Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τοὺς Ψαλμούς

Μέγας Αθανάσιος

Ερμηνεία εις τους Ψαλμούς ΜΑ' - Ν'

Ερμηνεία των Ψαλμών 41 έως 50, όπου περιγράφεται ο πόθος για τον Θεό, η νίκη επί των δαιμόνων, η πνευματική θυσία και η μετάνοια του Δαβίδ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 16

Εἰς τὸ τέλος εἰς σύνεσιν τοῖς υἱοῖς τοῦ Κορέ. ΨΑΛΜΟΣ ΜΑʹ. Ὑπόθεσις. Ἱεροψάλται μὲν γεγόνασιν οἱ τοῦ Κορὲ υἱοὶ, ᾄδουσι δὲ τὴν ᾠδὴν λαβόντες παρὰ τῶν συνθέντων αὐτὴν, τουτέστι τοῦ Δαυῒδ, τὰ ἐπ᾽ ἐσχάτων σημαίνοντες τῶν καιρῶν. Εἰσφέρουσι δὲ τὸ αὐτοῦ τοῦ Ἰσραὴλ πρόσωπον ἐξομολογούμενον Χριστῷ διὰ τῆς μεταγνώσεως, ἧς ποιήσονται ἐπὶ συντελείᾳ τῶν αἰώνων.

Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Αἱ λογικαὶ ἔλαφοι, διαλειπούσης αὐτὰς διὰ τὰς ἀνομίας τῆς νοητῆς πηγῆς, ἀπεκλαίοντο νυκτὸς καὶ μεθ᾽ ἡμέραν τὴν ἀπώλειαν ἑαυτῶν.

Πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Πρόσωπον τοῦ Θεοῦ ὁ Λόγος. Σημαίνει τὸ λίαν ἐπιθυμεῖν αὐτοὺς εἰς καιρὸν ἀφικέσθαι αὐτοὺς καθ᾽ ὃν καὶ ἡ αὐτῶν ἔσται κλῆσις· ὥστε καὶ αὐτοὺς ἐμφανεῖς γενέσθαι τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρός.

Ταυτὸ δέ ἐστι καὶ τὸ τοῦ Υἱοῦ. Ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχους ἑορτάζοντος. Προευαγγελίζεται ἑαυτὸν ὡς ἐν καιρῷ τευξόμενος τῆς διὰ Χριστοῦ σωτηρίας καὶ ζωῆς, καὶ ταῖς θείαις αὐλαῖς ὁμοῦ τοῖς ἄλλοις ἁγίοις ἐνδιαιτησόμενος.

Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἐπιτιμᾷ ταῖς λύπαις τῇ εἰς Χριστὸν ἐλπίδι ὀχυρόμενος. Εἰ τετήρηται, φησὶν, ὦ ψυχὴ, καιρὸς καθ᾽ ὃν ἡ διὰ πίστεως ἡμῶν κλῆσις εἰσάγοι ἡμᾶς μετὰ τῶν ἑορταζόντων εἰς τὴν σκηνὴν, διὰ τί περίλυπος εἶ, καὶ κατατρύχῃ ταῖς λύπαις;

Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμωνιεὶμ ἀπὸ ὄρους μικροῦ. Ἐπειδὴ ἐταράχθη, φησὶν, ἡ ψυχή μου, ἀναμνήσαντός μου ἐμαυτὸν τῶν σῶν θαυμασίων, ὧν τε κατὰ τὸν Ἰορδάνην ἡμῖν ἔδειξας, ὧν τε κατὰ τὸ ὄρος τὸ Ἀερμὼν, παραμυθήσομαι ἐμαυτόν. Ἢ οὕτως· Γενόμενος, φησὶν, ἐν τῷ Ἰορδάνῃ, τουτέστιν ἀξιωθεὶς τοῦ ἁγίου βαπτίσματος, τὸ τηνικαῦτά σου μνησθήσομαι διὰ τοῦ ῥήματος τῆς ὁμολογίας. Μνησθήσομαι δὲ καὶ τοῦ Ἑρμωνιείμ.

Ἑρμωνιεὶμ δὲ ἑρμηνεύεται ὁδὸς λύχνου, ὡς τοῦ ἁγίου βαπτίσματος ὁδὸν αὐτοῖς ἀνοίγοντος φωτισμοῦ. Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου. Ἑτέρων πάλιν θαυμασίων ἀναμιμνήσκουσιν ἑαυτούς. Ὅτε γὰρ ἀλλόφυλοι κατεστράτευσαν αὐτῶν, γενομένης ὑπὲρ αὐτῶν θυσίας παρὰ τοῦ Σαμουὴλ, κατηνέχθη κατὰ τῶν πολεμίων χάλαζα τοσαύτη, ὡς τοὺς ἐχθροὺς σχεδὸν ἅπαντας, οὐδενὸς αὐτοῖς ἀνθρώπων μαχομένου, πεσεῖν. Ἄβυσσον τοίνυν ἐπ᾽ ἀβύσσῳ τρέχουσαν καλεῖ τὴν τῆς χαλάζης φοράν. Τὸ δὲ, ἐπικαλεῖται, ἀντὶ τοῦ, ἐγκαλεῖται.

Φωναὶ δὲ τῶν καταρακτῶν αἱ τῶν χαλαζῶν φοραὶ νοηθεῖεν ἄν. Ἀλλαχοῦ δὲ καταῤῥάκται οἱ τοῦ Θεοῦ προφῆται. Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾽ ἐμὲ διῆλθον. Ἑτέρου πάλιν ἑαυτὸν ἀναμιμνήσκει θαύματος. Διῆλθον γὰρ διὰ θαλάσσης μέσον τὴν τοῦ Φαραὼ φεύγοντες μοχθηρίαν. Καὶ ἐδόκουν μὲν οἱ τῶν κυμάτων μετεωρισμοὶ, τουτέστιν αἱ ὑψώσεις, κατ᾽ αὐτῶν φέρεσθαι· ἀλλ᾽ ἠδίκουν οὐδέν· ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα. [Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται. Ἄβυσσος ὁ Πατὴρ, ἄβυσσος ὁ Υἱός. Ἄβυσσος ἡ τῶν ἁμαρτιῶν ἐπικαλεῖται τὴν ἄβυσσον τῆς εὐσπλαγχνίας τοῦ Θεοῦ, εἰς τὸ καταῤῥάξαι τὴν ἁμαρτίαν καὶ τοὺς ταύτης αἰτίους καὶ τὴν φθοράν· οἷον ὅτι Ἔθος σοι τοῖς ἁμαρτωλοῖς δεομένοις σου ἐπικάμπτεσθαι. Καὶ ἵνα τί ἡμᾶς παραβλέπεις προσπίπτοντάς σοι;] Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ αὐτοῦ. Ἑτέρου πάλιν μέμνηται θαύματος.

Ὁ γὰρ Ῥαψάκης, περικυκλώσας τὴν Ἱερουσαλὴμ, ἠπείλει μηδὲ τὸν Θεὸν ἰσχύειν ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς Ἀσσυρίων· ἀλλ᾽ ἐπηγγείλατο ὁ Θεὸς λέγων· Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης. Εἶτα τὴν ἐπαγγελίαν πληρῶν ἐν μιᾷ νυκτὶ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἀνεῖλε τῶν Ἀσσυρίων.

Καὶ τοῦτό ἐστιν· Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ. Προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου. Ὡς ἤδη πεπιστευκὼς τὰ τοῖς πιστεύουσι πρέποντα ἀναφέρει ῥήματα, αὐτῷ τὴν οἰκείαν ἀναγραφόμενος ζωήν. Ἐρῶ τῷ Θεῷ, Ἀντιλήπτωρ μου εἶ. Ἐπαναλαμβάνει τὴν ἱκετηρίαν ὁ μεταγινώσκων λαὸς, ἐπὶ πλεῖον ἐκκαλούμενος εἰς ἔλεον τὸν Θεόν.

ΨΑΛΜΟΣ τῷ Δαυῒδ ἀνεπίγραφος παρ᾽ Ἑβραίοις. ΜΒʹ. Κρῖνόν με, ὁ Θεὸς, καὶ δίκασον. Τὴν αὐτὴν ὑπόθεσιν τῷ ὀπίσω καὶ ὁ παρὼν ἔχει ψαλμός. Προσέρχονται γὰρ πάλιν οἱ ἐξ Ἰσραὴλ τὴν διὰ Χριστοῦ σωτηρίαν ἐξαιτούμενοι. Διό φησιν· Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. Αὐτὸς γὰρ αὐτοὺς καὶ εἰς τὸ ἅγιον ὄρος εἰσάγειν ἔμελλε, τουτέστιν εἰς τὸν οὐρανὸν καὶ εἰς τὰς ἄνω μονὰς, ἅσπερ καὶ σκηνώματα ὀνομάζει· καὶ εἰς τὸ νοητὸν θυσιαστήριον· καὶ αὐτὸς αὐτῶν ἔμελλεν εὐφραίνειν τὴν νεότητα.

Νεότητα δὲ καλεῖ τὴν εὐφροσύνην, τὴν καὶ ἀνανεουμένην αὐτῶν τὴν ψυχήν. Διὸ καὶ ἐν κιθάρᾳ ὑπισχνοῦνται αὐτῷ προσφέρειν τὴν ἐξομολόγησιν. Κιθάραν δὲ πολλάκις τὸ σῶμα νοεῖν ἐδιδάξαμεν.

Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν. ΨΑΛΜΟΣ ΜΓʹ. Ὑπόθεσις. [Καὶ ἔτι οὗτος τῆς αὐτῆς ὑποθέσεως ἔχεται· τὰς παλαιὰς εὐεργεσίας διηγουμένων, καὶ προσληφθῆναι ἀξιούντων διὰ τοῦ αὐτὸν ἐπιγράφεσθαι τὴν ἐλπίδα, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἐξομολογεῖσθαι.

Ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν. Οὕτω φασὶν ἐπειδὴ, ἀπωσάμενοι φρονεῖν τὰ Χριστοῦ, εἰς φρόνημα σαρκικὸν κατέστησαν.] Ὁ Κύριος, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν. Νυνὶ δὲ ἀπώσω, καὶ κατῄσχυνας ἡμᾶς. Καὶ οὐκ ἐξελεύσῃ, Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν. Πάλαι, φησὶν, συνεστρατήγεις ἡμῖν· νῦν δὲ οὐ μόνον οὐ συνεξέρχῃ ἡμῖν, ἀλλὰ καὶ ἀπέστρεψας ἡμᾶς, ὡς καὶ τοῖς μισοῦσιν ἡμᾶς γενέσθαι εἰς διαρπαγήν. Ταῦτα δέ φησιν ὁ χορὸς ὁ προφητικὸς οἰκειούμενος τοῦ λαοῦ τὰς συμφοράς.

Καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς. Ἐκλάγμασιν, φησὶν, ἡμᾶς εἰς ἀτιμίαν. Καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν [ἀλλάγμασιν] ἡμῶν. Ἀλαλαγμός ἐστιν ἐπινίκιος ᾠδή. Ὁ δὲ νοῦς οὗτος· Οὕτως, φησὶν, ἀπέῤῥιψας ἡμᾶς ὡς καὶ ὀλίγοις ἡμᾶς ἡττηθῆναι, καὶ τοὺς ἀλαλάζοντας καθ᾽ ἡμῶν μικροὺς εἶναί τινας.

Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν. Πάντα ὅσα ἐποίησαν εἰς Χριστὸν ἀποδέδοται αὐτοῖς· ὠνείδισαν, ὠνειδίσθησαν· ἐχλεύασαν, ἀντεχλευάσθησαν· ἐκίνησαν ἐπ᾽ αὐτῷ τὰς κεφαλὰς, ἐκίνησαν καὶ ἕτεροι τὰς κεφαλὰς ἐπ᾽ αὐτοῖς.

Ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μου ἐστίν. Μακρὰ, φησὶν, καὶ διηνεκὴς ἡ καθ᾽ ἡμῶν γέγονε αἰσχύνη. Ταῦτα πάντα ἦλθον ἐφ᾽ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου. Ἤδη ἔφημεν, ὡς οἱ προφῆταί εἰσιν οἱ ἀναφέροντες τὴν ἱκετηρίαν ἐκ προσώπου τοῦ λαοῦ, οἰκειοποιούμενοι τὰ διὰ τὰς αὐτῶν ἁμαρτίας συμβάντα κακά.

Καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. Ταῦτά φασιν, ὅτι, ἀσεβήσαντες εἰς Χριστὸν, καὶ τοῦ τελεῖν τὴν κατὰ νόμον θυσίαν ἐξώσθησαν. Ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως. Τοῦτό φησιν διὰ τὸ μηδὲν ἔτι δύνασθαι φρονεῖν τῶν ἐπηρμένων· Καὶ ἤλεγξας ἡμᾶς ἐν τῷ κόσμῳ ἡμαρτηκότας.

Καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου. Τὸν σκότον τὸν γενόμενον ἐν ταῖς τῶν ἀπιστησάντων καρδίαις κατασημαίνει. Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν. Τοῦτό φασιν, ὡς μηκέτι μετὰ τὴν τελευταίαν ἔκπτωσιν εἰδωλολατρήσαντες, ἢ πάλιν ὡς ἐκ προσώπου τῶν προφητῶν.

Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν. Ὅμοιον τῷ εἰρημένῳ· Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον. Ὥσπερ δὲ τὰ τοῦ λαοῦ ἁμαρτήματα οἰκειοποιοῦνται, οὕτω καὶ τὰ ἑαυτῶν ἀγαθὰ εἰς πρόσωπον ὥσπερ τοῦ λαοῦ ἀναφέρουσιν, καθάπερ ἑνὸς ὄντος σώματος τοῦ παντός. Ἢ καὶ οὕτως· Διὰ τὴν εἰς σὲ γεγονυῖαν ἡμῖν ἀπιστίαν, φησὶν, εἰς τοσοῦτον ἥκομεν κακὸν, ὡς ἐοικέναι ἀνθρώποις τὴν ἐπὶ θάνατον φέρουσιν ψῆφον, καὶ μὴν καὶ προβάτοις εἰς σφαγὴν ἀγομένοις.

Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; Τὴν πολλὴν ἀνοχὴν τοῦ Θεοῦ, ἣν ἐποιεῖτο διὰ τὰς ἁμαρτίας αὐτῶν, ὕπνῳ παραβάλλουσιν. Ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος. Ἀνάστηθι, λέγει, οὐχ ὅπως ἐναλλάξῃ τὸ σχῆμα· τὸ θεῖον γὰρ ἀσχημάτιστον, ἀλλ᾽ ἵνα κινήσῃ τὴν ἑαυτοῦ δύναμιν εἰς ἡμετέραν βοήθειαν. Καὶ μὴ ἀπώσῃ εἰς τέλος μήτε τοὺς ποιοῦντας, μήτε τοὺς πάσχοντας, ἵνα μήτε οἱ πάσχοντες, ὡς ὁλοκλήρως δοθέντες τοῖς πειρασμοῖς ὀλισθήσωσι, μήτε οἱ ποιοῦντες, τῇ τοῦ κριτοῦ μακροθυμίᾳ θαῤῥήσαντες, ἐπὶ πλεῖον ἀνομίας προκόψωσιν. Δοθῆναι αὐτοῖς εὔχονται τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ, τὴν ἐπ᾽ ἐσχάτων τῶν καιρῶν, ἵνα μὴ τῆς παρ᾽ αὐτοῦ ἀμοιρήσωσι ζωῆς.

Ἐκολλήθη εἰς χοῦν ἡ γαστὴρ ἡμῶν. Ταῦτά φασιν, ἐπειδὴ, ἀπωσάμενοι τὸ φρονεῖν τὰ Χριστοῦ, εἰς φρόνημα κατέπεσον σαρκικόν. Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν. Ἀντιλαβοῦ, φησὶν, ἡμῶν, καὶ δίδου τὸ εὐμενὲς καὶ καιρὸν ἐπιστροφῆς τοῖς τὴν εἰς σὲ ἀληθινὴν πίστιν ὁμολογοῦσιν.

Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ Ἀγαπητοῦ. ΜΔʹ. Ὑπόθεσις. Τὴν προκειμένην ᾠδὴν ἀνατίθησι τῷ Ἀγαπητῷ ὁ Δαυῒδ, τουτέστι Χριστῷ, τῷ ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐληλυθότι, καὶ τὴν ἀλλοίωσιν πεποιηκότι, τουτέστι, τὴν μεταβολὴν τὴν ἐξ εἰδωλολατρείας εἰς θεοσέβειαν. Μέμνηται δὲ καὶ τῶν υἱῶν Κορὲ, εἰς τοὺς ἀποστόλους ἀναπέμπων τὸ πρόσωπον.

Ταῦτα δὲ πάντα ἀναγκαῖον συνιέναι ἡμᾶς· διὸ καὶ εἰς σύνεσιν ἐπιγέγραπται. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Τοῦτό φησιν ὁ Πατὴρ περὶ τοῦ Υἱοῦ· γεγένηται γὰρ Θεὸς ἐκ Θεοῦ. Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Ὥσπερ βασιλεὺς ὑπάρχων ὡς Θεὸς εἰς βασιλείας ἀρχὴν λέγεται ἔρχεσθαι διὰ τὸ σεσαρκῶσθαι αὐτόν· οὕτω καὶ ἅπερ οἶδε φυσικῶς ὡς Θεὸς, ταῦτα πάλιν ἀκούειν λέγεται διὰ τὸ ἀνθρώπινον οἰκονομικῶς. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὃν εἴρηκε λόγον, τοῦτον καὶ γλῶσσαν αὐτοῦ ἀποκαλεῖ. Κάλαμος δὲ γραμματέως ὀξυγράφου ὠνόμασται, διὰ τὸ λέγειν τι καὶ εὐθέως γίνεσθαι, ὡς τό· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη· καὶ, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι· καὶ εὐθέως ἀνέστη. Οὐ μὴν ἀλλὰ καὶ τό· Λόγον συντετμημένον ποιήσει Κύριος ἐν τῇ οἰκουμένῃ ὅλῃ.

Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Τὴν σύγκρισιν τοῦ ἀγαθοῦ Πνεύματος ἔστιν ἰδεῖν ἀφ᾽ ὧν ὁ Ἰωάννης φησὶν, ὅτι Ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ δὲ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Κάλαμος γὰρ καλὸς καὶ ὁ Μωσέως· ἔγραψε γὰρ ἡμῖν νόμον παιδαγωγόν· ἀλλὰ οὐ τοιοῦτος ὡς καὶ ἔγραψε τὰ ὀνόματα ἡμῶν ἐν οὐρανοῖς. Ἐξεχύθη χάρις ἐν χείλεσί σου. Γλυκύφωνος γὰρ ὁ Κύριος ἡμῶν λέγων· Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσότερον ἔχωσι καὶ, Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· καὶ, διδοὺς ζωὴν τῷ κόσμῳ.

Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Εἰς μάχην τὴν ὑπὲρ ἡμῶν διεγείρει τὸν Μονογενῆ. Εἶτα καὶ ἐπειδὴ στρατιωτικὸν αὐτῷ σχῆμα δέδωκεν, ῥομφαίαν εἰπὼν, καὶ μηρὸν προσεπάγει. Αὐτοῦ γὰρ ὡς Θεοῦ, καὶ οὐκ ἔξωθεν ἡ ῥομφαία· δυνατὸς γάρ ἐστι, τουτέστι τῶν δυνάμεων Κύριος· καὶ τοῦτο κατὰ φύσιν αὐτῷ. Ἔστι δὲ καὶ ὡραῖος μὲν τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὸ ὑπερκόσμιον κάλλος κατανοεῖν δυναμένοις.

Τῷ δὲ μηρῷ τὴν ῥομφαίαν ἐνήρμοσεν πρὸς τὴν τῶν ἀπιστούντων ἀπειλὴν καὶ τῶν ἀντικειμένων τὰς φάλαγγας. Περὶ γοῦν τῶν ἀπειθούντων φησὶν ὁ ψαλμός· Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Ὡραιότης δὲ καὶ κάλλος τοῦ στρατευσαμένου ἡ θεότης αὐτοῦ καὶ ἡ κατὰ πάντων ὑπεροχή. Καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε. Ἔντεινον τὰ τόξα σου, φησὶ, κατευοδοῦ δὲ δεδικαιωμένους ὑπὸ σοῦ, ὧν βασιλεύεις, φησὶν, ἀπαλλάξας αὐτοὺς τοῦ τυράννου.

Δείκνυσι νοερὰν οὖσαν τὴν νίκην· ὅπλων γὰρ μνημονεύσας, μέμνηται καὶ πραότητος. Πράου δέ ἐστι τὰ μὲν εἰς ἑαυτὸν ἀφεῖναι τοῖς ἀδικουμένοις. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Ἐπειδὴ γὰρ ῥομφαίας ἐμνημόνευσεν, ἀκόλουθον καὶ δεξιᾶς ἐποιήσατο μνήμην. Δεξιὰ δὲ αὐτοῦ τὰ δεξιὰ βουλεύματα, οἷς κεχρημένος τὴν τῆς ἁμαρτίας οὐκ ἐδέξατο προσβολήν.

Τὰ βέλη σου ἠκονημένα, δυνατέ. Βέλη τοὺς ἁγίους ἀποστόλους φησὶν, οἳ καὶ ἐν καρδίᾳ καιρίας δεδώκασι πληγὰς τοῖς ἐχθροῖς τοῦ Βασιλέως τῶν βασιλευόντων. Ταῦτα δὲ τὰ βέλη, πλήξαντα εἰς καρδίαν τοὺς νοητοὺς ἐχθροὺς, ἴσχυσε προσενέγκαι τὴν ὑπ᾽ οὐρανὸν ὑπὸ πόδας Χριστοῦ, καὶ τῆς αὐτοῦ βασιλείας ὑποθεῖναι τοῖς ζυγοῖς. Ἐν ὑπερβατῷ δὲ οἱ στίχοι, ἵνα ὦσιν οὕτως· Τὰ βέλη σου ἠκονημένα, δυνατὲ, ἐν καρδίαις τῶν ἐχθρῶν τοῦ βασιλέως.

Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Οἱ κεκλημένοι διὰ τῶν ἀποστόλων, ὁμολογοῦντες τοῦ Μονογενοῦς τὴν θεότητα, φασίν· Ὁ θρόνος σου, ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἡ εὐθύτης παρὰ τῇ θείᾳ Γραφῇ δικαιοσύνην σημαίνει. Λέγει τοίνυν, ὡς οἱ βασιλευόμενοι παρὰ Χριστοῦ, τὴν τῆς δικαιοσύνης μάθοιεν βαδίζειν ὁδόν.

Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν. Ἐπειδὴ, τὴν τροπὴν παθοῦσα, ἡ ἀνθρώπων φύσις καταλείψασα τὴν δικαιοσύνην ἠγάπησε τὴν ἀνομίαν, ταύτῃ τοι γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, κατορθῶν ἐν ἑαυτῷ τῇ ἀνθρώπων φύσει τὸ ἀγαπᾷν δικαιοσύνην καὶ μισεῖν ἀνομίαν· καὶ ἡ τῆς ἐνανθρωπήσεως αὕτη αἰτία. Διό φησιν· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός. Διὰ τοῦτο δὲ, ποῖον; ἢ ὥστε καὶ τοὺς ἐν μεθέξει σου γενομένους ἀγαλλιᾶσθαι· ἅτε δὴ ὡς ἠλεημένους διὰ τὸ κατωρθῶσθαι αὐτοῖς διὰ σοῦ τὸ ἀγαπᾷν δικαιοσύνην καὶ μισεῖν ἀνομίαν. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. Ἐπὶ τοῦτο ἤλειψέ σε ὁ Θεὸς, ὁ Θεός σου, φησί· τὸ γὰρ ἔχρισεν, ἤλειψεν ἑρμηνεύεται. Συνῆπται δὲ ἡ τούτου ἑρμηνεία ἄνωθεν εἰς τὸ, Ἠγάπησας δικαιοσύνην.

Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου. Ἱμάτια τοῦ Μονογενοῦς νοηθεῖεν ἂν δυνάμεις, μεγαλοπρέπεια, δόξα, κατὰ τό· Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Αὕτη δὴ οὖν ἡ δόξα αὐτοῦ καὶ ἡ μεγαλοπρέπεια εὐώδης γέγονεν ἡμῖν, καὶ ὡς ἐν τάξει θυμιάματος παντὸς κατὰ τὸ ἀλλαχοῦ εἰρημένον· Μύρον ἐκκενωθὲν ὄνομά σου· καὶ τὸ, Εἰς ὀσμὴν εὐωδίας σου δραμοῦμαι. Ἔστιν ἡ στακτὴ σμύρνης εἶδος λεπτότατον· ἐκθλιβέντος γὰρ τοῦ ἀρώματος, ὅσον μὲν γὰρ αὐτοῦ ῥυτὸν εἰς στακτὴν ἀπομερίζεται· τὸ δὲ παχύτερον ἀπομένον σμύρνα προσαγορεύεται. Ἡ δὲ κασία φλοιός τίς ἐστι λεπτότατος καὶ εὐώδης, ξυλώδη κάρφη περιτεινόμενος.

Ἀπὸ βάρεων ἐλεφαντίνων ἐξ ὧν ηὔφρανάν σε. Βάρεις μὲν οἱ πολυτελεῖς καὶ ἐξαίρετοι οἶκοι, ἤτοι οἱ ναοί. Ἐλεφαντίνας δὲ τὰς ἀπεξεσμένας οἱονεὶ καὶ περικαλλεστάτας φησίν. Βασιλέας δὲ ὀνομάζει τοὺς ἁγίους ἀποστόλους, οἳ καὶ συμβασιλεύουσι τῷ Χριστῷ.

Θυγατέρας δὲ αὐτῶν τὰς δι᾽ αὐτῶν εἰς θεογνωσίαν ἀναγεγεννημένας ψυχὰς, αἳ καὶ ναοὺς τὰς ἑαυτῶν καρδίας ἀποτελοῦσι περικαλλεστάτους, εἰς τιμὴν τοῦ Θεοῦ εὐφραινούσας αὐτόν. Ὅμοιον οὖν ὡς εἰ λέγῃ· Εὐφρανθήσῃ, φησὶν, ὦ Δέσποτα, ἀπὸ βάρεων ἐλεφαντίνων ὧν κατεσκεύασαν εἰς σὴν τιμὴν αἱ τῶν βασιλέων θυγατέρες. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ. Βασίλισσα μὲν ἡ Ἐκκλησία, ὡς νύμφη γενομένη τοῦ μεγάλου βασιλέως· ἡ δὲ στάσις ἡ ἐκ δεξιῶν τὴν τιμὴν σημαίνει ἧς ἀπολαύσει ἐν τῷ μέλλοντι αἰῶνι· ἱματισμὸς δὲ αὐτῆς ποικίλος πίστις, ἐλπὶς, ἀγάπη· ἔχει δὲ καὶ ἕτερον ἱμάτιον λαμπρότερον, τὸν Χριστὸν αὐτόν.

Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἄκουσον, θύγατερ, καὶ ἴδε. Καὶ πάλιν ὡς πρὸς τὴν Ἐκκλησίαν ὁ λόγος οὗτος. Καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου. Οὐκ ἂν γάρ τις καθαρὸς τῇ διὰ Χριστοῦ προσέρχεται πίστει, μὴ παντελῆ λήθην τῶν προτέρων ποιησάμενος κακῶν.

Λαὸς δὲ πάλαι τῆς Ἐκκλησίας οἱ εἰδωλολάτραι. Οἶκος δὲ τοῦ πατρὸς αὐτῆς, οἱ σοφοὶ τοῦ αἰῶνος, ἐν οἷς κατοικεῖ ὥσπερ ἐν οἴκοις ὁ Σατανᾶς. Καὶ θυγάτηρ Τύρου ἐν δώροις. Ἀπὸ ἑνὸς ἔθνους, τοῦ Τυρίων φημὶ, τὴν τῶν ἐθνῶν κλῆσιν κατασημαίνει.

Τοὺς Τυρίους δὲ ὠνόμασε, διὰ τὸ μάλιστα αὐτοὺς ἐχθροὺς εἶναι τοῦ εὐσεβοῦς πολιτεύματος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Τοῦτό φησιν εὐαγγελιζόμενος καὶ αὐτοὺς τοὺς βασιλεῖς, καὶ τοὺς ἐν ὑπεροχαῖς ὄντας· Προσκύνησον τὴν Ἐκκλησίαν, ἤτοι τὸν ἑαυτῆς Κύριον.

Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς. Τὸ εὐσεβὲς ἔσωθεν σημαίνει· νοητὸς γὰρ ὁ κόσμος τῆς Ἐκκλησίας· κροσσοὺς δὲ τὰς πολυειδεῖς ἀρετάς. Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς. Ὅμοιον τὸ, Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα. Πάλιν δὲ διὰ τῆς παρθένου τὴν Ἐκκλησίαν σημαίνει· Ἡρμοσάμην γὰρ ὑμᾶς παρθένον ἁγνὴν παραστῆσαι τῷ Θεῷ.

Αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Τῆς γὰρ παρθενίας πλησίον ἡ ἐγκράτεια. Ὅσαι τοίνυν ἐγκρατεύονται ψυχαὶ δηλονότι ἀπὸ πράξεων πονηρῶν, καὶ αὐταὶ συναπαχθήσονται. Συμβαίνει δὲ τὰς ἀπαγομένας εὐφροσύνην καὶ ἀγαλλίασιν αἰώνιον εὑρεῖν.

Ἀχθήσονται εἰς ναὸν βασιλέως. Τὸν ἐπουράνιόν φησιν. Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν υἱοί σου. Ἐπειδὴ εἶπεν αὐτῇ, Ἐπιλάθου τοῦ πατρός σου, φησὶν, ἀντὶ τῶν πάλαι πατέρων σου, τουτέστιν ἀντὶ τῶν διδασκάλων, ἔσονταί σοι υἱοί. Υἱοὺς δὲ τοὺς ἁγίους ἀποστόλους φησὶ, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου· Οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; Ἢ καὶ τούτους τῶν Ἐκκλησιῶν ἡγουμένους, οἳ γεγόνασι μὲν τῆς Ἐκκλησίας υἱοὶ, κατεστάθησαν δὲ ἄρχοντες ἐπὶ πᾶσαν τὴν γῆν παρὰ τοῦ Κυρίου Ἰησοῦ, κατὰ τὸ εἰρημένον· Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη. Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν· μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Διὰ τῶν θείων συγγραμμάτων δηλονότι· ἐν ταῖς ἱεραῖς συλλαβαῖς μνημονεύεται τὸ τοῦ Θεοῦ ὄνομα.

Διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα. Διὰ τὸ κήρυγμα· ὡς πρὸς τὸν Χριστὸν δὲ ὁ λόγος. Διὰ τὸ μνημονεύειν αὐτοὺς διὰ τῶν Γραφῶν τῶν θαυμασίων τοῦ Θεοῦ ὧν ἐποίησεν ἀπὸ γενεῶν ἀρχαίων, καὶ διδάσκειν τὰς ἐρχομένας γενεάς.

Εἰς τέλος ὑπὲρ τῶν υἱῶν Κορὲ ὑπὲρ τῶν κρυφίων. ΨΑΛΜΟΣ ΜΕʹ. Ὑπόθεσις. Τὴν τῶν ἐθνῶν κλῆσιν ὁ παρὼν κατασημαίνει ψαλμὸς, καὶ τῶν νοητῶν ἐχθρῶν ἐκβολὴν, καὶ τὴν κάθειρξιν αὐτῶν τὴν ἐν τῇ ἀβύσσῳ. Ἐπειδὴ δὲ ταῦτα ὥσπερ διὰ παραβολῶν εἴρηται, εἰκότως ὑπὲρ κρυφίων ἐπιγέγραπται ὁ ψαλμός. ᾌδουσι δὲ αὐτὸν οἱ πιστεύσαντες εἰς Χριστὸν, καὶ πρό γε πάντων οἱ ἀπόστολοι αὐτοῦ.

Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις. Ταῦτά φησι διὰ τοὺς ἐπαναστάντας αὐτοῖς παρὰ τῶν νοητῶν τε καὶ αἰσθητῶν ἐχθρῶν διωγμούς. Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν. Διὰ τὸ ἔχειν σε, φησὶν, βοηθὸν, πάσης ταραχῆς ἐπανισταμένης ἡμῖν καταφρονήσομεν. Ἐταράττετο γὰρ ἡ πᾶσα γῆ, ἀρχομένου τοῦ κηρύγματος, τῶν μενόντων ἐν ἀπιστίᾳ ἐπανισταμένων τοῖς πιστεύουσι τῷ κηρύγματι.

Καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. Καρδίας θαλασσῶν τὰς ἀβύσσους φησίν· ὄρη δὲ τὰς ἀντινειμένας δυνάμεις. Ὡς μέλλοντες οὖν εἰς τὴν ἄβυσσον ἐκβάλλεσθαι οἱ δαίμονες, διήγειρον τὸν κατ᾽ αὐτῶν πόλεμον. Ἀλλ᾽ οὐ φοβηθησόμεθα τοὺς τοιούτους, φασίν. [Βοηθὸς ἐν θλίψεσι. Διὰ τὸ ἔχειν σε, φησὶ, βοηθὸν, πάσης ταραχῆς ἐπανισταμένης ἡμῖν καταφρονήσομεν.

Ἢ ὄρη τοὺς δαίμονάς φησι, τοὺς πάλαι ὑψηλοὺς καὶ περιφανεῖς, καὶ ὄρεσι διὰ τοῦτο ὁμοιουμένους.] Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν. Ὕδατα ἐν τούτοις τὰ πλήθη φησὶν, ἃ καὶ συνετάραξε τὸ ξένον τοῦ κηρύγματος. Ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. Ἡ ἰσχὺς, φησὶ, τοῦ κηρυττομένου κατέσεισε τοὺς ἀκαθάρτους δαίμονας τοὺς πάλαι ὑψηλοὺς καὶ περιφανεῖς, καὶ ὄρεσι διὰ τοῦτο ὡμοιομένους.

Τοῦ ποταμοῦ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Ποταμὸν τὸν εὐαγγελικὸν λόγον φησὶν, ὃς καὶ εὐφραίνει τὴν Ἐκκλησίαν. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ἅγιος γάρ ἐστιν ἐν ἁγίοις ἀναπαυόμενος, κατασκηνῶν ἐν ἁγίοις· ἥτις ἐστὶν ἡ Ἐκκλησία.

Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται, τῆς Ἐκκλησίας δηλονότι. Βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωΐ. Τὸ νεῦσαι πρωῒ περὶ τὸν ὄρθρον. Τὸ γὰρ, βοηθήσει αὐτῇ, καὶ ἐνταῦθα τὸ πρόσωπον τῆς Ἐκκλησίας νοηθεῖεν ἂν οἱ ἅγιοι ἀπόστολοι, καὶ οἱ κατὰ διαδοχὴν ἡγούμενοι αὐτῆς, οὓς καὶ νευροῖ συντόνως πρὸς τὸ δύνασθαι ἀντιλαμβάνεσθαι τοῦ κηρύγματος.

Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι. Ἐπολέμησαν μὲν, φησὶν, κατὰ τῆς Ἐκκλησίας τὰ ἔθνη· ἀλλ᾽ ὅμως ἔκλιναν αὐτῶν οἱ βασιλεῖς, τουτέστιν ἥττηνται καὶ πεφεύγασιν· ἀλλ᾽ ὕστερον ἔκαμψαν καὶ αὐτοὶ τῷ Χριστῷ αὐχένα. Λέγει γὰρ, ὅτι ταχὺ οἰκοδομηθήσῃ ὑφ᾽ ὧν καθῃρέθης. Ὕψωσαν γὰρ τὴν Ἐκκλησίαν, παγκάλως δῶρα προσφέροντες. Ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος, καὶ ἐσαλεύθη ἡ γῆ. Ὁ Χριστὸς ἐπὶ σταυροῦ. Φωνὴν αὐτοῦ τὸν εὐαγγελικὸν λόγον φησίν. Ἐὰν γὰρ ἀκούσῃ φωνὴν Κυρίου ψυχὴ λογικὴ, σαλεύεται μεταβαίνουσα ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν Θεοῦ.

Κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Τὴν νίκην τὴν γενομένην κατὰ τῶν νοητῶν ἐχθρῶν αὐτῷ τῷ Κυρίῳ ἀνατίθησιν. Εὐκαίρως δὲ τοῦ Ἰακὼβ ἡ μνήμη διὰ τὴν πάλην τὴν γενομένην πρὸς αὐτόν.

Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς. Τὴν γενομένην διὰ τοῦ κηρύγματος εἰρήνην κατασημαίνει, διὰ τοῦ πάντα πόλεμον λέγειν πεπαῦσθαι ἀπὸ τῆς γῆς. Τέρατα δὲ τοὺς ἀφανισμοὺς, ἤτοι τὰς καταργήσεις, φησίν· κατήργησε γὰρ πάντα πόλεμον.

Τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Τόξον νῦν, καὶ τὸ ὅπλον, καὶ ὁ θυρεὸς κατάστασιν χειρίστην σημαίνει, καὶ λογισμοὺς πονηρούς. Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Εἰ μὴ γάρ τις πάσης κοσμικῆς φροντίδος γένηται ἐκτὸς, οὐ δύναται γνῶναι τὸν Θεόν. Σχολῆς γὰρ χρεία πρὸς τὸ γνῶναι τὸν Θεόν. Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Τὴν ἐπικράτησιν τοῦ κηρύγματος τὴν κατὰ τῶν ἐθνῶν αὐτοῖς ἐπαγγέλλεται.

Κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Τὴν εὐχαριστίαν ἀναδιπλασιάζουσιν οἱ εἰς Χριστὸν πιστεύσαντες.

Εἰς τέλος ὑπὲρ τῶν υἱῶν Κορέ. ΨΑΛΜΟΣ Μϛʹ. Ὑπόθεσις. ᾌδεται ὁ ψαλμὸς ἐκ προσώπου τῶν ἁγίων ἀποστόλων παραινούντων τοῖς ἔθνεσιν ἀνασκιρτᾷν διὰ πράξεων ἀγαθῶν ἐπὶ τῇ γενομένῃ νίκῃ κατὰ τῶν ἀλιτηρίων δαιμόνων.

Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας. Ἀντὶ τοῦ, Πράξεις ἀγαθὰς ἐπιτηδεύσατε. Ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Ἐπινίκιος ᾠδή ἐστιν ὁ ψαλμός. Ὡς οὖν πεπτωκότων τῶν ἀντικειμένων δυνάμεων, ᾄδειν τὰ ἔθνη παρακελεύεται.

Ὅτι Κύριος Ὕψιστος φοβερός. Ὕψιστος μὲν διὰ τὴν Ἐκκλησίαν γενόμενος, φοβερὸς δὲ κατὰ τῶν ἐχθρῶν. Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Οὐκ ἔτι, φησὶν, οἱ πονηροὶ τῶν ἐπὶ γῆς ἄρχουσιν. Δέδωκε γὰρ αὐτοῖς πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ αὐτὰ τὰ ἔθνη τῶν πονηρῶν δαιμόνων ὑπέταξεν αὐτῶν τοῖς ποσίν.

Ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Χαίρουσιν ἐπὶ τοῖς δεδομένοις αὐτοῖς παρὰ τοῦ Κυρίου κλήροις. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτῷ. Καὶ τίς ἂν εἴη ἡ κληρονομία Κυρίου ἢ περὶ ἧς λέλεκται παρὰ τοῦ Πατρὸς, Αἴτησαι ἀπ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου; Τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν. Τὴν καλλονὴν Ἰακώβ φησι τὴν προφητείαν τὴν περὶ τῶν ἐθνῶν, περὶ ἧς εἶπεν· Καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν· Αὕτη δὲ καὶ ἠγαπημένη ἐστίν. Καὶ τίνι ἠγαπημένη ἢ τῷ τὴν ψυχὴν αὑτοῦ τεθεικότι ὑπὲρ αὐτῆς; Ταύτην οὖν τὴν ἠγαπημένην, φησὶν, ἐξελέξατο.

Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. Ἡ εἰς οὐρανοὺς ἄνοδος διὰ τούτων τοῦ Κυρίου σημαίνεται. Κύριος ἐν φωνῇ σάλπιγγος. Τὰς αἰνέσεις τῶν συναναβαινόντων αὐτῷ σάλπιγγος ὠνόμασε φωνήν. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ Βασιλεῖ ἡμῶν, ψάλατε. Ἐπειδὴ οἱ ἄγγελοι, φησὶ, τὸν ἀναβαίνοντα ὑμνοῦσι, καὶ ὑμεῖς, ὦ ἔθνη, τὴν αὐτὴν ἀποσώζοντες λειτουργίαν, ψάλατε τῷ βασιλεύσαντι Θεῷ τῆς γῆς· τῶν γὰρ κατὰ Θεὸν εὐθυμούντων ἐστὶ τὸ ψάλλειν.

Εὐθυμεῖ, φησὶν, ἐν ὑμῖν τις; ψαλλέτω. [Ψάλλετε συνετῶς. Μὴ διὰ κιθαρῶν, ὡς οἱ πρώην· τοῦτο γὰρ τὸ, συνετῶς.] Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη. Παρεδέξαντο γὰρ τὴν εἰς αὐτὸν πίστιν. Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. Τὴν μέλλουσαν αὐτοῦ ἄφιξιν σημαίνει, δι᾽ ἧς καθίσει κρῖναι τὴν οἰκουμένην.

Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ. Ὅμοιον τὸ, Καθήσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. Ἐν τῇ γῇ, φησὶ, τῶν πραέων τῇ ἀποδοθησομένῃ τοῖς ἁγίοις οἱ κραταιοὶ τοῦ Θεοῦ ὑπερυψώθησαν, καὶ ὑπερεδοξάσθησαν, ὡς ἐδιδάχθημεν, ἐκ τοῦ φήσαντος λόγου· Καθήσεσθε ἐπὶ θρόνων δώδεκα.

ΨΑΛΜΟΣ ᾠδῆς τοῖς υἱοῖς Κορὲ δευτέρα Σαββάτου. ΜΖʹ. Ὑπόθεσις. Καὶ οὗτος ᾄδεται ὁ ψαλμὸς ἀπὸ προσώπου τῶν ἁγίων ἀποστόλων, διηγουμένων τοὺς διὰ τὸ κήρυγμα διωγμοὺς, καὶ τὰς νίκας τὰς ἐπὶ τούτων γινομένας.

Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. Οὐκ ἔτι, φησὶν, ἐπὶ τὴν Ἰουδαίαν μόνην, ἀλλὰ καὶ ἐπὶ τὸ ὄρος τὸ ἡγιασμένον. Ὄρος δὲ ἐνταῦθα τὴν Ἐκκλησίαν φησὶ, διὰ τὸ ὑψηλὸν τῶν περὶ Θεοῦ δογμάτων.

Εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς. Ἐξέτεινε, φησὶ, τὸ ἀγαλλίαμα ἐπὶ πάσης τῆς γῆς· εἰς πᾶσαν γὰρ τὴν γῆν τὸ ἀγαλλίαμα τῆς αὐτοῦ θεοφανείας καὶ τὴν χάριν ἐπλάτυνεν. Ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ. Ἡ μὲν Ἱερουσαλὴμ ἐν τῷ νότῳ κεῖται, τὰ δὲ ἔθνη ἐν τῷ βοῤῥᾷ. Ἐπειδὴ δὲ μέγα ἐφρόνουν οἱ Ἰουδαῖοι ὡς μόνοι τὴν Σιὼν οἰκοῦντες, δείκνυσιν ὁ λόγος, ὅτι Σιών ἐστι τὰ ἔθνη τὰ παραδεξάμενα τὸν εὐαγγελικὸν λόγον. Τὸ γὰρ ἑδραίωμα τῆς Σιὼν τὸ κλίμα ἐστὶ τοῦ βοῤῥᾶ, ὅπερ κλίμα τοῦ διὰ τῶν πλευρῶν δηλοῦται βοῤῥᾶ· ἀντὶ γὰρ τοῦ εἰπεῖν τὸ κλίμα τοῦ βοῤῥᾶ, τὰ πλευρὰ εἴρηκεν. Πρότερον μὲν ἦν ὁ Παῦλος πλευρὰ τοῦ βοῤῥᾶ, ἐφ᾽ οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς· νῦν δὲ γέγονεν ὄρη Σιὼν, ἔχων ἐν ἑαυτῷ τὸν λαλοῦντα Χριστὸν, τὸν ἐλθόντα ἐκ Σιὼν καὶ ἀποστρέψαντα ἀσέβειαν ἀπὸ Ἰακώβ. Ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Ταῦτα, φησὶ, τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἤτοι τὰ ἔθνη, ἡ πόλις κληθεῖεν ἂν, ἐν οἷς γινώσκεται ὁ Θεὸς ἀντιλαμβανόμενος καὶ σώζων αὐτοὺς ἐκ τῶν πειρασμῶν.

Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. Αἱ βάρεις οἱ μεγάλοι καὶ ἐξαίρετοι τῆς τοῦ Θεοῦ πόλεως οἱ ἐν αὐτῇ ὑπερέχοντες εἶεν ἄν. Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν. Ὁ πόλεμος ὁ κατὰ τῶν ἀποστόλων διὰ τὸ κήρυγμα γενόμενος ὑπὸ τῶν αἰσθητῶν βασιλέων τῶν ἐθνῶν, καὶ μὴν καὶ τῶν ἀοράτων δαιμόνων τῶν πάλαι βασιλευόντων, διελύθη καὶ ἠφανίσθη. Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν. Κατεπλάγησαν, φησὶ, καὶ ἐξέστησαν τὴν γενομένην βοήθειαν παρὰ τοῦ Θεοῦ τοῖς ἁγίοις θεωροῦντες. Ἐταράχθησαν, ἐσαλεύθησαν, τρόμος ἐπελάβετο αὐτούς. Ἡ γὰρ ὑπερβολὴ τῆς ἰσχύος τοῦ σώζοντος, τὸ θαῦμα αὐτοῖς καὶ τὴν κατάπληξιν εἴργασται.

Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς. Πλοίοις Θαρσεῖς, οἱονεὶ πολυτίμοις καὶ πολυφόρτοις, τοὺς βασιλεῖς παρεικάζει. Πνεῦμα δὲ βίαιον, δι᾽ οὗ αὐτοὺς συνέτριψε, νοήσεις τινὰς δυνάμεις δι᾽ ὧν τοὺς ἐχθροὺς τῶν ἀποστόλων κατεπολέμησεν Καθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν. Ἣν ἐπηγγείλω, φησὶν, ὦ Δέσποτα, σωτηρίαν ἡμῖν, ταύτην δι᾽ ἔργων τεθεάμεθα. Ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. Ὅπου τὴν ἐπαγγελίαν εἶδον πληρωθεῖσαν σημαίνει. Ποῦ δὲ ἢ ἐν τῇ Ἐκκλησίᾳ, ἥτις ἐστὶ πόλις τοῦ Θεοῦ; Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς αἰῶνα. Ὅμοιον τῷ εἰρημένῳ παρὰ τοῦ Κυρίου Ἐγὼ ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν.

Ὑπελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ ναοῦ σου. Ἀντὶ τοῦ, τεθεάμεθα, προσεδοκήσαμεν, φησὶν, εἰς ἅπασαν τὴν γῆν τὸ ὄνομα τοῦ Θεοῦ δοξασθησόμενον, ἐκ τοῦ ἐλέου τεκμαιρόμενοι μὴ περιοψομένους τοὺς ἀνθρώπους ἐκτὸς τοῦ Ἰσραὴλ, ἀλλὰ καὶ ἐγκαθιδρυμένοι τόπῳ τε καὶ ναῷ, τὸν παγκόσμιον ἠλπίσαμεν ἔλεον, εἰδότες τὸ ὄνομά σου καθολικὸν καὶ ἐπὶ πᾶσιν ὄν.

Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτως καὶ ἡ αἴνεσίς σου. Τοῦτό φησι, διότι πᾶσιν ἁπλῶς καὶ ἀπροσωπολήπτως δέδωκε τὴν χάριν, κατὰ τὸ εἰρημένον· Ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος. Εὐφρανθήτω ὄρος Σιών. Ὄρος Σιὼν, ἡ Ἐκκλησία δηλονότι. Καὶ ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ἰουδαίας. Θυγατέρας τῆς Ἰουδαίας τὰς τῶν ἁγίων ἀποστόλων εἶναί φησι ψυχάς· ἦσαν γὰρ ἐξ Ἰουδαίων. Ἕνεκεν τῶν κριμάτων σου, Κύριε.

Κρίνας τὴν κρίσιν τῶν ἐθνῶν, ἐξήλασας τὸν κατ᾽ αὐτῶν πόλεμον τῶν δαιμόνων. Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτήν. Ταῦτα τὸ Πνεῦμα τὸ ἅγιον τοῖς ἀποστόλοις παρακελεύεται, οἱονεὶ τεῖχος αὐτοὺς γενέσθαι τῆς Σιὼν, τουτέστιν τοῦ θεοσεβοῦς πολιτεύματος. Διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. Καὶ τίνες ἂν εἶεν οἱ πύργοι τῆς Ἐκκλησίας ἢ οἱ κατὰ καιρὸν αὐτῆς ἡγούμενοι καὶ οἱ δίκαιοι, οἷς καὶ διηγοῦνται τὰ μεγαλεῖα τοῦ Θεοῦ οἱ ἀπόστολοι; [Ταῖς τὴν Ἐκκλησίαν καὶ τὸ θεοσεβὲς πολίτευμα φρουρούσαις θείαις δυνάμεσιν, ἀγγέλοις τε ἁγίοις προσφωνεῖ τὸ Πνεῦμα τὸ ἅγιον λέγον· Κυκλώσατε τοὺς πύργους. Τὰ γὰρ κρείττονα τῆς πόλεως ὡς ἀναγκαιότερα πρὸς παραφυλακὴν ἀριθμῷ παραδέδοται τοῖς φρουροῖς.] Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς.

Δύναμις πάλιν τῆς Ἐκκλησίας οἱ ὑποστηρίζοντες αὐτὴν λόγοι, οὓς καὶ ἐξ ὅλης καρδίας κελεύει τοὺς ἁγίους ἀποστόλους νουθετεῖν. Καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς. Ἕκαστος, φησὶ, μέρους βασιλευέτω τῶν ἐθνῶν. Διείλαντο γὰρ, φησὶ, τὴν οἰκουμένην οἱ δώδεκα. Ὅπως διηγήσησθε εἰς γενεὰν ἑτέραν. Οἱ γὰρ ἀπόστολοι καὶ ταῖς μετ᾽ αὐτοὺς διηγοῦνται γενεαῖς, δι᾽ ὧν καταλελοίπασι συγγραμμάτων περὶ Χριστοῦ.

Ὅτι οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα. Τῆς διανεμήσεως τὴν αἰτίαν φησί. Τούτου χάριν διδάξατε καὶ διέλεσθε, ἵνα καὶ ταῖς ὕστερον γενησομέναις γενεαῖς ἀκουστὸν γένηται, ὅτι οὗτος ὁ δικαίως ποιμάνας λαὸν (λέγει δὲ Κύριον) οὗτός ἐστιν ὁ καὶ εἰς τοὺς μέλλοντας καὶ ἀτελευτήτους αἰῶνας μέλλων ποιμαίνειν.

Εἰς τέλος τοῖς υἱοῖς Κορέ. ΨΑΛΜΟΣ ΜΗʹ Ὑπόθεσις. Διὰ τοῦ παρόντος ψαλμοῦ τὰ περὶ τοῦ θείου δικαστηρίου τοῖς πᾶσιν ἀνθρώποις κηρύττεται, καὶ ἡ ἡμέρα ἐκείνη, καθ᾽ ἣν ἄξει ὁ Θεὸς πᾶν τὸ ποίημα εἰς κρίσιν. Ἔχοιεν δ᾽ ἂν οἱ υἱοὶ Κορὲ τῶν ἀποστόλων τὸ πρόσωπον, τῶν μυσταγωγησάντων τὴν ὑπ᾽ οὐρανόν.

Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ὥσπερ ἐπὶ σωτηρίᾳ πᾶν γένος ἀνθρώπων παρακαλεῖ, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ διδασκαλίαν τῆς θείας κρίσεως ὁμοῦ πάντας ὁ λόγος ἀνακαλεῖται.

Οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων. Γηγενεῖς μὲν τοὺς βαρυτέρους τῶν ἀνθρώπων καλεῖ τοὺς βαρβάρους, καὶ ἐν ἐρημίαις οἰκοῦντας, καὶ μὴ νομίμως πολιτευομένους· υἱοὺς δὲ ἀνθρώπων τοὺς ἡμερωτέραν πολιτείαν μετερχομένους, καὶ νόμοις διοικουμένους.

Τὸ στόμα μου λαλήσει σοφίαν. Ὥσπερ εἰς τάγματα πλεῖστα τοὺς ἀκροατὰς διεῖλεν, οὕτως καὶ τὴν αὐτοῦ διδασκαλίαν εἰς τρόπους ἀφορίζει διαφόρους. Ὁ χορὸς δέ ἐστιν ὁ ἀποστολικὸς ὁ ταῦτα φθεγγόμενος, καὶ ἐπὶ στόματος φέρων τὸν Χριστὸν, ὅς ἐστιν ἡ σοφία τοῦ Πατρός. Ἅτε δὴ οὖν τὸν Χριστὸν ἐπὶ στόματος φέροντες, καὶ τοῦτον εἰς νοῦν ἀεὶ ἐκμελετῶντες, σύνεσιν εἶχον. Οὕτω δὲ αὐτῶν ἠκόνητο πρὸς σύνεσιν ὁ νοῦς, ὡς καὶ τὰς παραβολὰς τοῦ Σωτῆρος τὰς ἐν τοῖς Εὐαγγελίοις φερομένας συνιέναι. Διὸ λέγοντος αὐτοῖς τοῦ Χριστοῦ· Συνήκατε ταῦτα πάντα; ἔλεγον αὐτῷ· Ναί.

Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου. Ἐγὼ μὲν, φησὶν, ἀκονήσας τὸν ἐμαυτοῦ νοῦν εἰς σύνεσιν τῶν σωτηρίων παραβολῶν, δεδύνημαι ἐπακολουθῆσαι τῇ φερομένῃ αὐτοῖς διανοίᾳ· τοῖς δὲ μὴ τοῦτο πράττειν δυναμένοις διὰ νηπιότητα ἀνοίξω τὰ κεκλεισμένα, καὶ διασαφήσω τὰ προβλήματα καὶ τὰς παραβολάς. Καὶ ταῦτα πράξω διὰ τοῦ ἐμαυτοῦ ψαλτηρίου, τοῦ σώματος δηλαδὴ, ὀργάνου δίκην ἐπηχοῦντος, δι᾽ οὗ πρὸς ὕμνον τρέπεται ἡ ψυχὴ, δι᾽ ἑκάστου αἰσθητηρίου καὶ μέλους καὶ μέρους ἐπιστημόνως κινουμένη.

Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; Ἐντεῦθεν ἄρχεται, τῆς διδασκαλίας τὰ πρῶτα ὡς ἐν προοιμίοις διαλαλήσας. Ἄρχεται δὲ κατ᾽ ἐρώτησιν, ἵνα καὶ ἀπόκρισιν λάβοι. Ἡ δὲ ἐρώτησίς ἐστιν αὕτη· Ἵνα τί φοβοῦμαι; μέχρι γὰρ τοῦ φοβοῦμαι δεῖ στίξαι, ἵνα ᾖ ἡ διάνοια αὕτη Εἴ τις ἐρωτᾷ, φησὶν, Ἵνα τί φοβοῦμαι; τὴν αἰτίαν θέλων γνῶναι παρ᾽ ἐμοῦ τῆς συνεχούσης με ἀγωνίας, ἀκουέτω μετὰ παῤῥησίας, ὡς ἔστιν ἡμέρα πονηρὰ, ἣν αὐτὸς φρίττων φοβοῦμαι.

Φρίττω δὲ, ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με, τουτέστιν ἡ παρεκτροπὴ τῆς θείας ὁδοῦ, ἣν πεποίημαι κατὰ τὸν βίον, περισπασμῷ καὶ ἀπάτῃ τὸν θεῖον παραβὰς νόμον. Αὕτη οὖν ἡ ἀσέβεια κυκλώσει με, φησίν· ἀντὶ τοῦ, Περιστήσεταί με τὰ ἔργα τὰ πονηρὰ ἃ πέπραχα, κυκλοῦντά με πανταχοῦ καὶ πολιορκοῦντα, καὶ μὴ ἐῶντά με τὴν κόλασιν ἐκφυγεῖν. Πονηρὰν τὴν τῆς κρίσεως ἡμέραν φησὶν, ἅτε δὴ πονηρὰν τοῖς κολαζομένοις ὑπάρχουσαν. Ὁ δὲ Ἀπόστολος καὶ ἡμέραν τῆς ὀργῆς αὐτὴν ἐκάλεσεν, εἰρηκώς· Θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς.

Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν. Ἀπὸ κοινοῦ τὸ, Ἀκούσατε ταῦτα οἱ ἐπὶ πλούτῳ καὶ τῇ δυνάμει θαῤῥοῦντες. Τίνα δέ ἐστιν ἃ ὀφείλουσιν ἀκούειν ἢ ἐκεῖνα, ὡς οὐδὲ αὐτοὺς κατ᾽ ἐκείνην τὴν ἡμέραν ὁ πλοῦτος ὀνήσει; Οὐδὲν γὰρ λυτρώσεται αὐτοὺς τῆς ἐπαχθησομένης αὐτοῖς διὰ τῆς ἁμαρτίας ὀργῆς· ὥσπερ οὖν οὐδὲ ἀδελφὸς, φέρε εἰπεῖν, θεοφιλὴς, οὔτε ἄλλος τις ἀνθρώπων ἰσχύει λυτρώσασθαι ἐν τῇ τότε ἡμέρᾳ τινά· καὶ εἰ ὁ ἀδελφὸς οὐκ ἰσχύει, καὶ ταῦτα θεοφιλὴς, πολλῷ πλέον οὐκ ἰσχύσει ὁ πλοῦτος. [Ὁ ἀδελφὸς οὐ λυτροῦται· ἀδελφὸν θεοφιλῆ λέγει καὶ τίμιον.] Καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ.

Διδάξας, ὡς οὐδὲν ὁ πλοῦτος ἐν ἡμέρᾳ κρίσεως ὠφελεῖ, διδάσκει καὶ τὸ ὠφελοῦν. Τί δὲ τοῦτο ἢ τὸ ἔγκοπον καὶ ἐπίπονον βίον κτήσασθαι; Οὗτοι γὰρ καὶ τῆς ἐπηγγελμένης ζωῆς κατὰ τὸν μέλλοντα αἰῶνα ἀξιωθήσονται. Ὁ κοπιῶν διὰ τῆς πρακτικῆς ζήσεται εἰς τέλος διὰ τῆς γνώσεως, καὶ παύσεται εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς νῖκος. Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς τέλος.

Οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας. Εἰς τοσοῦτον γὰρ μακρὰν ἔσονται τῶν ἀσεβῶν, ὡς μηδὲ πλησιάζειν αὐτῶν τῇ ἀπωλείᾳ. Τίνες δὲ ἀποθνήσκοντες σοφοὶ ἢ περὶ ὧν λέλεκται· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω; Παιδεύει γὰρ διὰ πάντων ἡ παροῦσα Γραφὴ, ὡς κατὰ τὴν ἡμέραν τῆς κρίσεως οὔτε πλούσιος ἑαυτὸν ῥύεται, οὔτε ὁ νενομισμένος σοφός. Μόνος δὲ ἐκεῖνος τεύξεται τῆς αἰωνίου ζωῆς ὁ ἐν τῷ παρόντι βίῳ κατατήξας. Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται. Ὁμοῦ σοφοὶ, φησὶ, καὶ ἄφρονες ἀπωλείᾳ παραδοθήσονται· οὐ διενηνόχασιν γὰρ ἀλλήλων οὐδὲν, ὁμοίως εἰδωλολατροῦντες.

Καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν. Οὐ γὰρ ἠθέλησαν αὐτὸν οἰκεῖον ποιήσασθαι διὰ τῆς εἰς τοὺς δεομένους εὐεργεσίας. Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα. Διὰ τῶν τάφων τὴν νεκρότητα σημαίνει ἣν ἐνέδυσαν τὴν ψυχὴν αὐτῶν, οὐδὲν ὀρθὸν οὐδὲ εὐθὲς φρονήσαντες περὶ Θεοῦ. Σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Αἱ σκηναὶ, φησὶν, ἐν αἷς ζῶντες ᾤκουν ἀφ᾽ ἑτέρων εἰς ἑτέρους ἥξουσι κατὰ γενεάς· τοῦτο γὰρ καὶ ἀνωτέρω εἴρηκεν, ὅτι καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν. Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν. Δέον, φησὶ, διὰ πίστεως καὶ πολιτείας λαμπρᾶς παρασκευάσαι γραφῆναι αὐτῶν τὰ ὀνόματα ἐν τοῖς οὐρανοῖς· οἱ δὲ ἐπὶ τῆς γῆς αὐτὰ ἐπεκαλέσαντο ἐπωνύμους αὐτοῖς κτίζοντες πόλεις.

Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε. Τὸ αἴτιον τοῦ ἐκπεσεῖν αὐτοὺς εἰς τὸ μέγα φρονεῖν τὰ σαρκὸς ἐπιθυμήματα λέγει. Τοῦτο δέ ἐστι τὸ μὴ συνιέναι τὴν τιμὴν αὐτῶν, ὅτι δὴ κατ᾽ εἰκόνα πεποίηνται Θεοῦ. Ὁμοίως δὲ τοῖς κτήνεσι τοῖς ἀνοήτοις γῆν οἰκεῖν ἀντὶ τῶν οὐρανίων σκηνῶν κατηλλάξαντο, καὶ τάφους ἀντὶ τῆς παρὰ Θεοῦ ζωῆς.

Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς. Ὁδὸν ἡ θεία Γραφὴ τὸν ἑκάστου βίον οἶδε καλεῖν, καὶ τὸν ἑκάστου τῆς ζωῆς χρόνον. Ταύτην οὖν, φησὶ, τὴν ὁδὸν τραχεῖαν καὶ ἐχθρὰν κατεσκεύασεν αὐτοῖς, ἅτε μηδὲν εὐθὲς πεφρονηκότες. Ἀλλ᾽ ὅτε μὲν προσέκοπτον ἐν αὐτῇ, οὐκ ᾐσθάνοντο τῶν σκανδάλων. Μετὰ δὲ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν, ἀντὶ τοῦ, Ὁμολογήσουσι μετανοήσαντες ἐφ᾽ οἷς τοιαύτην ὥδευσαν τρίβον, ὅτε οὐχ ἕξουσι τῆς μετανοίας καιρόν.

Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο. Ἐπειδὴ οὐκ ἠθέλησαν ὑπὸ τὸν ἀγαθὸν εἶναι ποιμένα, ἀλλὰ τὴν ἑαυτῶν τιμὴν ἀπωσάμενοι, παραπλησίως τοῖς κτήνεσι τὰ σώματα διεφθάρησαν· ταύτῃ τοι καὶ θρέμματα γεγόνασιν ᾅδου, ὡς λοιπὸν αὐτὸν ποιμαίνοντα αὐτοὺς εἰς τὰς αὐτοῦ νομὰς ἀπάξειν, τοὺς μὲν εἰς τὸ πῦρ τὸ αἰώνιον, τοὺς δὲ ὅπου ὁ κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων, τοὺς δὲ εἰς τὸ σκότος τὸ ἐξώτερον.

Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ. Οὐκέτι ὥσπερ ἐν τῷ παρόντι βίῳ ὄντες, κατεξανίστανται τῶν εὐσεβῶν· τοὐναντίον δὲ οἱ τοῦ καιροῦ τῆς πρωΐας ἀξιωθέντες καὶ τοῦ νέου φωτὸς τῶν ἀσεβῶν κατακυριεύσουσι. Καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ. Πᾶσα, φησὶν, ἡ βοήθεια αὐτῶν, ἤτοι ἡ ἰσχὺς ἣν ἔσχον ἐκ τῆς δόξης, τῷ θανάτῳ διαλυθήσεται. Τὸ γὰρ, παλαιωθήσεται, ἀντὶ τοῦ, διαλυθήσεται, τέθειται.

Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. Ἐμοῦ, φησὶ, τοῦ ταῦτα λέγοντος λυτρώσεται ὁ Θεὸς τὴν ψυχὴν, πρὸς τὸ μὴ συναπαχθῆναι αὐτὴν, καὶ ἐρημωθῆναι μετὰ τῶν τοῦ ᾅδου προβάτων.

Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Μαθὼν, φησὶν, οἷον ἔσται τῶν ἀσεβῶν τὸ τέλος, μὴ μακαρίσῃς τοὺς ἐν τῷ βίῳ πλουτοῦντας, μηδὲ φοβηθῇς ὡς πάσης ἀποκεκλεισμένος ἐλπίδος, μὴ ἀθυμῇς δὲ ὡς μεγάλων ἀγαθῶν τῶν παρόντων ἐστερημένος. Εὖ ἴσθι, ὅτι σὲ μὲν περιμένει ἡ ἐκ θανάτου λύτρωσις καὶ ἡ αἰώνιος ζωή· ὁ δὲ παρὰ τοῖς πολλοῖς εὐδαιμονιζόμενος διὰ πλοῦτον καὶ δόξαν, καὶ διὰ τὴν ψευδώνυμον σοφίαν, οὐδὲν πλέον ἕξει· γυμνὸς γὰρ πάντων ἀπαχθήσεται τῶν τοῦ βίου.

Ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Τοῦτο, φησὶ, μόνον ἔδοξαν κερδαίνειν οἱ ἄθεοι ἀπὸ τοῦ πλούτου, τὸ εὐλογηθῆναι τὴν ψυχὴν αὐτῶν ἐν τῇ θνητῇ καὶ προσκαίρῳ ζωῇ. Ἐκείνων ἐπαινούντων αὐτοὺς καὶ εὐδαιμονιζόντων ἐφ᾽ οἷς ἔδοξαν ἔχειν ἀγαθοῖς. Οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ.

Ἐπειδὴ πάντα πρόσκαιρα, φησὶ, τότε χάριν ἀποδώσει σοι τῷ δημιουργῷ ὁ τοιοῦτος, ὅταν πληθύνῃς τὰ ὄντα αὐτῷ. Εἱσελεύσεται ἕως γενεὰς πατέρων αὐτοῦ. Μιμήσεται, φησὶ, τῶν πατέρων τὸν ζῆλον, καὶ ἐκ πονηρῶν ὢν τὴν πονηρίαν διαδέξεται. Ἕως αἰῶνος οὐκ ὄψεται φῶς. Οἱ γὰρ τοιαῦτα φρονοῦντες τυφλοὶ ταῖς ψυχαῖς γεγόνασι, μήτε ἐν τῷ θνητῷ βίῳ τῷ φωτὶ τῆς γνώσεως φωτισθέντες, μήτε ἐν τῷ μέλλοντι τοῦ αἰωνίου φωτὸς ἀξιωθησόμενοι.

ΨΑΛΜΟΣ τῷ Ἀσάφ. ΜΘʹ. Ὑπόθεσις. ᾌδει τὸν ψαλμὸν ὁ Ἀσὰφ τοῦ νομοθέτου τὸ πρόσωπον εἰσφέρων, τὰς πάλαι μὲν ἀνατρέπων θυσίας, εἰσφέρων δὲ τὰς τῆς Νέας Διαθήκης, τὰς δι᾽ αἰνέσεως δωροφορίας. [Οἱ Ἰουδαίων πρῶτοι ἀρετῆς ἀμελοῦντες τὸ (sic) ἐνόμιζον εἶναι ἐν τῷ τοὺς νόμους ἀποστοματίζειν καὶ διαγγέλλειν, καὶ θυσίας προσφέρειν. Νόμου δὲ ἀνάγνωσις, καὶ θυσιῶν προσφορὰ τῆς ἐνυπαρχούσης εἰσὶν ἀρετῆς καρπός· ἄνευ δὲ ταύτης ἐκεῖνα ποιεῖν μόνον ὅμοιόν ἐστιν ἀλείφεσθαι μὲν ἐπὶ τῷ παλαίειν, αὐτῶν δὲ τῶν παλαισμάτων καταμελεῖν, ἐξ ὧν ὁ στέφανος. Πρὸς οὖν τοὺς οὕτω διακειμένους ἔλεγχον ποιεῖται ὁ μακάριος Δαυῒδ, τὸν Θεὸν εἰσάγων ὀνειδίζοντα καὶ δεικνύντα, ὅτι μὴ οὔσης ἀρετῆς, τὰς θυσίας ἀποστρέφεται, ὃ καὶ διὰ Ἡσαΐου ἔλεγεν· Ὁ ἄνομος ὁ θύων μοι μόσχον, ὡς ὁ τύπτων ἄνδρα, καὶ τὰ ἑξῆς. Ἐν εἰκόνι οὖν σχηματίζει τὸν Λόγον, καὶ εἰσάγει τὸν Θεὸν ἐξ οὐρανοῦ παραγινόμενον, καὶ καθίζοντα κριτήριον, καὶ τοὺς τῶν Ἰουδαίων κρίνοντα ἄρχοντας, Θεὸς θεῶν ἐλάλησε.] Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Θεοὶ μὲν οἱ ἅγιοι παρὰ τῷ Θεῷ· Δέδωκά σε τῷ Φαραὼ εἰς Θεόν· καὶ, Ἐγὼ εἶπα· Θεοί ἐστε.

Καλοῦνται δὲ ὑπὸ τοῦ Θεοῦ πότε, ἢ ὅτε ἐνανθρωπήσας ἐλάλησε, καὶ πᾶσαν συνεκάλεσε τὴν γῆν; Τί δὲ ἐλάλησεν ἢ τὸ, Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, καὶ τό· Δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ;

Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Ἐκ γὰρ τῆς ἄνω Σιὼν καὶ δευτέραν παρουσίαν ποιήσεται. [Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Θεὸς ἐμφανῶς ἥξει. Τὸ μὲν, ἐκ Σιὼν, τὴν προτέραν λέγει παρουσίαν σημαίνειν· τὸ δὲ, ἐμφανῶς, δευτέραν. Κατὰ μὲν οὖν τὴν πρώτην αὐτοῦ παρουσίαν καὶ τὴν ἔνδοξον θεοφάνειαν ἐσιώπα ὑπ᾽ ἀνθρώπων κρινόμενος, οὐδὲ ἐμφανῆ τὴν ἑαυτοῦ θεότητα ἐδείκνυ· ἐπειδὰν δὲ τὸ δεύτερον ἀφίκηται, ἥξει ἐμφανῶς, καὶ οὐ παρασιωπήσεται· ἀλλ᾽ ἐλέγξει τοῦ κόσμου τὴν ἁμαρτίαν. Εἰ γὰρ ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ δὲ Χριστὸς Θεός ἐστι, τὸ, ἐμφανῶς, ἄρα τὴν σάρκα δηλοῖ.] Ὁ Θεὸς ἐμφανῶς ἥξει. Οὐ γὰρ κατὰ τὴν προτέραν παρουσίαν λεληθότως· ἀλλ᾽ ὡς αὐτός φησιν, ὡς ἀστραπὴ πληροῦσα ἀπὸ ἀνατολῶν ἕως δυσμῶν. Ὁ Θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται. Οὐχ ὥσπερ τὸ πρότερον, φησὶν, ἐσιώπα τοῖς ἀσεβέσιν, οὕτω καὶ τότε. Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται. Πῦρ, ἵνα τοὺς ἀξίους διὰ τὴν ἀσέβειαν αὐτῶν παραδῷ. Ὅμοιον δὲ τὸ, Ἔμπροσθεν αὐτοῦ εἷλκε ποταμὸς πυρός.

Σφόδρα ταῦτα καὶ ὁ μακάριος ἐθεάσατο Δανιήλ. Ποταμὸς γὰρ, φησὶ, πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. (Corderius sic.) Τὸ δὲ πῦρ ἢ τὸ φῶς σημαίνει τὸ ἐξ αὐτοῦ· τῆς γὰρ γνώσεως τοῦ Χριστοῦ τὸ διὰ πίστεως ἡγεῖται φῶς νοητὸν, οὗ τύπος ὁ τοῦ Ἰσραὴλ ἐν νυκτὶ καθηγησάμενος στῦλος πυρός· ἢ ὅτι τοὺς ἀπεψυγμένους ἡμᾶς εἰς ἅπασαν ἁμαρτίαν ἀνεζωπύρησεν ὁ Σωτὴρ εἰς προθυμίαν παντὸς ἀγαθοῦ· πῦρ ὥσπερ νοητὸν τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν ἐμβαλών. Ἔφη γοῦν ὅτι· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· γεγόναμεν γὰρ τῷ πνεύματι ζῶντες, ὅσοι τῆς τοιαύτης ἠξιώμεθα χάριτος. Διὸ καὶ ἐν τῇ τοῦ ἁγίου Πνεύματος χάριτι πυρὸς δήλωσις συνεισφέρεται· βαπτιζόμεθα γὰρ ἐν Χριστῷ κατὰ τὴν Ἰωάννου φωνὴν ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ἔφη δέ τις καὶ τῶν προφητῶν· ὅτι Αὐτὸς ἐκπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων· καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ χρυσίον. Ἐκτήκει γὰρ ἅπαντα ῥύπον ἐν ἡμῖν ἡ τοῦ ἁγίου Πνεύματος δύναμις. Ἀλλ᾽ οὐδὲν ὤνησε τὴν Ἰουδαίων Συναγωγὴν, ὅτι μὴ τὴν χάριν προσήκαντο, περὶ ὧν ἐν Ἱερεμίᾳ φησὶν ὁ Θεός· Ἐξέλειπε φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλειπε μόλιβδος. Εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ· πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν.

Προσκαλέσεται τὸν οὐρανὸν ἄνω. (Corderius.) Πάλαι μὲν οἱ ἐπὶ γῆς μερίδες ἦσαν ἀλωπέκων, ὡς ἐν Ψαλμοῖς πού φησι, τοῖς ἀκαθάρτοις λατρεύοντες πνεύμασι, καὶ κατὰ τόπον ἕκαστον Θεὸν ἡγούμενοι τὸ δοκοῦν. Ἀλλ᾽ ἐπιφανεὶς ὁ Σωτὴρ, ἐνήστραψεν ἡμῖν τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς, ἐπέστρεψε τὸ πεπλανημένον, κατέδησε τὸ ἠῤῥωστηκὸς, ὡς ποιμὴν ἀγαθὸς, ἀπεσόβησε τοὺς θῆρας τῆς τῶν προβάτων αὐλῆς· ἡγίασε πνεύματι, ἠσφαλίσατο δυνάμεσιν ἀγγελικαῖς, ἐπέστησε τοὺς ἀνὰ πᾶσαν τὴν γῆν ἁγίους μυσταγωγούς. Προσκαλέσεται τοίνυν, φησὶ, τοὺς ἐν οὐρανοῖς ἀγγέλους, καὶ τοὺς ἐξειλεγμένους ἐν γῇ πρὸς ἀποστολὴν, ὥστε τὸν λαὸν αὐτοῦ διακρῖναι. Οἱ γὰρ ἀπόστολοι τοὺς μὲν πειθομένους προσήνεγκαν τῷ Θεῷ, ἀπιστοῦντας δὲ τῷ Σατανᾷ παρέπεμψαν, μονονουχὶ λέγοντες· Πορεύεσθε οὖν, φησὶ, τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Τοῖς γοῦν Ἰουδαίοις ἀπιστοῦσί φασιν· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ ἀναξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Ὅτι δὲ τοῖς μυσταγωγοῦσι καὶ τοῖς αὐτῶν μαθηταῖς συμπράττουσιν ἄγγελοι, δηλοῖ λέγων ὁ Παῦλος· Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;

Τοῦτο καὶ ἡ κλίμαξ ἐδήλωσεν, ἣν εἶδεν Ἰακὼβ τὴν ἐκ γῆς διήκουσαν εἰς τὸν οὐρανὸν, ἐφ᾽ ἧς ἐπεστήρικτο Κύριος, ἄνω κάτω διαθεόντων ἀγγέλων. Τοιοῦτον καὶ τό· Παρεμβαλεῖ Κύριος κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς· δι᾽ ὧν οὖν συμπράττουσι καὶ αὐτοὶ διακρίνουσι τὸν λαόν.

Προσκαλέσεται τὸν οὐρανὸν ἄνω. Τοὺς δικαίους, φησὶ, τοὺς οὐράνιον πολιτείαν ἐπιτηδεύοντας, συνάξει εἰς τὰς ἄνω μονάς. Καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Τοὺς ἁμαρτωλούς φησι καὶ πάντας τοὺς ἐπὶ τῆς γῆς συνάξαι, ἐπὶ τὸ χωρίσαι τοὺς δικαίους τῶν μὴ τοιούτων.

Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ. Ὡς πρὸς τοὺς ἀγγέλους ὁ λόγος, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου· Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, καὶ συνάξουσι τοὺς δικαίους ἐκ τῶν τεσσάρων ἀνέμων τῆς γῆς· τοὺς διαθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίας. Θυσίας τὰς πνευματικὰς λέγει.

Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ. Δοξάσουσι, φησὶν, οἱ οὐρανοὶ τὸν Θεὸν, ὅτι δὴ καὶ ἀνθρώπους τῶν οὐρανίων διατριβῶν ἠξίωσε. (Corderius.) Βούλεται τοὺς ὁσίους τοῦ πρότερον λαοῦ πρὸ τῆς μελλούσης κρίσεως παῦσαι τῆς θυσίας τῆς διὰ τῶν ἀλόγων ζώων σφαγῆς, ἀναλαβεῖν τὴν κατ᾽ ἐπιστήμην καὶ γνῶσιν. Ἐπὶ δὲ τούτοις τὸν κριτὴν αἱ οὐράνιαι δυνάμεις ἀνυμνοῦσιν, ὅτι ἀπὸ τῶν ὁσίων κατήρξατο, καὶ οἱ οὐρανοὶ διαγγέλλουσι τὴν δικαιοσύνην αὐτοῦ, συγχαίροντες αὐτῶν τῇ σωτηρίᾳ. Τὸ δὲ τῆς γῆς οἰκητήριον τῷ μὴ τῆς οὐρανίου κλήσεως ἠξιωμένῳ τάγματι καταληφθήσεται (a). Ὅτι ὁ Θεὸς κριτής ἐστιν. Ἐνταῦθα προδήλως τὸν Χριστὸν λέγει Θεόν· πᾶσαν γὰρ τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ. Καὶ εἰ πᾶσαν τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, ὁ δὲ Θεὸς κριτής ἐστι· Θεός ἐστιν ὁ Χριστός.

Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι. Καινῶς νομοθεσίας εἰσαγωγὴν ποιούμενος, ἵνα μή τις ἀνθρώπινον τὸν λόγον ἤ τινος ἀγγελικῆς δυνάμεως ὑπολάβοι, προτάττει τὸ, Ὁ Θεὸς ὁ Θεός σού εἰμι ἐγώ. Ἡ δὲ διάνοια αὕτη· Μὴ νόμιζε ἕτερον εἶναί με, διὰ τὸ ἕτερα νομοθετεῖν σήμερον· ἀλλ᾽ αὐτὸς ἐκεῖνός εἰμι ὁ παρὰ Μωσῇ τὰ περὶ θυσιῶν νομοθετήσας.

Μαρτύρομαι δέ σε, ὡς οὐκ ἐγκληθήσῃ παραβὰς τοὺς παρὰ Μωσῇ νόμους. Αὐτὸς γάρ εἰμι ὁ κἀκεῖ διαταξάμενος τῷ παιδί μου συμφερόντως, καὶ νῦν τάδε μαρτύρομαι, ὅτι μὴ ἀνάγκη σοι τὰ περὶ θυσιῶν φυλάττειν νόμιμα. Κἂν γὰρ μὴ προσφέρῃς αὐτὰ, οὕτως προσενηνεγμένα ἐστί. Τὰ γὰρ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστι διαπαντὸς, κἂν μὴ προσφέρηται.

Εἰ δὲ ἐξ ἅπαντος σπουδάζεις ὥσπερ τινὰ τίμια καὶ ἀναγκαῖα ταῦτα προσάγειν, ἄκουε μετὰ παῤῥησίας, ὡς οὐδὲν τούτων παρὰ σοῦ δέξομαι. Περιττὰ γάρ μοι πάντα· ἐπειδὴ καὶ τὰ ἐν ἀγροῖς νεμόμενα ζῶα βόες καὶ κτήνη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἡ ὡραιότης τοῦ ἀγροῦ, πάντα ἐμὰ τυγχάνει, καὶ ἀνενδεὴς παντὸς ὑπάρχω. Εἰ δὲ καὶ χρεία μοι γένοιτό ποτε τροφῆς, οὐχ οὕτως ἐνδεὴς ἐγὼ, ὡς παρὰ σοῦ τὰ τοιαῦτα αἰτεῖν· Ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη. Τίνας δέ μοι προσηνεῖς θύσεις θυσίας; τὴν αἴνεσιν, τὸν ὕμνον, τὴν θεολογίαν. Ἐπειδὴ δὲ ταῦτα πληρώσεις, τὸ τηνικαῦτα ὡς ἂν νόμον πληρώσας θεῖον, ἀντίδοσιν λήψῃ τὸ ἐπικαλούμενος εἰσακουσθῆναι. Καὶ δεικνὺς πρὸς ποῖον λαὸν διαλέγεται, ἐπήγαγεν· Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι. Εἶτα τὴν οἰκείαν δείκνυσι δεσποτείαν· Ὁ Θεὸς ὁ Θεός σού εἰμι ἐγὼ, ὁ τῆς Αἰγυπτιακῆς σε δουλείας ἐλευθερώσας, ὁ τὴν θάλατταν ὁδὸν δωρησάμενος, ὁ ἐν ἐρήμῳ διαθρέψας, ὁ τὸν νόμον ἐκεῖνόν σοι δεδωκώς. Μὴ γὰρ δὴ ἄλλον με νομοθέτην νομίσῃς, τῶν νόμων ὁρῶν τὸ διάφορον. [Ὁ Θεὸς ὁ Θεός σου. Τουτέστιν, ὁ μεγάλα θαυμάσια ἀρχῆθεν μέχρι τοῦ νῦν τῷ γένει ὑμῶν ἐνδειξάμενος.] Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε. Οὐκ ἀμέλειάν σοι, φησὶν, ἐγκαλῶ θυσιῶν· προσφέρεις γὰρ ταύτας διηνεκῶς· ἀλλὰ μὴ ταύταις ὁρίσασθαι τὴν δικαιοσύνην παρεγγυῶ.

Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Ἁμαρτωλὸν ἐνταῦθα τὸν νομοθέτην τῶν θείων Γραφῶν φησιν. Ὅμοιον δὲ τῷ εἰρημένῳ· Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ. Εἰ γὰρ πάσας παραβαίνει τὰς ἐντολὰς καὶ πᾶσαν ἐπιτηδεύει κακίαν, καὶ δολίαν ἀποδίδωσι τὴν γλῶσσαν· τί καὶ τὰς θείας ἐπὶ στόματος φέρει Γραφάς;

Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος. Πάλαι μὲν, φησὶν, ἐμακροθύμησα, ἀλλ᾽ οὐ νῦν τοῦτο ποιήσω· παραστήσω γὰρ εἰς τὸν κατὰ σοῦ ἔλεγχον τὰ σὰ ἁμαρτήματα, ἃ δὴ σὺ μὲν ὑπέλαβες μηκέτι ὑφεστάναι, μηδὲ εἰς μνήμην ἥξειν τινός· ἐγὼ δὲ ὡς Θεὸς εἰς φῶς παράξω, καὶ προτεθήσονται ἐνώπιόν σου· οὐ κρύπτων ὥσπερ σὺ, καὶ ὡμοιωμένος σοι.

Παράξω δὲ αὐτὰ, ὅπως αὐτὰ καὶ γνωρίζων αἰσχύνην καταχέω. Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. Σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ. Ὡς φιλάνθρωπος μετὰ τὸν ἔλεγχον ἐπιφέρει καὶ παραίνεσιν, μετανοίας τόπον διδούς. Σύνετε, ὅτι μὴ χαίρων τοῖς ὑφ᾽ ὑμῶν γενομένοις μακροθυμῶ, καιρὸν δὲ μετανοίας διδούς. Εἰ δὲ μὴ, ἁρπάζει ἡμᾶς ὁ ἄνομος, ἤγουν ἡ ἀνομία, μηδενὸς ἡμᾶς ῥυομένου.

Ῥύομαι γὰρ τοὺς νοοῦντας οἷ κακῶν εἰσι, καὶ παυσαμένους καὶ λέγοντας· Ἠνομήσαμεν, ἠδικήσαμεν, ἠσεβήσαμεν. Οὐ γὰρ ἔστιν ἐξομολογεῖσθαι τὸν ἔτι τὸ κακὸν ἐνεργοῦντα. Μή ποτε ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ῥυόμενος. Μή ποτε, φησὶν, ἀφέληται τὴν ψυχὴν ὁ θάνατος, μετανοήσατε· οὐκ ἔστι γὰρ ὁ ῥυόμενος τοὺς ἐν ᾅδου κατειλημμένους ταῖς ἁμαρτίαις.

Ἁρπάζεται γὰρ ψυχὴ, ὡς παντελῶς ἐκπεσοῦσα Θεοῦ. Θυσία αἰνέσεως δοξάσει με. Ἐπαναλαμβάνει τὰ εἰρημένα, τὴν λογικὴν ἐπιτελεῖν λατρείαν παρακελευόμενος. Μετὰ τὴν πολλὴν κατηγορίαν τὸ φάρμακον τῆς ἁμαρτίας ἔδειξε, τῶν μυστηρίων δηλαδὴ τὴν ἀπόλαυσιν. Ἐκείνη γὰρ ἀληθῶς θυσία αἰνέσεως τὸν Θεὸν δοξάζουσα. Ἐπειδὴ μετὰ τῶν ἀγγέλων αἰνοῦντες τότε καὶ μετὰ τῆς κτίσεως ἱστάμεθα.

Καὶ ἐκεῖ ὁδὸς ἣν δείξω αὐτῷ τὸ σωτήριόν μου. Ἐν τῇ θυσίᾳ, φησὶ, τῆς αἰνέσεως ὁδός ἐστι τῆς παρὰ Θεῷ σωτηρίας.

Εἰς τὸ τέλος ΨΑΛΜΟΣ ᾠδῆς τῷ Δαυΐδ. Νʹ. Ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ. Ὑπόθεσις. Τοῦτον ᾄδει τὸν ψαλμὸν ἐξομολόγησιν δύο ἐγκλημάτων περιέχοντα, τῆς τε μιαιφονίας Οὐρίου καὶ μοιχείας πρὸς Βηρσαβεέ. [Ὑποδείκνυσι καὶ πᾶσιν ἀνθρώποις σωτηρίας ὁδὸν τὴν μετάνοιαν, οἷόν τινα τέχνην τῆς διηνεκοῦς κατὰ τοῦ ἐχθροῦ νίκης. Ὁ γὰρ ταύτην ἀεὶ μελετῶν καὶ κατορθῶν διαπαντὸς γίνεται νικητὴς τοῦ ἀεὶ προσπαλαίοντος. Εἰσάγει δὲ καὶ τὴν διὰ τοῦ βαπτίσματος ἀπολύτρωσιν, Ῥαντιεῖς με, λέγων. Ναὶ μὴν καὶ διδάσκει, ὡς πεφύλακται αὐτῷ τὸ τῆς προφητείας χάρισμα Οὐ γὰρ αἰτεῖ ὡς ἐστερημένος αὐτοῦ, ἀλλὰ μὴ ἀφαιρεθῆναι ἱκετεύει λέγων· Μὴ ἀντανέλῃς] Εἰσάγει δὲ καὶ τῆς καθ᾽ ὅλου γενησομένης τῶν ἁμαρτημάτων λυτρώσεως τὴν διὰ τοῦ ἁγίου βαπτίσματος προφητείαν, καὶ τῆς ἐν πνεύματι λατρείας διδασκαλίαν.

Πανταχοῦ δὲ τῶν δύο παρανομημάτων εὑρήσεις ἐξιλεούμενον. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Ὡς ἐπὶ μεγάλου ἁμαρτήματος, τοῦ μεγάλου ἐλέου τοῦ Θεοῦ δέεται τυχεῖν. Καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Μόνων γάρ ἐστι τῶν τοῦ Θεοῦ οἰκτιρμῶν τῆς μιαιφονίας ἀπολοῦσαι τὰς χεῖρας. [Σαφέστερον δὲ ὃ λέγει ποιῶν φησιν· Ἐπὶ πλεῖον πλῦνόν με. Κἀνταῦθα τὸν πλεονασμὸν ᾔτησε τῆς καθάρσεως, διὰ τὸ δεῖξαι πανταχοῦ τὸ πλημμέλημα μέγα· ἢ, ἐπεὶ παρὰ Νάθαν ἤκουσε τὴν συγχώρησιν, καὶ αἱ παντοδαπαὶ δὲ συμφοραὶ τὸ πολὺ ὑπετέμνοντο τῆς ἁμαρτίας, φησὶ νῦν, ὅτι Δέομαι ῥυμμάτων καὶ ἐκπλύσεων, ἵνα τέλεον ὁ προστετηκὼς ἀποξεσθῇ ῥύπος.] Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, τῆς ἐπὶ τῷ φόνῳ, φησί. Καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με, τῆς ἐπὶ μοιχείᾳ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Καὶ τοῦτο ἐπὶ τῷ φόνῳ εἴρηκε. Καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.

Ἄνω καὶ κάτω περιστρέφει τῆς ἁμαρτίας τὴν μνήμην τῆς ἐπὶ τῇ μοιχείᾳ γινομένης, ὡς οὐκ ἐώσης αὐτὸν οὔτε ἀναχωρούσης, ἀλλὰ διαπαντὸς συνοῦσαν αὐτῷ καὶ ἄγχουσαν. [Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Ἁμαρτίαν δὲ τὴν μοιχείαν. Ἰστέον, ὡς ἁμαρτία μὲν ἡ τοῦ ἀγαθοῦ ἀπόπτωσίς ἐστιν· ἀνομία δὲ ἡ περὶ τὸν θεῖον νόμον πλημμέλεια· καὶ ταῦτα ἔχουσιν ἀρχὴν ἑκάτερον τούτων. Συμφέρονται δὲ καὶ κατὰ ταυτόν· ὅτε γὰρ ἁμαρτάνων τοῦ κατὰ φύσιν καὶ ἐν τῇ φύσει ἀπέτυχε σκοποῦ τῇ γὰρ ἀνθρωπείᾳ φύσει σκοπὸς τὸ κατὰ τὸν λόγον ζῇν τῆς ἀλογίας πόῤῥω ἀπῳκισμένη. Ὡσαύτως καὶ ὁ ἀνομῶν πλημμελεῖ περὶ τὸν ἐν τῇ φύσει δεδομένον νόμον, διαγενόμενος ἀκρατῶς. Καλῶς οὖν καὶ ἀπόστολος Ἰωάννης καὶ μαθητὴς τοῦ Χριστοῦ εἰς ταυτὸν ἀμφότερα περιέστησεν εἰπών· Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ· ἄλλως· Ἡ ἁμαρτία κατάλληλος τῇ ἀνομίᾳ. Πᾶς γὰρ ὁ ἀνομῶν ἁμαρτάνει, οὐ παντὸς ἁμαρτάνοντος ἀνομοῦντος. Δύναται δὲ καὶ ἐκ παραλλήλου εἰρῆσθαι διὰ τό· Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ.] Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Ἀντὶ τοῦ· Τοὺς πάντων ἀποκρυψάμενος ὀφθαλμοὺς ἐν τῷ παρανομήματι, τοὺς σοὺς μόνους οὐ διέλαθον. Διό φησι· Καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Πολλῶν γὰρ ἀπολαύσας παρὰ σοῦ, τοῖς ἐναντίοις ἠμειψάμην. Καὶ οὐ τοῦτο λέγει, ὡς οὐκ ἠδίκησε τὸν Οὐρίαν· πῶς γάρ;

ἀλλ᾽ ὅτι ἡ μεγίστη παρανομία εἰς αὐτὸν τετόλμηται τὸν Θεὸν τὸν ἐκλεξάμενον καὶ βασιλέα ἐκ προβατέως πεποιηκότα· ἢ ἐπεὶ τοὺς πάντων ἀποκρυψάμενος ὀφθαλμοὺς, τοὺς τοῦ Θεοῦ οὐκ ἔλαθεν, ἀλλ᾽ ἠλέγχθη διὰ τοῦ προφήτου· ἢ ὡς μὲν βασιλεὺς νόμῳ ἀνθρώπων οὐχ ὑπέκειτο, ὡς δὲ θεοσεβὴς τῷ Θεῷ μόνῳ· ἢ ἐπεὶ ἀνθρώπων μὲν οὐδεὶς ἤλεγχεν, Θεὸς δὲ διωρθώσατο μόνος. Σοὶ, φησὶ, μόνῳ ἥμαρτον. Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου. Ἤλεγξάς με, φησὶ, διὰ τοῦ προφήτου παρανομήσαντα· καὶ σὺ μὲν δίκαιος ὢν καὶ τῶν ἐχθρῶν πάντοτε ῥυσάμενος, καὶ βασιλείᾳ καὶ προφητείᾳ τιμήσας· ἐγὼ δὲ βέβηλος καὶ μιαιφόνος. Καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἀπόδειξις ἤτοι ὁμολογία τῶν ἁμαρτημάτων.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἐπειδὴ ὁ προηγούμενος σκοπὸς τοῦ Θεοῦ ἦν τοῦ μὴ διὰ γάμου γενέσθαι ἡμᾶς καὶ φθορᾶς· ἡ δὲ παράβασις τῆς ἐντολῆς τὸν γάμον εἰσήγαγε διὰ τὸ ἀνομῆσαι τὸν Ἀδὰμ, τουτέστιν ἀθετῆσαι τὸν ἐκ Θεοῦ δοθέντα αὐτῷ νόμον.

Πάντες οὖν οἱ ἐξ Ἀδὰμ γενόμενοι ἐν ἀνομίαις συλλαμβάνονται ὑποπίπτοντες τῇ τοῦ προπάτορος καταδίκῃ. Τὸ δὲ, Καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου, σημαίνει ὅτι ἡ Εὔα, ἁπάντων ἡμῶν ἡ μήτηρ, πρώτη ἐκίσσησε τὴν ἁμαρτίαν, ὥσπερ ὀργῶσα τὴν ἡδονήν. Διὰ τοῦτο καὶ ἡμεῖς, τῇ τῆς μητρὸς καταπίπτοντες καταδίκῃ, κισσᾶσθαι λέγομεν ἐν ἁμαρτίαις.

Δείκνυσιν, ὡς ἐξ ἀρχῆς ἡ ἀνθρώπων φύσις ὑπὸ τὴν ἁμαρτίαν πέπτωκεν ὑπὸ τῆς ἐν Εὔᾳ παραβάσεως, καὶ ὑπὸ κατάραν ἡ γέννησις γέγονεν. Ἄνωθεν δὲ ὑφαίνει τὸν λόγον, τὸ μέγεθος τῆς τοῦ Θεοῦ δωρεᾶς δεῖξαι βουλόμενος.

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ὁ νοῦς οὗτος· Σὺ, φησὶ, Κύριε, ὁ ἀλήθεια ὢν, ἀληθείας ἀγαπῶν, βουλόμενος ἡμᾶς ἐν ἀληθεία διάγειν, ἀποκαθαριεῖς ἡμᾶς τῆς ἀρχαίας ἁμαρτίας· καὶ οὕτως ἀποκαθαριεῖς ἡμῖν δι᾽ ὑσσώπου ὡς καὶ ὑπὲρ χιόνα λευκανθῆναι. Ὑσσώπῳ δὲ τὴν τοῦ ἁγίου Πνεύματος ἐνέργειαν ἀφομοιοῖ, θερμὴν οὖσαν καὶ πάντα τὸν ἐν ἡμῖν ῥύπον ἀποσμήχουσαν. [Ἡ ἀποκάθαρσις δι᾽ ὑσσώπου γενήσεται, ἤτοι διὰ τοῦ ἁγίου Πνεύματος.

Ὕσσωπος γὰρ βοτάνη καθαρτική.] Τὸ δὲ, Τὰ ἄδηλα καὶ τὰ κρύφιά σου ἐδήλωσάς μοι τῆς σοφίας, δηλοῦντός ἐστιν, ὡς πάντα αὐτῷ τὰ ἐσόμενα ὅσα ἐν τῇ ἰδίᾳ σοφίᾳ ἔθετο ὁ Θεὸς διὰ τοῦ ἁγίου Πνεύματος ἀπεκάλυψεν.

Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι. Εἰπὼν, ὅτι Δέδωκας νόμους θείους καὶ διατάξεις, λέγει τὸ μεῖζον, ὅτι Καθαρμούς τινας ἐν τῷ νόμῳ ἐχαρίσω, καὶ δι᾽ ὑσσώπου ῥαντίσματος· κατὰ τοῦτον οὖν τὸν σκοπὸν καὶ ἡμῖν νῦν παράσχου τὰ ὅμοια, ὁ αὐτὸς ὢν Θεός. Ἢ μυστήριον ἔοικέ τι αἰνίττεσθαι. Ἐπεὶ γὰρ Μωσῆς ἐν Αἰγύπτῳ τὸ αἷμα τοῦ προβάτου δι᾽ ὑσσώπου ταῖς φλιαῖς διεκελεύετο ἐπιῤῥαίνεσθαι, τιμιωτέρῳ καὶ ἡμεῖς ἠγοράσθημεν αἵματι. Ἐπεὶ οὖν φυλακτήριον ἐκεῖνο ἐγένετο μή τι παθεῖν τοὺς ἐνοικοῦντας ὑπὸ τοῦ ὀλοθρεύοντος, εἰκότως ὁ Δαυῒδ, τὴν τοῦ αἵματος ἐκείνου μνήμην ἐν ἀποῤῥήτῳ ποιούμενος, Ῥαντιεῖς με ὑσσώπῳ, φησὶ, καὶ τὰ ἑξῆς· αἰνιττόμενος τὴν διὰ τοῦ αἵματος τοῦ ἀληθινοῦ Χριστοῦ ἀμνοῦ γενησομένην ἅπασιν ἀποκάθαρσιν, καὶ γλιχόμενος οἷον ταύτης τυχεῖν, ἣ μόνη ἀκριβῶς ῥύψαι δύναται καὶ χιόνος θεῖναι λευκότερον.

Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην. Ἀκουστήν μοι γενέσθαι, φησὶ, παρασκευάσεις πάλιν διὰ τοῦ πνεύματος τὴν ἐν ἐσχάτοις καιροῖς ἐσομένην ἀγαλλίασιν καὶ εὐφροσύνην. Τίς δὲ ἂν εἴη αὕτη ἢ ἐκείνη ἡ γνῶσις ἡ περὶ ἀναστάσεως, ἣν ἐδίδαξεν εἰπὼν, Ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα;

Πότε δὲ ἀγαλλιάσονται τὰ σεσημμένα ἡμῶν ὀστᾶ ἢ κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν, καθ᾽ ὃν, ὡς ἕτερός φησι προφήτης, Τὰ ὀστᾶ ἡμῶν ὡς βοτάνη ἀνατελεῖ; Ἀγαλλιάσεται ὀστέα τεταπεινωμένα. Ἀγαλλιάσεται ἡ ἰσχὺς τῆς ψυχῆς μου, ὅτι πρότερον ὑπὸ τῆς ἁμαρτίας ἀσθενοῦσα.

Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου. Πάλιν ἐπὶ τὴν ἐξομολόγησιν ἀνατρέχει. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Τὴν παλαιωθεῖσάν μου, φησὶ, ψυχὴν σεσαθρωμένην ὑπὸ τῆς ἁμαρτίας ἀνακαίνισον. Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Ἀντὶ τοῦ, ἑδραῖον· ὅμοιον ὡσεὶ λέγει· Ἀσφάλισαι τὸν νοῦν τοῦ μηκέτι εἶναι εὔκολον καταπίπτειν εἰς ἁμαρτίαν.

Καὶ τὸ Πνεῦμα τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. Εὔχεται πάλιν πνεῦμα εἰς αὐτὸν ἐλθεῖν τὸ προφητικόν. Καταλελοιπὸς γὰρ ἦν αὐτὸν διὰ τὴν ἁμαρτίαν. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου. Εἰς ἅπαν τὸ τῶν ἀνθρώπων γένος ἀναφέρεται. Ἀγαλλίασιν μὲν σωτηρίου τὴν παρουσίαν τοῦ Κυρίου φησὶ, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Συμεών· Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου· εὔχεται δὲ καὶ αὐτὸς αὐτοῦ μεταλαβεῖν. Καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Ὅπερ εἶπεν ἀνωτέρω πνεῦμα εὐθὲς, ἐνταῦθα ἡγεμονικὸν καλεῖ.

Διδάξω ἀνόμους τὰς ὁδούς σου. Ἐπειδὴ ἂν, φησὶ, ῥυσάμενός με τῆς ἁμαρτίας, αὖθις ἐπιδῷς με τὸ σὸν ἅγιον Πνεῦμα. Τότε δὴ πάλιν τὰς σὰς ὁδοὺς βαδίζειν διδάξω τοὺς παραβαίνοντας. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου. Πάλιν ἱκετηρίαν ὑπὲρ τοῦ τοῦ Οὐρίου φόνου τίθεται, ὅπως ἂν ῥυσθείη τοῦ ἐξ αὐτοῦ μιασμοῦ· ἢ μᾶλλον, ἐξ αἱμάτων, τῶν δι᾽ αἵματος θυσιῶν, ὡς τὰ ἐπαγόμενα τοῦ ψαλμοῦ διαδείκνυσιν εἰπόντος· Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, καὶ τὰ ἑξῆς. Ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· Διαλαλήσει ἡ γλῶσσά μου τὴν ἐλεημοσύνην σου· οὐ γὰρ σιγήσω τῆς ἀφέσεως ἀπολαύσας, ἀλλ᾽ ὑμνῶν σε διατελέσω καὶ τὰς σὰς διηγούμενος χάριτας. Ἐπειδὴ τὰς ἐν νόμῳ, φησὶ, παρῃτήσω θυσίας, οὐ γὰρ δύνανται ἀφιέναι ἁμαρτίας τούτου χάριν ἣν ἠγάπησάς σοι προσήνεγκα. Αὕτη δέ ἐστιν ἡ διὰ μετανοίας καὶ καρδίας συντετριμμένης.

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών. Σιὼν ἐνταῦθα τὴν Ἐκκλησίαν φησίν. Ὅταν γὰρ ηὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιῶσαι τὰ πάντα ἐν τῷ Υἱῷ αὐτοῦ, τότε καὶ τὰς ἀγαθὰς αὐτοῦ τῇ Ἐκκλησίᾳ αὐτοῦ δέδωκεν ἐπαγγελίας. Καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τείχη Ἱερουσαλὴμ τοὺς ἁγίους φησὶν ἱερουργοὺς τοὺς περιφράττοντας τὴν Ἐκκλησίαν αὐτοῦ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης. Ὅταν, φησὶν, ἀγαθυνεῖς τὴν Σιὼν καὶ οἰκοδομηθῇ τὰ τείχη Ἱερουσαλὴμ, τότε δὴ τότε καὶ ἀνενεχθήσονται θυσίαι, οὐχ αἱ δι᾽ αἱμάτων, ἀλλ᾽ αἱ τῆς δικαιοσύνης, αἱ τῆς αἰνέσεως δηλονότι. Ἀναφορὰν καὶ ὁλοκαυτώματα, καὶ αὐτὰ τὰ τῆς δικαιοσύνης καὶ τὰ τῆς ἀναιμάκτου θυσίας δηλοῖ. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ αὐτοὺς δικαιοσύνης, ὥστε εἶναι πάντα δικαιοσύνης, θυσίας, ἀναφορὰς δικαιοσύνης, ὁλοκαυτώματα δικαιοσύνης, μόσχους δικαιοσύνης.