Ἔργον
Μέγας Αθανάσιος – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία εις τους Ψαλμούς Α' - Ι'
Ερμηνευτικά σχόλια στους Ψαλμούς 1 έως 10, με αναφορές στην οδό των δικαίων, την κρίση των ασεβών, τη βασιλεία του Χριστού και την προστασία των πενήτων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τους Ψαλμούς Α' - Ι'
Ερμηνευτικά σχόλια στους Ψαλμούς 1 έως 10, με αναφορές στην οδό των δικαίων, την κρίση των ασεβών, τη βασιλεία του Χριστού και την προστασία των πενήτων.
ΨΑΛΜΟΣ Αʹ. Ὑπόθεσις. Τὴν ἀρχὴν τῆς προφητείας τῷ ἐξ αὐτοῦ τεχθησομένῳ Χριστῷ ἀνατίθησιν ὁ Δαυΐδ. Διὸ ἐν πρώτοις μακαρίζει τοὺς εἰς αὐτὸν ἠλπικότας. [Μακαρίους δὲ καλεῖ τοὺς μὴ πορευθέντας ἐν βουλῇ ἀσεβῶν, μήτε μὴν στάντας ἐν ὁδῷ ἁμαρτωλῶν, μήτε ἐπὶ καθέδραν λοιμῶν καθεστηκότας. Τρία γὰρ ἦν τὰ τάγματα παρὰ Ἰουδαίοις κατὰ τοῦ Σωτῆρος ἐπαναστάντα, γραμματεῖς, Φαρισαῖοι, καὶ νομικοί· οἳ καὶ κληθεῖεν εἰκότως ἀσεβεῖς καὶ ἁμαρτωλοὶ καὶ λοιμοί.
Ὁδὸς μὲν ὁ βίος εἴρηται διὰ τὴν πρὸς τὸ τέλος τῶν γεννωμένων ἔπαξιν.] Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Δυνατὸν δὲ βουλὴν ἀσεβῶν εἰπεῖν τὴν σύνοδον καὶ τὴν συνέλευσιν τῶν πονηρῶν. Καὶ ἐπεὶ βλαβερὸν τὸ τοῖς ἀθροίσμασι τῶν ἀσεβῶν παραβάλλειν, μακαρίζει τὸν μηδὲ κατὰ ποσὸν εἰς τὸ αὐτὸν αὐτοῖς ἐρχόμενον.
Τοιοῦτος ὑπῆρχεν ὁ Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας, ὁ τὸ σῶμα τοῦ Κυρίου καὶ Θεοῦ θάψας. Εἴρηται γὰρ περὶ αὐτοῦ, ὡς οὐκ ἦν συγκατατιθέμενος τῇ βουλῇ τῶν Ἰησοῦ προδοτῶν. Καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισε. Διὰ τῆς καθέδρας τὴν διδασκαλίαν δηλοῖ, ὥς φησιν· Ἐπὶ τῆς καθέδρας Μωσέως. Καθέδρα τοίνυν λοιμῶν ἡ διδασκαλία τῶν πονηρῶν.
Ἡμέρας καὶ νυκτός. Τὸ σύντονον δηλοῖ. Οὐ γὰρ ἠμελημένως δεῖ μελετᾷν τὸν νόμον τοῦ Κυρίου. [Ἀλλ᾽ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. Τῷ νόμῳ, τῷ ἀγγελικῷ δηλονότι. Τὸ σύντονον δηλοῖ· οὐ γὰρ ἠμελημένως δεῖ μελετᾷν τὸν νόμον τοῦ Κυρίου. Οὐ γὰρ ποτὲ δεῖ τοῖς μελετᾷν, ποτὲ δὲ οὒ, ἀλλ᾽ ἀεὶ καὶ διαπαντὸς τοῖς θείοις λογίοις προσηλῶσθαι· τοῦτο γὰρ δηλοῖ τὸ, ἡμέρας καὶ νυκτός. Καλὸς τοῦ κατορθώματος ὁ μισθός· ὁ γὰρ τῷ θείῳ σχολάζων νόμῳ καὶ τοῖς ἐκ τούτου νάμασιν ἀρδευόμενος.
Καὶ ὕδωρ καὶ ὁ Χριστὸς τὴν ἑαυτοῦ διδασκαλίαν ἀνεκάλεσεν εἰπών· Εἴ τις διψᾷ, ἐρχέσθω πρὸς μὲ, καὶ πινέτω. Τῷ παρ᾽ ὕδασι δένδρῳ ἀπείκασται ἀεὶ τεθηλότι, ἀεὶ βρίθοντι τοῖς ὡραίοις. Οἱ γὰρ τῆς ἀρετῆς ἀθληταὶ τοὺς μὲν τῶν πόνων καρποὺς κατὰ τὸ μέλλον κομίσονται· οἷον δέ τισι φύλλοις κἀντεῦθεν τῇ ἀγαθῇ ἐλπίδι κατασκιάζονται, καὶ κλέπτουσι τῇ ψυχαγωγίᾳ τὴν τῶν πόνων βαρύτητα. Τῷ τοιούτῳ πάντα εὐοδωθήσεται.
Οὐδὲν γὰρ ἐναντίον τοῖς θείοις νόμοις διενεργήσει, τῷ τοῦ νόμου βουλήματι συναρμόττων τὸ θέλημα· πρότερον ἅπαντα τῆς κακίας ἀπαγορεύσας τὰ εἴδη, καὶ τῶν θείων νόμων ὑποδείξας τὴν τελειότητα, οὕτως ἐπήγαγε· Πάντα ὅσα ἂν ποιῇ.] Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων. Ἐξομολογήσεως, ἤτοι παραβολῆς ξύλον ὁ Χριστὸς ἀναγέγραπται ἐν τῇ θεοπνεύστῳ Τραφῇ, κατὰ τὸ εἰρημένον· Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς. Λέγει οὖν, ὅτι οἱ πιστεύσαντες τῷ Χριστῷ σῶμα αὐτοῦ ἔσονται· μετασχηματίσει γὰρ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν πρὸς τὸ γενέσθαι σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Διεξόδους δὲ τῶν ὑδάτων τὰς θείας φησὶ Γραφάς· ἐν αἷς ἁπανταχοῦ ἔστιν εὑρεῖν Χριστὸν κηρυσσόμενον. [Ξύλον ζωῆς ὁ Χριστὸς, κλάδοι οἱ ἀπόστολοι, καρπὸς αἷμα καὶ ὕδωρ ἐκ τῆς πλευρᾶς· ὧν τὸ μὲν εἰς ὑποτύπωσιν μαρτυρίου, τὸ δὲ βαπτίσματος.
Φύλλα οἱ λόγοι· καρπὸν τοῦ ξύλου νοήσεις τὴν ὀρθὴν πίστιν· φύλλα δὲ αὐτοῦ τὴν πλήρωσιν τῶν ἐντολῶν. Καρπὸς καὶ οἱ σωζόμενοι, ῥίζα τὸ βάπτισμα· γεωργὸς ὁ Πατήρ.] Ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ. Καρπὸν τοῦ ξύλου νοήσεις τὴν πίστιν· φύλλα δὲ αὐτοῦ τὴν πλήρωσιν τῶν ἐντολῶν. Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, οὐκ ἀποπεσεῖται.
Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. Οὐ γάρ ἐστι πρᾶξις τῶν κατὰ Θεὸν γινομένων ἀνωφελής. [Καιρὸς τοῦ διδόναι ἡ τοῦ λαμβάνοντος ἐπιτηδειότης ἐστίν.] Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει. Διὰ τοῦτο μὲν, διὰ τὸ μὴ ἔχειν ῥίζαν, ἀλλ᾽ ὁμοίους εἶναι χοῒ γῆς ὑπὸ ἀνέμου ῥιπιζομένῳ· ἄνεμον δὲ νοήσεις τὴν ἀπειλὴν τοῦ Θεοῦ τὴν λέγουσαν· Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς πῦρ τὸ αἰώνιον.
Οἱ τὴν αὐτὴν ἀκούσαντες φωνὴν καταπεσοῦνται δικαίως· οὐ γὰρ ἑστήκασιν εἰς Χριστὸν, ὅς ἐστι πιστευόντων στήριγμα καὶ θεμέλιος· τὸ γὰρ εἰς κρίσιν φησὶν, οὐκ εἰς ἐρώτησιν. Ἐν τῇ συναγωγῇ δικαίων, λέγει· ἀφορίζει γὰρ τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτωλῶν Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων. Τὸ, γινώσκει, ἀντὶ τοῦ, τιμᾷ, κατὰ τὸ εἰρημένον ὑπὸ Θεοῦ εἰς Μωσῆν· Γινώσκω σε παρὰ πάντας· ἀντὶ τοῦ τιμῶ σε, καὶ εὗρες χάριν ἐν ἐμοί.
ΨΑΛΜΟΣ τῷ Δαυῒδ ἀνεπίγραφος παρ᾽ Ἑβραίοις. Βʹ. Ὑπόθεσις. Ἐν τῷ πρώτῳ ψαλμῷ ἀσεβεῖς τε καὶ ἁμαρτωλοὺς καὶ λοιμοὺς ἀποφηνάμενος τοὺς ἄρχοντας τοῦ Ἰουδαίων ἔθνους, ἐν τούτῳ πάλιν δείκνυσι τὰς πράξεις διὰ τῶν τοιούτων ὀνομάτων, ὧν γεγόνασι μέτοχοι. [Μνήμῃ τῶν ἀσεβῶν συμπεράνας τὸν πρῶτον ψαλμὸν, ἐκ ταύτης πάλιν τοῦ βʹ τὴν ἀρχὴν ἐποιήσατο, διδάσκων, ὅτι τὸ προειρημένον τῶν ἀσεβῶν τέλος καὶ τοὺς κατὰ τοῦ Σωτῆρος λυττήσαντας ὑποδέξεται.] Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;
Φρύαγμα τὸ ἄλογον φρόνημα. Ἀπὸ κοινοῦ τὸ, ἵνα τί, τουτέστι· Διὰ τί οἱ λαοὶ ἐμελέτησαν κενά; Πῶς γὰρ οὐ κενὰ γέγονεν αὐτοῖς ἡ μελέτη μὴ δεξαμένοις τὸν Σωτῆρα τοῦ γένους; [Τίς, φησὶν, ἡ αἰτία τοσούτου μίσους εἰς ταυτὸ συνδραμεῖν ἔθνη καὶ λαούς; Τὸ γὰρ, ἐφρύαξαν, κατὰ τοσοῦτο ὑπερηφανεύσαντο, σημαίνει τὸ μετ᾽ ἐπάρσεως καὶ μεγαλαυχίας τινὸς ταράσσεσθαι καὶ θορυβεῖσθαι.
Μετενεχθὲν ἀπὸ τῆς ἀλόγου τῶν ἵππων ὁρμῆς ἐπ᾽ οὐδενὶ τῶν δεόντων· ὃ συνέβη τοῖς Ἰουδαίοις ἐπὶ Χριστοῦ. Τί τὸ αἴτιον εἰς ταυτὸ συνδραμεῖν ἔθνη καὶ λαούς; Εἴτε γὰρ τοὺς Ἰσραηλίτας φησὶ ἔθνη καὶ λαοὺς, εἴτε τοὺς περὶ Ἡρώδην καὶ Πιλᾶτον ὡς ἐθνικοὺς, καὶ λαοὺς τοὺς Ἰουδαίους.] [Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς. Τὸ, παρέστησαν, ἀντὶ τοῦ, ἑαυτοὺς πρὸς τοῦτο ἀφώρισαν βασιλεῖς Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος. Οὕτως καὶ οἱ ἅγιοι ἀπόστολοι ἐν ταῖς Πράξεσιν ἡρμήνευσαν.] Καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό. Τὰ προλεχθέντα τάγματα· γραμματεῖς καὶ Φαρισαῖοι καὶ νομικοί. Κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Ἡ γὰρ εἰς τὸν Χριστὸν ἐπιβουλὴ καὶ εἰς αὐτὸν ἀνατρέχει τὸν Πατέρα. Εἰ γὰρ ὁ Πατὴρ ἐν τῷ Υἱῷ καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, πῶς οὐ καὶ μία ἡ εἰς αὐτοὺς ὕβρις γένοιτ᾽ ἄν;
Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν. Λείπει τὸ, λέγοντες· ἵνα ᾖ ἡ διάνοια αὕτη· Συνήχθησαν κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, λέγοντες· Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν. Οὐ γὰρ ἤθελον εἴσω τῆς ἱερᾶς γενέσθαι σαγήνης, περὶ ἧς γέγραπται· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ.
Καὶ ἀποῤῥίψωμεν ἀφ᾽ ἡμῶν τὸν ζυγὸν αὐτῶν. Τὴν βαρύτητα τοῦ νόμου, περὶ οὗ εἴρηκε· Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. [Τὸν ζυγὸν αὐτῶν· ἡ γὰρ εἰς τὸν Χριστὸν ἐπιβουλὴ καὶ εἰς αὐτὸν ἀνατρέχει τὸν Πατέρα. Εἰ γὰρ ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, πῶς οὐκ ἂν μία τις εἴη ἡ εἰς αὐτοὺς ὕβρις;] Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς.
Ὡς ἀνόητα βουλευσαμένους· ὁ γὰρ ὑπ᾽ αὐτῶν προσηλωθεὶς, καὶ θανάτῳ παραδοθεὶς, ἐν οὐρανοῖς ὢν καὶ τὰ πάντα περιέχων, κενὰς αὐτῶν καὶ ματαίας δείκνυσι τὰς βουλάς. Καὶ ὁ τούτου δὲ Πατὴρ καὶ τῶν ἁπάντων Δεσπότης τὴν ἀξίαν αὐτοῦ εἰσπράξεται δίκην.
Καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Ἐξουδενώσει γὰρ αὐτοὺς, φησὶ, καὶ μισήσει καὶ ἀποστραφήσεται. [Καταγελάσει, ἀντὶ τοῦ, μισήσει καὶ ἀποστραφήσεται. Ἀλλ᾽ ὁ τῶν ἐπιβουλευόντων, φησὶν, ὑψηλότερος καταγελάσει, ἤτοι γέλωτα τὴν ἐκείνων ἐπιβουλὴν ἀποφανεῖ, ὡς ἀνοήτοις ἐπιχειρούντων. Καὶ γὰρ μυκτηρισμός ἐστι πνεῦμα διὰ ῥινῶν ἀφιέμενον εἰς ἐξουδένωσιν τῶν μεγάλα φρυαττομένων. Καὶ τὸ μετὰ τῶν προθέσεων δὲ ταῦτα εἰρῆσθαι ἐπιτατικώτερον ἔχει τὸν γέλωτα. Καὶ οὐ μόνον, φησὶ, τοῦτο, ἀλλὰ καὶ ὀργῆς πειραθήσονται.] Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ. Τότε, πότε, ἢ ὅτε ἔλεγον· Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν; Τί δέ ἐστι τὰ ἐν ὀργῇ παρ᾽ αὐτοῦ λαληθέντα; ἢ τό· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι· καὶ τό· Ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία· καὶ τό· Καὶ ὑμῖν οὐαὶ τοῖς νομικοῖς. [Στρατιὰ γὰρ αὐτοὺς Ῥωμαϊκὴ ἐξηνδραποδίσατο.
Διαφέρει δὲ θυμὸς ὀργῆς, τῷ θυμὸν μὲν εἶναι ὀργὴν ἀναθυμιωμένην καὶ ἔτι ἐκκαιομένην, ὀργὴν δὲ ὄρεξιν ἀντιλυπήσεως. Ἀτελέστερος οὖν τῆς ὀργῆς ὁ θυμὸς, ἀποτέλεσμά τε ἡ ὀργή. Καὶ τοιούτων δὲ τῶν ῥημάτων τὴν ἑρμηνείαν διδάσκει τὸ τέλος τῶν πραγμάτων.
Στρατιὰ γὰρ αὐτοῖς ἐπιστᾶσα Ῥωμαϊκὴ τήν τε πόλιν ἐπόρθησε καὶ ἐνέπρησε τὸν νεὼν, καὶ αὐτῶν τοὺς μὲν πλείστους θανάτῳ παρέπεμψε· τοὺς δὲ τὴν σφαγὴν ἐκφυγόντας ἐξανδραποδίσασα, δουλείᾳ παρέδωκεν. Ἐπιστῆσαι δὲ προσήκει τὸν πιστὸν, ὡς δύο προσώπων ἐφεξῆς μέμνηται, καὶ πρῶτον μὲν Κυρίου τοῦ Χριστοῦ· Κατὰ τοῦ Κυρίου γὰρ, ἔφη, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ· εἶτα κατοικοῦντος ἐν οὐρανοῖς καὶ Κυρίου· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς· καὶ αὖθις δὲ τὸ αὐτὸ διετήρησε σχῆμα.] Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ ἐπὶ Σιών. Ὡς ἀποβληθέντος τοῦ ἐξ Ἰσραὴλ λαοῦ, τὴν εἰς τὰ ἔθνη γενομένην αὐτὸς πίστιν αὐτοῖς διηγεῖται· Σιὼν δὲ τὴν Ἐκκλησίαν δηλοῖ. [Κύριος εἶπε πρὸς μὲ, Υἱός μου, καὶ τὰ ἑξῆς· ἀντὶ τοῦ, Ἀπεφήνατό με ἡ τοῦ Πατρὸς φύσις Υἱόν· οὐ προστάγματος ἐνεργήσαντος· ἀλλὰ τῆς οὐσίας ἀποδειξάσης ἐμὲ χαρακτῆρα τῆς τοῦ Πατρὸς ὑποστάσεως.
Καλῶς γὰρ πρόσκειται τὸ, εἶ, τὴν πρὸ αἰώνων δηλοῦν γέννησιν· ἦν γὰρ ἀεὶ Υἱός. Ἐπήνεγκε δὲ τὸ, σήμερον γεγέννηκά σε, ἵνα τὴν κατὰ σάρκα γέννησιν δείξῃ· τὸ γὰρ, σήμερον, χρόνου ἐστί· διὸ καὶ τέθειται περὶ τῆς χρονικῆς γεννήσεως. Ἀκολούθως δὲ τῷ ἀνθρωπίνῳ καὶ τὰ ἐπαγόμενα, γεγέννηκά σε.
Ὅρα πῶς τὴν κατὰ σάρκα γέννησιν οἰκειοῦται ὁ Πατὴρ τοῦ μονογενοῦς τοῦ Χριστοῦ.] Καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ. Τουτέστιν ἐν τῷ σταυρῷ· ἡ μὲν γὰρ ὕλη ξύλου, ἡ δὲ ἰσχὺς σιδήρου.
Τινὲς δὲ τὴν τῶν Ῥωμαίων ἀρχὴν δηλοῦσιν. Καὶ νῦν, βασιλεῖς, σύνετε. Τουτέστι, νοήσατε, πρὸς μετάνοιαν ἐπιστράφητε. Παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν. Τὴν μὲν προκοπὴν διὰ τοῦ, παιδεύθητε παριστᾷ, τὴν δὲ τελείωσιν διὰ τοῦ, Δράξασθε παιδείας.
Δράξασθε παιδείας. Τῆς εὐαγγελικῆς δηλονότι. Καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. Τοῦ εἰρηκότος· Ἐγώ εἰμι ἡ ὁδός.
ΨΑΛΜΟΣ τῷ Δαυῒδ ὁπότε ἀπεδίδρασκεν ἀπὸ τοῦ Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. Γʹ. Ὑπόθεσις. Ἡ τοῦ ψαλμοῦ προκειμένη ἐπιγραφὴ περιέχει οὕτως. Τοῦτο γάρ ἐστιν ὃ λέγει ὁ ψαλμὸς, ὅτιπερ ὁ χορὸς τῶν προφητῶν διώκεται ὑπὸ τοῦ λαοῦ τῶν Ἰουδαίων.
Δαυῒδ γὰρ ἑρμηνεύεται πεποθημένος· ὅπερ ἐστὶν ὁ χορὸς τῶν προφητῶν. Ὥσπερ οὖν ὁ Ἀβεσσαλὼμ ἀνταρσίαν διεζήτει κατὰ τοῦ ἰδίου Πατρὸς, τουτέστι τοῦ Δαυῒδ, οὕτω καὶ οἱ Ἰουδαῖοι ἐπανέστησαν κατὰ τῶν πατέρων αὐτῶν προφητῶν, μὴ δεχόμενοι τὰ προστάγματα τοῦ Θεοῦ, ἀλλὰ ἀνθιστάμενοι αὐτοῖς.
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Τὸ, τί, ἀντὶ τοῦ σφόδρα κεῖται. Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν Θεῷ αὐτοῦ. Ὁ Θεὸς, φησὶν, αὐτοῦ οὐ σώσει αὐτόν· εἰς γὰρ μόνην τὴν ἁμαρτίαν ἔβλεπον ἣ ἐπεποιήκει, ἀγνοοῦντες αὐτοῦ τὴν μετάνοιαν. Τοῦτο δὲ φανερώτερον δείκνυσιν ἐπὶ τοῦ Δαυῒδ λέγεσθαι τὸν ψαλμόν. Τὸ γὰρ ἐπανίστασθαι κυρίως λέγεται ἐπὶ τῶν πρότερον μὲν ἐν ὑπηκόων τάξει καθεστηκότων, μετὰ δὲ ταῦτα πόλεμον ἀραμένων.
Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου. Ἐπειδὴ ἐλέχθη, ὡς ἐκ προσώπου Κυρίου ὁ ψαλμὸς ἀπαγγέλλεται, ῥητέον ὡς καὶ αὐτοῦ ὑψοῦται ἡ κεφαλὴ, ὁ Θεὸς οὖσα, ὅταν ἡ θεότης αὐτοῦ φανερὰ δι᾽ ἀποδείξεως τοῖς πιστοῖς γένηται. [Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ. Πρέπουσα τῇ πίστει τοῦ προφήτου φωνὴ, ἀσείστως φέροντος τηλικαύτας περιστάσεις, καὶ πεποιθότος μὴ ἐγκαταλειφθήσεσθαι· ἀλλὰ πρὸς τὸ βοηθῆναι καὶ ὑψωθήσεσθαι καὶ τὴν βασιλείαν ἀπολήψεσθαι· τοῦτο γὰρ εἶπόν τινες, ὑψῶν τὴν κεφαλήν. Δόξα τοίνυν τοῦ δικαίου ὁ Θεὸς, ᾧ πέποιθεν· ᾧ δὲ δόξα ὁ Θεὸς, οὗτος ὑψοῦται τὴν κεφαλήν.] Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα. Διδάσκει ὁ λόγος, ὡς ἐν ταῖς περιστάσεσι οὐκ ἄλλῳ ἢ Θεῷ μόνῳ προσιέναι δεῖ. [Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα. Προέταξε μὲν τὴν εὐχὴν, εἶτα μετὰ τὸ διάψαλμα τὴν εὐχαριστίαν, ἐπὶ τὸ τετυχηκέναι ὧν ᾔτησε. Νῦν μέντοι ἀποστρέφει τὸ πρόσωπον πρὸς ἡμᾶς, καὶ διηγεῖται πῶς εὐξάμενος ἐπηκούσθη, καί φησι· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα. Καὶ φωνὴν μὲν ὑποληπτέον τὴν νοερὰν τῆς διανοίας πρὸς τὸν τῶν ὅλων Θεὸν ἱκεσίαν· οὐ γὰρ τὴν κραυγὴν λέγει, ἀλλὰ τὴν αὐδαίαν τῆς διανοίας εὐχήν.
Τὸ δέ· ἐπήκουσέ μου ἐξ ὄρους, κατὰ τὴν κατέχουσαν εἴρηται δόξαν. Ἐνομίζετο γὰρ ἐν τῇ Σκηνῇ κατοικεῖν, ἐπειδὴ ἐκεῖθεν καὶ οἱ χρησμοὶ τοῖς ἱερεῦσι ἐδίδοντο. Ἢ τὸ, ἐξ ὄρους ἁγίου, ἀντὶ τοῦ, ἐξ οὐρανοῦ· ὡς καὶ τό· Ἐν ὄρει ἁγίῳ σου· καὶ, Ἐγγίσατε ὄρεσιν αἰωνίοις, δύναται ὄρος ἅγιον εἶναι Θεοῦ ἐξ οὗ εἰσακούει τῶν εὐχομένων ὁ Θεὸς ὁ μονογενὴς αὐτοῦ, περὶ οὗ εἴρηται· Ἔσται ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου ἐπ᾽ ἐσχάτῳ τῶν ἡμερῶν· δηλούσης τῆς λέξεως ταύτης τὴν γενομένην αὐτοῦ φανέρωσιν, κατὰ τὴν ἐπιδημίαν ἐπὶ συντελείᾳ τῶν αἰώνων· ἢ, ἐξ ὄρους ἁγίου, ἐκ τοῦ οὐρανοῦ. Ὄρος ἅγιον Θεοῦ ἡ ὑπερφυὴς γνῶσις αὐτοῦ.
Τὸ διάψαλμα, μουσικοῦ μέλους ἢ τροπῆς γενομένης ἢ διανοίας καὶ δυνάμεως λόγου ἐναλλαγῆς. Τὸ, ἐξηγέρθην, τοῦτο δηλοῖ, ὅτι, τῆς θείας ἀπολαύσας τροπῆς, κρείττων ἐγενόμην τῶν προσπεσόντων κακῶν.] Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα. Τὸν περὶ τοῦ νοῦ ὕπνον φησὶ, δι᾽ οὗ καὶ εἰς τὴν ἁμαρτίαν κατέπεσεν. [Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι. Πάταξον, σύντριψον, ἢ πατάξεις. Ἐπισπεύδει τὴν ἐξανάστασιν τὴν κατ᾽ αὐτῶν τοῦ Θεοῦ, ἤτοι τὴν ἄμυναν. Ματαίως ἔχει τοὺς ἐχθροὺς ὁ μὴ παρέχων πρόφασιν μίσους. Ὀδόντας δὲ ἁμαρτωλῶν ἢ τὴν ἰσχὺν λέγει τῶν εἰς αὐτὸν ἁμαρτανόντων, ἢ τοὺς λόγους τοὺς κατ᾽ αὐτοῦ, καὶ τὰς βλασφημίας· ἢ ὀδόντες ἁμαρτωλῶν εἰσι λογισμοὶ ἄλογοι παρὰ φύσιν ἡμῖν ἐπισυμβαίνοντες. Τοῖς γὰρ λογισμοῖς ὡς ὀδοῦσι χρώμενοι πολλάκις ἀντικείμενοι προσεγγίζουσιν ἡμῖν, τοῦ φαγεῖν τὰς σάρκας ἡμῶν, τουτέστι τὰ ἐκ τῆς σαρκὸς φυόμενα. Φανερὰ δὲ, φησὶν, ἐστὶ τὰ ἔργα τῆς σαρκὸς, ὁ θεῖος Ἀπόστολος. Ὀδόντας λέγει· ἀπὸ μεταφορᾶς τῶν θηρίων τοῦτό φησιν, ἃ μᾶλλον τοῖς ὀδοῦσιν ἰσχύει, καὶ συνθλωμένων, εὐκαταφρόνητα γίνονται.
Καὶ γὰρ οἱ φονεῖς καὶ αἱμοχαρεῖς καὶ αὐτῶν τῶν αἱμοβόρων θηρίων χείρους εἰσὶν, ἢ τούτοις παρισοῦνται.] Τοῦ Κυρίου ἡ σωτηρία. Σῶσόν με, φησὶν, Κύριε. Εὔχομαι δὲ καὶ τοῦτο εἰς πάντα ἐξενεχθῆναι τὸν λαόν.
Ἰστέον δὲ, ὡς ἅπας ὁ ψαλμὸς ἀναφορὰν ἔχει εἰς τὴν ἀνθρωπότητα, ἁμαρτοῦσαν μὲν καὶ δι᾽ αὐτὸ τοῦτο παραδεδομένην τοῖς νοητοῖς ἐχθροῖς, βοῶσαν δὲ ἐν θλίψει καὶ ἐπακουσθεῖσαν παρὰ τοῦ Θεοῦ, καὶ μὴν καὶ σωθεῖσαν διὰ τοῦ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν δηλονότι, καὶ πατάξαι τοὺς ἐχθραίνοντας ἡμῖν δαίμονας.
Αὐτὸς γὰρ, ὁ τὰς μύλας τῶν λεόντων συνθλάσας Κύριος. Καὶ αὐτοῦ [αὐτός, Ambr.] ἐστιν, ἤτοι παρ᾽ αὐτοῦ, ἡ σωτηρία. [Τοῦ Κυρίου ἡ σωτηρία. Οὐκ ἔχω, φησὶν, εἰς ἄνθρωπον τὴν ἐλπίδα, ἀλλὰ παρὰ σοῦ τὴν σωτηρίαν προσμένω, καὶ ὁ σὸς λαὸς σὺν ἐμοὶ πολεμούμενος.]
Εἰς τὸ τέλος ΨΑΛΜΟΣ ᾠδῆς τῷ Δαυΐδ. Δʹ. Ὑπόθεσις. Τοῦτον τὸν ψαλμὸν μετὰ τὸ νικῆσαι τὸν πόλεμον ἀνατίθησι τῷ νικοποιῷ [Ἀντὶ τοῦ, εἰς τὸ τέλος, ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων, τῷ νικοποιῷ, ἡρμήνευσαν· ὁ δὲ Σύμμαχος, Ἐπινίκιον.] Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου. Ὅμοιον τῷ, Ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι. Ἐν θλίψει ἐπλάτυνάς μοι. Οὐ μόνον, φησὶ, τῶν περιστάσεων ἐξήγαγες, ἀλλὰ καὶ εἰς εὐρυχωρίαν πολλὴν στῆναι παρεσκεύασας. [Σιβὰς καὶ Βερζὲλ τροφὰς πολλὰς καὶ τάπητας προσήγαγον τῷ Δαυῒδ, ὅτε δὴ, φυγὼν τὸν Ἀβεσσαλὼμ, διέτριβεν ἐν τοῖς ἐρήμοις καὶ ἐν τοῖς ὄρεσιν, ὥσπερ τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ, καὶ Δανιὴλ ἐν τοῖς λέουσιν.
Ὅταν θλίψεων καὶ τῶν πειρασμῶν τοὺς λόγους ἐπιγινώσκωμεν, τότε μάλιστα πλατυνόμεθα. Ἔστι δὲ καὶ ἑτέρως εὐρυχωρίαν εἰπεῖν.] Οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Ἐπειδὴ ἐξηκούσθη, ἔφη, ἐκ τῆς δικαιοσύνης αὐτοῦ, τούτου χάριν ἐπὶ τοὺς οἰκτιρμοὺς ἀνατρέχει τοῦ Θεοῦ.
Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι. Ταῦτα ὡς πρὸς τοὺς πιστεύσαντας τῷ πλήθει τοῦ στρατοῦ ἑλεῖν τὸν δίκαιον. Αὕτη δὲ ἡ ἐλπὶς, φησὶ, ματαία καὶ ψευδής ἐστιν. Καὶ γνῶτε, ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ. Ἀντὶ τοῦ, Γνῶτε τοιγαροῦν, οἱ πεποιθότες ἐπὶ πλήθει, ὡς θαυμαστὸν ἀπέδειξε τὸν πεποιθότα ἐπ᾽ αὐτῷ. Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με. Χρόνος ἀντὶ χρόνου εἴληπται· ἀντὶ τοῦ, εἰσήκουσε, γὰρ ἔφη τὸ, εἰσακούσεται, ῥῆμα Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε. Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε.
Ὡς πρὸς τοὺς ἰδίους αὐτοῦ ταῦτά φησιν, ὡς πρὸς πάντας ἀνθρώπους. Εἰ καὶ δέξησθε, φησὶ, τὴν ὀργὴν, ἀλλ᾽ ἄπρακτον ἀπεφήνατε τῇ ἐν ἡσυχίᾳ κατανυγῇ. Τοῦτο γάρ ἐστι τὸ, Ἐν ταῖς κοίταις ὑμῶν κατανύγητε. Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. Διδάσκει πῶς περιεσόμεθα τῶν ἐχθρῶν.
Πῶς δὲ περιεσόμεθα; εἰ δικαιοπράττοντες, καὶ τοῦτο ὥσπερ θυσίαν ἀναπέμποντες τῷ Θεῷ. Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Ταῦτα τῶν περὶ τὰς διοικήσεις τοῦ Θεοῦ ὀλιγωρούντων τὰ ῥήματα. Ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Τὸ φῶς τοῦ κόσμου ὁ Χριστός ἐστι, ὁ καὶ διδάξας ἡμᾶς τὰ ὄντως ἀγαθὰ, δι᾽ ἃ καὶ τὴν νοητὴν εὐφροσύνην ἐσχήκαμεν τὴν εἰς νοῦν καὶ καρδίαν.
ΨΑΛΜΟΣ Εʹ. Ὑπόθεσις. Κληρονομοῦσά ἐστιν ἡ θεοφιλὴς ψυχὴ, ἤτοι ἡ Ἐκκλησία. Τί δέ ἐστιν ἃ κληρονομεῖ; Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Εὔχεται δὲ καί τι ἂν ποιουμένη εἰσακουσθῆναι, ἑαυτῆς τό τε εὐθὲς παριστῶσα, καὶ τῶν αἰτίων διαβάλλουσα τὴν πονηρίαν. [Ὅτι πρὸς σὲ προσεύξομαι. Ἐν ἀπολαύσει, φησὶ, τοῦ νοητοῦ γενομένη φωτὸς, προσεύξομαί σοι· διὸ καὶ εἰσακουσθῆναι πιστεύω.] Τὰ ῥήματα μου ἐνώτισαι.
Τὸ πρωῒ παραστήσομαί σοι. Μέγα ἀγωνίας [μέγα εἰς ἁγνείας Ambr.] καύχημα τὸ ἐκ τῆς κοίτης αὐτῆς παρίστασθαι τῷ Θεῷ καὶ φθάνειν ἐν εὐχαριστίᾳ τὸν ἥλιον. Οὕτω γὰρ, φησὶν, ἐπόψομαι τὰ θεῖα καὶ ἅγιά σου μυστήρια ἃ ἡτοίμασας τοῖς ἀγαπῶσί σε. Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Διὰ τοῦτο, φησὶν, εἰσακουσθήσεσθαι θαῤῥῶ, ὅτι τῶν τοιούτων οὐκ ἐπιτήδευσα οὐδὲν ὧν μεμίσηκας. Ταῦτα δέ ἐστιν ἀνομία, καὶ πονηρία, καὶ παρανομία, καὶ ψεῦδος, καὶ φθόνος, καὶ δόλος.
Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Τοὺς μὲν ἐν τῇ πολιτείᾳ πταίοντας ἐργαζομένους τὴν ἀνομίαν ὠνόμασεν· τούτους δὲ μισεῖ ὁ Θεός· τοὺς δὲ ἀποπεσόντας τῆς ἀληθείας ἑτεροδόξους λαλοῦντας ψεῦδος εἶπεν, οὓς ἀπολεῖ ὁ Θεός. Καὶ τήρει διαφορὰν τοῦ, ἐμίσησας, καὶ, ἀπολεῖς. Πρῶτον μὲν εἰ χεῖρον τὸ, ἀπολεῖς, τοῦ, ἐμίσησας· δεύτερον δὲ διὰ τί τὸ μὲν εἰς παρεληλυθότα ἔκλινε χρόνον, τὸ δὲ εἰς μέλλοντα. [Λαλοῦντας ψεῦδος, καὶ τοὺς τὰ εἴδωλα λέγοντας θεοὺς, καὶ αὐτοὺς τοὺς δαίμονας, τοὺς ἐν τοῖς εἰδώλοις λέγοντας λόγους ψευδεῖς καὶ λοξοὺς καὶ χρησμούς.] Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος.
Μισεῖ γὰρ τὸν τοιοῦτον ὁ Θεὸς καὶ ἀποστρέφεται. Ἐγὼ δὲ ἐν πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου. Τὴν ἐπουράνιον Ἱερουσαλὴμ τὴν πρωτοτόκων μητέρα. Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. Ναὸς Θεοῦ ἡ ἐνάρετος καὶ ἁγία κατάστασις, ἣν οἱ ἔχοντες μετὰ παῤῥησίας φησί. Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ ἐπαναπαύσεται, οὗ οἶκός ἐσμεν ἡμεῖς. Τῆς γὰρ σῆς ἀπολαύουσα φιλανθρωπίας καὶ τῇ σῇ δεξιᾷ φρουρουμένη τὴν διηνεκῆ σοι προσφέρω προσκύνησιν ἐν τῷ ἀφιερωμένῳ τῆς σῆς δόξης ναῷ, φησὶν ἡ ἁγία καὶ καθαρὰ ψυχή· τὸν σὸν γὰρ ἀεὶ περιφέρουσα φόβον, οὐκ ἀνέξομαι τοῦτον ἀποβαλεῖν τῇ φιλανθρωπίᾳ σου θαῤῥοῦσα. Ἕνεκα τῶν ἐχθρῶν μου κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. Τῶν νοητῶν δηλονότι.
Ἡ καρδία αὐτῶν ματαία. Τῶν σοφῶν τοῦ αἰῶνος τούτου, ἢ καὶ τῶν αἱρετικῶν. Οὗτοι γὰρ ἀληθείας λόγον οὐκ ἴσασιν. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν· ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. Τὴν γλῶσσαν αὐτῶν λεαίνουσι, καὶ τὰ νεκρὰ ἐρεύγονται δόγματα.
Ἀποπεσέτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν. Ταῦτα γὰρ, φησὶ, τὰ διαβούλια πάντα κατ᾽ ἐμοῦ ἐποιοῦντο τῇ κατὰ Θεόν μου προκοπῇ ἐναντιούμενοι. [Κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν ἔξωσον αὐτοὺς, εὐσεβεῖς αὐτοὺς ἐργασάμενος. Οἱ γὰρ διώκοντες τὴν φίλα τῷ Θεῷ πράττουσαν ψυχὴν Θεὸν πικραίνουσι θεομαχοῦντες σαφῶς.] Καὶ κατασκηνώσεις ἐν αὐτοῖς. Αὐτὸς γὰρ ἐλεύσεται καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσονται.
Καὶ καυχήσονται ἐν σοὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου, ὅτι σὺ εὐλογήσεις δίκαιον, Κύριε. Τῆς γὰρ σῆς εὐλογίας τε καὶ προνοίας τοῖς σοῖς χορηγουμένης θεραπευταῖς, οἳ, σφᾶς αὐτοὺς ἐραστὰς τοῦ σοῦ ὀνόματος καταστήσαντες, ἐπὶ τῇ σῇ κηδεμονίᾳ μεγάλα φρονήσουσι τὴν σὴν διηγούμενοι δύναμιν. Οὕτω καὶ ὁ μακάριος λέγει Παῦλος· Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω. Ὡς ὅπλον εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. Στέφανος, φησὶν, ἡμῶν τῶν πόνων χαρίσῃ τὸ τέλος, τούτῳ καθάπερ ὅπλῳ τινὶ περιφράττουσα ἡμᾶς.
Εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ϛʹ. Ὑπόθεσις. Καὶ τίς ἂν εἴη ἡ ὀγδόη, ἢ ἡ τοῦ Χριστοῦ ἀναστάσιμος ἡμέρα, καθ᾽ ἣν τῶν ἡμετέρων κόπων ἀποληψόμεθα καρπούς; τῶν ἐχθρῶν δηλαδὴ ἀποστρεφομένων εἰς τὰ ὀπίσω, μετ᾽ αἰσχύνης δηλονότι καὶ ταραχῆς. ᾌδει δὲ τὸν ψαλμὸν ὡς μακρὸν χρόνον ἔχων ἐν τῇ μετανοίᾳ, ἣν ὑπὲρ ἁμαρτίας προσέφερεν.
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. Οὐ τὸν ἔλεγχον παραιτεῖται, ἀλλὰ τὸν μετὰ θυμοῦ· οὐδὲ τὴν παιδείαν, ἀλλὰ τὴν μετ᾽ ὀργῆς. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. Πᾶσα γὰρ ψυχὴ οὐ πρότερον εἰς ἁμαρτίαν πίπτει πρὶν τῆς ἰσχύος ἐνδῷ. [Ἀσθένειαν αἰνίττεται τὴν ἀπὸ τῆς ἀθυμίας καὶ τῶν ὀδυρμῶν ἐγγινομένην.] Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Αἱ τῆς ψυχῆς δηλονότι δυνάμεις. Καὶ σὺ, Κύριε, ἕως πότε;
Τῆς πολυχρόνου μετανοίας τὸ ῥῆμα παραστατικόν. Ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου. Ὡς ἀπεστραμμένου αὐτοῦ δηλονότι διὰ τὴν ἁμαρτίαν. Σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου. Πᾶν γὰρ τὸ τῆς σωτηρίας ἡμῶν τῷ ἐλέῳ ἀναθετέον τοῦ Θεοῦ.
Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου. Ἐπειδὴ μακρός μοι γέγονε, φησὶν, ὁ τῆς μετανοίας καιρὸς, δέδοικα μὴ φθάσῃ τὸν παρὰ σοῦ ἔλεον ὁ θάνατος, ἐν ᾧ τὰ τῆς ἐξομολογήσεως οὐκ ἔστι. Τούτου χάριν ἐπιταχύναι τὸν ἔλεον αἰτῶ.
Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου. Ἀκούσωμεν οἵαν ὁ βασιλεὺς μετάνοιαν ἐπεδείξατο. Οὐχ ἁπλῶς ἔκαμεν, ἀλλ᾽ ἐκοπίασε στενάζων· οὐχ ἁπλῶς ἐδάκρυσεν, ἀλλὰ τὴν κλίνην ἔλουσε, καὶ καθ᾽ ἑκάστην νύκτα. Καὶ οὐ τὸ παρελθὸν σκοπεῖ, ἀλλὰ καὶ ἐπαγγέλλεται τοῖς πρὸς τὸ μέλλον διὰ πάσης τῆς ζωῆς· καὶ ὃν οἱ πολλοὶ ποιοῦνται αἰνέσεως [ἀνέσεως] καιρὸν, τοῦτον ἐκεῖνος ἐξομολογήσεως. Λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου. Ἀντὶ μιᾶς, φησὶ, νυκτὸς, καθ᾽ ἣν τὴν ἁμαρτίαν ἐποίησα, πολλὰς διετέλεσα νύκτας δάκρυσι βρέχων τὴν στρωμνήν μου.
Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου. Ὀφθαλμὸν δὲ τὸν νοῦν λέγει, ἐπειδὴ ὁ ὀφθαλμὸς τῆς ψυχῆς ἐστιν ὁ νοῦς. Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. Ἐνταῦθα τὸν χρόνον δηλοῖ τῆς κακοπαθείας. [Ὃν καὶ ἐν τάξει κατορθώματος κέκτηται, διὰ τὸ πολὺν εἶναι.] Ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Ὡς ἤδη εἰσακουσθεὶς μακρὸν κατὰ τῶν ἐχθρῶν συνείρει λόγον. Οὐ μικρὰ δὲ καὶ αὕτη πρὸς ἀρετὴν ὁδὸς, τὸ φεύγειν καὶ διακρούεσθαι τὰς τῶν πονηρῶν συνουσίας. Οὗτος γὰρ τῆς μετανοίας καρπὸς καὶ τῶν δακρύων τὸ κέρδος. Ἢ ἐλλιπῶς τοῦτο, ἀντὶ τοῦ· Δὸς εἰπεῖν τοῖς ἐπεμβαίνουσιν ἐχθροῖς· Ἀπόστητε, ὅτι εἰσηκούσθην, ὅτι προσεδέχθην ὁ διὰ τῆς ἁμαρτίας ἀπωσθείς.
ΨΑΛΜΟΣ τῷ Δαυΐδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμινεῖ. Ζʹ. Ὑπόθεσις. Ἀρχιεταῖρος τοῦ Δαυῒδ ὁ Χουσὶ, ὃς ἀποστέλλεται παρὰ τοῦ Δαυῒδ πρὸς Ἀβεσσαλὼμ ἐπὶ τῷ ἀντιπρᾶξαι τῷ Ἀχιτόφελ βουλὰς εἰσηγουμένῳ κατὰ τοῦ Δαυΐδ· ὃς καὶ ἀπελθὼν, καὶ προδοσίαν ὑποκρινάμενος, βουλῆς προστεθείσης παρὰ τοῦ Ἀβεσσαλὼμ, αὐτῷ τε τῷ Χουσὶ καὶ τῷ Ἀχιτόφελ· καὶ τοῦ μὲν κελεύοντος ἐπιδιώκειν, τοῦ Ἀχιτόφελ, τοῦ δὲ μὴ, τοῦ Χουσί· οὐ γὰρ δεῖ ἀπράκτως, φησὶν, ἐπιέναι ἀνδρὶ ἐπισταμένῳ τὰ πολέμια· καὶ τούτῳ τῷ λόγῳ διασώσαντος τὸν Δαυΐδ· ὡς ἂν μὴ ἀνθρωπίνης ἐπικουρίας σωζόμενος, τῷ Θεῷ τὴν ὑπὲρ τούτων εὐχαριστήριον ᾠδὴν ἀναπέμπει, τὸ πᾶν ἐκείνου τῇ χάριτι ἀνατιθεὶς, ἀνθρώπων δὲ οὐδενί.
Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα. Ἐπειδὴ ἀνθρώπῳ, φησὶ, περὶ σωτηρίας οὐ θαῤῥῶ, εἰ καὶ τοῦ Χουσὶ οἱ λόγοι καλοὶ, σῶσόν με καὶ ἐκ τῶν παρόντων μὲν ἐχθρῶν, μάλιστα δὲ ἀπὸ τοῦ ἐφεδρεύοντος νοητοῦ λέοντος τῇ ἡμετέρᾳ ψυχῇ.
Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά. Τὸ ἀμνησίκακον προβάλλεται ἐκκαλούμενος δι᾽ αὐτοῦ εἰς ἔλεον τὸν Θεόν. Ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Ὁ μὲν δίκαιος νικήσας πλήρης ἀπὸ τῶν ἐχθρῶν ἐξέρχεται· ὁ δὲ φαῦλος καὶ νικηθεὶς ἀποπίπτει αὐτῶν κενὸς, καὶ οὐδὲν ἔχων πληρώματος.
Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου. Ὃ λέγει τοιοῦτόν ἐστιν· Ἐμπέσω εἰς τὰς χεῖρας τοῦ διαβόλου, εἰ τοιοῦτόν τι ἐποίησα τῶν προλεχθέντων· εἰ καὶ τὸ καὶ τὸ ἐποίησα, μὴ ἐλευθερωθείην τῆς ἁμαρτίας πρὸ τοῦ θανάτου. Ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου. Τουτέστιν, ἐν τοῖς κραταιοῖς τῶν ἐχθρῶν μου. Πέρατα γὰρ τὰ ἄκρα δηλοῖ.
Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω. Σαφῶς περὶ τῆς θεοφανείας τοῦ Σωτῆρος διὰ τῶν παρόντων εὐαγγελίζεται. Καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Σαφῶς διὰ τῶν παρόντων τῆς Ἐκκλησίας τὴν εἰς αὐτὸν πίστιν δηλοῖ.
Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. Ταύτης μὲν τῆς συναγωγῆς δηλονότι. Τὸ δὲ, εἰς ὕψος, ἢ τὸν τίμιον αἰνίττεται σταυρὸν, εἰς ὃν ἀνήνεγκεν ἡμῶν τὰς ἁμαρτίας, ἢ τὴν εἰς οὐρανὸν ἀναφοίτησιν. Ἐπορεύθη γὰρ ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Πατρὸς ὑπὲρ ἡμῶν.
Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου Ἀξιοῖ πάλιν ἀπὸ τῶν ἐχθρῶν σωθῆναι, ἀφ᾽ ὧν ἔπραξαν τὸν ἔλεον ἐκκαλούμενος. Τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Ἐπειδὴ οἶδας, φησὶ, τῆς ἡμετέρας καρδίας τὰ νοήματα, τούτου χάριν τὴν βοήθειαν ἐξαιτῶ.
Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος. Σαφῶς διὰ τῶν τοιούτων παρίστησι τὸ μακρόθυμον τοῦ Θεοῦ, ἀναβολὴν μὲν ἔχοντος τῆς ἡμετέρας κολάσεως, οὐ μὴν παντελῆ συγγνώμην. Τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.
Βέλη μὲν τὴν τιμωρίαν φησὶν, καιομένοις δὲ τοῖς ἀξίοις πυρός. Ἰδοὺ ὠδίνησεν ἀδικίαν. Ὁ ἐχθρὸς τῆς ἡμετέρας ζωῆς. Συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν. Τουτέστι καὶ βεβούλευται καὶ εἰς ἔργον ἐξήγαγε τὰ σκέμματα.
Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν. Θάνατον γὰρ κατασκευάσας κατὰ τοῦ Σωτῆρος Χριστοῦ, θανάτῳ παραδίδοται.
Εἰς τὸ τέλος, ὑπὲρ ληνῶν, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. Ηʹ. Ὑπόθεσις. Πάλαι μὲν ἐν τῇ νομικῇ λατρείᾳ ἦν ἓν προλήνιον, τὸ θυσιαστήριον δηλονότι τὸ ἐν τῷ ναῷ· μετὰ δὲ τὴν τῶν ἐθνῶν κλῆσιν πολλοὶ ληνοί· αὗται δὲ ἂν εἶεν αἱ Ἐκκλησίαι, αἱ τοὺς τῶν κατορθούντων ἐν θεοσεβεία δεχόμεναι καρπούς. [Εἰς τὸ τέλος εἴρηται, διὰ τὸ ἐπὶ τέλει τῶν αἰώνων πέρας σχεῖν τὰ προφητευόμενα. Περὶ Χριστοῦ γὰρ καὶ τῶν μετὰ τὴν ἐνανθρώπησιν λέγει Ἐκκλησιῶν.
Ἐπεί γε καὶ ὁ Μονογενὴς ἄμπελος κέκληται, οἱ δὲ πιστοὶ κλήματα. Εἰ δὲ βιάζεται ὁ Ἰουδαῖος, εἰς τὸν κοινὸν τὸν ψαλμὸν λέγεσθαι ἄνθρωπον· καὶ οὕτως γνωστὸν ἔστω, ὡς διὰ τοῦτο πάντα αὐτῷ ὑπετάγη, ὡς ἐν εἰκόνι Θεοῦ γεγονότι τοῦ μέλλοντος ἐνανθρωπῆσαι.] Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Ἐκπλήττεται τὴν εἰς ἀνθρώπους δοθεῖσαν γνῶσιν τοῦ ὀνόματος τοῦ Θεοῦ. Οὐκ ἔτι γὰρ μόνοις τοῖς ἐν τῇ Ἰουδαίᾳ γνωστὸς ὁ Θεός.
Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Τῶν κατὰ Θεὸν νηπιαζόντων τῇ κακίᾳ. Τοῦτο δὲ καὶ ἐν τοῖς Εὐαγγελίοις σαφῶς ἀναγέγραπται εἰρηκὼς ὁ Σωτὴρ, ὅτε τοὺς παῖδας οἱ Φαρισαῖοι ἐπεστόμιζον εὐλογοῦντας αὐτόν. Ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. Ἢ τὸν αἰσθητὸν, ἢ τὸν νοητὸν, ἢ τὸν λαὸν τὸν Ἰουδαϊκόν· ἤλαυνον γὰρ ὡς ἐχθρὸν τὸν Χριστόν· προσεποιοῦντο δὲ τὸν Πατέρα ἐκδικοῦντες τοῦτο ποιεῖν. Διὰ τοῦτο, ἄνω καὶ κάτω ταύτης αὐτοὺς ἀποστερῶν τῆς ἀπολογίας, ἔλεγεν· Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. Ἐχθρὸν καὶ ἐκδικητὴν, τὸν διάβολον δηλονότι.
Ἐπειδὴ, μετὰ τὸ ἀναγκάσαι πληρῶσαι τὴν ἁμαρτίαν, καὶ τιμωρεῖται τοὺς ἁμαρτάνοντας, τὸ μέγεθος αὐτοῖς τοῦ ἁμαρτήματος ἐν ὀφθαλμοῖς παριστῶν. Ἢ τὸν λαὸν τῶν Ἰουδαίων, ἐχθρὸν μὲν τῆς ἀληθείας, ἐκδικητὴν δὲ τῷ δοκεῖν ἐκδικεῖν τὸν νόμον.
Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου. Ἐκεῖνοι μὲν ἀγανακτοῦσι τῶν νηπίων καταρτιζόντων αἶνον· ἐγὼ δὲ τὸ οὕτω μέγα καὶ περικαλλὲς, τοὺς οὐρανούς φημι, μικρόν τι ἔργον τῆς σῆς δημιουργίας, θεωρῶ.
Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους. Ταῦτα τοῦ Παύλου σαφῶς ἐπὶ τὸν Σωτῆρα ἡμῶν ἐξειληφότος, ἀρκεῖσθαι τῇ ἐκδόσει χρή. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.
Εἰπὼν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν, ἐπήγαγε· Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τοῖς λοιποῖς κατὰ μέρος ἐπεξέρχεται, οἷς ἐπιλέγει· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς· τῇ γὰρ λογικῇ φύσει, ὡς ἂν ὡμοιωμένῃ Θεῷ, τὴν κατὰ πάντων ἀρχὴν ἐδωρήσατο.
Καὶ δύναμιν ὁ ἄνθρωπος λαβὼν τῆς θεϊκῆς εἰκόνος, ὡς βασιλεὺς ἁπάντων ἐστὶν ὁ Θεὸς, οὕτως ἄρχων κατέστη τῶν ἐπὶ γῆς. Εἰ δὲ καθολικῶς εἴρηται· Καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου, λέγει δὲ ἀλλαχοῦ, Καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· δῆλον ὡς ἐπὶ τοὺς οὐρανοὺς κατέστησεν αὐτὸν, καὶ μήποτε ἀποῤῥήτως τὴν ἐν οὐρανοῖς σημαίνει διατριβὴν τῶν ἀπὸ γῆς ἐκεῖσε μεθισταμένων, ὅτε μέλλουσι βασιλείαν οὐρανῶν κληρονομεῖν, ὡς ἐπήγγελται. Λέγει δὲ καὶ Παῦλος· Κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ. Οὕτως καὶ τὸ, Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, νοητέον.
Νῦν μὲν τὰ ζῶα· ἐπειδὴ δὲ βίος ἰσάγγελος ἀπόκειται τοῖς ἀνθρώποις ἐν οὐρανῷ, ἐκεῖ καταστὰς ἐπὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, θεωρὸς οὐρανῶν ἔσται καὶ τῶν ἐν αὐτοῖς. Ὁ δὲ μακάριος Παῦλος καὶ τοῦτο περὶ τοῦ Σωτῆρος ἐξέλαβεν ἐν αἰῶνι τῷ μέλλοντι γενησόμενον.
Διό φησι πρὸς αὐτὸν ὁ Πατήρ· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Πρόβατα καὶ βόας ἁπάσας. Τοὺς ἐξ Ἰσραὴλ πιστεύοντας αἰνίττεται. Ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου. Διὰ τούτων τὰ ἔθνη δηλοῖ. Τὰ πετεινὰ τοῦ οὐρανοῦ, τοὺς ἐπῃρμένους κατὰ τὸν βίον καὶ τὰ ὑψηλὰ φρονοῦντας, τοὺς ἀλογωτάτους.
Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὀνομά σου ἐν πάσῃ τῇ γῇ! Ἀναλαμβάνων ἀναδιπλασιάζει τὸ θαῦμα ἐκπληττόμενος, ὡς ἔφην, ἐπὶ τῇ γενομένῃ τῶν ἀνθρώπων θεογνωσίᾳ.
Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. Θʹ. Ὑπόθεσις. Διὰ τούτου τοῦ ψαλμοῦ τὰ κρυφίως πεπραγμένα τῷ Σωτῆρι δηλοῖ. Πολλὰ δὲ ἦν αὐτῷ τὰ κρυφίως πραττόμενα· ἥ τε ἐκ Παρθένου διὰ Πνεύματος ἁγίου κατὰ σάρκα γέννησις, αἵ τε παράδοξοι καὶ θαυματουργοὶ δυνάμεις, ὅ τε θάνατος αὐτὸς, καὶ ἡ εἰς ᾅδου κάθοδος, καὶ ἡ ἐκ νεκρῶν ἀναβίωσις. Ταῦτα γὰρ πάντα κρυφίως αὐτῷ πέπρακται. Ἀπέκρυψε γὰρ αὐτὰ καὶ τοὺς ἄρχοντας τοῦ κόσμου τούτου.
Ὑπὲρ δὴ τούτων τῶν κρυφίων ὁ προφήτης ἐκ προσώπου τῆς ἀνθρωπότητος εἰσέρχεται εὐχαριστῶν καὶ λέγων· Ἐξομολογήσομαί σοι, Κύριε. (Alius autem codex) Ἐπισφράγισμα δὲ τῶν κρυφίων ὁ θάνατος καὶ τὰ ἐν ᾅδου πραχθέντα, ἡ ἀνάστασίς τε καὶ ἡ ἀνάληψις.
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου ... ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω. Ἐπὶ τίσιν ἡ ἐξομολόγησις δηλοῖ. Ἐχθρὸν δὲ αὐτοῦ τὸν θάνατον εἶναί φησι τὸν εἰς τὰ ὀπίσω ἀποστρεφόμενον, τουτέστιν εἰς τὸ μὴ εἶναι.
Ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου. Ἐπειδὰν, φησὶν, ἀποστραφῇ εἰς τὰ ὀπίσω ὁ θάνατος, τότε δὴ καὶ πᾶσα δύναμις ἀντικειμένη καταργηθήσεται· εἰ γὰρ ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος, δηλονότι προαναιρεθεισῶν τῶν ἀντικειμένων δυνάμεων.
Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου. Τὴν αἰτίαν τῆς εὐχαριστίας ἀνταποδίδωσι· τὸ, Ἐκάθισας ἐπὶ θρόνου τὴν εἰς τὸ κρίνειν ἐπισκοπὴν δηλοῖ τοῦ Θεοῦ. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής. Τοὺς νοητοὺς ἐχθροὺς δηλονότι. Τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα. Τὸν δράκοντά φησι τὸν νοητὸν, ὅς ἐστιν ὁ διάβολος. [Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής.
Τὸν δράκοντά φησιν, ἢ τὸν διάβολον· ἐπειδὴ ἡ ἐπιτίμησις καὶ διόρθωσιν σημαίνει. Εἴποι ἄν τις, διορθουμένων τῶν ἐθνῶν ὑπὸ τῶν ἀποστόλων, ἀπολέσθαι τὸν ἀσεβῆ, σβεσθείσης αὐτοῦ τῆς ἐπιβωμίου κνίσσης καὶ παυθείσης. Ἐπιτιμηθέντων γὰρ τῶν ἐθνῶν, καὶ πρὸς Κύριον ἐπιστρεψάντων, ὁ ἐν αὐτοῖς ἐνεργῶν, ἅτε υἱοῖς οὖσιν ἀπειθείας, διάβολος, ἀπώλετο μετὰ τῶν νεῶν τῶν εἰδωλικῶν· οἳ ὡς πόλεις συνεῖχον τοὺς πρὸς δυσσέβειαν ἀφορῶντας. Καὶ οὕτως ἀπώλοντο, ὡς μηδὲ ἴχνος ὑπολειφθῆναι. Ἔστιν ἐκλαβεῖν τοῦτο καὶ κατὰ τὴν τελευταίαν κρίσιν· τότε γὰρ τῶν ἁμαρτωλῶν ἐπιτιμωμένων, καὶ ὁ διάβολος, ὁ κυρίως ἀσεβὴς, ἀφανίζεται. Αἱ πόλεις, τῆς ἐν αὐταῖς πάλαι πολιτευομένης ἀσεβείας καταλυθείσης, τὴν οἰκοδομίαν τῆς εὐσεβείας ἐδέξαντο.] Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος.
Ῥομφαίας τοῦ διαβόλου τὰς ἀντικειμένας δυνάμεις φησὶ, δι᾽ ὧν ἦν ἰσχυρός, [Αἱ πόλεις αἱ ἀντικείμεναι δυνάμεις, αἳ, ὥσπερ πόλεις ἰσχυραὶ τετειχισμέναι, τοὺς ἁλόντας αὐτῶν ἀπάτῃ ἐν αὐταῖς συλλαβοῦσαι κατεῖχον. Καὶ πόλεις ποίας λέγει ἢ ταύτας περὶ ὧν ἀλλαχοῦ λέγεται· Ἔθηκας εἰς χῶμα πόλεις ὀχυρὰς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια; αἵ εἰσιν, ὡς δεδήλωται, αἱ ἀντικείμεναι δυνάμεις.] Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ᾽ ἤχου. [Ὥστε ἐξάκουστον γενέσθαι αὐτῶν τὴν ἀπώλειαν. Ἢ τὴν πανολεθρίαν φησὶν, ἢ τὸ διωλύγιον τῶν κακῶν, καὶ τὸ περιφανὲς τῆς ἀπωλείας.] Ἐξάκουστος γὰρ αὐτῶν γέγονεν ἡ ἀπώλεια.
Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι. [Συνεχῶς ἑαυτὸν καλεῖ πένητα καὶ πτωχὸν, καίτοι γε ἐν βασιλείοις. ᾜδει γὰρ τὰ ἀνθρώπινα πάντα σκιᾶς ἀδρανέστερα. Εὐκαιρίαν λέγει τὸν τῆς θλίψεως καιρόν· ἀεὶ μὲν γὰρ τῆς βοηθείας ἐπιδεόμεθα, καὶ ἐν εὐημερίαις· ἀλλὰ πλέον ἐν θλίψει τῆς συμμαχίας ἐπαισθανόμεθα.] Τῷ πτωχῷ, τῷ πνευματικῷ λαῷ φησι. Βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψεσιν. Ὡς· Ἐν καιρῷ δεκτῷ ἐπήκουσά σου.
Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. Τῇ ἐπουρανίῳ, φησὶ, Ἱερουσαλήμ. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Ταῦτα ὡς πρὸς τοὺς ἀποστόλους καὶ τοὺς τῶν Εὐαγγελίων κήρυκάς φησιν. Τίνα δὲ τὰ ἐπιτηδεύματα διὰ τῶν ἑξῆς σημαίνει.
Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη. Τὰ αἵματα, φησὶ, τὰ ὑπὲρ αὐτοῦ ἐκκεχυμένα ἐκζητήσει ἐπὶ τὸ ἐκδικίας ἀξιῶσαι. [Οὐκ ἐπελάθετο τῆς δεήσεως τῶν πενήτων. Πένητας πάλιν τοὺς δι᾽ αὐτὸν πτωχεύοντάς φησιν, οἳ καὶ διὰ παντὸς τὰς πρὸς αὐτὸν ἱκεσίας ποιοῦντες, ἐκδίκησιν τῶν κατ᾽ αὐτῶν γενομένων ἀδικιῶν παρὰ τῶν δαιμόνων αἰτοῦντες.] Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου. Διὰ τοῦτο ἐγείρεις ἐκ γῆς ταπεινώσεως, ἵνα τῇ ἐπουρανίῳ συγχορεύσω Σιών. [Ἐν πύλαις τῆς θυγατρὸς Σιών. Ἐν τῇ ἐπουρανίῳ Ἱερουσαλήμ. Τὸ, ἐπαγγείλω, ἀντὶ τοῦ, χρονίως ᾄσομαι.] Γινώσκεται Κύριος κρίματα ποιῶν. Κρίμα γὰρ ἀληθῶς δίκαιον τὸ τοὺς κατασκευάσαντας ἀνθρώπω θάνατον ἐν αὐτῷ περιληφθῆναι. Τάχα ἐπεὶ καὶ οἷς τὸ κρίμα γίνεται, γνώσονται τὸν κρίνοντα ἐν καιρῷ κρίσεως.
Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος. Ἐπιλάμψειν τοῖς ἐπὶ γῆς εὔχεται τὸν Μονογενῆ· ὅπως ὁ ὑψηλόφρων ἐκεῖνος διάβολος, ὃν καὶ ἄνθρωπον ἐπὶ τοῦ παρόντος καλεῖ, ἐπὶ πλείω μὴ ἐπαίρῃ τὴν ὀφρύν. Κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Τὴν ἐπὶ σωτηρίᾳ γενομένην τῶν ἐθνῶν κλῆσιν ἐπισπεύδων εὔχεται.
Κατάστησον, Κύριε, νομοθέτην ἐπ᾽ αὐτούς. Καὶ τίς ὁ νομοθέτης ἢ ὁ τὸν τῆς Καινῆς Διαθήκης νόμον ἡμῖν εἰσηγησάμενος; Γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσι. Τῇ ὑπερβολῇ τῆς τῶν δαιμονίων ἀπάτης εἰς κτηνῶν ἦσαν μετενεχθέντες τρόπον· ὡς λέγεσθαι περὶ αὐτῶν· Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.
ΨΑΛΜΟΣ Ιʹ. Ἵνα τί, Κύριε ἀφέστηκας μακρόθεν; Ἐπιταχῦναι τὴν μακρὸν ὕστερον γενησομένην κλῆσιν τῶν ἐθνῶν εὔχεται. Τοῦτο δὲ αὐτὸ πεποίηκεν ἡ τοῦ διαβόλου ὑπεροψία. Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχός. Ἡ ὑπεροψία, φησὶ, τοῦ πονηροῦ, πύρωσις τῷ πτωχῷ σου γίνεται λαῷ· Συλλαμβάνονται ἐν διαβουλίοις, οἷς διαλογίζονται. Ἀντὶ τοῦ, συλληφθήσονται. Σὺ γὰρ εἶ, φησὶν, ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν.
Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ. Τοσαύτη, φησὶ, γέγονεν ἡ ἀνεξικακία, ὡς καὶ, διὰ τὸ ἀτιμωρήτους μένειν τοὺς ἀσεβεῖς, λοιπὸν καὶ παρά τισι τῶν ἀνοητοτέρων ἀπόδεκτον αὐτοῖς εἶναι τὸν βίον.
Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός. Παρώξυνε μὲν χλευάζων τοὺς περὶ προνοίας καὶ τῆς κρίσεως αὐτοῦ λόγους. Πολλοὶ μὲν γὰρ ἀκούοντες τοιοῦτόν τι γελῶσιν εὐθέως· τοῦτο δὲ συνάπτεται, τὸ Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ· ἵνα ᾖ τὸ ὅλον οὕτως· Παρώξυνε τὸν Κύριον, φησὶν, ὁ ἁμαρτωλὸς, πλῆθος ὀργῆς ἑαυτῷ θησαυρίζων. Τὸ γὰρ, αὐτοῦ, ἐπὶ τοῦ παροξύναντος ληπτέον. Εἶτα τὸ ἐπιφερόμενον τοῦτο, οὐκ ἐκζητήσει, καθ᾽ ὑποστιγμὴν ἀναγνωστέον· ἵνα ᾖ τὸ νοούμενον οὕτως· Ἆρ᾽ οὖν ὁ μὲν παροξύνει τὸν Θεὸν, καίτοι πλῆθος αὐτῷ ἐκκαίων ὀργῆς, ὁ δὲ οὐκ ἐκζητήσει; Καθ᾽ ὑποστιγμὴν ἡ ἀνάγνωσις, ἵνα ᾖ· Οὐκ ἐκζητήσει, φησὶν, ὁ Θεὸς, καὶ ἀποδώσει αὐτῷ κατὰ τὴν ὀργὴν, ἣν ἑαυτῷ ἐθησαύρισεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ;
Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ. Ἀρχὴ πάσης πονηρᾶς πράξεως τὸ μὴ λογίζεσθαι κριτὴν τὸν Θεόν· Ἀνταναίρεται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ. Ὁ γὰρ μὴ ἐπιστάμενος, ὅτι ἔστι Θεὸς, οὐδὲ ὅτι κριτής ἐστιν οἶδε. Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει.
Ὅμοιον τὸ, Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου ὡς νοσσιάν. Εἶπε γὰρ ἐν τῇ καρδίᾳ αὐτοῦ· Οὐ μὴ σαλευθῶ. Ἀντὶ τοῦ· Οὐ μὴ σφάλω, οὐ μὴ περιτραπήσομαι εἰς γενεάν· οὐ γὰρ ἔσομαι ἐν κακώσει. [Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ. Ἐκβαλὼν τὸν θεῖον φόβον ἐκ τῆς ψυχῆς, διαπαντὸς ἐν κακίᾳ διατρίβει. Ἀρχὴ πάσης πονηρᾶς πράξεως τὸ μὴ λογίζεσθαι κριτὴν τὸν Θεόν. Ἀνταναίρεται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ. Οὐ βούλεται εἰδέναι, ὅτι κριτὴς εἶ δίκαιος· ὁ γὰρ μὴ ἐπιστάμενος, ὅτι ἔστι Θεὸς, οὐδὲ ὅτι κριτής ἐστιν οἶδε. Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. Τῶν πειρασμῶν οἱ μὲν προσάγονται τῇ ψυχῇ, οἱ δὲ τῷ σώματι, οἱ δὲ τοῖς πέριξ τοῦ σώματος. Καὶ οἱ μὲν ψυχῇ προσαγόμενοι λογισμοὶ ἀκάθαρτοι λέγονται, ἁμαρτίας γεννῶντες καὶ δόγματα ψευδῆ· οἱ δὲ τῷ σώματι προσφερόμενοι πληγῶν καὶ στρεβλώσεων καὶ διωγμῶν καὶ φυλακῶν καὶ θανάτων αἴτιοι γίνονται· οἱ δὲ τῶν περὶ τοῦ σώματος πειρασμοὶ περιέχουσι ζημίας χρημάτων καὶ κτημάτων καὶ ἀποβολὰς τέκνων καὶ γυναικῶν ἀφαιρέσεις. Δῆλον οὖν ἐστιν ἐκ τούτων, ὅτι πάντως διά τινος τῶν κατειλεγμένων πειρασμῶν ἐκυρίευσε παντὸς δικαίου ὁ Σατανᾶς· μόνος γὰρ Χριστὸς ἁμαρτίαν οὐκ ἐποίησε, καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.] Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει. Παράμονον, φησὶν, ἕξειν τὴν εὐημερίαν λελόγισται.
Διὸ καὶ πικρίας καὶ δόλου τὸ στόμα πεπλήρωται· καὶ μὴν ἐνεδρεύει πτωχοὺς πρὸς τὸ ἀποκτεῖναι διὰ τῶν ἰδίων παγίδων.
Τὸ δὲ, μετὰ πλουσίων, τί ἂν ἕτερον νοηθείη ἢ τῶν πλουτούντων ἐν κακοῖς; Οὗτοι γὰρ τῷ διαβόλῳ κατὰ τῶν πτωχῶν τῷ πατρὶ αὐτῶν συμπράττουσιν Ἐγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων. Ἐν συλλόγοις δὲ καὶ ἐν συνεδρίοις καθήμενος, ἐνέδρας τινὰς καὶ μηχανὰς τοῖς ἀναιτίοις κατασκευάζει.
Κύψει καὶ πεσεῖται. Ὅταν εἴπῃ [Ambr. add. ὁ διάβολος]· Νενίκηκα, τότε πεσὼν αἰσχύνεται. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Ἐπιλέλησται ὁ Θεός. Λέγει ταῦτα ὁ διάβολος οὐχ οὕτως ἔχων, ἀλλ᾽ ἡμᾶς ἀπατῆσαι βουλόμενος, ἵνα σκελισθῶμεν, ἀμελεῖν τὸν Θεὸν τῶν ἀνθρωπίνων νομίζοντες.
Ἀνάστηθι, Κύριε ὁ Θεός μου. Εὔχεται τὴν ἀνοχὴν τοῦ Θεοῦ καὶ τὴν χρηστότητα κινῆσαι· μὴ ὑψουμένης γὰρ ἐπὶ τῇ μωρίᾳ τῶν ἀσεβῶν τῆς χειρὸς τοῦ Θεοῦ, προπετέστεροι γίνονται. [Ὑψωθήτω ἡ χείρ σου. Ἔπαρον τὴν χεῖρά σου, καὶ δίδαξον αὐτοὺς, ὡς τῶν ἀδικουμένων προνοῇ· καὶ ὡς ἐξ ὕπνου ἀναστὰς, ἀνωτέραν δεῖξον τῆς ἐκείνων γνώμης τὴν ἀπὸ σοῦ τιμωρίαν. Καὶ κόλασον μὲν ἐκείνους, φεῖσαι δὲ τὸν ἀδικούμενον, σφοδρότερον ἀχθεσθεὶς ταῖς ἐκείνων τόλμαις καὶ βλασφημίαις.
Ἕνεκεν τίνος, φησὶ, παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν;] Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἐκζητήσει. Τοῦτο αἴτιον καὶ τοῦ ἐπαρθῆναι καὶ τοῦ πεσεῖν αὐτόν. Βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς. Σὺ, φησὶν, ὦ Κύριε, πάντα γινώσκεις, καὶ οὐδέν σε τῶν πραττομένων λανθάνει, οὐδὲ τῶν ἐν διανοίᾳ καὶ λογισμοῖς ἀνιόντων. Ἀλλὰ καὶ τοὺς πόνους αὐτῶν καὶ τοὺς θυμοὺς τῶν ἐπηρεαζόντων καὶ τοὺς παροργισμοὺς τῶν ἀνθρώπων οἶδας ἀκριβῶς. Ἐπειδὴ πάντων τοὺς λογισμοὺς κατανοεῖς, καὶ σὺ ὁ ἐτάζων καρδίας καὶ νεφρούς. Καὶ ταῦτα πάντα ἐφορῶν μακροθυμεῖς, εἰδὼς, ὅτι ὑπὸ τὰς σὰς χεῖρας οἱ πάντες τυγχάνουσι, καὶ οὐκ ἔστι που οὐδενὶ ἐκτὸς διαδράναι.
Σοὶ ἐγκαταλέλειπται ὁ πτωχὸς, ὀρφανῷ σὺ ἦσθα βοηθός. Τουτέστι τὴν παρὰ σοῦ μένει βοήθειαν. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ. Ἀντὶ τοῦ, τὴν δυναστείαν τοῦ ἐχθροῦ. Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ.
Δι᾽ αὐτὴν μὲν τὴν ἁμαρτίαν. Τὸ δὲ ὅλον οὕτως· Ἐὰν, φησὶν, ἐκζητήσῃς τὴν ἁμαρτίαν τοῦ πονηροῦ, οὐ μὴ εὑρεθῇ· τουτέστιν, ἀπολεῖται ὁ πονηρὸς δι᾽ αὐτήν. [Εὑρίσκονται οἱ σωζόμενοι παρὰ τοῦ Θεοῦ, ὡς τό· Εὗρον Δαυῒδ τὸν δοῦλόν μου, καὶ, Εὑρέθη ἡ ἀπολλυμένη δραχμή· καὶ ἐπεὶ μὴ εὑρέθη, ἀπώλετο ἄν.
Οἱ ἀπολλύμενοι οὐχ εὑρίσκονται εἰς τὸν αἰῶνα· μένει γὰρ ὁ δικαστὴς, καὶ βασιλεύει διαπαντὸς ἐν τῷ μέλλοντι καὶ νέῳ αἰῶνι.] Κύριος βασιλεύσει εἰς τὸν αἰῶνα. Ἐν τῷ μέλλοντι καὶ νέῳ αἰῶνι. Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ. Ἐν γὰρ τῇ βασιλείᾳ αὐτοῦ βληθήσονται εἰς τὸ πῦρ τὸ αἰώνιον. [Ἔθνη καλεῖ τοὺς ἀδίκους, ὡς μὴ κατὰ νόμον ζῶντας, ἀλλὰ καὶ ἐθνικὴν καὶ βαρβαρικὴν ὠμότητα.
Τούτων αἰτεῖ ἐκκοπὴν, Ἀπολεῖσθε, λέγων, καὶ πανωλεθρίαν αὐτοῖς ἀπειλῶν· ὥστε καὶ τούτους ἀναπνεῦσαι, κἀκείνους σωφρονισθῆναι.] Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε. Αὕτη γὰρ ἦν αὐτῶν ἡ ἐπιθυμία, καὶ οὗτος ὁ πόθος τὸ τῶν μελλόντων ἀξιωθῆναι ἀγαθῶν. Τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου. Εἰς τοῦτο γὰρ ἑτοιμαζόμενοι, πάντα ὑπομένειν τῇ καρδίᾳ εὐτρεπίζονται. [Ἑτοιμασία καρδίας ἡ οἷον ὑπόσχεσις τῶν τῆς ψυχῆς κινημάτων πρὸς συνακολούθησιν τοῦ Θεοῦ.] Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι. Ὅτε, φησὶ, τὴν ἐκδίκησιν τῶν πτωχῶν ποιήσει, τότε οὐκ ἔτι προσθήσει τοῦ μεγαλαυχεῖν ἄνθρωπος.
Εἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. Ιʹ. Ὑπόθεσις. Καὶ τοῦτον μετὰ τὸ περιγενέσθαι τῶν ἐχθρῶν ᾄδει τὸν ψαλμόν. Ἔστι δὲ φρονήματος ἁγιοπρεποῦς παραστατικόν. Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου; Πῶς μοι ἐρεῖτε, φησὶ, φεύγειν ἐπὶ τὰ ὄρη δίκην στρουθίου, καίτοι πεποιθότι ἐπὶ Θεῷ; Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον. Μετοίκει, μετέρχου, φεῦγε ἐπὶ τὰ ὄρη, τουτέστι τὰς ἀρετάς.
Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν. Τούτοις τοῖς λόγοις εἰς φυγὴν ἠρέθιζον φάσκοντες, εἰ μὴ φεύγῃ κατατοξεύειν αὐτὸν τοὺς ἁμαρτωλούς. Δηλοῖ οὖν τοὺς πονηροὺς λογισμοὺς βέλη εἶναι τοῦ πονηροῦ. Τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ, ἀντὶ λεληθότως. Τοιαῦτα γὰρ τῶν νοητῶν ἐχθρῶν τὰ τοξεύματα.
Ὅτι ἃ σὺ κατηρτίσω αὐτοὶ καθεῖλον. Κατήνεγκε, φησὶν, ὁ ἐχθρὸς τὸν ἄνθρωπον εἰς φθορὰν, καίτοι ἐπὶ ἀφθαρσίᾳ κατηρτισμένον. Ὁ δὲ δίκαιος τί ἐποίησεν; Εἰ καὶ οἱ ἐχθροὶ, φησὶ, τὰ τοιαῦτα ἔδρασαν, ἀλλ᾽ ὁ Κύριος ὁ ναὸν ἔχων τὸν οὐρανὸν, ἐξέτασιν τῶν δικαίων καὶ τῶν ἀσεβῶν ποιούμενος, τοῖς μὲν ἀπονέμει τὰ ἀγαθὰ, τοὺς δὲ ταῖς αἰωνίαις παραπέμπει κολάσεσι. Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ. [Ὅτι ἃ σὺ κατηρτίσω αὐτοὶ καθεῖλον. Ἀντὶ τοῦ, τὰ σὰ ἔργα καταλύειν σπεύδουσι δι᾽ ἐμοῦ· ὃν γὰρ ἔχρισας βασιλέα σπουδάζουσιν ἀκυρῶσαι κατὰ τῆς σῆς ὁπλιζόμενοι ψήφου. Καὶ ταῦτα δρῶσι τὰς κατὰ φύσιν ὀρθὰς ἐννοίας καθελόντες ἐξ ἑαυτῶν, ἃς δῆθεν κατηρτίσατο.] Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν.
Τὸ ἀλάθητον σημαίνει τοῦ Θεοῦ· ὀφθαλμοὺς δὲ τὴν εὐεργετικὴν ἐπισκοπήν. Τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Βλέφαρα δὲ τὴν κριτικὴν αὐτοῦ πρόνοιαν καὶ τῶν πραγμάτων ἐξεταστικήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.