεννωμένους φησίν.
Ἐπίβλεψον ἐπ᾽ ἐμέ. Δεῖ γὰρ μὴ ὑπτίους εἶναι καὶ ἀναπεπτωκότας, θαῤῥοῦντας τῷ ἐλέει τοῦ Θεοῦ, ἀλλὰ καὶ ἡμᾶς εἰσφέρειν τὸν διὰ τῶν ἔργων πόνον.] Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν· καὶ διαθήκη αὐτοῦ δηλώσει αὐτούς. Ἡ εὐαγγελική.
Τί δὲ δηλώσει; ἢ τὴν σωτηρίας ὁδόν. Πᾶσα γὰρ, φησὶ, νομοθεσία τοῦ Θεοῦ πρὸς τοῦτο βλέπει, πρὸς τὸ ἐν ἀπολαύσει τοὺς ἀγαθοὺς ποιεῖν ὧν προείλαντο. Τοῦτο γὰρ λέγει· Δηλώσει αὐτοῖς, ἀντὶ τοῦ, ἐν ἀπολαύσει αὐτοὺς καταστήσει ὧν προείλαντο.
Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν. Πολλοῖς, φησὶν, ἀλγεινοῖς πανταχόθεν περιστοιχίζομαι. Ταύτην μου τοίνυν τὴν ταπείνωσιν καὶ τὴν ταλαιπωρίαν ταῖς ἐμαῖς ἀντιταλαντεύσας παρανομίαις, δὸς τὴν ἄφεσιν, καὶ τὴν συγγνώμην πάρασχε. Ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με· ἐκ τῶν συνεχῶν μου.
Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου. Δεῖ γὰρ μὴ ὑπτίους εἶναι καὶ ἀναπεπτωκότας, θαῤῥοῦντας τῷ ἐλέει τοῦ Θεοῦ· ἀλλὰ γὰρ εἰσφέρειν τὸν διὰ τῶν ἔργων πόνον. Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν. Καὶ ἀπὸ τῆς ἀδικίας τῶν ἐχθρῶν εἰς ἔλεον ἐκκαλεῖται τὸν Θεόν.
Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι. Καὶ τοῦτο ἴδιον ἀρετῆς, τὸ μισεῖν μὲν τῶν φαύλων τὰς συνουσίας, τοὺς δὲ τὴν ἰσότητα τιμῶντας καὶ εὐθύτητι χρωμένους συνήθεις ἔχειν καὶ φίλους· τοῦτο γὰρ καὶ ὁ προφήτης ἔφη πεποιηκέναι, ἅτε δὴ θεραπεύειν τοῦτο τὸν Δεσπότην ἡγούμενος.
Εἰς τὸ τέλος ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΚΕʹ. Ὑπόθεσις. Τῶν πεπιστευκότων εἰς Χριστὸν εἰσφέρεται τὸ πρόσωπον ἀρνουμένων καὶ διισχυριζομένων ἐπὶ τῇ καταστάσει τῆς κοινωνίας τῶν Ἰουδαίων τῶν συνεληλυθότων κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. Ἀκακίαν καλεῖ τὸ μὴ μετασχεῖν τῆς φαυλότητος καὶ τῆς ἀπονοίας τῶν Ἰουδαίων. Καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω. Βεβαίαν, φησὶν, ἕξω τὴν στάσιν εἰς σὲ τὰς ἐλπίδας τῆς σωτηρίας ἀπογραψάμενος.
Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με. Εἰ ἐξετάσῃς τῆς ψυχῆς μου τὰ βάθη, φησὶν, ἐπὶ τῷ σῷ μόνῳ εὑρήσεις ἐλέει πάντα μου τῆς διανοίας τὸν πόνον ἐπανέχοντα. Τοῦτο δὲ ποιῶν εὐάρεστος ἔσομαι παρὰ σοὶ τὴν σὴν ἀγαπήσας ἀλήθειαν.
Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος. Σαφῶς ἐπὶ τοῦ εἰδότος τὰς καρδίας ἐτάζειν τὸ τῶν παρανομωτάτων ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἀρνεῖται συνέδριον. Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου. Καθαρὸς ἔσομαι, φησὶ, τῶν μιαιφόνων αὐτῶν πράξεων. Καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε. Σαφῶς ἐν τούτοις τὴν λογικὴν ἀνακηρύττει λατρείαν.
Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου. [Ποθῶ, φησὶ, τὸν θεῖον οἶκον ἰδεῖν, τὸν τὴν σὴν ἀποστίλβοντα χάριν.] Εὐπρέπεια τοῦ οἴκου οἱ διαπρέποντες ἐν τῇ Ἐκκλησίᾳ διὰ θεοσεβείας. Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου.
Ἔξω τῆς κολάσεως γενέσθαι εὔχεται τῆς ἀποκειμένης τοῖς Ἰουδαίοις. Ὧν ἐν χερσὶν αἱ ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. Ἢ ὡς καὶ αὐτῶν δώροις παρακρινόντων τὸ δίκαιον, ἢ διὰ τὸ δώροις τὸν προδότην ἐξωνήσασθαι· ἢ ἐπειδὴ ἡρπάζοντο ἀνομίαν· διὰ τοῦτο τὴν δεξιὰν αὐτῶν ἐπλήρουν δώρων.
ΨΑΛΜΟΣ τοῦ Δαυῒδ πρὸ τοῦ χρισθῆναι. Κϛʹ. Ὑπόθεσις. Περιέχει ὁ ψαλμὸς κατήχησιν κατ᾽ ἐχθρῶν, ἀφ᾽ ὧν ἤδη ἐδέξατο παρὰ Θεοῦ γινωσκομένην, καὶ αἴτησιν δευτέρων ἀγαθῶν μετ᾽ ἐξομολογήσεως. Τὸ δὲ, πρὸ τοῦ χρισθῆναι, ἐκεῖνο σημαίνει, ὅτι, τῷ Πνεύματι τῷ θείῳ προεωρακὼς, ὡς χρισθήσεται μὲν εἰς βασιλέα, περιπέσει δὲ τοῖς πειρασμοῖς, ἀνδρείᾳ περιζωσάμενος τὴν ὀσφὺν εὖ μάλα περὶ τοὺς κινδύνους ἀντισοῦσθαι διαβεβαιοῦται.
Κύριος φωτισμός μου καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι; Κατευμεγεθεῖ τῶν ἀντικειμένων δυνάμεων τῷ φωτὶ τοῦ Κυρίου θαῤῥήσας. Ὑπὸ σοῦ, φησὶ, φωτιζόμενος πάντων ὁμοῦ τῶν πολεμούντων καταφρονῶ. Ἐν τῷ ἐγγίζειν ἐπ᾽ ἐμὲ κακοῦντας. Προσῆλθον μὲν, φησὶ, διαφθεῖραι θέλοντες πεπόνθασι δὲ ὃ δρᾶσαι ἤλπισαν.
Τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου. Καὶ γὰρ ἁγιοπρεπὴς ἡ αἴτησις γέγονε, καὶ Θεῷ δοῦναι ἀξία. Τῷ θεωρεῖν με τὴν τερπνότητα Κυρίου. Ἐν ταύτῃ, φησὶν, εὔχομαι διαπαντὸς οἰκεῖν, ἐν ᾗ καὶ τῆς σωτηρίας ἐπέτυχον.
Ἐν πέτρᾳ ὕψωσέν με. Σαφῶς ὁ Παῦλος τὴν πέτραν εἶναι τὸν Χριστὸν διισχυρίζεται. ᾌσω καὶ ψαλῶ τῷ Κυρίῳ. Σαφῶς τὴν τοῦ, Ἅγιος, ἅγιος, ἅγιος, ἀνακηρύττει λατρείαν. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου. Ἀντὶ τοῦ, Εὐχαριστῶ σοι ὑπὲρ τῶν παρεληλυθότων, δεηθήσομαι δὲ ὑπὲρ τῶν ἑξῆς.
Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου. Τὸν εὐαγγελικὸν νόμον εὔχεται γυμνωθῆναι αὐτῷ· αὐτὸς δὲ γὰρ ἦν καὶ ἡ εὐθεῖα ὁδός. Καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. Τουτέστιν ἠσθένησεν ἡ καθ᾽ ἡμῶν ἀδικία. Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.
Τὴν ἄνω Ἱερουσαλήμ φησιν.
ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΚΖʹ. Ὑπόθεσις. ᾌδει τὸν παρόντα ψαλμὸν ἐκ προσώπου τῶν πιστευσάντων εἰς Χριστὸν, διὰ δεήσεως εἰς ἐπικουρίαν καλῶν τὸν Θεόν· ἅμα δὲ καὶ τῆς Ἰουδαίων ἀπονοίας κατάρασιν ἔχει καὶ εὐχὴν τοῦ χωρισθῆναι τῆς χείρονος ἐκείνων μερίδος.
Πρὸς σὲ, Κύριε, κεκράξομαι ... καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἔθος τῇ θείᾳ Γραφῇ λάκκον ὀνομάζειν τὸν ᾅδην. Μὴ συνελκύσῃς με μετὰ ἁμαρτωλῶν. Ἁμαρτωλοὺς τὸ τῶν Ἰουδαίων ἔθνος φησὶ, κατὰ τὸ εἰρημένον αὐτοῖς ὑπὸ τοῦ Σωτῆρος· Ἐὰν μὴ πιστεύσητε, ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.
Αὐτοὶ δὲ καὶ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι τὸν ἀθῶον καὶ δίκαιον ἀπέκτειναν, ὃν οὐκ ἀποκτεῖναι ὁ νόμος ἐκέλευσεν. Τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν. Τοῦτό φησιν, ὅτι, διδάσκαλον καὶ ἀγαθὸν ἀποκαλοῦντες τὸν Σωτῆρα, κακὰ διελογίζοντο κατ᾽ αὐτοῦ.
Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου. Ἀντὶ τοῦ, Οὐκ ἠθέλησαν, φησὶ, τὴν οἰκείαν παραδέξασθαι σωτηρίαν. Καὶ ἀνέθαλεν ἡ σάρξ μου. Σαφῶς τὴν ἀνάστασιν ἐν τούτοις κηρύττει. Καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ.
Χριστὸν ἐνταῦθα τὸν χρισθέντα λαὸν εἰς βασίλειον ἱεράτευμά φησιν. Αὐτὸς οὖν, φησὶν, ὁ Κύριος ὑπερασπίζει εἰς τὸ σῶσαι τὸν χρισθέντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν λαόν. Καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος. Αὐτὸς γὰρ ἡμᾶς ποιμανεῖ, πέμψας ἡμῖν ἀντ᾽ αὐτοῦ καὶ ὡς ἑαυτὸν τὸν Παράκλητον. Καὶ μὴν καὶ ἐπαίρει, τουτέστιν ὑψηλοὺς ἀποφαίνει εἰς τοὺς μέλλοντας καὶ ἀτελευτήτους αἰῶνας.
ΨΑΛΜΟΣ τῷ Δαυῒδ ἐξόδου Σκηνῆς. ΚΗʹ. Ὑπόθεσις. Ὁ παρὼν ᾄδεται ψαλμὸς, ἐκβαλλομένων μὲν τῶν ἐξ Ἰσραὴλ, ἀντεισαγομένων δὲ τῶν ἐθνῶν. Τοῦτο δὲ δηλοῖ καὶ ἡ ἐπιγραφὴ ἡ λέγουσα, Ἐξόδου Σκηνῆς, σαφῶς τὴν ἔξοδον αὐτῶν ἡμῖν κατασημαίνουσα.
Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ. Υἱοὺς Θεοῦ τοὺς ἁγίους ἀποστόλους καλεῖ ἐδίδαξε γὰρ αὐτοὺς λέγειν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν. Υἱοὺς κριῶν τοὺς κληθέντας δι᾽ αὐτῶν ἐκ τοῦ Ἰουδαίων ἔθνους εἰς τὴν πίστιν τὴν ἐν Κυρίῳ σημαίνει· ἢ καὶ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας, ἅτε δὴ φύντας ἐξ ἀλόγων πατέρων. Ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν. Δόξαν μὲν φέρει τις τῷ Κυρίῳ ἀγαθοεργῶν, κατὰ τὸ εἰρημένον· Ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν. Τιμὴν δὲ πάλιν, ἀγαθὰς ἐπιτηδεύων πράξεις, κατὰ τὸ εἰρημένον· Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων.
Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Σαφῶς διὰ τούτων ἡμῖν παρακελεύεται, ὡς ἔξω τῆς ἐκκλησίας οὐ δεῖ προσκυνεῖν. Τοῦτο δέ φησι διὰ τὰς τῶν ἑτεροδόξων συναγωγάς. [Προσκύνησις δὲ οὐ χρὴ ἔξω τῆς ἐκκλησίας, ἀλλ᾽ ἐν αὐτῇ τῇ αὐλῇ τοῦ Θεοῦ τελουμένη. Μή μοι, φησὶν, ἰδίας αὐλὰς καὶ συναγωγὰς ἐπινοεῖτε· μία ἐστὶν αὐλὴ ἡ ἁγία Θεοῦ.] Δυνατὸν δὲ αὐλὴν ἐπαναβεβηκότας νοῆσαι τὴν ἐπουράνιον διαγωγήν.
Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Ὕδατά φησι τῶν διὰ τούτων σωζομένων τὰ πλήθη. Ὕδατα οἱ ἅγιοι, διόπερ ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτῶν· τουτέστι πνευματικὴ διδασκαλία, δι᾽ ἧς ἄρδουσι τοὺς ἀκούοντας. Ἐπὶ τῶν τοιούτων οὖν ὑδάτων ὁ Κύριος.
Ἀλλὰ καθ᾽ ἱστορίαν Ἠλίας μετὰ τὴν ἀβροχίαν ἤκουε φωνὴν ὑδάτων πολλῶν. Τὴν γενομένην φησὶν ἐν τῷ Ἰορδάνῃ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ λέγουσαν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἣν καὶ βροντῇ παρεικάζει Φωνὴ Κυρίου συντρίβοντος κέδρους. Κέδρους ἐν τούτοις τὰς ἀντικειμένας δυνάμεις φησίν. Καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου. Κέδρους Λιβάνου τοὺς ὑψηλοὺς τοῦ Ἰουδαίων λαοῦ φησιν, διὰ τὸ ὠνομάσθαι πολλάκις ἐν τῇ θείᾳ Γραφῇ Λίβανον τὴν Ἱερουσαλήμ.
Καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον. Ὁ μόσχος τὸ θυσιαστήριον δηλοῖ. Καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Ὁ ἠγαπημένος, φησὶ, τῶν ἀποστόλων χορὸς υἱὸς γέγονε μονοκερώτων. Μονοκέρωτες δὲ οἱ ἅγιοι προφῆται καὶ πατριάρχαι, ὧν υἱοὶ οἱ ἅγιοι ἀπόστολοι· διὰ τὸ ἐπὶ μόνῳ Θεῷ τὸ κέρας καὶ τὴν ἰσχὺν ἔχειν.
Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. Αὐτὴν τὴν ἐπαγγελίαν σημαίνει, ἣν τοῖς ἁγίοις ἐπηγγείλατο λέγων· Καὶ ἐὰν ἐν μέσῳ πυρὸς διέλθῃς, πῦρ οὐ κατακαύσει σε. Φωνὴ Κυρίου συσσείοντος ἔρημον. Τὸ, συσσείων ἐνταῦθα εἴρηται ἐπὶ τοῦ ἐξακούστου πάλιν, ὡς τὸ, Εἰσελθόντος τοῦ Ἰησοῦ, ἐσείσθη πᾶσα ἡ πόλις. Ἔρημον δὲ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν λέγει, τὴν πάλαι ἔρημον οὖσαν τῆς τοῦ Θεοῦ γνώσεως. Καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης. Κάδης ἁγία ἑρμηνεύεται. Ἁγία δὲ ἡ Χριστοῦ Ἐκκλησία νοεῖται Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς. Ἔλαφοι μὲν οἱ ἅγιοι· καταρτιζομένη δὲ ἀντὶ τοῦ, εὐτρεπίζοντος. Αὐτὸς γὰρ τοὺς ἁγίους ἀποστόλους εὐτρεπίσας ἐξέπεμψε, κατὰ τὸ, Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη. Δρυμοὺς τὴν Ἐκκλησίαν ἀποκαλεῖ, διὰ τὸ πάλαι ξύλων ἀκάρπων εἶναι μητέρα. [Καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.
Ὁ Κύριος, τοὺς ἁγίους ἀποστόλους εὐτρεπίσας ἐξέπεμψεν, ὥστε τοὺς δαίμονας ἀποσοβῆσαι, καὶ τὰ ἔθνη εἰς ἐπίγνωσιν Θεοῦ ἀγαγεῖν.] Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ. Κατακλυσμὸν τὸ πλῆθος τῶν πιστευσάντων λέγει κατὰ τὸ εἰρημένον, ὅτι Ἡ σύμπασα γῆ ἐνεπλήσθη τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θάλασσαν.
Καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα· ὅμοιον τῷ, Ὅτι αὐτῷ κάμψει πᾶν γόνυ. Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει. Ὅμοιον τῷ· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.
Ὅμοιον τῷ, Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.
ΨΑΛΜΟΣ ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου εἰς τὸ τέλος τῷ Δαυΐδ. ΚΘʹ. Ἐγκαινισμὸς τοῦ οἴκου ἐστὶν, ἤτοι τῆς Ἐκκλησίας, ἢ ὅτε τοῦ ἔξω ἀνθρώπου ἡμῶν φθειρομένου ὁ ἔσω ἀνακαινοῦται.
Ὑπόθεσις. Τοῦτον ᾄδει τὸν ψαλμὸν μετὰ τὸ ῥυσθῆναι τῆς ἁμαρτίας, ὥσπερ ἀνακαινισθείσης αὐτοῦ τῆς ψυχῆς διὰ τῆς μετανοίας, ἣ καὶ οἶκος πάλαι τοῦ ἁγίου Πνεύματος. Ψάλλει δὲ καὶ ὑπὲρ τῆς ἀφέσεως, εὐχαριστίας ἀνατιθεὶς, καὶ περὶ τῶν μελλόντων ἀσφαλῆ μένειν ἑαυτὸν εὐχόμενος, καὶ τοῖς ἄλλοις παρέχων διδασκαλίαν, εἴ ποτε ἄρα τι τοιοῦτον συμβῇ, εὐχὰς ἐπὶ τὸν Θεὸν ἀνατείνειν.
Ὑψώσω σε, Κύριε, ὅτι ἐπέλαβές με ... Ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Λάκκον τὸν ᾅδην φησίν. Καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ Προσήκει, φησὶν, ἐπιτείνειν τοὺς ὕμνους, μεμνημένους τῆς τοῦ Θεοῦ φιλανθρωπίας.
Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ. Οὐκ αὐτοῦ τοῦτο βουλομένου ποιεῖν· ἀλλ᾽ ἑκάστῳ διὰ τῆς ἁμαρτίας ἑαυτῷ ταύτην ἐπεισάγοντος. Τὸ γὰρ αὐτοῦ θέλημα ζωή ἐστιν. Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός. Τὸ εὐκατόρθωτον τῆς μετανοίας διὰ τούτων σημαίνεται.
Οὐδὲν γὰρ τοσοῦτον πλῆθος ἁμαρτιῶν, ὃ μὴ ταχέως ἡ μετάνοια εἰς ἀγαλλίασιν ἐκφέρει. Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Τὸ αἴτιον λέγει τῆς πτώσεως. Ἐπειδὴ μέγα, φησὶν, ἐν τῇ εὐημερίᾳ πεφρόνηκα, τούτου χάριν τετάραγμαι. Γέγονε δέ μοι τοῦτο, οὐ σοῦ με προσωθήσαντος, ἀλλὰ ἀποστρέψαντος μόνον τὸ πρόσωπον.
Ἐπειδὴ τοίνυν ἄνευ τῆς ἰσχύος τῆς σῆς οὐδὲ στῆναι δυνάμεθα, τὸ σὸν πάλιν ἐπιτελῶν θέλημα, τὸ κάλλος μου τῆς ψυχῆς διαλάμπειν παρασκεύασον. Τοῦτο καὶ ὁ Ἀδὰμ ἤλπισεν ἐπὶ τοῦ παραδείσου πρὸ τῆς ἀπάτης πολιτευόμενος, καὶ ὁ Ἐζεκίας νενικηκὼς τὸν Ἀσσύριον, καὶ διδάσκει τοῦτο σαφῶς τῶν Παραλειπομένων ἡ βίβλος, ὑψωθῆναι λέγουσα τὴν καρδίαν Ἐζεκίου τοῦ βασιλέως.
Πρὸς σὲ, Κύριε, κεκράξομαι ... Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Δέομαι, φησὶν, ἀναχθῆναι ἐκ τοῦ λάκκου, ἐπειδὴ οὐκ ἐξομολογεῖταί σοι χοῦς. Ἐν δὲ τῷ καταβῆναί με εἰς διαφθορὰν οὔτε μία τις ὠφέλεια οὔτε ἐμοὶ, οὔτε ἑτέροις. Ἐγώ τε γὰρ ἀπεστερούμην τῆς παρὰ σοῦ ζωῆς· ἄλλοι δὲ οὐδαμῶς ἐτύγχανον τῆς παρ᾽ ἐμοῦ σωτηρίας. Ἐν δὲ τῷ εἰσακοῦσαί σε τῆς φωνῆς, καὶ μεταβαλεῖν τὸν κοπετὸν εἰς χαρὰν, καὶ περιζῶσαί με εὐφροσύνην, οὐχ ἡ τυχοῦσά μοι γενήσεται ὠφέλεια. Ἀπολαβὼν γὰρ τὴν προτέραν ἐμαυτοῦ δόξαν, δι᾽ αὐτῆς σοι λαλῶ, οὐ μετά τινος φαύλης συνειδήσεως· τοῦτο γὰρ δηλοῖ τό· Οὐ μὴ κατανυγῶ.
Διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Σάκκον εἶπε τὸ πένθος, ἐπειδὴ ἔθος τοῖς ἐν πένθει καὶ σάκκῳ κεχρῆσθαι. Ὁ γὰρ σάκκος κακίαν καὶ ἀγνωσίαν σημαίνει· ἐπειδὴ καὶ τρίχες τῶν ἐρίφων εἰσὶ τῶν ἱσταμένων ἐξ εὐωνύμων, καὶ τοῦ ἀποπομπαίου χιμάρου.
Εἰς τὸ τέλος ΨΑΛΜΟΣ τῷ Δαυῒδ ἐκστάσεως. Λʹ. Ὑπόθεσις. ᾌδει τὸν προκείμενον ψαλμὸν ὡς ἔτι ἐν τῇ μετανοία τῇ διὰ τὴν ἁμαρτίαν ὢν, καὶ ἀξιῶν αὐτῆς ἐλευθερωθῆναι. Οὐ μὴν ἀλλὰ καὶ ὡς ἤδη εἰσηκουσμένος εὐχαριστίαν ἀναφέρει· καὶ μὴν καὶ τὰ συμβάντα αὐτῷ ἐν τῷ τῆς μετανοίας καιρῷ διηγεῖται. Τὸ δὲ, ἐκστάσεως, οὐδὲν ἕτερον ἢ αὐτὴν τὴν ἁμαρτίαν ἡμῖν κατασημαίνει, δι᾽ ἣν ὥσπερ ἀγαθῶν φρενῶν ἐξίστατο ἡ ψυχή· καὶ ὡς μὴ ἐλπίζειν ἔτι τὴν ἀνάληψιν, φάσκειν τε σαφῶς· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Ἀπέῤῥιμμαι ἄρα ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου.
Ἐπὶ σοὶ, Κύριε, ἤλπισα ... Κλῖνον πρός με τὸ οὖς σου. Ἐπεὶ μὴ φθάνει ἡ ἡμετέρα κραυγὴ εἰς τὸ ὕψος, κλῖνον τὸ οὖς σου πρὸς ἐμὲ, διὰ τοῦ συγκαταβαίνειν μοι. Ἐξάξεις με ἐκ παγίδος ταύτης ἧς ἔκρυψάν μοι. Ἐφεδρεύσαντες γὰρ αὐτοῦ τὴν ψυχὴν, συνελάβοντο αὐτόν. Ἐν τίνι; ἐν τῇ ἁμαρτίᾳ.
Ἐλυτρώσω με, Κύριε, ὁ Θεὸς τῆς ἀληθείας. Ὡς ἤδη εἰσακουσθεὶς τοιαῦτά φησιν. Ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς. Ματαιότητάς φησι τοῦ παρόντος βίου τοὺς περισπασμούς· οὓς καὶ ἐργαζόμενοι ματαιότητα πονοῦμεν. Παρέπεται τὸ, διακενῆς, τῷ φυλάσσοντι ματαιότητας.
Ἀγαλλιάσομαι, καὶ εὐφρανθήσομαι. Λύπην καὶ τὰ λοιπὰ πάθη καταπατήσας. Καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν. Ἀντὶ τοῦ, οὐ παραδέδωκας. Ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. Ἀπαλλάξας με θλίψεως, κατέστησας ἐν ἀνέσει καὶ εὐρυχωρίᾳ.
Ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. Ὥσπερ ὀφθαλμὸν τὸν νοῦν τῆς ψυχῆς φησιν, οὕτω καὶ γαστέρα φησὶ τῆς ψυχῆς τὴν μνήμην· ἐν ᾗ ὥσπερ ἐν γαστρὶ τὰς λογικὰς ἀποτιθέμεθα τροφάς. Ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. Ἀπέστησα τὸν ὀφθαλμόν μου ἀπὸ τοῦ λαοῦ τῶν Ἰουδαίων ἐν θυμῷ καὶ ὀργῇ μεγάλῃ.
Ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου. Τὸ ἐπιτεταμένον τῆς διανοίας δηλοῖ. Καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς. Διετέλεσα, φησὶ, στενάζων ἀπὸ τῶν κακῶν. Ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου. Πτωχεύσας, φησὶ, τῆς παρὰ σοῦ βοηθείας διὰ τὴν ἁμαρτίαν, ἠσθένησα. Καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν. Ὀστᾶ τὰς τῆς ψυχῆς δυνάμεις φησίν. [Ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου. Ἡ ἔνδεια, φησὶ, τῶν ἀναγκαίων κατέτηξέ μου τὸ σῶμα, ὅτι ὁ Σιφεὶ καὶ ὁ Βερσελεὶ ἤνεγκαν τῷ Δαυῒδ πυροὺς καὶ κριθὰς, καὶ ἄλευρα, καὶ κύαμον, καὶ φάκον, καὶ μέλι, καὶ ἕτερά τινα· καὶ τάπητας, καὶ στρώματα· καὶ προσήνεγκαν τῷ λαῷ ταῦτα, καὶ τὰς τροφάς· ὅτι ἔλεγον τὸν λαὸν πεινᾷν, καὶ ἐκλελύσθαι διψήσαντα ἐν τῇ ἐρήμῳ.] Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος. [Νεκρὸς μὲν ἀπὸ καρδίας ἐστὶν ὁ ἐστερημένος ἀρετῶν.] Καὶ οἱ ἐχθροί μου, φησὶν, ὠνείδιζόν με, καὶ οἱ γνωστοί μου ἐφοβοῦντό με, καὶ οἱ θεωροῦντες ἀπέφευγον διὰ τὴν ὑπερβολὴν ἧς ὑπερεδεικνύμην μετανοίας· σάκκῳ δὲ καὶ σποδῷ κατατρυχόμενος, καὶ ἡμέρας καὶ νυκτὸς κλαίων. Διὸ καὶ φευγόντων αὐτῶν, ἐν λήθῃ γεγένημαι, ὥσπερ ἀμέλει καὶ νεκρὸς ἐδόκουν σκεύει ἐοικέναι ἀπολωλότι. Τὸ δὲ, παρὰ πάντας, οὐχ ὑπὲρ πάντας εἰπεῖν βούλεται, ἀλλ᾽ ἀντὶ τοῦ, παρὰ πάντας· τουτέστιν παρὰ τῶν ἐχθρῶν ὠνειδίσθην.
Οὕτω γὰρ λέγει καὶ Ἀκύλας· Παρὰ πάντων τῶν ἐχθρῶν μου ἐγενήθην ὄνειδος. Ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν. Ψόγον τὴν ἐπιβουλήν φησιν. Λέγει δὲ, ὡς οἱ ἐχθροὶ ἐκύκλουν ἐπιβουλεύοντες. Τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο. Ἐγὼ δὲ ἐπὶ σοὶ, Κύριε, ἤλπισα. Διὰ τῆς ψυχῆς τὴν καρδίαν λαμβάνουσιν· διὰ γὰρ θυμοῦ καὶ ἐπιθυμίας τὸν νοῦν θανατοῦσιν.
Ἐν ταῖς χερσίν σου οἱ κλῆροί μου. Εἰ καὶ ἐπιβουλεύουσιν οἱ ἐχθροὶ, ἐπιβουλεύοντες τὴν ψυχήν μου λαβεῖν, ἀλλὰ οἱ κλῆροί μου πεφυλαγμένοι εἰσὶν ἐν ταῖς χερσί σου, οὓς ἀποδώσεις μοι κατὰ καιρὸν, διὰ τὸ ἐπὶ σοί με ἐλπίζειν. Διὸ καὶ δέομαι ἐπὶ τοῦ παρόντος ῥυσθῆναι ἐκ τῶν ἐχθρῶν μου. Ἐκεῖνοι μὲν οὖν ἀθροισθέντες τὸν ἐμὸν καττύουσι θάνατον· ἐγὼ δὲ σὲ Θεὸν οἶδα καὶ πρύτανιν. Ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με. Φεῦγε τὴν πονηρίαν, φησὶν ὁ Ἀπόστολος· εἰ καὶ διώκει ἡ πονηρία, διώκει δηλονότι καὶ ἡ μοιχεία, καὶ ἡ πλεονεξία, καὶ ὁ θυμὸς, καὶ ἡ ὀργή· τὰ δὲ λοιπὰ ἀπολέλειπτο.
Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου· σῶσόν με ἐν τῷ ἐλέει σου. Τῆς γὰρ σῆς μοι γενομένης ἐπιφανείας, τὰ σκυθρωπὰ παραυτίκα λυθήσεται. Οὗτός μοι, φησὶ, μόνος τρόπος τῆς σωτηρίας, εἰ τὸ σὸν ἐπιφάνῃς πρόσωπον.
Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε. Ἐντεῦθεν μανθάνομεν ὡς πολλὴν διαφορὰν ἁμαρτία πρὸς ἀσέβειαν ἔχει. Διὸ καὶ ὁ μέγας παρακαλεῖ Δαυῒδ αὐτὸν μὲν τῆς διὰ τὴν ἁμαρτίαν γεγενημένης αἰσχύνης ἀπαλλαγῆναι, τοὺς δὲ ἐν δυσσεβείᾳ συζῶντας μετ᾽ αἰσχύνης τῷ θανάτῳ παραπεμφθῆναι Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια. Εὔχομαι, φησὶν, ἀποκωφωθῆναι τοὺς ἐχθρούς· τοῦτο δὲ ἔσται, εἰ ἐπιφάνῃς τὸ πρόσωπόν σου.
Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε! Ὡς ἤδη διὰ τοῦ Πνεύματος φωταγωγηθεὶς, Κύριε! Ὡς ἤδη διὰ τοῦ Πνεύματος φωταγωγηθεὶς, τῷ Δαυῒδ ἐπὶ ἐκπλήξεως πολλάκις λαμβάνειν τὴν, ὡς, φωνὴν, ἀντὶ τοῦ, σφόδρα. Πολλή σου ἐστιν ἡ χρηστότης, ἣν ταμιεύεις καὶ φυλάττεις ἡμῖν· τὸ γὰρ, ἔκρυψας, ἀντὶ τοῦ, ἐφύλαξας, ὡς καὶ τό· Ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ. Κέχρηται δὲ τῷ, ἔκρυψας, ἀντὶ τοῦ, ἐφύλαξας, ἐπειδὴ τὸ κεκρυμμένον φυλάττεται.
Ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σέ. Ἀντὶ τοῦ, ἐξειργάσω ἐν καιρῷ τῷ προσήκοντι. Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου. Τὸ πρόσωπόν σου, φησὶ, σκέπη τοῖς ἐλπίζουσιν ἐπὶ σὲ γένηται. Ἀπὸ ταραχῆς ἀνθρώπων σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν. Καθάπερ, φησὶν, σκέπη σκεπάσεις αὐτοὺς, ὥστε μήτε ὑπὸ τῶν λόγοις αὐτοῖς ἐπιχειρούντων καταβλάπτειν, μήτε ὑπὸ τῶν ἔργοις πολεμούντων ἁλίσκωνται.
Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. Δι᾽ ἐμοῦ, φησίν, ὁ Θεὸς ἐδοξάσθη· ὅτι, μυρίων πολεμίων περὶ ἐμὲ συστάντων, καὶ δίκην μεγάλης πόλεως τὴν ἐμὴν ψυχὴν πολιορκεῖν πειρωμένων, ὁ ἐμὸς φύλαξ, φραγμὸν ἐμοὶ περιβαλὼν, τὸ ἔλεος αὐτοῦ θαυμαστὸν ἔδειξεν.
Ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει μου· Ἀπέῤῥιμμαι. Ὁπηνίκα, φησὶν, ἐταπείνουν ἐμαυτὸν ἐν τῇ γενομένῃ μοι ἐκστάσει, ὅτε καὶ ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἐπέτριβον ἐμαυτὸν ὡς ἀπεῤῥιμμένος διὰ τὴν ἐμὴν ἁμαρτίαν. Ἀλλ᾽ ἐγὼ μὲν ταῦτα, φησὶν, ἔλεγον, σὺ δὲ ὁ φιλάνθρωπος οὐκ ἀπέῤῥιψας τὸν σὸν οἰκέτην.
Ἀγαπήσατε τὸν Κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ. Τρέπει τὸν λόγον εἰς τὴν ἑτέρων παραίνεσιν ἀφ᾽ ὧν εὐηργετήθη, τοὺς ἄλλους ἐπὶ τὸ ἐξομολογεῖσθαι παρακαλῶν. Καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. Μακροθυμεῖ μὲν ὁ Κύριος ἐπὶ τοῖς ὑπερηφάνοις, τοῖς δὲ περισσῶς ποιοῦσιν ὑπερηφανίαν καὶ ἀνταποδίδωσιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.