Ἔργον
Μέγας Αθανάσιος – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία εις τους Ψαλμούς ΝΑ' - Ξ'
Σχολιασμός των Ψαλμών 51 έως 60, με αναφορές στην προδοσία, την ανομία των διωκτών του Σωτήρος και τη διαφύλαξη των δικαίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τους Ψαλμούς ΝΑ' - Ξ'
Σχολιασμός των Ψαλμών 51 έως 60, με αναφορές στην προδοσία, την ανομία των διωκτών του Σωτήρος και τη διαφύλαξη των δικαίων.
εἰς τὸ τέλος, συνέσεως τῷ Δαυῒδ, ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ καὶ εἰπεῖν αὐτῷ. Ἦλθε Δαυῒδ εἰς τὸν οἶκον Ἀβιμέλεχ. ΝΑʹ. Ὑπόθεσις. Ἡνίκα ἔφυγε Δαυῒδ ἀπὸ προσώπου Σαοὺλ, καὶ κατήχθη φεύγων οἶκον Ἀβιμέλεχ, τῶν τε ἄρτων τῶν ἱερέων ἐγεύσατο, τήν τε ῥομφαίαν τοῦ Γολιὰθ δέδεκται· ἀπελθών τις ἀπαγγέλλει ταῦτα τῷ Σαούλ. Δωὴκ δὲ οὗτος ὁ Σύρος ὃς καὶ τοσοῦτον ἐξεπολέμωσε τὴν ψυχὴν τοῦ Σαοὺλ, ὡς ἀποστείλαντα πᾶσαν τὴν πόλιν τῶν ἱερέων ἀνελεῖν, καὶ μηδὲ κτήνους αὐτῶν φείσασθαι. Ταῦτα οὖν ἀκηκοὼς ὁ Δαυῒδ τὰ προκείμενα λέγει, εἰς πρόσωπον τοῦ Σύρου ἀποτεινόμενος. Ἔχει δὲ καὶ ἀναφορὰν καὶ εἰς τὸ τοῦ Ἰουδαίων λαοῦ πρόσωπον καὶ τοῦ Ἰούδα. Περιέχει δὲ καὶ ἀγαθῶν ἐπαγγελίαν τῶν ἐσομένων, καὶ τὴν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἵδρυσιν τῶν ἁγίων αὐτοῦ, διὰ τοῦ λέγειν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Διὸ δὴ καὶ συνέσεως καὶ εἰς τὸ τέλος ἐπιγράφεται ὁ ψαλμός. Χρεία γὰρ πολλῆς συνέσεως εἰς τὸ γνωρίσαι τῆς οἰκονομίας τοῦ κατὰ σάρκα Δαυῒδ τὸ μυστήριον.
Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός; Ὡς πρὸς αὐτὸν τὸν Σύρον, ἢ τὸν ἐνεργήσαντα ἐν αὐτῷ διάβολον, ἀποτείνει τὸν λόγον. Ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. Τοῦτό φησι, διὰ τὸ ὥσπερ ξυρῆσαι καὶ ἐκκόψαι πᾶσαν τῶν ἱερέων τὴν πόλιν.
Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην. Ἠδίκει γὰρ καταψευδόμενος τοῦ ἱερέως καὶ τῶν λοιπῶν ἁπάντων σὺν αὐτῷ, καὶ τὰ μὴ πραχθέντα κατ᾽ αὐτοῦ λέγων· τὸ γὰρ εἰπεῖν, ὡς ἐπηρώτησε τὸν Θεὸν περὶ τοῦ Δαυΐδ, ψεῦδος ἦν, καὶ οὐκ ἀλήθεια.
Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. Πάντα γὰρ πρὸς ἐπιβουλὴν, καὶ φθόνον καὶ θάνατον τοῦ ἱερέως καὶ τῶν λοιπῶν ἁπάντων τῶν σὺν αὐτῷ τεθανατωμένων διεπράξατο· διὸ ῥήματα καταποντισμοῦ οἱ λόγοι τῆς τοῦ Δωὴκ ψευδολογίας εἴρηται. Ἀθρόως γὰρ πᾶσαν τὴν πόλιν τῶν ἱερέων ὥσπερ ἐν βυθῷ κατεπόντισε τοῖς ἑαυτοῦ ῥήμασι. Λέγοιτο δ᾽ ἂν ταῦτα δικαίως καὶ ἐπὶ τῶν ἀρχόντων τῶν Ἰουδαίων, καὶ αὐτοῦ δὲ τοῦ Ἰούδα.
Ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματός σου. Μετετέθησαν γὰρ τῆς ἱερᾶς αὐτῶν σκηνῆς, γεγονότες αἰχμάλωτοι διὰ τὸν κατὰ τοῦ Κυρίου σταυρόν. Καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. Ὅμοιον τὸ, Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων. [Διὰ τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος. Λέγοιτο δ᾽ ἂν ταῦτα δικαίως καὶ ἐπὶ τῶν ἀρχόντων Ἰουδαίων καὶ αὐτοῦ τοῦ Ἰούδα, διὰ τὸ ἠγαπηκέναι τὰ βλαβερὰ εἰς τέλος, ἀντὶ τοῦ, παντελῶς. Διὰ τοῦτο καθελεῖ σε, ὡς οὐ καλῶς οἰκοδομηθέντα, ὁ καθαιρῶν ὑπερηφάνους, καὶ ὡς κακῶς φυτευθέντα, ἐκτίλαι σε, μεταστήσαι, ἢ ἐκριζώσαι, καὶ ἀπὸ τῆς κατοικήσεώς σου, τουτέστιν ἀπὸ τοῦ συγκατοικεῖν, ἐκβάλοι.] Ὄψονται δίκαιοι, καὶ φοβηθήσονται. Τῶν γὰρ ἀσεβῶν ἀναιρουμένων, οἱ δίκαιοι περίφοβοι γίνονται.
Καὶ σὺ μὲν, φησὶ, ταῦτα ὑπομένεις· οἱ δὲ δίκαιοι, τουτέστιν οἱ σοῦ λαοὶ, θεασάμενοι τὴν σὴν ἀπώλειαν, φόβῳ κατασχεθήσονται. Ἱκανὴ γὰρ ἡ εἰς σὲ τιμωρία κἀκείνους φοβῆσαι· καίτοι διὰ τὴν εἰς ἐκείνους εὐεργεσίαν τοιαῦτά σου πάσχειν μέλλοντος. Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ᾽ ἐπήλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτοῦ.
Ἠγάπησε γὰρ χρυσίον μᾶλλον ὁ προδότης λαβεῖν, ἢ βοηθὸν ἔχειν τὸν Ἰησοῦν. Καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ. Ἀντὶ τοῦ· Καὶ ἐνίσχυσε πληρῶσαι τὴν ματαίαν αὐτοῦ καρδίαν, οὐ μεταμεληθεὶς τῆς ἀσεβείας ἐπαύσατο. [Ἀλλ᾽ ἐπήλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτοῦ. Καλῶς δὲ τὸν πλοῦτον καὶ τὴν δυναστείαν ματαιότητα ἐκάλεσεν ἀπὸ τοῦ πράγματος· οὔτε γὰρ τὸν Δωὴκ ὤνησαν, οὔτε Ἀσσυρίους, ὁπότε ἑνὸς ἀγγέλου παρουσία αὐτοὺς ἀπέκτεινε, καὶ ἄταφοι ἔκειντο.] Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος. Ἀειθαλὴς γὰρ τῶν πιστευόντων εἰς Χριστὸν ἡ δόξα. [Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη, καὶ τὰ ἑξῆς. Τοῦτον τοίνυν τὸν καρπὸν ἔχων ἐν ἑαυτῷ ὁ ἅγιος ἔλεγεν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος· ἐλαίᾳ δὲ κατακάρπῳ ὁμοιοῖ ἑαυτὸν, ἐπειδὴ, ἐλεημοσύνης ἐπικρατούσης ἐν αὐτῷ, ἀκολούθως εἵποντο αἱ λοιπαὶ ἀρεταί. Οὕτω καὶ τὸν Ἰὼβ ἀνδρεῖον μὲν, καὶ τὸν Ἰωσὴφ σώφρονα, καὶ τοὺς λοιποὺς ἀπὸ τῆς ἐπικρατούσης ἀρετῆς ὀνομάζοντες αὐτούς.] Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα.
Ἔλεος τοῦ Θεοῦ αἱ θεῖαι Γραφαὶ ὀνομάζουσι τὸν Κύριον, διὰ τὸ γενέσθαι ἡμῖν δι᾽ αὐτοῦ ἔλεος· ἀνεκεφαλαιώσατο γὰρ ἐν ἑαυτῷ τὰ πάντα, καὶ ἀνεστοιχείωσεν. Καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου. Ἐν τῷ ὀνόματί σου, φησὶ, σχοίην πεποίθησιν, καὶ ταύτην ἐναντίον πάντων τῶν σῶν ἁγίων ἐξαγγελῶ. Ἔσται γάρ μοι τὸ πρᾶγμα χρηστόν τε καὶ ἀγαθόν.
Εἰς τέλος ὑπὲρ Μαελὲθ συνέσεως τῷ Δαυΐδ. ΝΒʹ. Ὑπόθεσις. ᾌδει τὸν παρόντα ὑπὲρ τοῦ χοροῦ τῶν ἀποστόλων καὶ πιστευσάντων εἰς Χριστόν· οἳ καὶ ἠγαλλιῶντο καὶ ηὐφραίνοντο. Μαελὲθ δὲ ἑρμηνεύεται χορὸς, ἤτοι χορεία. Ἀναγκαίως δὲ τὰ πρὸ τῆς παρουσίας τοῦ Κυρίου λέγει, ἵνα δείξῃ ὅση τῆς παρουσίας ὠφέλεια.
Ἰστέον δὲ, ὡς καὶ τὴν αὐτὴν διάνοιαν πᾶσαν ὁ τρισκαιδέκατος ψαλμὸς περιέχει, καὶ τὰς αὐτὰς λέξεις σχεδὸν ἁπάσας· ὥστε ἐξ ἐκείνου φανερὸν γενέσθαι τοῖς ἐπιζητοῦσι τὴν ἑρμηνείαν. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός ...
Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐπειδὴ, μὴ λογισάμενοι τὸν Θεὸν ἐφορῶντα τὰ ἀνθρώπινα, κρίνοντα κρίσει δικαίᾳ, καὶ πᾶσαν ἀθεμιτουργίαν εἴργοντα, τούτου χάριν ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψε. Τοῦτο γὰρ σαφῶς τὴν εἰς ἀνθρώπους τοῦ Κυρίου πάροδον σημαίνει.
Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν ἀγαθὸν, οὐκ ἔστιν ἕως ἑνός. Οὐχ ὑπερβολικῶς ταῦτα εἴρηται· οὐδὲν γὰρ ὑπερβολικῶς, μετ᾽ ἀληθείας δὲ πάντα παρὰ τῇ Γραφῇ εἴρηται. Πάντες τοίνυν Ἰουδαῖοι ἐξέκλιναν τὴν ὁδὸν τὴν λέγουσαν· Ἐγώ εἰμι ἡ ὁδός. Ὅθεν καὶ ἀχρεῖοι γεγόνασι, ταύτην παραλαβεῖν οὐ βουληθέντες, οὐδενὸς ποιοῦντος τὸ ἀγαθόν. Ἐν ἀγνοίᾳ γὰρ αὐτοῦ πάντες ἐτύγχανον ὑπὸ τοῦ νομικοῦ πεπωρωμένοι γράμματος.
Εἰς τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυΐδ. Ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· Οὐκ ἰδοὺ Δαυῒδ κέκρυπται παρ᾽ ἡμῖν; ΝΓʹ. Ὑπόθεσις. Φεύγων ὁ Δαυῒδ τὸν Σαοὺλ ἐκάθισεν ἐν τῇ ἐρήμῳ Ζήφ. Εἶτα ἀπελθόντες οἱ Ζιφαῖοι πρὸς τὸν Σαοὺλ ἀπήγγειλαν τὸν τόπον ἐν ᾧ ἦν ἀποδιδράσκων.
Ἠξίουν δὲ ἐλθόντα συλλαβέσθαι αὐτόν. Ὁ δὲ, μετὰ χεῖρας τὴν λύραν λαβὼν, ἅτε ἐγνωκὼς τῷ προφητικῷ πνεύματι, ὡς οὐδὲν δεινὸν πείσεται παρὰ τοῦ Σαοὺλ, τὰ προκείμενα ᾄδει. Καὶ γὰρ ἀπελθὼν εἰς σύλληψιν αὐτοῦ Σαοὺλ, ἤκουσεν ἀγγελίαν τῶν ἀλλοφύλων, καὶ ὑπέστρεψε σπεύδων μετὰ τῶν ἀνδρῶν αὐτοῦ. Ἔχοι δ᾽ ἂν τὰ παρόντα ἀναφορὰν καὶ εἰς τὸ πρόσωπον τοῦ ἀποστολικοῦ χοροῦ, ὡς τὰς ἐπαναστάσεις τὰς παρὰ τοῦ ἔθνους τῶν Ἰουδαίων, καὶ βασιλέων δὲ τῶν ἐθνῶν τὸν θυμὸν διηγούμενος, τὸν Θεὸν ἀξιοῖ ἐξ ἁπάντων σωθῆναι διὰ τοῦ ὀνόματος αὐτοῦ. Προφητικῶς τε ἀποφαίνει, ὡς περιστρέψει τοῖς ἐχθροῖς εἰς κεφαλὴν ὁ Θεὸς τὰ κακὰ, αὐτὸς δὲ τὰς ἐπινικίους προσάξει θυσίας. Διὸ καὶ συνέσεως ἐπιγέγραπται, εἰς τὸν εἰρημένον νοῦν ἀναπέμποντος ἡμᾶς τοῦ ψαλμοῦ.
Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με. Οὐχὶ δι᾽ ἄλλου τινὸς ἢ διὰ τοῦ ὀνόματος αὐτοῦ σωθῆναι ἀξιοῖ. [Ἐπειδὴ δὲ, φησὶ, τὸ σὸν ὄνομα ἐπικαλοῦμαι, ἐν αὐτῷ τούτῳ τὴν σωτηρίαν μου παράσχου. Καὶ ἐν δυναστείᾳ σου, τουτέστι τῷ Υἱῷ σου, κρινεῖς με· ἀντὶ τοῦ· Οὐκ ἄλλοις κριταῖς, ἀλλὰ τῇ δυνάμει σου εἰς ἐξέτασιν παραδοθῆναι.] Καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. Κρίνας γὰρ τὴν κρίσιν αὐτῶν, τοὺς μὲν ἀπωλείᾳ παρέδωκε, τοὺς δὲ ἔσωσεν ἀπὸ τῶν ἐχθρῶν.
Ὁ Θεὸς, εἰσάκουσον τῆς προσευχῆς μου. Δέξαι μου τὰς ἱκετείας σὺν εὐμενείᾳ. Ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. Ὅμοιον τῷ· Καὶ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν.
Εἰς τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυΐδ. ΝΔʹ. Ὑπόθεσις. Τῷ Πνεύματι θεωρήσας ὁ Προφήτης τὰ ἐσόμενα κατὰ Χριστοῦ παρὰ τοῦ Ἰουδαίων λαοῦ καὶ αὐτοῦ τοῦ Ἰούδα, λύπης πληρούμενος καὶ ἀμηχανίας, ἢν καὶ ἀδολεσχίαν ἐν τῷ παρόντι ὠνόμασε, διατελεῖ ταραττόμενος καὶ ἀπορῶν ἐν τοῖς τολμωμένοις, παρακαλεῖ τὸν Θεὸν ἐνωτίσασθαι τὴν προσευχὴν αὐτοῦ, καὶ τοῦτο αὐτῷ παρασχεῖν· εἶτα δεύτερον γνῶναι τὴν διὰ τῆς προσευχῆς ἀναπεμπομένην δέησιν· καὶ τρίτον τὴν κατάστασιν θεάσασθαι τοῦ τὴν προσευχὴν ἀναπέμποντος· καὶ οὕτως αὐτὸν καταξιῶσαι τῆς ἑαυτοῦ ἀκοῆς· διὸ ἐπιλέγει· Πρόσχες μοι, καὶ εἰσάκουσόν μου.
Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου. Διαφόρους ἱκετείας προσφέρει δεχθῆναι ταύτας ἀντιβολῶν. Μὴ παρίδῃς γάρ με, φησὶ, ποτνιώμενον, ἀλλ᾽ εὐμενῶς μοι πρόσχες, καὶ τὴν βοήθειαν ὤρεξον. Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην.
Ἀμηχανίας γὰρ ἐπληροῦτο, βλέπων τὴν κατὰ τοῦ Σωτῆρος γινομένην παρανομίαν, ἣν καὶ διδάσκει ἐφεξῆς λέγων· Ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Ὁ δὲ πᾶς νοῦς οὗτος· Πρόσχες ὅπως ἐλυπήθην, ὅπως ἐταράχθην, ὅπως ἀδολεσχίᾳ πεπλήρωμαι· ἀποδεξάμενός τε ταῦτα, εἰσάκουσόν μου.
Ὅτι ἐξέκλιναν ἐπ᾽ ἐμὲ ἀνομίαι. Πάντα γὰρ τὰ κατὰ τοῦ Σωτῆρος συμβάντα πρὸς τὸ οἰκεῖον ἀναφέρει πρόσωπον. [Διὰ μνησικακίαν μοι ταῦτα ἐποίουν τεχθεῖσαν ἐξ ὀργῆς ἀλόγου. Κότος ἡ ἐπίμονος ὀργή. Διὰ ταύτην δὲ τὴν αἰτίαν περιδεὴς ἐγενόμην καὶ τεταραγμένος, ὡς ἐπιστάντος μοι ἤδη τοῦ θανάτου, καὶ τοσαύτη μοι ἦλθεν ἀγωνία καὶ φόβος, ὡς μηδὲ δοκεῖν τὴν ἀκτῖνα φαίνειν, ἀλλ᾽ ἐσκοτίσθαι· καὶ ἐλογισάμην τὴν φυγὴν εἶναι πάντων ἀμείνω, καὶ ηὐχόμην γενέσθαι μοι πτέρυγας ἐπὶ τῷ μεταστῆναι καὶ ἀλλαχοῦ καταπαῦσαι.] Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ᾽ ἐμέ. Ἰδοὺ ἡ καρδία μου, φησὶ, διέστρεψε τὰ ἔνδον μου· ἀλλὰ καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ᾽ ἐμέ. Ἤτοι δὲ τοῦ σωτηρίου θανάτου λέγει, ἐφ᾽ ᾧ δειλίας ὁ Προφήτης ἐπληροῦτο ἀνθρωπίνῳ λογισμῷ κινούμενος· ἢ τοῦ τῶν ψυχῶν θανάτου, τῶν ἀπόλλυσθαι μελλόντων διὰ τὰ τοιαῦτα τολμήματα. Ἀλλὰ φόβος καὶ τρόμος ἐπέπεσε τῷ Προφήτῃ ὁρῶντι τὸν ἀγαπητὸν τοῦ Θεοῦ τοιαῦτα ὑπὸ τῶν ἀσεβῶν πάσχοντα, ἔκρυπτε δὲ αὐτὸν σκότος, ὡς ἂν σκότου ἀληθῶς ἄξια τὰ κατὰ τοῦ Σωτῆρος δρώμενα.
Εἶτα, ὥσπερ ἀπολειφθεὶς ἐν μέσῳ τῶν ταῦτα δρώντων, μήτε μίαν τε ἔχων ἀποφυγὴν, μηδὲ ὅποι κλίνας ἑαυτὸν ἐκτὸς τῶν κακῶν γένοιτο, εὔχεται μετέωρος ἐπαρθῆναι, καὶ πτηνὸς γενόμενος δι᾽ ἀέρος ἐκφυγεῖν. Προσεδεχόμην τὸν Θεὸν σώζοντά με, ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. Καταιγίδα ὀνομάζει τὴν διὰ τοῦ πάθους αὐτῷ συμβᾶσαν λύπην.
Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. Αἰτίαν παρατίθησι δι᾽ ἣν καὶ τὴν προσευχὴν ἐποιήσατο. Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν. Ταῦτα εἰς πρόσωπον τοῦ προδότου ἀναφέροιτ᾽ ἂν δικαίως. Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου. Ἀντὶ τοῦ, Κατεστάθης ἡγεμὼν ὑπ᾽ ἐμοῦ, ὁ Ἰούδας δηλονότι. Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα.
Ὅμοιον ὡσεὶ λέγοι· Τῆς αὐτῆς τραπέζης πολλάκις ἠξιωμένος. Ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ. Τοῦτό φησι διὰ τὸ συνεληλυθέναι αὐτῷ πολλάκις εἰς τὸ ἱερόν. Ἐλθέτω δὴ θάνατος ἐπ᾽ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες. Ἐπειδὴ οὐκ ἐθέλησάν σε τὴν ζωὴν παραδέξασθαι, ταύτῃ τοι θάνατος διαδέξεται αὐτούς. Τὸ δὲ, Καταβήτωσαν εἰς ᾅδου ζῶντες, ὅτι δὴ, γινώσκοντες αὐτὸν εἶναι τὸν κληρονόμον, εἶπον· Δεῦτε, ἀποκτείνωμεν αὐτόν· τὴν γὰρ γνῶσιν ἀντὶ τῆς ζωῆς ἐτεθείκει.
Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα. Καὶ τί ἐκέκραξεν; ἢ λυτρωθῆναι τὴν ψυχὴν αὐτοῦ ἀπὸ τῶν ζητούντων ἀπολέσαι αὐτήν. Διὸ δὴ καὶ εἰσήκουσται. Ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι.
Ἀντὶ τοῦ, Οὐ παύσομαι διηγούμενος, ὅτι δὴ εἰσακούσας λελύτρωσαι τὴν ψυχήν μου. Ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί. Ὅτι οἱ πολλοὶ συνίεσαν κατ᾽ ἐμοῦ βουλόμενοι τὴν ψυχήν μου ἐξαίρειν. Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα. Ταπεινωθήσονται, φησὶν, ἐπειδὴ οὐδὲ ἔχουσι τῆς ψυχῆς αὐτῶν ἀντάλλαγμα. Ἅπαξ γὰρ ἀρνησάμενοι τὸ τίμιον αἷμα Χριστοῦ, τὸ εἰλημμένον ἀντάλλαγμα ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, οὐκέτι εὐποροῦσι λύτρου.
Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι. Αὐτὸς μὲν ἐξέτεινε τὴν παρεκτικὴν χεῖρα τῶν ἀγαθῶν εἰς τὸ μεταλαβεῖν αὐτοὺς τῆς εὐλογίας· οἱ δὲ οὐ μόνον οὐκ ἐδέξαντο· ἀλλὰ καὶ τὴν διαθήκην ἐβεβήλωσαν, δηλονότι τὴν εὐαγγελικήν.
Διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ. Ἐπειδὴ κακοῦργοι περὶ τὸν εὐεργέτην γεγόνασι, ταύτῃ τοι καὶ εἰς πάντα ἄνεμον αὐτοὺς διεσκόρπισε. Καὶ ἤγγισαν αἱ καρδίαι αὐτῶν. Πάλιν περὶ τοῦ Ἰούδα τὸν λόγον ἀποτείνεται· Τῇ καρδίᾳ, φησὶ, κατεδέξατο τὸ προδοῦναι Χριστόν. Καὶ δὴ λόγους προσέφερεν ἁπαλούς τε καὶ λείους, ἀλλ᾽ ἦσαν κακίας πλήρεις.
Τίνες δὲ οἱ λόγοι ἢ τὸ, Χαῖρε, Ῥαββὶ, ἐπὶ προδοσίᾳ λεγόμενον; Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει. Ὅμοιον τό· Μὴ μεριμνήσητε τί φάγητε, ἢ τί πίητε, ἢ τί ἐνδύσησθε. Οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ. Ἀντὶ τοῦ· Ἐκσπάσει τοὺς δικαίους ἐν παντὶ καιρῷ ἀπὸ πάσης ἐπαναστάσεως ἐχθρῶν.
Σὺ δὲ, ὁ Θεὸς, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς. Τοὺς ἐπαναστάντας δηλονότι καὶ σταυρῷ παραδόντας. Φρέαρ γὰρ διαφθορᾶς τὸν ᾅδην φησίν. Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν. Ἄνδρας αἱμάτων τοὺς τὸν ἀρχηγὸν τῆς ζωῆς ἀποκτείναντάς φησιν, οἳ καὶ τῆς ζωῆς οὐ πεπληρώκασι τὸν χρόνον, τῇ Ῥωμαίων παραδοθέντες μαχαίρᾳ.
Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου, τῷ Δαυῒδ εἰς στηλογραφίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ. ΝΕʹ. Ὑπόθεσις. Δαυῒδ φεύγων τὸν Σαοὺλ ἔσχε τοὺς συνακολουθοῦντας αὐτῷ ἄνδρας ἑξακοσίους. Εἶτα παρερχόμενος εἰς Γὲθ τετίμηται παρὰ τῶν ἀλλοφύλων· ἀφώρισαν γὰρ αὐτῷ οἰκητήριον τὴν Σικελάν. Ἀναφέροιτο δ᾽ ἂν ὁ ψαλμὸς καὶ εἰς πρόσωπον τῆς Ἐκκλησίας τῆς πάλαι μὲν ἀπὸ τῶν ἁγίων μεμακρυμμένης, καθ᾽ ὃν εἰδωλολάτρει καιρὸν, καὶ δουλευούσης δαίμοσι.
Ῥυσθείσης δὲ τῶν νοητῶν ἐχθρῶν διὰ τοῦ γεγονότος ἐκ σπέρματος τοῦ κατὰ σάρκα Δαυῒδ, τοῦ καὶ πολεμήσαντος ὑπὲρ ἡμῶν, καὶ ὥσπερ ἐν στήλῃ τὴν ὑπὲρ ἡμῶν νίκην γράψαντος. Τότε γὰρ καὶ τιμῆς αὐτὸν οἱ ἀλλόφυλοι ἠξίωσαν, τουτέστιν οἱ ἐξ ἐθνῶν πιστεύοντες εἰς αὐτόν.
Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος. Ἢ περὶ τοῦ Σαοὺλ ὁ Δαυΐδ φησιν, ἢ καὶ ἅγιος πᾶς, διὰ τὰς θλίψεις ἃς ἔχουσιν ἐν τῷ κόσμῳ. Πολλάκις δὲ καὶ ὁ καθεὶς ἡμῶν ἄνθρωπος τὸν χαλεπὸν τοῦτον ὑφίσταται πόλεμον, ὅλην τὴν ἡμέραν παρὰ τοῦ Σατανᾶ πολεμούμενος καὶ παρ᾽ αὐτοῦ πατούμενος. Εἰ γὰρ καὶ ἀνθρώπου ὁ ψαλμὸς ἐμνημόνευσεν, ἀλλ᾽ ὅμως τὸν Σατανᾶν αὐτὸν, ἐν τῇ θείᾳ Γραφῇ πολλάκις ὀνομαζόμενον ἤ τινα τῶν ἐκεῖ στρατευομένων αἰνίττεται. Πλὴν καὶ τὸν λαὸν τῶν ἐθνῶν ταῦτα ὑποψάλλειν ἁρμόδιον, χρόνῳ πολλῷ ὑπὸ τοῦ Σατανᾶ ἀπατηθέντα, καὶ τὸν παρ᾽ αὐτοῦ πόλεμον διὰ τῆς τῶν δαιμόνων ἐπιβουλῆς ὑπομείναντα, οὓς ἐν τοῖς ἑξῆς σαφέστερον ἔφησεν αἰνιττόμενος.
Κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν. ᾜδει, ὅτι Σαοὺλ ἐπεβούλευσεν αὐτῷ ἐνηχούμενος παρὰ τῶν ἀοράτων δαιμόνων. Ἢ καὶ τὸ, Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, δηλοῖ, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους. Εἰ καὶ ἐπανίστανται, φησὶν, ἀλλ᾽ ἡττήσω πάντας ἐλπίζων ἐπὶ σέ. Αὕτη γάρ μοι ἡ ἐλπὶς τοσαύτην ἰσχὺν παρέσχεν, ὡς τοὺς πάλαι πολεμοῦντας μὴ δεδοικέναι με.
Ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου. Πολεμούμενος παρὰ τῶν ἐχθρῶν, φησὶ, καθοπλίζω ἐμαυτὸν εἰς τὸ μηδὲν παθεῖν κακὸν, ὅλους τοὺς λόγους μου ὕμνους ποιῶν καὶ ἀνατιθεὶς τῷ Θεῷ, καὶ τὴν ἐλπίδα ἐπ᾽ αὐτῷ ποιούμενος· διὸ καὶ πάσης σαρκὸς ἔξω τὸν φόβον ἐποιούμην.
Ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο. Ἐγὼ μὲν, φησὶν, ὅλην τὴν ἡμέραν ἀνετίθουν τοὺς λόγους μου τῷ Θεῷ· αὐτοὶ δὲ οὐ διέλειπον πᾶσαν ἡμέραν κατ᾽ ἐμοῦ τὴν σπουδὴν ἑαυτῶν συντιθέντες εἰς κακά. Παροικήσουσι καὶ κατακρύψουσιν, αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι. Τὸ, παροικήσουσι, ἀντὶ τοῦ, συναχθήσονται, τέθειται. Ὁ δὲ νοῦς οὗτος· Οὕτω, φησὶ, διὰ πάσης ἡμέρας ἐσχόλαζον τοὺς κατ᾽ ἐμοῦ λόγους κινοῦντες, καὶ πᾶς ὁ διαλογισμὸς αὐτῶν κατ᾽ ἐμοῦ ἐγίνετο, ὡς σπουδάζειν συνάγεσθαι αὐτοὺς ὁμοῦ καὶ λαθραίας ποιεῖσθαι τὰς κατ᾽ ἐμοῦ σκευὰς, καὶ μὴ μέχρι τούτου χωρεῖν, ἀλλὰ καὶ περιεργάζεσθαί μου τὴν πτέρναν, τουτέστι τὴν τοῦ βίου πορείαν, εἴ πως σκελίσαντες δυνηθεῖεν καταβαλεῖν με. Καὶ τὰ ἴχνη δέ μου παρετήρουν ὁποῖα βαδίζοιμι, ἵνα ἐπιλάβωνταί μου. Καὶ ταῦτα μὲν οἱ μάτην διώκοντες κατ᾽ ἐμοῦ ἔπραττον· σὺ δὲ, Κύριε, ἡ ἐμὴ ἐλπὶς, ἐμὲ μὲν τῆς ἀδίκου αὐτῶν κατασκευῆς ῥῦσαι· αὐτοὺς δὲ μετελθὼν τῇ σαυτοῦ ὀργῇ κατάβαλε.
Ὁ Θεὸς, τὴν ζωήν μου ἐπήγγειλά σοι. Παῤῥησίαν ἄγων, φησὶ, καὶ μὴ ἐπαισχυνόμενος τῇ ἐμαυτοῦ ζωῇ, ταύτην σοι πᾶσαν ἐξήγγειλα. Σὺ δὲ ἀποδεχόμενος αὐτὴν τὰ δάκρυά μου οὐκ ἀπώσω· ἀλλὰ πρὸ τῶν σῶν ὀφθαλμῶν ἔθου αὐτὰ, πιστούμενος τὴν σὴν ἐπαγγελίαν τὴν λέγουσαν· Ἔτι σοῦ λαλοῦντος ἐρῶ· Ἰδοὺ πάρειμι. Διὸ συνέβαινεν, ἐμοῦ εἰσακουομένου, τοὺς ἐχθρούς μου εἰς τὰ ὀπίσω ἀναχωρεῖν· ὅθεν φημί· Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε.
Ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω. Αὐτοῖς ἔργοις, φησὶ, παρείληφα, καὶ ἔγνων ἀκριβῶς, ὅτι οὐκ ἐπὶ ματαίῳ ἡ ἐλπίς· ἀλλὰ Θεὸν βοηθὸν ἐκτησάμην. Ἐν ἐμοὶ, ὁ Θεὸς, εὐχαὶ, ἃς ἀποδώσω αἰνέσεώς σου. Ἐπειδὴ τῆς σῆς οἰκονομίας ἠξίωσας ἡμᾶς, φησὶ, καὶ ἔσωσας, τί ἀνταποδώσομέν σοι, ἢ θυσίας αἰνέσεως;
Ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου. Τοῦ νοητοῦ, φησὶ, τουτέστι τῆς ἀγνωσίας τῆς περὶ Θεοῦ. Καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. Τῆς ἁμαρτίας λέγει, αὕτη γὰρ κατέφερεν εἰς θάνατον. Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν φωτὶ ζώντων.
Ὁ γὰρ ῥυσθεὶς τῆς ἁμαρτίας καὶ καθαρὸς ἀποτελεσθεὶς, οὗτος ἐν τῷ μέλλοντι αἰῶνι ἐν τῇ τῶν ζώντων χώρᾳ εὐαρεστήσει τῷ Κυρίῳ. Τοῦ δὲ ῥυσθῆναι ἐκ θανάτου καὶ ἐλευθερωθῆναι ἀπὸ τῆς ἁμαρτίας, μερίδα δὲ σχεῖν καὶ ἐν τῇ τῶν ζώντων χώρᾳ, πρόξενος ἡμῖν γέγονεν ἡ τοῦ Κυρίου παρουσία. Διὸ καὶ στηλογραφία τῷ Δαυῒδ ἀναγέγραπται ὁ ψαλμός.
Εἰς τὸ τέλος, μὴ διαφθείρῃς τὸν Δαυῒδ, εἰς στηλογραφίαν, ἐν τῷ ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. ΨΑΛΜΟΣ Νϛʹ. Ὑπόθεσις. Φεύγων τὸν Σαοὺλ ὁ Δαυῒδ διώκοντα ἦλθεν εἰς σπήλαιον μετὰ ἀνδρῶν τετρακοσίων, ὅτε καὶ τὴν διπλοΐδα τοῦ πτερυγίου ἔτεμε τοῦ Σαούλ. Τότε δὲ καὶ τὸν ψαλμὸν ᾄδει. Ἀναφέρεται δὲ καὶ εἰς τὰ πεπραγμένα ὑπὲρ ἡμῶν τῷ Χριστῷ, ὅτε ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ὀφθεὶς μετὰ σαρκὸς ἐπὶ τῆς γῆς ἀπήλασεν ἡμῶν τὴν φθοράν.
Ἐλέησόν με, ὁ Θεὸς, ἐλέησόν με. Ἐκ προσώπου τῆς ἀνθρωπότητος τὴν εἰς αὐτὸν ὑμνῳδίαν προσέφερεν. Ὅτι ἐν σοὶ πέποιθε ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ. Ἔθος τῇ θείᾳ Γραφῇ πτέρυγας καλεῖν τὴν ἐπισκοπικὴν δύναμιν τοῦ Θεοῦ, κατὰ τὸ εἰρημένον· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας. Ἐπὶ τῇ σῇ οὖν βοηθείᾳ, φησὶ, τὴν ἐλπίδα ἔχω. Ἕως οὗ παρέλθῃ ἡ ἀνομία. Τουτέστιν, ἕως οὗ ἐκ μέσου γένηται ὁ Σατανᾶς καὶ αἱ σὺν αὐτῷ δυνάμεις αἱ πονηραί.
Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με. Ἐξομολογήσομαι, φησὶ, καὶ εὐχαριστίας ἀναθήσω σοι τῷ εὐεργέτῃ μου. Ἐξαπέστειλεν ἐξ οὐρανοῦ, καὶ ἔσωσέ με. Σαφῶς τὴν κάθοδον τοῦ Κυρίου κηρύσσει. Ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με. Τὰς νοητὰς δηλονότι καὶ ἀντικειμένας δυνάμεις. [Παράσχου οὖν τὴν εὐεργεσίαν, ἵνα ἐξῇ μοι λέγειν μετὰ παῤῥησίας, ὅτι ἐξ οὐρανοῦ ἐπεῖδες τὰ καθ᾽ ἡμᾶς· καὶ τὰ μὲν ἡμέτερα διωρθώσω, τὰ δὲ τῶν ἐχθρῶν πρὸς ὀνειδισμὸν ἤγαγες.
Ἢ δὴ τὴν σωτηρίαν φησὶν, ᾗ ἐσώθη ἐν τῷ σπηλαίῳ ὅτε μᾶλλον ὑπεξούσιον ἔλαβε τὸν ἐχθρὸν, εἰ δὲ, ἐφείσατο. Ὃ δὴ καὶ ὄνειδος ἦν τῷ σεσωσμένῳ, ὡς μάτην ἐπιβουλεύοντι τῷ Σωτῆρι.] Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ.
Ἔλεος καὶ ἀλήθεια τοῦ Πατρὸς ὁ Υἱός. Καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. [Μέσος δὴ ἀπολειφθεὶς σκύμνων τῶν τῆς Τὲθ ἀλλοφύλων. Ἢ τὸ ὅσον ἐπ᾽ ἐμὲ, καὶ τῇ ἀνθρωπίνη ἀσεβείᾳ ἐκοιμήθην τεταραγμένος. Ἀλλ᾽ ὁ Ὕψιστος, τὸν Λόγον αὐτοῦ ἀποστείλας, ἐῤῥύσατο τὴν ψυχήν μου, ὡς μηδὲν αὐτὴν ἐκ τῆς ταραχῆς τῶν σκύμνων βλαβῆναι. Τίνα δὲ τὰ θηρία ταῦτα; υἱοὶ τῶν ἀνθρώπων εἰσὶν ἄν· οἱ ὀδόντες ὅπλα καὶ αἱ βουλαί· ἀντὶ τοῦ, βλαπτικοί εἰσι διὰ πάντων. Ὥσπερ ἡ μάχαιρα, ἠκονημένη οὖσα, ῥᾳδίως ἀναιρεῖ, οὕτω καὶ ἡ γλῶσσα, τετηγμένη οὖσα, ταῖς καταλαλιαῖς ἀναιρεῖ.] Σκύμνων τῶν νοητῶν δηλονότι. Ἐκοιμήθην τεταραγμένος.
Ἐπειδὴ ἐῤῥύσθην, φησὶν, ἐκ τῶν νοητῶν σκύμνων, τούτου χάριν καὶ ἀναπαύσομαι, καίτοι πάλαι ὑπ᾽ αὐτῶν ταραττόμενος. Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη. Ταῦτά φησι κατασημαίνων τὰ τῷ Σωτῆρι συμβάντα κατὰ τὸν τοῦ πάθους καιρὸν, ἡνίκα πρὸς Πιλᾶτον ἔκραζον οἱ Ἰουδαῖοι κατὰ Χριστοῦ τὸ, Ἆρον, ἆρον, σταύρωσον αὐτὸν, καὶ ὅτι Εἰ μὴ ἦν οὗτος κακοῦργος, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. Εἰ καὶ καθῆκας, φησὶν, ἑαυτὸν διὰ τὴν ἡμετέραν σωτηρίαν εἰς ἑκούσιον κένωσιν, καὶ γέγονας ὑπήκοος μέχρι θανάτου, ἀλλὰ καὶ πάλιν ἄνελθε εἰς οὐρανοὺς, ὅτι καὶ ἀνελθὼν τῆς σῆς δόξης πληρώσεις πᾶσαν τὴν γῆν.
Παγίδα ἡτοίμασαν τοῖς ποσί μου. Τοὺς καταβάλλοντάς με, φησὶ, διὰ τῶν παγίδων παρεσκεύασας εἰς αὐτὸν ὃν ὤρυξαν βόθρον ἐμπεσεῖν. Διὸ δὴ καὶ ταῦτα κατορθώσας ἐπὶ τοὺς οὐρανοὺς ὑψώθητι. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου. Παρακαλεῖ δέξασθαι τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἐπηγγείλατο ἀνερχόμενος πέμψειν ὁ Μονογενὴς, ἑτοίμην εἰς τὸ δέξασθαι λέγων γεγενῆσθαι τὴν ἑαυτοῦ καρδίαν.
Ἐξεγέρθητι, ἡ δόξα μου. Δόξαν ἑαυτοῦ τὸ πνεῦμα τὸ προφητικόν φησιν. Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα. Ψαλτήριον μὲν τὴν ψυχήν φησι, κιθάραν δὲ τὸ σῶμα καλεῖ. Ἐξεγερθήσομαι ὄρθρου. Ἐν αἰσθήσει, φησὶ, τοῦ νοητοῦ φωτὸς γενόμενος ἐπὶ τὸ ὑμνεῖν ἐξεγερθήσομαι.
Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Τὴν τῶν ἐθνῶν ἁπάντων ἐπιστροφὴν εὐαγγελίζεται δι᾽ ὧν ἐξομολογεῖται, ἅτε δὴ πάντων τῶν ἐθνῶν τοὺς αὐτοῦ ᾀδόντων ὕμνους. Ὅτι ἐμεγαλύνθη ἕως τὸν οὐρανὸν τὸ ἔλεός σου. Ὅμοιον τῷ Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῶν τέκνων τοῦ Θεοῦ.
Καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Ἀληθεῖς, φησὶ, τὰς τῶν νεφελῶν, τουτέστι τῶν προφητῶν, διὰ τῶν πραγμάτων ἀπέδειξάς σου φωνάς. [Ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Ἀληθεῖς, φησὶ, τὰς τῶν νεφελῶν, τουτέστι τῶν προφητῶν, διὰ πραγμάτων ἐπεδείξαντο φωνάς. Ἕως τῶν οὐρανῶν, ὅμοιον τῷ· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς φθορᾶς εἰς ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.]
Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυῒδ εἰς στηλογραφίαν. ΨΑΛΜΟΣ ΝΖʹ Ὑπόθεσις. Τὴν αὐτὴν ὑπόθεσιν ἔχει τῷ προλαβόντι ὁ παρὼν ψαλμὸς, μᾶλλον δὲ σαφῶς ἐξηγεῖται ποῖον κατὰ τῶν ἐπαναστάντων τῷ Σωτῆρι τὸ τέλος γέγονεν.
Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε. Ἐπειδὴ συνήγοντο κατὰ τοῦ Σωτῆρος, ὡς ἐκδικοῦντες τὸν νόμον, εἰκότως αὐτοῖς τὸ προφητικὸν ἐντέλλεται πνεῦμα, εἴ γε ἄρα τοῦ δικαίου φροντίζουσιν, εὐθέα κρίνειν, τουτέστι δίκαια. Οἱ δὲ οὐκ ἔκριναν δίκαια, τὸν ἀθῶον καὶ δίκαιον ἀποκτεῖναι βουλόμενοι. Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ. Εἰ καὶ οἱ λόγοι, φησὶ, χρηστοὶ, διεκδικεῖν προσποιούμενοι τὸν νόμον· ἀλλ᾽ ἡ καρδία πικρίας ἐστὶ πλήρης, καὶ αἱ πράξεις δὲ ὁμοίως ἀνομίας πεπλήρωνται.
Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας. Δείκνυσι τὸ μηδεμίαν αὐτοὺς τὸ παράπαν ἐσχηκότας αἰτίαν εἰς σωτηρίαν. [Διὰ γὰρ Ἡσαΐου τοῦ προφήτου πρὸς Ἰουδαίους ὁ Θεὸς ἔφη· Ἔγνων, ὅτι ἀθετῶν ἀθετήσεις, καὶ ἄνομος εἶ, καὶ ἐκ κοιλίας κληθήσῃ· κοιλίαν τὸ ἅγιον βάπτισμα λέγων.] Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. Θυμόν φησι τὴν ψυχὴν, ἣν καὶ ὁμοίαν εἶναί φησι τοῦ ἐν παραδείσῳ ὄφεως· ὃς ὑποκρινάμενος ῥήματα φιλίας, τὸν θάνατον εἰσήγαγεν. Ἐπειδὴ τοίνυν καὶ οὗτοι παραπλησίως, Ῥαββὶ, καὶ Διδάσκαλε, λέγοντες, καὶ, Οἴδαμεν, ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας, καὶ τὰ τοιαῦτα προφερόμενοι ῥήματα, ἐβουλεύοντο παραδοῦναι σταυρῷ· τούτου χάριν τῇ ὁμοιώσει τοῦ ὄφεως παρεβλήθησαν.
Ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς. Οὐ μόνῳ τῷ ὄφει, φησὶ, παρεικασθεῖεν ἂν, ἀλλὰ καὶ ἀσπίδι ἐπὶ τῶν ὀδόντων ἐχούσῃ τὸν ἰὸν, μὴ βουλομένῃ τε ἐπακούειν τῶν ἐπῳδῶν εἰς τὸ τοῦ θυμοῦ παύεσθαι. Ταῦτα δέ φησιν, ἐπειδὴ καὶ αὐτοὶ κατὰ τὴν Ἡσαΐου φωνὴν ἐβάρυναν τὰ ὦτα, τοῦ μὴ ἀκοῦσαι τοὺς παρὰ τοῦ Κυρίου λόγους.
Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν. Ὀδόντας ἐν τούτῳ τὰς συκοφαντίας ἃς πεποίηνται κατὰ τοῦ Κυρίου φησὶ, καὶ μάλιστα τὰς ἐπὶ τῆς ἀναστάσεως· ἢ ὀδόντας τὴν δύναμίν φησιν, ἐπειδὴ τῶν λεόντων ἐν τοῖς ὀδοῦσιν ἡ δύναμις.
Ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευόμενον. Εὐκαταφρόνητοι, φησὶν, ἔσονται ὕδατι παραπλησίως ἐσκεδασμένῳ καὶ παντελῶς ἀχρήστῳ. Ἐντενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσωσι. Τόξον ἐν τούτοις τὴν ἀπόφασιν τὴν ἐν τῷ θείῳ βήματι γενησομένην φησί. Τὸ δὲ, ἕως οὗ, ἀντὶ τοῦ, καὶ, κεῖται· ἵνα ᾖ, καὶ ἀσθενήσουσιν. Ἔπεσε τὸ πῦρ ἐπ᾽ αὐτοὺς, καὶ οὐκ εἶδον τὸν ἥλιον. Ἐμβληθέντες, φησὶν, εἰς τὸ πῦρ τὸ αἰώνιον, τῆς δικαιοσύνης τὸν ἥλιον οὐκ ἐθεάσαντο. Ὅμοιον δὲ τό· Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.
Πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας ὑμῶν τὴν ῥάμνον. Ῥάμνος ἀκανθῶδες φυτόν. Λέγει δὲ τὸν ἀκάνθινον στέφανον. Πρὶν, φησὶν, αὐξῆσαι τὰς ἀκάνθας ὑμῶν, τουτέστι τὰς ἁμαρτίας, καὶ γενέσθαι ῥάμνον, ἀντὶ τοῦ ἐξανθῆσαι καὶ καρποφορῆσαι, μετελεύσεται ὑμᾶς ἡ θεία ὀργή.
Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν. Οἱ δίκαιοι, φησὶν, ἐκ μέσου γιγνομένους τοὺς ἀλιτηρίους θεώμενοι δαίμονας κατὰ τὸν τῆς δικαιοκρισίας καιρὸν, ἐπὶ τῷ δικαίῳ κρίματι τοῦ Θεοῦ εὐφρανθήσονται· ἅτε δὴ ἀθῶοι αὐτοὶ εὑρεθέντες τῆς ἐπὶ τῷ θανάτῳ κολάσεως. Τὸ γὰρ, νίψεται, ἐπὶ τοῦ ἀθώου ληπτέον κατὰ τό· Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου. Ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ.
Τὸ, ἄρα, ἀντὶ τοῦ, ὄντως, τέθειται. Ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτούς. Ὁμολογοῦσι, φησὶν, ὄντως δικαίαν ὑπάρχειν τὴν ἐπ᾽ αὐτῶν ἐξενεχθεῖσαν κρίσιν τοῦ Θεοῦ.
Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυῒδ, εἰς στηλογραφίαν, ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν. ΨΑΛΜΟΣ ΝΗʹ. Ὑπόθεσις. Διαφθονήσας τῷ Δαυῒδ ὁ Σαοὺλ, καίτοι εὐεργέτην ὄντα, ἐζήτει ἀποκτεῖναι, ποτὲ μὲν ἀκοντίζων τὸ δόρυ κατ᾽ αὐτοῦ, ποτὲ δὲ ἐν τῷ οἴκῳ ἐκπολιορκῶν αὐτόν.
Ἀναφέρεται δὲ εἰς πρόσωπον τοῦ Σωτῆρος, τοῦ εὐεργετοῦντος μὲν τὸν ἀχάριστον Ἰσραὴλ, οὗ καὶ πρόσωπον εἶχεν ὁ Σαοὺλ, ἐπιβουλευομένου δὲ παρ᾽ αὐτοῦ. Εὐαγγελίζεται δὲ καὶ τὴν τῶν ἐθνῶν ἁπάντων κλῆσιν, ἐκβαλλομένου δηλονότι διὰ τὴν δυσσέβειαν τῆς κατὰ Θεὸν πολιτείας τοῦ Ἰσραήλ.
Ἐξέλου με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός. Εὔχεται αἰσθητῶν τε καὶ νοητῶν ἀπαλλαγῆναι ἐχθρῶν. Οὗτοι γὰρ δὴ ἄνομα πραττόμενοι ἐφθόνουν κατ᾽ αὐτοῦ. Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου, Κύριε. Ὅμοιον τῷ· Ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη. Εὔχεται ἐπιστροφὴν γενέσθαι ἐπὶ τὴν εἰς Χριστὸν πίστιν τῶν εἰδωλολατρῶν, ἀποβολὴν δὲ τοῦ Ἰσραὴλ διὰ τὴν ἀνομίαν αὐτῶν. Μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Ἐπιστρέφουσιν εἰς ἑσπέραν. Τὴν αἰτίαν φησὶ δι᾽ ἧς μὴ οἰκτείρεσθαι αὐτοὺς ηὔξατο. Ἡ αἰτία δὲ, ὅτι συστροφὴν κατὰ τοῦ Σωτῆρος ποιήσονται κατὰ τὸν καιρὸν ἐκεῖνον, καθ᾽ ὃν ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν ἐπεδήμησε τῷ κόσμῳ μετὰ σαρκός. Καὶ λιμώξουσιν ὡς κύων· λιμώξουσι μὲν διὰ τὸ μὴ δέξασθαι αὐτοὺς τὸν ἄρτον τὸν ζωοποιόν· κύνας δὲ αὐτοὺς διὰ τὸ ἀναιδὲς κατονομάζει τῆς ψυχῆς. Τὸ δέ· Κυκλώσουσι πόλιν, ὅτι δὴ, ἐκπεσόντες τῆς πατρίδος νόμοις τε βασιλικοῖς εἰργόμενοι αὐτῆς, ἔξωθεν κύκλῳ περιέρχονται, μόλις μακρόθεν ποθὲν αὐτὴν θεώμενοι.
Ἰδοὺ αὐτοὶ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν. Ἀντὶ τοῦ, βλασφημήσουσι. Καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν. Τό· Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Καὶ σὺ, Κύριε, ἐκγελάσῃ αὐτούς. Ἐβλασφήμουν, φησὶ, καὶ μὴν καὶ μέχρι σταυροῦ ἐπεβούλευσαν λέγοντες, ὡς οὐκ ὄψεται ὁ Θεὸς τοὺς λόγους καὶ τὰς πράξεις αὐτῶν. Ἀλλ᾽ εἰ καὶ ταῦτα διενοήθησαν, σὺ, Κύριε, φησὶ, καταγελάστους αὐτοὺς παρασκευάσεις ἐγγενέσθαι. Ἐκεῖνοι μὲν οὖν ἐκεῖνα τολμῶσι, σὺ δὲ καὶ ἀκούεις, καὶ βλέπεις, καὶ γελᾷς αὐτῶν τὴν ματαίαν μανίαν. Ἐξουδενώσεις πάντα τὰ ἔθνη. Τὰ νοητὰ δηλονότι, τὰ καὶ αὐτοὺς εἰς τὸν κατὰ τοῦ Κυρίου ἐγείραντα πόλεμον. Ἄνω εἶπε· Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη· ἐνταῦθα· Ἐξουδενώσεις πάντα τὰ ἔθνη· πολλῇ δι᾽ ὅλου τῇ τάξει τοῦ λόγου καὶ διὰ τῶν ἐν μέσῳ χρησάμενος.
Δεικνὺς γὰρ, ὅτι μὴ ἁπλῶς αἰτεῖ τὴν κατ᾽ αὐτῶν τιμωρίαν, πρότερον ᾔτησεν ἐπιδεῖν τε τὸν Θεὸν καὶ ἐξετάσαι τὰ γιγνόμενα· εἶτα διηγήσατο οἷα πράττουσιν, οὐδὲ εἶναί τινα τὸν προνοοῦντα νομίζοντες. Καὶ τότε τὴν τιμωρίαν ἐπήγαγεν, τοῦτο λέγων, ὅτι· Ἐπὶ τούτοις ἀξίως αὐτοὺς κολάσεις, καὶ τῇ παρὰ σοῦ τιμωρίᾳ τὸ μηδὲν ἀποφανεῖς.
Τὸ κράτος μου πρὸς σὲ φυλάξω. Ἐκεῖνοι μὲν, φησὶ, τὰ τοιαῦτα δεδυσσεβήκασι κατὰ σοῦ, ἐγὼ δὲ ὁ προφήτης ὁ ταῦτα λέγων, τῷ πνεύματι τὴν ἰσχύν μου καὶ τὴν βασιλείαν μου διὰ σοῦ φυλαχθησομένην ἕξω· ὅτι δὴ καὶ συναντελάβου μου, καὶ πρὸ τῶν δεήσεων τῷ ἐλέει σου περιέσφιγξας, ὡς καὶ τὴν πτῶσιν ἐπιδεῖν με τῶν ἐχθρῶν μου.
Μὴ ἀποκτείνῃς αὐτοὺς, μή ποτε ἐπιλάθωνται τοῦ νόμου σου. Εὔχεται μὲν μὴ εἰς τὸ παντελὲς ἐξ ἀνθρώπων ἀφανισθῆναι τὸ γένος τῶν ἐπαναστάντων κατὰ τοῦ Κυρίου· διασκορπισθῆναι δὲ μᾶλλον καὶ ἐν αἰχμαλωσίᾳ ζῇν αὐτοὺς ἀξιοῖ διὰ τὴν ἁμαρτίαν τοῦ στόματος αὐτῶν, καὶ διὰ τὴν ὑπερηφανίαν αὐτῶν.
Καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται ἐν συντελείᾳ. Ἐξάκουστος, φησὶ, γένοιτο αὐτῶν ἡ συντέλεια διὰ τὰς κατάρας ἃς καταρῶνταί σε, καταψευδόμενοι τῆς σῆς δόξης. Συντέλειαν δὲ οὐ τὴν εἰς τὸ παντελὲς ἀπώλειαν τοῦ ἔθνους φησὶν, ἀλλὰ τὴν καταστροφὴν τῆς δόξης αὐτῶν. Δόξα δὲ αὐτῶν αἱ κατὰ νόμον λατρεῖαι, ὁ θεῖος ναὸς, οἱ προφῆται, οἱ ἀρχιερεῖς, οἱ νομοδιδάσκαλοι, ἡ ἐπιφάνεια τῶν ἀγγέλων· ἅπερ ἅπαντα ἀθρόως μετὰ τὴν κατὰ τοῦ Κυρίου μιαιφονίαν συντετέλεσται.
Καὶ γνώσονται, ὅτι ὁ Θεὸς δεσπόζει τοῦ Ἰακὼβ, καὶ τῶν περάτων τῆς γῆς. Ἁπάσης τῆς δόξης ἀφαιρεθέντες, φησὶν, ἔργῳ γνώσονται, ὅτι δὴ σὺ εἶ ὁ Δεσπότης τοῦ Ἰακὼβ, καὶ εἰς τὰ πέρατα τῆς γῆς ἐκτείνας τὴν σὴν Ἐκκλησίαν.
Ἐπιστρέψουσιν εἰς ἑσπέραν. Ἐπαναλαμβάνει τὰ προειρημένα, βεβαιοτέραν τὴν κατ᾽ αὐτῶν προφητείαν κατεργαζόμενος. [Ἐπειδὴ εἶπεν, Ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν, ἵνα μή τις ἐναντία εἰρηκέναι νομίσῃ τὸν προφήτην τῷ εἰπεῖν, Διασκέδασον αὐτοὺς ἐν τῇ δυνάμει σου· εἰκότως τῇ ταυτολογίᾳ ἐχρήσατο τῷ, Ἐπιστρέψουσι· κατὰ τὸ ῥητὸν ἀσάφειαν ἔχουσιν οἱ στίχοι. Βούλεται γὰρ εἰπεῖν τὸ τῶν κυνῶν ὑπόδειγμα, οἳ, συνηγμένοι ἔν τινι τροφῇ, ἀλλήλους κατεσθίουσι πρὶν τοῦ βρώματος ἅψασθαι· διὸ καὶ μερίζονται ἀποτυγχάνοντες τροφῆς πολλάκις.] Αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσι, καὶ γογγύσουσιν. Περιέλθωσι μὲν ζητοῦντες τὸν λόγον τοῦ Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.
Ἐὰν δὲ καί ποτε, λέξεώς τινος μετειληφότες τῆς θείας Γραφῆς, δόξωσιν εἰς κόρον ἀπολαῦσαι, καὶ οὕτω γογγύσουσιν, ἅτε ἀεὶ γογγυσταὶ ὄντες καὶ τοῦ Θεοῦ καταλαλοῦντες. Ἐγὼ δὲ ᾄσομαι τὴν δύναμίν σου. Ἐκεῖνοι μὲν οὕτως, φησίν· ἐγὼ δὲ, ὁ ἐξ ἐθνῶν δηλονότι λαὸς, ἅτε τὴν σὴν δύναμιν ἐπιγνοὺς, χαρήσομαι ἐπὶ τῷ ἐλέει σου τῷ γενομένῳ ἐν φωτὶ, καὶ τῇ ἀναστασίμῳ σου ἡμέρᾳ. Δι᾽ αὐτοῦ γὰρ καὶ ἀντελάβου ἡμῶν καὶ καταφυγὴ ἐν θλίψει ἐγένου. Διὸ καὶ ψαλμοὺς ἀναπέμπω σοι τῷ Θεῷ τῷ ἐλεήσαντί με. Ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου. Ἀπήλαυσα γὰρ τῆς σῆς ἐπικουρίας ἀεὶ, καὶ διὰ τῆς σῆς προνοίας τὰς προσπεσούσας διέφυγον συμφοράς. Οὗ δὴ χάριν σὲ μόνον οἶδα Θεὸν, καὶ σὲ πηγὴν ἐλέους καὶ φιλανθρωπίας καλῶ. Ταῦτα ὁ μακάριος Δαυῒδ πόῤῥωθεν προφητικοῖς ἰδὼν ὀφθαλμοῖς, καὶ τὰς Ἰουδαίων προείρηκε συμφορὰς, καὶ αὐτὸς ὑμνήσειν ἀεὶ τὸν Δεσπότην ὑπέσχετο· καὶ πληροῖ γε τὰς ὑποσχέσεις, διὰ τῶν εὐσεβῶν τὴν ὑμνῳδίαν προσφέρων.
Εἰς τέλος. Τοῖς ἀλλοιωθησομένοις, ἔτι εἰς στηλογραφίαν τῷ Δαυῒδ, εἰς διδαχὴν, ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σοβὰλ, καὶ ἐπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε τὴν φάραγγα τῶν Ἁλῶν· ιβʹ χιλιάδας. ΨΑΛΜΟΣ ΝΘʹ. Ὑπόθεσις. Σαφοῦς οὔσης τῆς ἱστορίας, διὰ τὸ ἀκριβῶς αὐτὴν ἀναγεγράφθαι ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν, τὸ ἐξ αὐτῆς χρήσιμον ἐροῦμεν, ὡς ἀναφέρεται τὸ μὲν πρόσωπον τοῦ Δαυῒδ εἰς πρόσωπον τοῦ Κυρίου, τοῦ καὶ τὴν ἀλλοίωσιν καὶ τὴν καινότητα τῶν πραγμάτων ἐπ᾽ ἐσχάτου δεδωκότος τῶν καιρῶν καὶ πατάξαντος τὰ ἀλλόφυλα ἔθνη, τουτέστι τὰ νοητά.
Ταῦτα γὰρ ἡμᾶς ἡ Γραφὴ ἐκπαιδεύει λέγουσα εἰς διδαχήν. Διδασκόμεθα οὖν, ὡς κατὰ τὸν καιρὸν καθ᾽ ὃν τοὺς μὲν ἐχθροὺς ἐπάταξεν ὁ ἐκ σπέρματος κατὰ σάρκα τοῦ Δαυῒδ, τὰ δὲ ἔθνη οἰκεῖα πεποίηται ὁ τῶν Ἰουδαίων λαὸς, ἐν αἰσθήσει τῆς διὰ Χριστὸν τιμωρίας γεγονὼς, ἐπιστροφήν τινα ποιεῖται, αἰτῶν καὶ αὐτὸς τῆς διὰ Χριστὸν χάριτος ἀξιωθῆναι. Ἀποκλαίεται δὲ πρῶτον τὴν γενομένην αὐτῷ διὰ τὴν εἰς Χριστὸν δυσσέβειαν καταστροφὴν, διὸ καί φησιν· Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ ᾠκτείρησας ἡμᾶς. Ἐτιμωρήσω ἡμᾶς, φησὶ, διὰ τὴν εἰς σὲ γεγενημένην δυσσέβειαν. Ἀλλὰ καὶ ᾠκτείρησας ἡμᾶς· τὸ γὰρ, ᾠκτείρησας, ἀντὶ τοῦ, οἰκτείρησον, ἢ ἄλλως τὸ, ᾠκτείρησας, ἐλεεινοὺς καὶ ἀθλίους ἀπέφηνας, ὡς διὰ τὰς συμφορὰς καιρὸν εἶναι κατοικτείρεσθαι λοιπόν. Συνέσεισας τὴν γῆν, καὶ συνετάραξας αὐτήν. Τὴν Ἱερουσαλήμ φησι, διὰ τὸ πολιορκηθῆναι αὐτὴν, καὶ τὸν ἐν αὐτῇ καταστραφῆναι νεών. Ἢ καὶ τὴν νοητὴν αὐτῶν γῆν φησιν, ἥτις διὰ τὴν ἀποστροφὴν τὴν γενομένην κατ᾽ αὐτῶν κατακεκλόνηται. Ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη. Πάλιν τὰ γεγενημένα διέξεισιν.
Ἔδειξας τῷ λαῷ σου σκληρά. Τῷ πλήθει, φησὶ, τῶν συμφορῶν, καθάπερ οἴνῳ τινὶ κάρον ἡμῖν ἐνεποίησας, καὶ ὀδύνης ἐνέπλησας τὰς ἡμετέρας ψυχάς. Ἐπότισας ἡμᾶς οἴνῳ κατανύξεως. Οὕτω καὶ ὁ Ἀκύλας ἡρμήνευσεν· Ἐπότισας ἡμᾶς οἴνῳ καρώσεως.
Οἶνον κατανύξεως τὰς ἐν ταῖς θείαις Γραφαῖς τιμωρίας φησὶ, τὰς προανακηρυχθείσας αὐτοῖς τῆς εἰς Χριστὸν δυσσεβείας ἕνεκα. Ἀναγινώσκοντες γὰρ καὶ τῇ πείρᾳ τὰ προηγορευμένα μανθάνοντες, κατανύττονται τὸ συνειδός. Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.
Σημείωσις ὁ φωτισμὸς, καθ᾽ ὃν δύναταί τις διάκρισιν ἔχειν πνευμάτων, καὶ ἀγαθοῦ καὶ κακοῦ. Ταύτης γὰρ τῆς γνώσεως ὑπαρξάσης, φεύγομεν ἀπὸ τῶν χειρόνων, μακρὰν κακοῦ ἔργου καὶ πνεύματος πονηροῦ γινόμενοι. Τοῦ αὐτοῦ. Ἡμεῖς μὲν, φησὶ, δι᾽ ἣν ἐπράξαμεν δυσσέβειαν τετιμωρήμεθα· οἱ δὲ φοβούμενοί σε σημεῖον ἐδέξαντο (δῆλον δὲ, ὅτι ἐν ᾧ ἐσφραγίσθημεν), ὅπως ἂν ἔξω πάσης κολαστικῆς ἐπηρείας γένοιντο. Τούτου δὲ τοῦ σημείου τύπος ἦν τὸ ἐν ταῖς φλιαῖς τῶν προβάτων ἐν Αἰγύπτῳ χριόμενον αἷμα.
Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ. Ὅμοιον τῷ· Ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Αὐτὸς γάρ ἐστιν ὁ ἅγιος τοῦ Θεοῦ καὶ Πατρός. Τί δὲ ἐλάλησε, καὶ πρὸς τίνα ἐλάλησεν; Ἐπειδὴ ηὔξατο ἐν τῷ προλαβόντι ψαλμῷ λέγων· Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου· τούτου χάριν ἀποκρίνεται, ὡς τὰ Σίκημα μὲν διαμεριεῖ, τουτέστι τὸ βασίλειον τοῦ Ἰσραήλ· ἐν Σικήμοις γὰρ ἦν. Δέδωκε γὰρ αὐτὸ ἀλλοφύλοις ἔθνεσι τοῖς πιστεύσασιν εἰς αὐτόν.
Καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. Κοιλάδα ἡ θεία Γραφὴ τὸ πάντων ἀνθρώπων οἰκητήριόν φησι. Ταύτην οὖν, φησὶ, τὴν κοιλάδα πᾶσαν εἰς σκηνὰς ἐμαυτῷ διαμετρήσω· τουτέστιν ἐκκλησιῶν πληρεστάτην ἀποτελέσω.
Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς. Διὰ Γαλαὰδ καὶ Μανασσῆ σημαίνει, ὡς ἐν τῇ ἐπιφανείᾳ αὐτοῦ πρώτοις Ἰουδαίοις κηρύσσει τὴν χάριν. Ἀλλὰ καὶ Ἐφραῒμ, φησὶ, καὶ ὁ Ἰούδας, αἱ δύο βασιλεῖαι τοῦ Ἰσραὴλ, ὁμοίως δέξονται τὴν χάριν. Τὸ δὲ, Κραταίωσις τῆς κεφαλῆς μου, ἀντὶ τοῦ, ἰσχὺς τῆς ἀρχῆς μου. Τῆς γὰρ ἀρχῆς αὐτοῦ ἧς ἦρχεν, τουτέστι τοῦ Ἰσραὴλ, ὁ Ἐφραῒμ ἦν ἡ ἰσχύς· ἐξ αὐτοῦ γὰρ ἦν ἡ βασιλεία τοῦ Ἰσραήλ. Μωὰβ λέβης τῆς ἐλπίδος μου. Λέβης. μὲν τὸ δοχεῖον. Λέγει δὲ, ὡς καὶ οἱ Μωαβῖται, τουτέστι τὸ πρώην ἄθεον ἔθνος ὑποδέχεται τὴν εἰς ἐμὲ ἐλπίδα. Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. Καὶ ἐν τῇ Ἰδουμαίᾳ, φησὶν, ἐμπεριπατήσω. Ἰδουμαία δὲ πάλιν ἀλλοφύλων ἦν ἔθνος. Δηλοῦται δὲ διὰ τούτων ἡμῖν, ὡς τὴν εἰς αὐτὸν πίστιν καὶ τὰ ἔθνη παραδέξονται· διό φησιν· Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.
Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; Ἀκούσας διὰ τοῦ Πνεύματος ὁ προφήτης, ὡς τὰ ἔθνη δέχεται τὴν χάριν, φησί· Τίς με ἀπάξει εἰς πόλιν τῆς περιοχῆς; Πόλιν δὲ περιοχῆς τὴν Ἐκκλησίαν φησὶ, τὴν περιπεφραγμένην τῇ τοῦ Θεοῦ δυνάμει. Ταῦτα δὲ ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ μετανοοῦντος λαοῦ τῶν Ἰουδαίων φησὶ, καὶ ἀγαπῶντος δέξασθαι τὴν πίστιν τὴν εἰς Χριστόν. Ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Δηλοῖ τίς ἐστιν ἡ πόλις τῆς περιοχῆς.
Τίς οὖν ἐστιν ἢ ἡ Ἰδουμαία; Ἀπὸ δὲ τῆς Ἰδουμαίας πάντα τὰ ἔθνη σημαίνει τὰ τὴν χάριν ὑποδεξάμενα. Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπωσάμενος ἡμᾶς; Τίς ἄλλος, φησὶν, ἡμᾶς εἰς τὴν πόλιν ἀγάγοι τῆς περιοχῆς ἢ σὺ αὐτὸς, ὁ καὶ διὰ τὰς ἀνομίας ἡμῶν τῆς σῆς οἰκειώσεως ἐκβαλών;
Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεων, καὶ ματαία σωτηρία ἀνθρώπου. Οὐ διὰ ἀνθρωπίνης, φησὶ, συμμαχίας τῶν ἐπελευσομένων ἡμῖν θλίψεων ἐλπίζομεν ἐλευθερωθήσεσθαι, ἀλλ᾽ ἢ διὰ τῆς σῆς μόνης ἐπικουρίας. Καὶ ματαία σωτηρία ἀνθρώπου. Πᾶς γὰρ ὁ ἐλπίζων ἐπὶ σωτηρίαν ἀνθρώπου εἰς ματαίαν ἐλπίδα ἤλπισε. Σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσε, προσθεὶς τὸν σύνδεσμον καὶ εἰπών· Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως· καὶ γὰρ ματαία σωτηρία ἀνθρώπου.
Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν. Ἐπάμυνον, φησὶ, διακειμένοις κακῶς. Σοὶ μόνῳ δυνατὸν διαλῦσαι τὰς συμφοράς. Αἵ τε τῶν ἀνθρώπων ἐπικουρίαι, σοῦ μὴ νεύοντος, μάταιαι. Τὴν τοίνυν αὐτοῦ ἐπικαλεσόμεθα πρόνοιαν, καὶ τῇ αὐτοῦ δυνάμει θαῤῥήσομεν.
Αὕτη γὰρ ἀρκεῖ μόνη λῦσαι τὰ χαλεπὰ, καὶ τῶν πολεμούντων ἡμῖν καταλῦσαι τὴν δυναστείαν. Ἀλλήλοις ὥσπερ ἐπιφωνοῦσιν ἐπὶ τῷ Θεῷ μόνῳ λοιπὸν τὰς ἐλπίδας ἔχειν τῆς σωτηρίας. Διό φησιν· Ὅταν ἐπὶ τῷ Θεῷ δυναμοῦσθαι ἐλπίσωμεν, τότε καὶ οὐδὲν ὄντας τοὺς ἐχθροὺς ἡμῶν εὑρήσομεν.
Εἰς τὸ τέλος ἐν ὕμνοις τῷ Δαυΐδ. ΨΑΛΜΟΣ Ξʹ. Ὑπόθεσις. Εὐχαριστίαν ἀναφέρει Θεῷ ὑπέρ τε ἑαυτοῦ καὶ τοῦ σωθέντος διὰ τῆς πίστεως λαοῦ. Ἐπαγγέλλεταί τε καὶ ἐν ταῖς αἰωνίοις γεγονὼς μοναῖς ἀκαταλήκτως ἀναπέμπειν τὴν αἴνεσιν.
Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου. Ἐπειδὴ εἰς τὴν καταδυναστείαν καὶ εἰς τὴν τυραννίδα τῶν δαιμόνων ἀφορῶν, ἀκηδίας πεπλήρωμαι· τούτου χάριν ἱκετεύω, ὅπως ἐπιφανεὶς τῆς τῶν βιαζομένων ἡμᾶς ἐξέλῃ χειρός. Τὸ δὲ, Ἀπὸ τῶν περάτων τῆς γῆς, σημαίνει ὑπὲρ πάσης αὐτὸν τῆς οἰκουμένης ποιούμενον τὰς λιτάς. Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα. Ἐπειδὴ γὰρ πολλοῖς σταθμοῖς ἡ Βαβυλὼν τῆς Παλαιστίνης ἀφέστηκε, τὰς ἐσχατιὰς ὑπελάμβανον τῆς οἰκουμένης οἰκεῖν οἱ ἐξανδραποδισθέντες, κἀκείνην τεταγμένοι τὴν γῆν οἰκεῖν. Ἐν πέτρᾳ ὕψωσάς με. Δείκνυσιν εὐθέως εἰσακουσθεὶς, κατὰ τό· Ἔτι σοῦ λαλοῦντος, ἐρῶ· Ἰδοὺ πάρειμι. Σαφῶς τε κηρύττει διὰ τίνος ἡ σωτηρία· ὑψῶσθαι γάρ φησιν ἐν πέτρᾳ. Κρείττους γὰρ καὶ ἀνωτέρω τῶν ἐπηρεαζόντων δαιμόνων γεγόναμεν διὰ Χριστοῦ, ὃς πέτρα παρὰ τῷ μακαρίῳ Παύλῳ κατωνόμασται.
Ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου. Εἰ γὰρ αὐτός ἐστιν ἡ ὁδὸς, καὶ αὐτός ἐστιν ἡ θύρα, δῆλον, ὅτι τὴν ἀγαθὴν ἡμᾶς βαδίζειν διδάξει τρίβον, εἰς αὐτὸν ἐλπίζειν παρασκευάσας. Πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ. Ὅμοιον ὡς εἰ λέγοι· Τεῖχος καὶ ἀσφάλεια γέγονας εἰς τὸ μηδὲν παθεῖν ἐπηρεαζόντων τῶν ἐχθρῶν.
Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας. Ἀφ᾽ ὧν ἤδη εἴληφεν ἀγαθῶν, καὶ περὶ τῶν μελλόντων ἐλπίζει· ὅτι δὴ, εἰς τὰς ἄνω σκηνὰς γεγονὼς, ὑπὸ τὴν αὐτοῦ διαπαντὸς γενήσεται σκέπην. Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου. Καὶ τίς ἡ κληρονομία ἢ ἡ βασιλεία τῶν οὐρανῶν; Δεῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου, καὶ τὰ ἑξῆς· ὥστε κληρονομεῖν τὴν βασιλείαν. τοῦ Θεοῦ, καὶ λέγεσθαι ἐπὶ τῆς γῆς Χριστιανούς.
Ἡμέρας ἐφ᾽ ἡμέρας τοῦ βασιλέως προσθήσεις. Σημαίνει ὁ λόγος, ὡς καὶ τοῦτο μέρος τῆς κληρονομίας ἐστὶν, ἡ ζωὴ ἡ αἰώνιος. Τοῦτο γάρ ἐστι τὸ ἡμέρας ἡμερῶν τοῖς ἔτεσι τοῦ βασιλέως προσθεῖναι. Σημαίνει γὰρ διὰ τῶν ἡμερῶν χρόνους τινὰς καὶ αἰῶνας. Διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ· ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει; Ἐξ ἀναστροφῆς ὁ λόγος, ἵνα ᾖ τοιοῦτος. Εἴ τις ἐκζητήσει τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, οὗτος ἐν τοῖς ἀτελευτήτοις αἰῶσι διαμένει ἐνώπιον τοῦ Θεοῦ.
Οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τοὺς αἰῶνας. Οὕτως, πῶς; ἢ διαμείνας ἐνώπιόν σου ἐν τῷ μέλλοντι αἰῶνι; Τότε γὰρ τῆς μακαρίας ἐκείνης στάσεως ἀξιωθεὶς, ἀδιαλείπτως ἀναπέμψω τοὺς ὕμνους. Οὕτως, καὶ οὐκ ἄλλως δοξολογῶν ὁ ἄνθρωπος, οὐ παύσεται εἰς τὸν αἰῶνα τοῦ ἀποδοῦναι Κυρίῳ τὰς εὐχάς. Οἱ πιστοὶ γὰρ οὐ παύονται ἡμέραν ἐξ ἡμέρας ἐπιτελοῦντες τὰ θεῖα μυστήρια.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.