Ἔργον
Μέγας Αθανάσιος – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία εις τους Ψαλμούς ΞΑ' - Ο'
Υπομνηματισμός των Ψαλμών 61 έως 70, όπου τονίζονται ο αποστολικός αγώνας, η κλήση των εθνών και η προφητεία του σταυρικού Πάθους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τους Ψαλμούς ΞΑ' - Ο'
Υπομνηματισμός των Ψαλμών 61 έως 70, όπου τονίζονται ο αποστολικός αγώνας, η κλήση των εθνών και η προφητεία του σταυρικού Πάθους.
Εἰς τὸ τέλος. Ὑπὸ τοῦ Ἰδιθοὺμ, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΞΑʹ. Ὑπόθεσις. Ὁ Ἰδιθοὺμ εἷς ἦν τῶν χοροστατῶν τῶν ἐν τῷ θείῳ ναῷ. Οὗτος εἰς ἁμαρτίαν καταπεσὼν δέχεται παρὰ τοῦ Δαυῒδ τὸν ψαλμὸν, ἀνάκλησιν αὐτῷ παρασκευάζοντα τῆς ἀρετῆς. Προφητεύει δὲ ἐν αὐτῷ καὶ τὴν διὰ τῆς τοῦ Σωτῆρος οἰκονομίας παντὶ τῷ τῶν ἀνθρώπων γένει ἐσομένην λύτρωσιν, καὶ τῶν νοητῶν ἐχθρῶν τὴν ἀνατροπήν· καὶ παραίνεσιν ἀποτροπὴν κακίας περιέχουσαν τοῖς ἀνθρώποις εἰσάγει, τὰ περὶ τῆς κρίσεως αὐτοῖς ὑποτιθέμενος τοῦ Θεοῦ.
Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; Εἰ καὶ σεσάλευσαι, φησὶ, ὦ ψυχὴ, καὶ τῆς κατ᾽ ἀρετὴν ἐξέπεσας στάσεως, ἀλλ᾽ ὑποτάγηθι τῷ Κυρίῳ. Ὅτι δὴ αὐτός σου καὶ ἀντιλήψεται, καὶ σώσει τοῦ μὴ ἐπὶ πλεῖον σαλεύεσθαι. Καὶ γὰρ αὐτὸς Θεός μου. Καὶ γὰρ αὐτὸς παρέξει τὴν σωτηρίαν ἀδικουμένῳ παρ᾽ ὑμῶν, καὶ ἀπαλλάξει πάντως ὑμῶν τῆς μοχθηρίας.
Ἕως πότε ἐπιτίθεσθε ἐπ᾽ ἄνθρωπον; Τῶν ἀντικειμένων δυνάμεων καταβοᾷ· ὅτι δὴ νενευκυίᾳ τῇ τοῦ ἀνθρώπου φύσει ἐπὶ τὰ πονηρὰ ἐπιτίθενται, καὶ ὁμοίᾳ πως οὔσῃ διὰ τὴν φυσικὴν ἀσθένειαν κλίναντι τοίχῳ καὶ καταπίπτειν μέλλοντι, καὶ φραγμῷ ἀνατετραμμένῳ.
Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι. Μόνον οὐχὶ γὰρ καὶ αὐτοῦ τοῦ λογικοῦ ἡμᾶς ἀπεστέρησαν, ξύλα καὶ λίθους ἀναγκάσαντες προσκυνεῖν, ὡς καὶ λέγεσθαι περὶ ἡμῶν, ὅτι Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν. Ἔδραμον ἐν δίψει. Τοῦτον, φησὶ, τὸν δρόμον ἔτρεχον αἱ ἀντικείμεναι δυνάμεις, διψῶσαι τοῦ ἀποστερῆσαί με τῆς τιμῆς. Τῷ στόματι αὐτῶν ηὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο.
Τοῦτό φησιν, ἐπειδὴ, τὰ ἡδέα ἡμῖν ὑποβάλλοντες, δι᾽ αὐτῶν κατάρας ἡμᾶς ἀποφαίνουσι τέκνα. Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου. Πάλιν τῇ ψυχῇ διαλέγεται, τὴν ὑποταγὴν αὐτῆς τὴν πρὸς τὸν Θεὸν ἐπιτείνων. Ἐνδείκνυται δὲ τὸ μέγεθος τῶν πειρασμῶν, καὶ τὸ τοῦ Ἀποστόλου λέγει· Ὅτι οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε ὑπενεγκεῖν.
Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου. Ἐπὶ αὐτῷ τῆς σωτηρίας καὶ τῆς δόξης ἔχω τὴν ἐλπίδα. Τουτέστιν, αὐτός με καὶ περισώσει καὶ ἐπίδοξον ποιήσει, νικητὴν τούτων ἐργασάμενος. [Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου. Μονονουχὶ γὰρ καὶ αὐτοῦ τοῦ λογικοῦ ἡμᾶς ἀπεστέρησαν, ξύλα καὶ λίθους ἀναγκάσαντες προσκυνεῖν, ὡς καὶ λέγεσθαι περὶ ἡμῶν· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν. Ἀλλ᾽ ἐκεῖνοι μὲν, ὦ ψυχὴ, τοιοῦτοι· σὺ δὲ ὑποτάγηθι τῆς δουλείας αὐτοῦ. Εἶτα ἐπάγει, ὅτι Αὐτὸ τοῦτο παρ᾽ αὐτοῦ ἐλπίζω, τὸ σωτηρίας τυχεῖν, ἀντιλαμβανομένου, καὶ μὴ συγχωροῦντος μετανάστην γενέσθαι καὶ φυγάδα ἀπ᾽ αὐτοῦ, ἤτοι δεσποτείαν ἑτέραν ἀλλάξασθαι. Ἐκεῖθεν γὰρ προσδοκῶ καὶ σώζεσθαι, καὶ τὸ βοηθεῖσθαι, ἐκ τοῦ ἐπ᾽ αὐτὸν ἐλπίζειν.] Ἐλπίσατε ἐπ᾽ αὐτὸν, πᾶσα συναγωγὴ λαῶν.
Ἐν αὐτῷ πρώτῳ παρασκευάσας τὸν εἰς μετάνοιαν δρόμον, καὶ τοὺς ἄλλους εἰς τοῦτο παρακαλεῖ, ἅμα δὲ καὶ προφητικώτερον τὴν τῶν ἐθνῶν πάντων προαναφωνεῖ κλῆσιν. Ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν. Ὅμοιον ὡσεὶ λέγοι· Μὴ προσέλθητε αὐτῷ ἐν καρδίᾳ δισσῇ· ἀλλ᾽ ὡς γέγραπται· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς διανοίας σου.
Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων. Εἰδὼς, ὅτι πάντες δέξονται τὴν διὰ τοῦ Εὐαγγελίου κλῆσιν, ταλανίζει τοὺς μὴ πιστεύοντας, καὶ μάλιστα τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἳ καὶ ψευδεῖς ἦσαν, ἅτε δὴ τὴν ἀλήθειαν ἀπωθούμενοι· καὶ οὐ μόνον ζυγῷ καὶ σταθμοῖς τὴν ἀδικίαν ἐπετήδευον, ἀλλὰ καὶ συνήγοντο ἐπὶ ματαιότητι. Μάταιος γὰρ ἀληθῶς ἡ παρ᾽ αὐτῶν κατὰ τοῦ Σωτῆρος ἐπιβουλή. Μὴ ἐλπίζετε ἐπ᾽ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε. Τοῦτό φησι πρὸς αὐτοὺς, ἐπειδὴ πλεονεξίας ἕνεκεν ἐπεβούλευσαν αὐτῷ, ἐλπίζοντες τὰς ἐκ τοῦ νόμου καρποφορίας παρ᾽ αὐτῶν λαμβάνειν.
Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα· ὅτι τὸ κράτος τοῦ Θεοῦ. Ἀπεφήνατο, φησὶ, λόγον περὶ τῆς κρίσεως ὁ Θεὸς, δι᾽ οὗ ταῦτα τὰ δύο ἀκήκοα· ἓν μὲν, ὅτι τοῖς μὲν δεηθεῖσιν ὀργῆς διὰ τὴν τῶν ἁμαρτημάτων ὑπερβολὴν ὀργὴν ἀποδώσει· τοῖς δὲ ἄξια πεποιηκόσιν ἐλέου, ἀπονέμοι ἔλεον. Τὸ γὰρ κράτος τὴν ὀργὴν ὑποσημαίνει, καὶ τὴν ἀποτομίαν τὴν κατὰ τῶν ἀξίων αὐτῆς γενομένην.
Τῷ Δαυῒδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας. ΨΑΛΜΟΣ ΞΒʹ. Ὑπόθεσις. Καὶ τοῦτον μὲν ᾄδει τὸν ψαλμὸν, φεύγων ἀπὸ προσώπου Σαοὺλ, καὶ διὰ τῆς κατὰ τὸν βίον ἀρετῆς ἐπικαλούμενος εἰς βοήθειαν τὸν Θεόν. Ἀναφέρεται δὲ καὶ εἰς τὴν ψυχὴν τὴν πάλαι ἐν ἐρημίᾳ γεγονυῖαν παντὸς ἀγαθοῦ, εἶτα ἐπιστραφεῖσαν τῇ Χριστοῦ χάριτι.
Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Τὸ σπουδαῖον τῆς προσεδρίας διὰ τῶν παρόντων κατασημαίνει. Πρὸς σὲ, φησὶ, διανίσταμαι ὄρθρου, εἰς τὸ σοὶ τούς τε ὕμνους καὶ τὰς εὐχὰς ἀναπέμψαι. Ἐδίψησέ σε ἡ ψυχή μου. Οὐ μόνον, φησὶν, ἡ ψυχὴ τοῦ ἔρωτος ἐμπέπλησται τοῦ θείου· ἀλλὰ γὰρ πλέον τι καὶ ἡ σάρξ. Οὐ γὰρ μόνον τὴν εὐσέβειαν ἡμᾶς ἐπιτηδεύειν δεῖ, ἀλλὰ καὶ διὰ τοῦ σώματος ἀρέσκειν Θεῷ, οἷον διὰ νηστείας, διὰ συνεχοῦς προσευχῆς, διὰ χαμευνίας, διὰ τῆς ἐργασίας τῶν χειρῶν, εἰς τὸ δεομένοις χορηγεῖν.
Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ. Οὐδεμίαν ἀπὸ τῆς ἐρημίας βλάβην εἰσεδεξάμην, φησὶν, ἀλλ᾽ ὡς παρ᾽ αὐτὴν ἑστηκὼς τὴν ἱεράν σου σκηνὴν, ὑμνῳδίαν προσφέρω. Τὸ γὰρ, ἐν τῷ ἁγίῳ, τὴν σκηνὴν λέγει. Οὔπω γὰρ ὁ θεῖος νεὼς ᾠκοδόμητο. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι. Οὕτως, πῶς ἢ διψῶν καὶ ἐπιποθῶν τὴν περὶ σὲ τὸν ἅγιον συνάφειαν; Τίς δ᾽ ἂν εἴη ἅγιος ἢ ὁ Μονογενής;
Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς. Ὅτι οἱ τῷ ἐλέει προσελθόντες τοῦ Θεοῦ, τουτέστι Χριστῷ, οὐδὲν ἡγοῦνται τοῦ παρόντος βίου τὴν ζωὴν, τὴν τοιαύτην ἀναφθέγγονται φωνήν· ὑπὲρ πλήθους ζωῆς, τῆς παρούσης δηλονότι, λέγοντες εἶναι τὸ δεδομένον αὐτοῖς διὰ τοῦ Μονογενοῦς ἔλεος. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου. Τοῦτο δὲ παρὰ πάντα μου τὸν βίον διατελέσω ποιῶν, ὑμνῶν μὲν τῇ γλώττῃ, τὰς δὲ χεῖρας ἐκτείνων, καὶ τὴν σὴν φιλανθρωπίαν αἰτῶν.
Ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. Οὐκέτι, φησὶν, ὡς καὶ πρώην, πρὸς Θεὸν ἀλλότριον τὰς χεῖρας ἐκτενῶ, ἀλλ᾽ ἢ σοὶ μόνῳ, καὶ τὸ σὸν ἐν προσευχαῖς ἐπικαλούμενος ὄνομα. Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου. Δείκνυσι πόσον τὸ κέρδος τῶν ἐπ᾽ αὐτῷ μόνῳ τὰς ἐλπίδας ἔχειν ᾑρημένων. Καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. Ὅταν, φησὶ, τοῦ σοῦ ἐν μνήμῃ ὀνόματος γίνωμαι, τότε δὴ τότε χαρᾶς πληροῦται τὰ χείλη μου.
Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου. Τὸ, Εἰ ἐμνημόνευον, ἀντὶ τοῦ, μνημονεύων, τέθειται· ἵνα ᾖ, μνημονεύων σου, φησὶν, ἄϋπνος ἐγενόμην περὶ τὰς σὰς αἰνέσεις, καὶ τὰς φωτεινάς σου χορηγίας, ἃς τοῖς ἐπικαλουμένοις σε δίδως. Ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐπειδὴ αὐτός μοι βοηθεῖς τῇ φυλακῇ τῆς σῆς βοηθείας, τὴν εὐφροσύνην δέχομαι.
Σκέπην γὰρ πτερύγων καλεῖ τὴν ἀπὸ τῆς βοηθείας φυλακήν. Σκεπόμενος, φησὶ, παρὰ σοῦ χαρᾷ χαρήσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου. Οὐδὲ πρὸς βραχὺ τὸν ἐμὸν λογισμὸν, φησὶ, τῆς σῆς ἀποστῆσαι δύναμαι μνήμης. Ἀλλὰ φίλτρῳ θερμῷ πυρσευόμενος οἷόν τινι κόλλῃ τῇ μνήμῃ, τῷ σῷ πόθῳ προσδέδεμαι.
Εἶτα δείκνυσι τὸν τοῦ πόθου καρπόν. Ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Καὶ τίς ἂν εἴη δεξιὰ τοῦ Πατρὸς ἢ ὁ μονογενὴς αὐτοῦ Υἱός; Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου. Κατακράζει λοιπὸν τῶν ἀντικειμένων δυνάμεων, ἣν ὑπέμεινε προβαλλόμενος βίαν, εὐχόμενος ταῖς αἰωνίοις αὐτοὺς παραδοθῆναι κολάσεσιν.
Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ. Τὸ τέλος τῶν εἰς Χριστὸν ἀσεβησάντων διεξελθὼν, καὶ δείξας, ὡς μερὶς καὶ κλῆρος αὐτοῖς γενήσεται τὰ κατώτατα μέρη τῆς γῆς, ἐπὶ τὸ ἕτερον τάγμα τὸν λόγον μεθίστησι· τοῦτο δὲ ἦν τὸ τῶν πιστευσάντων εἰς Χριστὸν, οἳ, καὶ βασιλείας ἠξιωμένοι τῶν οὐρανῶν, εἰκότως καὶ βασιλεῖς ὀνομάζονται, κατὰ τὸ εἰρημένον παρὰ τῷ Ἀποστόλῳ· Καὶ ὤφελόν γε ἐβασιλεύσατε.
Οὗτος δὲ ἦν ὁ βασιλεύων λαὸς, ὃς εὐφραίνεται τὴν νοητὴν εὐφροσύνην, ἣν αὐτὸς αὐτῷ κεχάρισται ὁ Θεός. Ἐγὼ, φησὶν, ὁ παρὰ σοῦ τὴν βασιλείαν λαβὼν, τῇ σῇ ἐπικουρίᾳ, οὐ τῷ θανάτῳ ἐκείνων, ἐφήδομαι. Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ. Οὕτως, φησὶ, καὶ καύχημα αὐτῶν ἔσται Χριστὸς, τῶν βασιλευσάντων δηλονότι· ὡς καὶ ὅρκιον αὐτὸν ποιουμένους ἐπαινεῖσθαι δικαίως. Ὀμοῦνται γὰρ Θεὸν ἀληθινὸν, κατὰ τὸ γεγραμμένον· Ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα. Καὶ τίνες οὗτοι ἢ οἱ τολμήσαντες εἰπεῖν, Αἶρε ἐκ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ καθῆκεν αὐτὸν ζῇν; Τούτων δὴ οὖν ἐνεφράγη τὸ στόμα, πατήσαντος τοῦ Κυρίου τὸν θάνατον, καὶ τριημέρου ἀναστάντος. Καὶ αὐτῶν δὲ τῶν ἀντικειμένων δυνάμεων ἐνεφράγη τὸ στόμα, ἀνῃρημένης τῆς ἁμαρτίας διὰ τῆς χάριτος, κατὰ τὸ εἰρημένον ἀλλαχοῦ· Καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. Θεὸς γὰρ ὁ δικαιῶν, καὶ τίς ὁ κατακρίνων;
Εἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΞΓʹ. Ὑπόθεσις. Τοῦτον ᾄδει τὸν ψαλμὸν ἐκ προσώπου τῶν ἁγίων ἀποστόλων, εὐχομένων ἀπαλλαγῆναι τῶν ἐχθρῶν τοῦ εὐαγγελικοῦ κηρύγματος, διηγουμένων τε σαφῶς τὰ κατασκευασθέντα αὐτοῖς παρὰ τῶν ἀρχόντων τοῦ λαοῦ τῶν Ἰουδαίων, ἅ τε ὑπομεμενήκασιν αὐτοὶ, δῆλον δὲ, ὅτι οἱ προλεχθέντες ἄρχοντες, τῆς εἰς Χριστὸν ἀσεβείας ἕνεκεν.
Εἰσάκουσον, ὁ Θεὸς, φωνῆς μου ἐν τῷ δέεσθαί με. Δέξαι μου, φησὶ, Δέσποτα, τὴν ἱκετείαν, καὶ ῥῶσόν μου τὴν διάνοιαν, ὥστε μὴ δεδιέναι τὰς προσβολάς. Ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. Ὅμοιον τῷ· Καὶ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου.
Οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν. Ταῦτά φησι, διὰ τὸ βλασφημοῦντας αὐτοὺς τὸν Ἰησοῦν λέγειν τοῖς ἀποστόλοις· Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ. —Ἐνέτειναν τόξον αὐτῶν πρᾶγμα πικρόν. Τόξου βολῇ τὰ θανατοποιὰ τῆς γλώσσης αὐτῶν παραβάλλει ῥήματα. Πῶς γὰρ οὐ θανατοποιὰ τὰ πείθειν ἐπιχειροῦντα μὴ Θεὸν πιστεύειν εἶναι τὸν Ἰησοῦν;
Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται. Λοχῶντες, φησὶν, ἐξαίφνης ἐπίασιν, οὐ δεδιότες τὸν ἐφορῶντα Θεόν. Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν· τὸ διαβεβαιοῦσθαι· Οὐκ ἀνέστη ὁ Κύριος ἐκ νεκρῶν. Διηγήσαντο τοῦ κρύψαι παγίδα.
Ἄνω καὶ κάτω, φησὶν, ἐβουλεύοντο ἀποκτεῖναι λάθρα τῶν εὐαγγελικῶν δογμάτων τοὺς κήρυκας. Τίς, εἶπαν, ὄψεται αὐτούς; Ταῦτα ἔπραττον, φησὶ, νομίζοντες μὴ ἀπαιτεῖν αὐτοὺς τὸν Θεὸν τῆς τοιαύτης ἀσεβείας τὰς δίκας.
Προσελεύσεται ἄνθρωπος καὶ καρδία βαθεῖα. Οἱ μὲν παράνομοι, φησὶν, οὐ διέλιπον πονηρὰ κατὰ τοῦ Κυρίου βουλευόμενοι· τοῦτο γάρ ἐστι τό· Ἐξηρεύνησαν ἀνομίαν· ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος ὁ συνετὰ βουλευόμενος (τοῦτο γὰρ ἡ βαθεῖα καρδία δηλοῖ), ἅτε ἀκριβῶς νοήσας τὸ μυστήριον, τοῖς προσήκουσιν ὕμνοις κεχρημένος, ὑψώσει τὸν Θεὸν, κατὰ τὸ εἰρημένον ἀλλαχοῦ Ὑψώσω σε, Κύριε ὁ Θεός μου, ὁ βασιλεύς μου. Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν. Εἰπὼν αὐτῶν τὸ κατὰ τῶν ἁγίων κηρύκων ἔπαρμα, διεξέρχεται καὶ τὴν ἔκπτωσιν.
Καὶ ἐφοβήθη πᾶς ἄνθρωπος. Τίς γὰρ οὐκ ἂν φοβηθείη, ἐπισκοπὴν ἐκ Θεοῦ ὁρῶν γινομένην κατὰ τῶν ἀσεβῶν; Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ᾽ αὐτῷ. Διαφερόντως οἱ τῶν θείων νόμων ἐπιμελούμενοι θυμηδίας ἐμφορηθέντες, τὴν εἰς τὸν Θεὸν ἐλπίδα βεβαίαν ἐργάσονται. Καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Καὶ τὴν παρὰ ἀνθρώπων καρπώσονται εὔκλειαν οἱ πρὸς Θεὸν διευθύνοντες, καὶ τῆς ὁδοῦ τῆς εὐθείας ἔξω βαδίζειν οὐκ ἀνεχόμενοι.
Εἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ᾨδὴ Ἱερεμίου καὶ Ἰεζεκιὴλ τοῦ λαοῦ τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύεσθαι. ΞΔʹ. Ὑπόθεσις. Ἐν τούτῳ τῷ ψαλμῷ εἰσάγει τὸ πρόσωπον τῶν ἐθνῶν τῶν πιστευσάντων εἰς Χριστὸν, καταβοώντων τῶν σοφῶν τοῦ αἰῶνος τούτου, αἰτούντων τε τῆς προτέρας ἀσεβείας ἄφεσιν. Ἔτι τε εὐχὴν ἀναπέμπει ὑπὲρ αὐτῶν, ὄντων μὲν πάλαι ἀκάρπων γενομένων δὲ εὐφόρων διὰ τῆς εἰς Χριστὸν πίστεως.
Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιών. Οὐκέτι, φησὶν, οἷς ἐνομίζομεν θεοῖς τοὺς ὕμνους ἀναπέμψομεν, εἰδότες ὡς ἐκείνοις μὲν οὐ πρέπει ἀνυμνεῖν, ξύλοις καὶ λίθοις καὶ δαιμονίοις οὖσιν· σοὶ δὲ μόνῳ τὸ τοιοῦτον ὀφείλημα πρεπωδέστατον. Καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ. Ἢ τῇ ἐπὶ γῆς φησιν, ἥτις ἐστὶν ἡ Ἐκκλησία, ἢ τῇ ἐπουρανίῳ, ὅπου παραγενόμενοι τὰς αἰνέσεις ἀναπέμψομεν.
Εἰσάκουσον προσευχῆς μου, πρὸς σὲ πᾶσα σὰρξ ἥξει. Εὐαγγελίζεται διὰ τούτων τὴν κλῆσιν ἁπάντων τῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον παρὰ τοῦ Ἰωήλ· Ἐκχεῶ ἀπὸ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς. Λόγους ἀνόμων φησὶ τὴν σοφίαν τῶν σοφῶν τοῦ αἰῶνος τούτου, δι᾽ ἧς καὶ ἐξησθένησαν, τῆς ἀληθοῦς ἐκπεσόντες γνώσεως. Καὶ ταῖς ἀσεβείαις ἡμῶν ἱλάσῃ. Εὔχονται τῆς συμβάσης ἐν τῇ πλάνῃ ἀσεβείας ἀπαλλαγῆναι.
Μακάριος ὃν ἐξελέξω καὶ προσελάβου. Τοὺς τελειωθέντας κατ᾽ ἀρετὴν, καὶ εἰς τὸ βραβεῖον τῆς ἄνω φθάσαντας κλήσεως, μακαρίους ἀποκαλοῦσι. Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου. Ἀγαθὰ τοῦ οἴκου τὰ διάφορα τοῦ Πνεύματος λέγει χαρίσματα. ᾯ μὲν γὰρ, φησὶ, δίδοται διὰ τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, καὶ τὰ ἕτερα τῶν χαρισμάτων. Ἅγιος ὁ ναός σου· ἢ ὁ ἐπουράνιος, ἢ ὁ ἐπίγειος, κατὰ τὸ εἰρημένον· Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. [Πλήρεις ἁγιασμοῦ· καὶ τὴν σὴν δικαιοσύνην διὰ τῶν σῶν λογίων τοὺς προσιόντας παιδεύει.] Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς. Οὐκοῦν ἐπάκουσον ἡμῶν, καὶ ταῦτα παράσχου. Εἰς σὲ, φησὶ, τὰ πέρατα τῆς οἰκουμένης ἐλπιοῦσι, καὶ οἱ μακρὰν τῆς θαλάσσης οἰκοῦντες. Δηλοῦται δὲ πάλιν διὰ τούτων τῆς οἰκουμένης τὰ πέρατα.
Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ. Ἐνταῦθα τὰς ἀντικειμένας δυνάμεις φησίν. Ἑτοιμάζων δὲ εἰς τιμωρίαν· ἡτοίμασε γὰρ αὐτοῖς τὴν ἄβυσσον. Τοῦτο δὲ ποιήσεις δυνατὸς ὤν. Ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης. Θάλασσαν ἐνταῦθα τὸ πλῆθος τῶν ἀκαθάρτων πνευμάτων φησὶν, ὃ καὶ συνταράττεται τῇ τοῦ Χριστοῦ παρουσίᾳ. Διὸ καὶ φοβούμενοι ἔλεγον· Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς.
Ταραχθήσονται τὰ ἔθνη, καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα, ἀπὸ τῶν σημείων σου. Ὅτε, φησὶ, τὰ ἔθνη ταραχθήσονται, τουτέστι τῶν δαιμόνων τὰ συστήματα, τότε δὴ τότε καὶ οἱ ἐν τοῖς πέρασι τῆς οἰκουμένης ἄνθρωποι φοβηθήσονταί σε, τὰ μεγάλα σημεῖα θεωρήσαντες. Σημεῖα δὲ τὰ ἐν τῇ παρουσίᾳ γεγενημένα λέγει. Ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις. Ὅταν γὰρ τὰ μεγάλα σημεῖα θεωρήσαντες οἱ τὴν οἰκουμένην ἄνθρωποι κατοικοῦντες, φοβηθῶσι τὸν ἀγαθὸν φόβον, τότε δὴ τότε καὶ εἰς τὰς πρωίας καὶ εἰς τὰς ἑσπέρας ἐξόδους, τουτέστιν ἐν παντὶ καιρῷ, τέρψις ἔσται αὐτοῖς, ἀγαλλιωμένοις ἐφ᾽ οἷς κατώρθωσεν ἡ σὴ παρουσία.
Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν. Δείκνυσιν ἐπὶ τίσι τῶν ἐθνῶν ἁπάντων ἡ τέρψις. Ἐπὶ τίσι δὲ ἢ ἐπὶ τῷ τῆς ἐπισκοπῆς ἀξιῶσαι τὴν γῆν, καὶ μεθῦσαι αὐτὴν τῶν παρ᾽ αὐτοῦ δηλονότι χαρισμάτων; Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων. Ποταμὸν ἐνταῦθα τὸν εὐαγγελικὸν λόγον φησί· πεπληρῶσθαι δὲ αὐτὸν ὑδάτων· τίνων ἢ τῶν θείων ἐπαγγελιῶν, φησὶν, ὧν τοῖς ἀξίοις τῆς βασιλείας τῶν οὐρανῶν ἐπηγγείλατο; Εἶεν δ᾽ ἂν αἱ ἐπαγγελίαι τό· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, καὶ οἱ ἑξῆς τῶν μακαρισμῶν.
Ἡτοίμασας τὴν τροφὴν αὐτῶν. Τροφὴν μὲν τὴν πνευματικήν φησιν. Ἡτοιμάσθαι δὲ αὐτὴν λέγει, διότι πρὸ καταβολῆς κόσμου ὥρισται τὸ περὶ Χριστοῦ μυστήριον, ὅς ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.
Τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γεννήματα αὐτῆς. Αὔλακάς φησι τὰ βάθη τῶν καρδιῶν, γεννήματα δὲ τοὺς εὐσεβεῖς λογισμούς. Ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα. Καὶ τὰ μικρὰ, φησὶ, τῶν θείων χαρισμάτων τῶν διδομένων αὐτῇ εὐφραίνειν αὐτὴν, καὶ ἀνατέλλειν παρασκευάζει, τὸν νοητὸν δηλονότι καρπόν.
Νοήσεις δὲ τὰς σταγόνας αὐτῆς ἀπὸ τοῦ εἰρημένου περὶ Χριστοῦ· Καταβήσεται ὡς ὑετὸς ἐπὶ κόκκον, καὶ ὡς ἡ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου. Ἐνιαυτόν φησι τὸν τοῦ μέλλοντος αἰῶνος καιρὸν, καὶ στέφανον χρηστότητος ἀποκαλεῖ, διὰ τὸ ἐν πολλῇ χρηστότητι τοὺς ἁγίους ἐν αὐτῷ στεφανοῦσθαι. Καὶ τὰ πεδία σου πλησθήσονται πιότητος. Πεδία πάλιν τὰς τῶν εἰς αὐτὸν πεπιστευκότων ψυχὰς καλεῖ. Πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου. Ὄρη μὲν τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστάς φησι, τοὺς εὐτραφεῖς γεγενημένους τοῖς πνευματικοῖς χαρίσμασιν· ἔρημον δὲ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἀποκαλεῖ, τὴν πάλαι ἔρημον οὖσαν τῆς περὶ Θεοῦ γνώσεως. Καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. Βουνοὺς τοὺς τῶν Ἐκκλησιῶν προέδρους φησίν.
Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων. Κριοὺς μὲν τῶν προβάτων τοὺς ἄρχοντας τῶν λαῶν φησι. Τί δὲ ἐνδύσονται ἢ τὸ τῆς ἀφθαρσίας ἱμάτιον καὶ τὸν τῆς εὐφροσύνης χιτῶνα; Κριοὺς ὀνομάζει προβάτων καὶ τοὺς ἁγίους ἀποστόλους, ὡς προκύψαντας καὶ τοὺς ἐχθροὺς κερατίζειν ἰσχύοντας. καθὼς ὁ Κύριος ἔφη· Ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων.
Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον. Αἱ πάλαι, φησὶν, ἀπορώτατοι καὶ ἄγονοι τῶν ἐθνῶν ψυχαὶ πνευματικῶν καρπῶν ἔσονται πλήρεις. Κεκράξονται· καὶ γὰρ ὑμνήσουσιν. Ἐπὶ τὸ βέλτιον μεταβαλοῦσαι, φησὶν, αἱ κοιλάδες καὶ πληθυνθεῖσαι νοητῶν καρπῶν, ἐκτενῶς σοι τοὺς ὕμνους ἀναπέμψουσιν.
Εἰς τὸ τέλος ᾠδὴ ΨΑΛΜΟΥ ἀναστάσεως. ΞΕʹ. Ὑπόθεσις. Τὴν κλῆσιν τῶν ἐθνῶν διὰ τοῦ παρόντος ψαλμοῦ κατασημαίνει, καὶ τὴν ἀνάστασιν τὴν γενησομένην τῶν ψυχῶν αὐτῶν εὐαγγελίζεται, κατὰ τὸ εἰρημένον· Ὁ ἀνιστῶν ἀπὸ γῆς πτωχόν. Καὶ μὴν καὶ τῶν ἀποστόλων εἰσφέρει τὸ πρόσωπον, διδασκόντων ὅσα ὑπὲρ τοῦ κηρύγματος πεπόνθασι τοῦ εὐαγγελικοῦ, καὶ ὅσαι θλίψεις εἰς αἰωνίους εὐφροσύνας ἐξήγαγον αὐτούς. Ἔτι μὴν καὶ τοῦ Ἰουδαίων λαοῦ σημαίνεται ἡ ἀποβολή.
Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ, ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ. Ἀλαλαγμός ἐστιν ἐπινίκιος ὕμνος, ᾀδόμενος ἐπὶ πεπτωκόσιν ἐχθροῖς. Ὡς οὖν ἀνῃρημένων τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, διὰ τῆς παρουσίας δηλονότι Χριστοῦ, πάντα τὰ ἔθνη τοὺς ἐπινικίους ὕμνους ἀναπέμπειν παρακελεύονται. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Καὶ ποῖα ἔργα ἢ τὰς θεοσημείας φησὶ, καὶ τὸ ἐκποδὼν γενέσθαι τῶν ἀκαθάρτων δαιμόνων τὰ πλήθη; Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. Τῆς Ἰουδαίων ἀποπληξίας ἐνταῦθα κατηγορεῖ, ὡς μηδὲ τῶν θαυμάτων τῆς ὑπερβολῆς παρενεγκούσης αὐτοὺς εἰς τὸ πείθεσθαι. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι. Ἐπειδὴ Ἰουδαῖοι, φησὶ, καίτοι ὑπερβολὰς ὁρῶντες πραττομένας σημείων, ἐψεύσθησάν σοι. Ἀλλ᾽ οὖν ἀντ᾽ ἐκείνων προσκυνήσει σοι πᾶσα τῶν ἐθνῶν ἡ πληθύς.
Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ. Τῶν ἀποστόλων ἐνταῦθα εἰσάγεται τὸ πρόσωπον, διδασκόντων τὰ ἔθνη, ὡς ἄρα αὐτὸς οὗτος ὁ ἐν τῇ κατὰ σάρκα παρουσίᾳ τὰς θεοσημείας ἐργαζόμενος αὐτός ἐστι καὶ ὁ πάλαι τὴν Ἐρυθρὰν ξηράνας θάλασσαν, καὶ μὴν καὶ τοῦ Ἰορδάνου ποταμοῦ ἀνακόψας τὰ ῥεύματα, ὡς ποδὶ παρελθεῖν τοὺς υἱοὺς Ἰσραήλ.
Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν. Καὶ τούτου ἀπόδειξις τὰ ἤδη γενόμενα, ὅπως τὴν θάλασσαν μετέβαλεν εἰς ξηράν. Σύμμαχος οὕτως λέγει· Μετέβαλε θάλασσαν εἰς ξηράν· ποταμὸν διέβησαν ποδί. Οὗτος γάρ ἐστιν ὁ Θεὸς, φησὶν, ὁ καὶ ἡμῖν τὴν ἐπάνοδον καὶ ἡμῖν σωτηρίαν δωρούμενος· ὁ πάλαι καὶ θάλατταν καὶ ποταμὸν διαστήσας, καὶ τοὺς ἡμετέρους προγόνους ἀκινδύνως διαβῆναι κελεύσας.
Ἐκεῖ εὐφρανθησόμεθα ἐπ᾽ αὐτῷ. Τὸ ἐκεῖ χρόνου ἐστὶ σημαντικόν. Λέγει οὖν, ὅτι κατὰ τὸν καιρὸν ἐκεῖνον καθ᾽ ὃν τοῦ νέου αἰῶνος βασιλεύσει, ἐκεῖ σὺν αὐτῷ συμβασιλεύσομεν, καὶ τῇ χαρᾷ τῇ ἀνεκλαλήτῳ εὐφρανθησόμεθα.
Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσι. Πᾶσι προσέχει, καὶ πάντα ἐξετάζει τὰ γενόμενα. Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. Καὶ τίνες ἂν εἶεν οἱ παραπικραίνοντες ἢ περὶ ὧν εἴρηται, Υἱὲ ἀνθρώπου, πορεύθητι πρὸς τὸν οἶκον τὸν παραπικραίνοντά με; Καὶ μὴν παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ· καὶ πάλιν· Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.
Εὐλογεῖτε, ἔθνη, τὸν Θεόν. Πάντες δὲ κατὰ ταυτὸν γενόμενοι, μᾶλλον αὐτὸν ἐπαινεῖτε καὶ θαυμάζετε. [Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήν. Εὐφρανθήσομαι δὲ ἐν τοῖς τοιούτοις θαυμασίοις, καὶ τῷ ταῦτα πεποιηκότι, ὃς, ἅτε Δεσπότης καὶ πάντα ἐφορῶν, διάκρισιν ποιεῖται τῶν ἐπὶ γῆς, καὶ τιμωρίαις περιβάλλει τοὺς ἀναξίους. Ὀφθαλμοὺς τοὺς ἀποστόλους λέγει.] Ὅτι ἐδοκίμασας ἡμᾶς, Θεὸς, ἐπύρωσας ἡμᾶς.
Τὰς θλίψεις τὰς γενησομένας διὰ τὸ κήρυγμα τοῖς ἀποστόλοις προαναφωνεῖ τὸ Πνεῦμα τὸ προφητικόν· ἐκ προσώπου αὐτῶν καταλέγον καὶ τὰς παγίδας, ἤτοι τὰ δεσμωτήρια, τούς τε πειρασμοὺς τοὺς διὰ πυρὸς καὶ ὕδατος κατασημαίνει.
Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασι. Τὸν ἐπουράνιον δηλονότι· ὅλους γὰρ ἑαυτοὺς ἀνέθηκαν τῷ Θεῷ ἐν τάξει ὁλοκαυτωμάτων. [Ὁλοκαυτώμασι δὲ νοητοῖς. Ἀλλὰ τὰ μὲν σὰ, φησὶ, Δέσποτα, τοιαῦτα· τὰ δὲ ἡμέτερα, τὸ οἷα εἰσελθεῖν εἰς τὸν ναὸν καὶ θῦσαί σοι χαριστήρια, τὸ αὐτὸ δὲ λέγει διέστειλε καὶ ἐλάλησε. Τοῦτο δὲ λέγει ὅσα ηὐξάμην.] Ἀποδώσω σοι τὰς εὐχάς μου. Ἃ ηὐξάμην, φησὶ, θλιβόμενος ἀποδώσω σοι. Ηὐξάμην δὲ, ὡς τῆς θλίψεως τῆς παρούσης ῥυσθεὶς διαπαντὸς ἀναπέμψω σοι τὰς αἰνέσεις.
Ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι. Ὁπόσα σοι προσφέρειν προσέταξας, ἱερεύσω προθύμως. Μεμυαλωμένα δὲ κέκληκε τὰ εὐτραφῆ καὶ πίονα· οὕτω γὰρ καὶ ὁ νόμος προσφέρειν ἐκέλευσεν ἄμωμά τε καὶ ἄρτια. Ἐπαρᾶται δὲ καὶ ὁ προφήτης Μαλαχίας τοῖς τὰ τοιαῦτα μὲν ἔχουσιν, ἀνάπηρα δὲ προσφέρουσιν.
Αὕτη δὲ καὶ τῷ Κάϊν ἐγένετο τῶν κακῶν ἐκείνων ἡ ἀρχή. Διδασκόμεθα δὲ καὶ ἡμεῖς τοῖς τιμιωτέροις ὧν ἔχομεν τὸ θεῖον γεραίρειν. Ἀνοίσω σοι βόας μετὰ χιμάρων. Πνευματικὰ δὲ πάντα, ὡς ἔφην, καὶ τὰ ὁλοκαυτώματα καὶ οἱ βόες καὶ οἱ χίμαροι, οὓς ἀποδώσειν ἐπαγγέλλεται.
Δεῦτε, καὶ ἀκούσατε, καὶ διηγήσομαι. Καὶ τίνα ἕτερα διηγεῖται ἢ ἃ φθάσας ἐξηγήσατο, τὸ, ὅτι Ἐδοκίμασας ἡμᾶς, καὶ τὰ λοιπά; Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου Κύριος. ᾜδειν δὲ, ὅτι οὐκ ἂν, ἐμοῦ περὶ ἀδικίαν ἔχοντος, ἀκοῦσαί μου τῆς προσευχῆς ὁ Θεὸς ἀνέχοιτο. Ἀκύλας· Ἀνωφελὲς ἰδὼν ἐν καρδίᾳ μου, οὐκ εἰσακούσεται Κύριος. Βούλεται δὲ εἰπεῖν, ὅτι, τὰς αἰτήσεις τῷ Θεῷ προσάγων, ἐπεμελούμην τοῦ πρέποντος, εἰδὼς, ὡς οὐδέν μοι τῆς αἰτήσεως ὄφελος, μὴ ποιοῦντι τὰ δέοντα. Καὶ ἕτερόν τι καύχημα προσφέρει τῷ Θεῷ τὸ ἔξω πάσης ἀδικίας γενέσθαι· διὸ καὶ εἰσακούεσθαι θαῤῥεῖ.
Εἰς τὸ τέλος, ἐν ὕμνοις ΨΑΛΜΟΣ, τῷ Δαυΐδ. Ξϛʹ. Ὑπόθεσις. Πάλιν κἀνταῦθα τῶν ἀποστόλων τὸ πρόσωπον εἰσάγεται, διδασκαλίαν ποιούμενον τῶν ἐθνῶν, ῥυσθῆναί τε εὐχόμενον τῶν ἀντιλεγόντων τῇ διδασκαλίᾳ αὐτῶν. [Ἀκόλουθος καὶ οὗτος τῷ πρὸ αὐτοῦ· ἰδίωμα γὰρ ἔχει τῆς τῶν ἱερῶν εὐλογίας, καὶ κεῖται ἐν τοῖς Κριταῖς ἡ εὐχὴ πᾶσα σχεδόν. Ὡς οὖν μέλλοντος καὶ τούτου γίνεσθαι, μετὰ τὴν ἐπάνοδον προεφητεύθη, κηρύττει δὲ καὶ τὴν θείαν ἀνθρώπησιν καὶ ἐπιφάνειαν, καὶ τὴν τῶν ἐθνῶν σωτηρίαν.
Ἐν ὕμνοις δὲ ἐπιγέγραπται, ἐπεὶ Θεοῦ τὸ ὑμνεῖσθαι, ἀνθρώπων δὲ τὸ δι᾽ ἐπαίνων ἐγκωμιάζεσθαι.] Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς. Τῶν σῶν οἰκτιρμῶν δεόμεθα, φησὶ, Δέσποτα, καὶ τῆς ἐπιφανείας τοῦ προσώπου σου, πρὸς τὸ δύνασθαι φανερὰν τὴν ὁδὸν τοῦ ἁγίου σου Εὐαγγελίου πᾶσι τοῖς ἔθνεσι κηρύξαι. Σωτήριον γὰρ πανταχοῦ τὴν παρουσίαν αὐτοῦ φησιν.
Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός. Πάντων τῶν ἐθνῶν τὴν εἰς Χριστὸν ὁμολογίαν προφητεύει. Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη. Ἡδόμενον τὸ προφητικὸν Πνεῦμα τῇ σωτηρίᾳ τῆς οἰκουμένης, πολλάκις τὰ αὐτὰ φθέγγεται, τῇ συνεχεῖ διηγήσει εὐφροσύνης ἀπολαῦον.
Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Οὐχ ἁπλῶς τὴν ταυτολογίαν τέθεικεν, ἀλλὰ προθυμοτέρους τοὺς ἀκούοντας ἐργαζόμενος. Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς. Ἡ νοητὴ δηλονότι. Καρπὸς δὲ αὐτῆς αἱ κατ᾽ εὐσέβειαν προκοπαί. [Ἐξομολογησάσθωσάν σοι οἱ λαοὶ, ὁ Θεός. Ὥσπερ δὶς τὰ ἔθνη πρὸς ὑμνῳδίαν διήγειρεν, οὕτω δὶς αὐτοῖς τὴν εὐλογίαν ἐζήτησεν· ἀπολαύσαντα δηλονότι καὶ αὐτῆς εὐλογίας. Ἢ ὅτι ἐπεὶ οὐκ ἀγνοοῦσιν οἱ ἐξ αὐτῆς τὸν ἐπὶ πάντων Θεὸν, ἀλλὰ τὸν ἥδιστον αὐτῷ προσφέρουσι τῆς εὐσεβείας καρπόν· ὃν εἰ προσφέρομέν σοι, ἤτοι τὴν τῆς ἀρετῆς ἐπιτήδευσιν, εὐλογούμεθα παρὰ σοῦ] [Εὐλογήσαι ἡμᾶς ὁ Θεός. Εἰδέναι μὲν προσήκει, ὡς, εὐλογοῦντες ἄνθρωποι τὸν Θεὸν, λόγους αὐτῷ προσφέρουσι μόνους, ἔργῳ δὲ αὐτὸν εὐεργετῆσαι οὐ δύνανται.
Ὁ δὲ Θεὸς, εὐλογῶν, βεβαιοῖ τοὺς λόγους τῷ ἔργῳ, καὶ παντοδαπῶν ἀγαθῶν παρέχει τοῖς εὐλογουμένοις φοράν. Εἶτα διδάσκει πῶς.]
Εἰς τὸ τέλος, τῆς ᾠδῆς Δαυῒδ ΨΑΛΜΟΣ. ΞΖʹ. Ὑπόθεσις. Ἐν τούτῳ τῷ ψαλμῷ τὴν παρουσίαν τοῦ Κυρίου σημαίνει, καὶ τῶν νοητῶν ἐχθρῶν καθαίρεσιν, καὶ τῆς νοητῆς αἰχμαλωσίας τὴν ἀπόλυσιν. Ἔτι γε μὴν διδάσκει, ὡς αὐτὸς εἴη ὁ καὶ πάλαι τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου ἐξαγαγών. Πρὸς δὲ τούτοις, ὑποδεξαμένοις τὸ κήρυγμα, Πνεύματος ἁγίου δόσιν ἐπαγγέλλεται. Καὶ μὴν καὶ τοῖς ἀποστόλοις εἰσάγει παράκλησιν, ἐκ πάσης θλίψεως ῥύεσθαι ἐπαγγελλόμενος, τῆς γενομένης δηλονότι διὰ τὸ κήρυγμα.
Ἀλλὰ μὴν καὶ ἐπιστρέφειν ἐκ τῶν παραπικραινόντων ὑπισχνεῖται πολλοὺς, καὶ μὴν καὶ ἐκ τῶν καταπεσόντων εἰς τὸ τῶν ἡδονῶν πέλαγος. Οὐδὲν δὲ ἧττον καὶ τῶν ἀποστόλων κηρύττει τὴν ἀνάδειξιν, καὶ τίνες καὶ πόθεν ἦσαν. Πάντων τε τῶν ἐθνῶν τὴν εἰς τὸν Κύριον πίστιν εὐαγγελίζεται. Ἐφ᾽ ἅπασι δὲ τούτοις τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ Κυρίου ἐκδιδάσκει σαφῶς. Ἔξεστι δὲ ταῦτα πάντα κατὰ μέρος τοῖς στίχοις ἐπιβαλόντα θεωρεῖν.
Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ. Τὴν εἰς τὸ κρίνειν τοὺς ἀκαθάρτους δαίμονας παρορμὴν τοῦ Θεοῦ ὁ λόγος σημαίνει. Τῇ γὰρ αὐτοῦ παρουσίᾳ τῆς τῶν ἀνθρώπων τυραννίδος ἐξηλάθησαν. Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν. Εὐπρεπεῖς γένεσθε, φησὶν, εἰς τὸ ταῖς ὁδοῖς ἐκείνου πορεύεσθαι, τοῦ ἐπ᾽ ἐσχάτου τῶν χρόνων ὀφθέντος ἐν σαρκὶ τοῖς ἐπὶ γῆς. Ἢ, τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, τῷ μέχρις ᾅδου πεποιημένῳ τὴν κάθοδον. Ταραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ. Τὰ ἔθνη τῶν δαιμόνων δηλονότι. Τοῦ πατρὸς ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν. Ὀρφανῶν μὲν τῶν ἀπροστατεύτων λέγει, χηρῶν δὲ τῶν ψυχῶν, τῶν μὴ ἐχουσῶν τὸν νυμφίον Λόγον. Προστάτης γάρ ἐστι τῶν ἀσθενῶν καὶ τὴν ἀνθρωπίνην οὐκ ἐχόντων βοήθειαν, οἷον ἡμεῖς.
Τίς δὲ οὗτος καὶ οἷος; Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. Ἐπειδὴ εἶπεν αὐτὸν ἐπιβεβηκότα ταῖς δυσμαῖς, τουτέστι μέχρι τῶν ᾅδου μυχῶν, διδάσκει πάλιν, ὡς ἀνελθὼν εἰς οὐρανοὺς ἐν τοῖς ἰδίοις γέγονε τόποις· εἰ καὶ τὰ μάλιστα οὐδέποτε ἀφειστήκει αὐτῶν τῇ τῆς θεότητος φύσει.
Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ. Μονοτρόπους φησὶ τοὺς αὐτῷ καὶ μόνῳ ἀναθέντας τὴν ἰδίαν ζωὴν, καὶ πάσης διχοψυχίας καὶ κοσμικῆς ἐπιθυμίας αὐτὴν ἀλλοτριώσαντας. Τούτους δὴ οὖν καὶ ἐν τῷ οἴκῳ αὐτοῦ τῇ ἐπουρανίῳ πόλει κατοικίζειν ἐπαγγέλλεται.
Ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ. Ὅμοιον τῷ εἰρημένῳ· Τοῖς ἐν δεσμοῖς, ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύφθητε. Δεσμοὺς δὲ καὶ σκότος τὴν τῶν δαιμόνων λατρείαν φησίν. Ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις.
Τοῦτό φησιν, ὅτι, καὶ ἐν ᾅδου πορευθεὶς, καὶ τοῖς ἐκεῖ πνεύμασιν ἐκήρυξεν, ἀπειθήσασί ποτε. Τὸ γὰρ, παραπικραίνοντας, ἀντὶ τοῦ, παραπικράναντας, τέθεικεν. Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ. Δείκνυσιν, ὡς καὶ ὁ μέχρις ᾅδου καταβὰς, αὐτός ἐστιν ὁ καὶ πάλαι διὰ Μωσέως ἐξαγαγὼν ἐξ Αἰγύπτου τὸν Ἰσραήλ. Λέγει οὖν, ὅτι, ἐν τῷ προπορεύεσθαί σε τοῦ ἐξεληλυθότος σου ἐξ Αἰγύπτου λαοῦ, γῆ ἐσείσθη, τουτέστιν εἰς πᾶσαν τὴν γῆν ἐξάκουστος ἡ ἔξοδος αὐτοῦ γεγένηται. Γῆ ἐσείσθη· καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν. Ἔσταξαν οἱ οὐρανοὶ τὴν πνευματικὴν τροφὴν δηλονότι· λέγει δὲ καὶ τὸ μάννα. Ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινά. Ἀντὶ τοῦ, ἐν ὄρει Σινὰ τὸν νόμον ὁρίσαντος. Ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰσραήλ. Ἰσραὴλ νοῦς ὁρῶν Θεόν.
Βροχὴν ἑκουσίαν ἀφοριεῖς, ὁ Θεὸς, τῇ κληρονομίᾳ σου. Βροχὴν μὲν τὸν εὐαγγελικὸν λόγον φησὶ, κατὰ τό· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Ἑκούσιον δὲ πρὸς ἀντιδιαστολὴν τῆς νομικῆς λατρείας. Ἐκεῖνα γὰρ οὐκ ἦν αὐτῷ ἑκούσια κατὰ τὸ εἰρημένον· Τίς γὰρ ἐξεζήτησεν αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν; καὶ τό· Τὰ ὁλοκαυτώματά σου οὐκ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι. —Καὶ ἠσθένησε, σὺ δὲ κατηρτίσω αὐτήν. Ἠσθένησε μὲν πάλαι, ὅτε εἰδωλολάτρει· κατηρτίσω δὲ αὐτὴν, διὰ τοῦ εὐαγγελικοῦ καλέσας κηρύγματος.
Τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ. Ζῶα ἐνταῦθά φησι τοὺς τῆς ζωοποιοῦ τροφῆς μετειληφότας. Ἐν αὐτῇ δὲ, τίνι ἢ τῇ κληρονομίᾳ αὐτοῦ; Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, ὁ Θεός. Καὶ τί ἡτοίμασεν ἢ ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε; Τίς δὲ ὁ πτωχὸς ἢ περὶ ὧν εἴρηκε, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἡ βασιλεία τῶν οὐρανῶν;
Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Αὐτὸς, φησὶ, τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ δώσει ῥῆμα, εἰς τὸ δύνασθαι κηρύξαι τὸ Εὐαγγέλιον. Ὅμοιον δὲ τό· Μὴ μεριμνήσητε τί εἴπητε, ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί εἴπητε. Καὶ οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν. Τὸ, δυνάμει πολλῇ, πρὸς τὸ, Κύριος δώσει ῥῆμα, οὐ πρὸς τὸ, εὐαγγελιζομένοις, ὥς τινες ἐνόμισαν.
Βούλεται γὰρ εἰπεῖν, ὅτι μετὰ πολλῆς· ὁ Θεὸς τῆς ἰσχύος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις, τουτέστι, τοῦ διαγγέλλειν τὰ ἡμέτερα ἀγαθὰ βουλομένοις, αὐτὸς παρέχει τὸν λόγον, ὁ καὶ τὴν ἀφορμὴν τοῦ εὐαγγελίσασθαι.
Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ. Αὐτὸς Κύριος ὁ διδοὺς ῥῆμα τοῖς μυσταγωγοῖς· αὐτὸς γάρ ἐστιν ὁ βασιλεὺς τοῦ ἀγαπητοῦ λαοῦ· αὐτὸς δέ ἐστι πάλιν ἡ δύναμις αὐτοῦ. Τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκύλα. Οἶκος μὲν οἱ πιστεύσαντες εἰς Χριστόν· ὡραιότης δὲ τοῦ οἴκου οἱ ἅγιοι αὐτοῦ μαθηταὶ καὶ ἀπόστολοι. Λέγει οὖν, ὅτι τῇ ὡραιότητι τοῦ οἴκου, τουτέστι τοῖς εὐαγγελισταῖς, αὐτὸς δώσει ῥῆμα, πρὸς τὸ διελέσθαι σκύλα, τουτέστιν ἑλκῦσαι τὰ ἔθνη τῇ πίστει, καὶ σκυλεῦσαι τὸν Σατανᾶν.
Ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων. Πρὸς τοὺς ἁγίους ἀποστόλους ὁ λόγος. Ἐὰν, φησὶ, δέξωνται ὑμᾶς οἱ κλῆροι. Κλήρους δὲ τοὺς ἐκ τῶν δύο λαῶν πιστεύσαντας ἔφη. Ἐὰν οὖν, φησὶν, ἀναπαύσησθε ἐν αὐτοῖς, δοθήσονται αὐτοῖς πτέρυγες περιστερᾶς, τὰ μετάφρενα ἐχούσης περικεχρυσωμένα. Λέγει δὲ, ὡς Πνεύματος ἁγίου ἀξιωθήσονται οἱ τοὺς ἁγίους ἀποστόλους δεξάμενοι. Μετάφρενα δὲ τῆς περιστερᾶς κεχρυσωμένα φησὶ, διότι τιμίας ἤτοι σοφὰς τὰς φρένας τῶν δεξαμένων ποιεῖ.
Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ᾽ αὐτῆς. Βασιλεῖς μὲν τοὺς ἄρξαντας ἀποστόλους τῆς κληρονομίας αὐτοῦ φησι. Χιονωθήσονται δὲ, ἀντὶ τοῦ, ἀποκαθαρθήσονται. Ἐν Σελμὼν δὲ, ἐν ἀνταποδόσει, ἑρμηνεύεται. Λέγει οὖν, ὅτι οἱ δεξάμενοι τοὺς ἁγίους ἀποστόλους τὰς παρὰ τοῦ ἐπουρανίου βασιλέως ἀνταποδόσεις, ἤτοι ἀμοιβὰς, δέξονται τῆς ὑποδοχῆς, τὸν καθαρμὸν τῶν ἁμαρτιῶν.
Ὄρος τοῦ Θεοῦ ὄρος πῖον. Ὄρος μὲν τὴν Ἐκκλησίαν ὀνομάζει, πῖον δὲ, ὅτι εὐτραφεῖς καὶ λιπαρὰς τῶν ἐν αὐτῇ τὰς ψυχὰς ἀπεργάζεται. Ὄρος τετυρωμένον; ὄρος πῖον· ἵνα τί ὑπολαμβάνετε ὄρη τετυρωμένα; Καὶ μὴν καὶ τετυρωμένον, τουτέστι γάλακτος μεστὸν, ἁπλουστέρου δηλαδὴ λόγου, κατὰ τό· Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Ἐπιτιμᾷ οὖν τοῖς τὰς τῶν αἱρετικῶν ἐκκλησίας ὑπολαμβάνουσιν εἶναι τετυρωμένας. Οὐδὲν γὰρ ἐν αὐταῖς τὸ δυνάμενον τρέφειν εἰς ἕξιν πνευματικήν. Ἵνα τί τοίνυν ὑπολαμβάνετε, ὦ οὗτοι, ἕτερα ὄρη εἶναι ἔξω τῆς Ἐκκλησίας τετυρωμένα, καὶ μὴ μᾶλλον τοῦτο μόνον τὸ ὄρος, ἐν ᾧ ὁ Θεὸς ηὐδόκησεν κατοικῆσαι ἐν αὐτῷ;
Ὅτι γὰρ ἐν τῇ Ἐκκλησίᾳ κατοικεῖ, δῆλον ἐξ ὧν αὐτὸς ἔφη· Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων. Ἅρμα τοῦ Θεοῦ τὰς ἐπουρανίους καὶ νοητὰς δυνάμεις φησὶν, αἷς ἐποχεῖται ὁ Θεός. Ὅμοιον δὲ τῷ εἰρημένῳ· Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ.
Οὗτοι δέ εἰσι καὶ εὐθηνοῦντες, ἅτε ἀπηλλαγμένοι τῆς ἁμαρτίας. Ὁ ἐν τούτῳ οὖν τῷ ἅρματι ἐποχούμενος τῶν μυριάδων αὐτός ἐστιν ὁ Κύριος, ὁ καὶ ἐν τῷ Σινᾷ τῷ ἁγίῳ ὄρει τὸν νόμον δούς. Αὐτὸς δὲ πάλιν ὁ εἰς ὕψος ἀναβὰς, λέγει δὲ τὸ τοῦ σταυροῦ, καὶ αἰχμαλωτεύσας αἰχμαλωσίαν, τουτέστι τὰς αἰχμαλωτισθείσας ψυχὰς παρὰ τοῦ διαβόλου ἀνταιχμαλωτεύσας.
Τοῦτο γὰρ αὐτὸς ἐπηγγέλλετο λέγων· Ὅτ᾽ ἂν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Ἔλαβες δόματα ἐν ἀνθρώποις. Καὶ παρὰ τίνος ἔλαβε δόματα ἀνθρώπων ἢ παρὰ τοῦ Πατρὸς τοῦ εἰρηκότος· Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου;
Καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι. Οὗτοι, φησὶν, οἱ ἄνθρωποι, οὓς ἔλαβες δόματα, πάλαι ἦσαν ἀπειθοῦντες. Ἀλλὰ καὶ τούτοις, φησὶ, κατεσκήνωσας. Ἔστι δὲ δι᾽ ὑπερβατοῦ ἡ διάνοια. Ἔλαβες δόματα ἐν ἀνθρώποις, ὥστε κατασκηνῶσαι ἐν αὐτοῖς, δηλονότι τοῖς διδομένοις. Αὐτοὶ δὲ οὗτοι, φησὶν, οὓς ἔλαβες, πάλαι ἦσαν ἀπειθεῖς. Δῆλον δὲ, ὅτι, ὅτε τῇ κτίσει παρὰ τὸν κτίσαντα ἐλάτρευον.
Κύριος ὁ Θεὸς εὐλογητὸς, εὐλογητὸς Κύριος ἡμέραν καθ᾽ ἡμέραν. Ἐπὶ μεγάλῳ κατορθώματι ὕμνον ἀναπέμπει τῷ Θεῷ, ὁ χορὸς δὲ δηλονότι τῶν ἀποστόλων Κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν. Σὺ, φησὶν, ὦ Δέσποτα, ἀνοίξεις θύραν τοῦ λόγου, εἰς τὸ τὴν ὁδὸν τοῦ κηρύγματος κατευοδωθῆναι ἡμῖν.
Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῶσαι, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου. Θαρσεῖ σαφῶς, ὡς καὶ μέχρι θανάτου ἐλθόντας διὰ τὸ κήρυγμα ἐξάξει γενναίως. Αὐτοῦ γὰρ εἶναί φησι τὰς ἐξόδους τοῦ θανάτου. Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ· αὐτοῦ μὲν τοῦ ἀποστολικοῦ χοροῦ. Ῥυόμενος γὰρ αὐτοὺς ῥύσεται, τῶν ἐχθρῶν δηλονότι συνθραύων τὰς κεφαλάς. Ἐλήφθη δὲ ἡ λέξις ἐξ ὁμοιώσεως τῶν ὄφεων, οἳ, ἐπειδὰν ἀρθῶσι κατὰ τινὸς, τότε ἐπὶ τῇ κεφαλῇ πληττόμενοι ὄλλυνται. Ἔχει δὲ ὁ λόγος ἀναφορὰν καὶ εἰς τοὺς ἄρχοντας τοῦ Ἰουδαίων λαοῦ. Κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν.
Κορυφὴν μὲν τριχὸς πάλιν τὴν κεφαλήν φησι. Λέγει δὲ, ὡς τούτων συνθλάσει τὰς κεφαλὰς, τῶν ἀμετανόητα ἁμαρτανόντων. Εἶπεν Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω. Βασὰν ἑρμηνεύεται πικρία, ἤτοι παραπικρασμός. Λέγει οὖν, ὡς ἐκ τοῦ οἴκου τοῦ παραπικραίνοντος, τουτέστι τοῦ Ἰσραὴλ, ἐπιστρέψω πρὸς ἐμαυτόν. Ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης. Καὶ τοὺς κατενεχθέντας, φησὶν, εἰς τὸν τῶν ἡδονῶν βυθὸν ἐπιστρέψω πρὸς ἐμαυτόν.
Ὅπως ὂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι. Πῶς ἐπιστρέψουσι διδάσκει. Πῶς δὲ ἐπιστρέψουσιν ἢ αὐτῶν ἀναιρεθεισῶν δηλονότι τῶν πονηρῶν δυνάμεων; Κατήγαγον γὰρ αὐτῶν τὸ αἷμα εἰς γῆν, κατὰ τὴν Ἡσαΐου φωνὴν, ὡς καὶ τὸν πόδα αὐτοῦ βαφῆναι ἐν αἵματι.
Ἱστορικώτερον δὲ τὰ τοιάδε γράφει ὁ λόγος. Ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ᾽ αὐτοῦ. Κύνας μὲν τοὺς τῆς νοητῆς ποίμνης φύλακάς φησι, τοὺς ἁγίους κήρυκας· ὧν δὲ καὶ ἡ γλῶσσα μονονουχὶ τοῦ αἵματος τῶν νοητῶν ἐχθρῶν ἀπογεύεται. Λέγει οὖν, ὡς μονονουχὶ θανάτου αἰτία τῶν πονηρῶν δαιμόνων γενήσεται ἡ τῶν ἀποστόλων φωνή.
Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός. Πορείας Θεοῦ φησι τὰς ἐν τῇ οἰκονομίᾳ πράξεις γενομένας· οἷον τὴν διὰ Παρθένου ἀπότεξιν, τήν τε τῶν σημείων ἐργασίαν, τήν τε ἀνάβασιν τὴν ἐπὶ τοῦ σταυροῦ, τόν τε θάνατον τὸν γενόμενον οἰκονομικῶς, τήν τε ἐκ νεκρῶν ἀναβίωσιν, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον. Ταύτας τὰς πορείας φανερὰς γεγενῆσθαί φησιν· Αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου τοῦ ἐν τῷ ἁγίῳ. Ὅρα, ὡς σαφῶς τοῦτον τὸν τὰς πορείας πεποιημένον καὶ Θεὸν εἶναί φησι, καὶ βασιλέα ἑαυτοῦ. Καὶ αὐτὸν κηρύττει ὄντα τὸν ἐν τῷ ἁγίῳ, τουτέστιν ἐν τῷ ὄρει Σινᾷ, κατὰ τὸ ὀπίσω εἰρημένον· Κύριος ἐν αὐτοῖς, ἐν Σινᾷ, ἐν ἁγίῳ.
Προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων. Ἄρχοντας μὲν τοὺς ἁγίους ἀποστόλους φησὶ, περὶ ὧν εἴρηται· Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν· ψάλλοντας δὲ τοὺς τὰς δι᾽ αἰνέσεως ἀναπέμποντας λογικὰς θυσίας. Λέγει οὖν ὡς οἱ ἄρχοντες ἔφθασαν, ἤτοι ἤρξαντο πρῶτοι τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείας, τῆς εὐαγγελικῆς δηλονότι.
Ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. Νεάνιδάς φησι τὰς διὰ τοῦ ἁγίου Πνεύματος ἰσχυρὰς γενομένας τῶν πιστευσάντων ψυχὰς, τὰς κατακτυπούσας τῷ εὐαγγελικῷ κηρύγματι τὴν ὑπ᾽ οὐρανόν. Ὧν ἐν μέσῳ γεγόνασιν οἱ ἅγιοι ἀπόστολοι, δηλονότι τῆς λατρείας ἐξάρχοντες.
Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ. Πηγαὶ μὲν τοῦ Ἰσραὴλ εἶεν ἂν οἱ μακάριοι προφῆται, καὶ πρό γε τούτων ὁ νόμος. Λέγει οὖν, ὡς ἄλλοθεν οὐ προσῆκεν ἡμῖν τὸν Θεὸν ἢ ἐκ τούτων αὐτῶν ἀρυομένους ὑμνολογεῖν. Τοῦτο δέ φησι διὰ τὰ ἑτερόδοξα τῶν αἱρετικῶν συγγράμματα. Ἐκ γὰρ τῶν νομικῶν καὶ προφητικῶν Γραφῶν ὁ Κύριος εὐλογεῖται πρὸς τῶν δυναμένων ἀντλεῖν ἐξ αὐτῶν σωτηρίου πηγὴν οὐσῶν μετ᾽ εὐφροσύνης ὕδωρ, περὶ οὗ ἔλεγεν ὁ Σωτήρ· Ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δίδωμι αὐτῷ, ἕξει ἐν ἑαυτῷ πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Ἐλεγκτέον δὲ τοὺς διαιροῦντας τὴν Παλαιὰν καὶ Νέαν Γραφὴν, ὡς οὐ δύνανται ἐν ἐκκλησίαις εὐλογεῖν τὸν Θεὸν, οὐκ ἔχοντες τὰς τοῦ Ἰσραὴλ πηγὰς, οὐδὲ τὸν Κύριον αὐτῶν· ἅτε καὶ τὴν θεότητα διαιρεῖν τολμῶντες.
Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει. Ἐκεῖ, ποῦ, ἢ ἐν μέσῳ τῶν ψαλλόντων; Τίς δὲ ὁ Βενιαμὶν ἢ ὁ μακάριος ἀπόστολος Παῦλος, ὁ ἐκ φυλῆς Βενιαμίν; Τὸ δὲ νεώτερος, διὰ τὸ ὕστερον αὐτῷ τῶν ἀποστόλων ὀφθῆναι τὸν Κύριον. Ἐν ἐκστάσει δὲ διὰ τὰς ὑπερβολὰς τῶν ἀποκαλύψεών φησι, κατὰ τὸ παρ᾽ αὐτοῦ εἰρημένον. Εἴτε ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦμεν ὑμῖν. Εἰκότως δὲ αὐτοῦ πρώτου τῶν ἄλλων ἐμνημόνευσεν, ἅτε περισσότερον τῶν ἄλλων κοπιάσαντος.
Ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν. Ἄρχοντες Ἰούδα αὐτῶν τῶν ψαλλόντων ἡγεμόνες, φησὶ, καὶ ἄρχοντες ἐχειροτονήθησαν. Ἔκ τε τῆς Ἰούδα φυλῆς, ἔκ τε τῆς Ζαβουλὼν, ἔκ τε τῆς Νεφθαλείμ. Καὶ ἐκ μὲν Ζαβουλὼν καὶ Νεφθαλεὶμ Πέτρος καὶ Ἀνδρέας καὶ Ἰάκωβος καὶ Ἰωάννης, καθὸ τὸ Εὐαγγέλιον δηλοῖ· ἐκ δὲ Ἰούδα ὁ Λευῒ, ἤτοι Ματθαῖος, καὶ οἱ ἕτεροι τῶν ἀποστόλων.
Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου. Δύναμιν τοῦ Πατρὸς τὸν Υἱόν φησι, κατὰ τό· Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Παρακαλεῖ τοίνυν τὸν Πατέρα ὁ ἀποστολικὸς χορὸς, ἵνα δυναμώσῃ αὐτοῖς, ὃ κατήρτισεν αὐτοῖς. Τί δὲ κατήρτισεν αὐτοῖς ἢ τὸ σῶμα; Αἰτοῦσιν οὖν τῆς φθορᾶς ἀπαλλάξαντα τὴν ἀφθαρσίαν ἐνδῦσαι, ὃ καὶ ποιήσει ὁ Κύριος ὅτε καταβήσεται ἐξ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι.
Ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἱερουσαλήμ σοι οἴσουσι βασιλεῖς δῶρα. Ναὸν μὲν αὐτοῦ τὴν Ἐκκλησίαν φησὶ, βασιλέας δὲ τοὺς πιστεύσαντας εἰς Χριστὸν λέγει, κατὰ τὸ εἰρημένον αὐτοῖς· Ὑμεῖς δὲ βασίλειον ἱεράτευμα. Φησὶν οὖν, ὡς οἱ κεκλημένοι διὰ τῆς πίστεως ἀπὸ τοῦ ἐπιγείου ναοῦ, τουτέστι τῆς Ἐκκλησίας, εἰς τὴν ἄνω Ἱερουσαλὴμ δῶρα αὐτῷ προσκομίσουσι· δῆλον δὲ, ὅτι νοητά.
Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου. Ἐπειδὴ πολλοὶ οἱ τῇ κατὰ Θεὸν πολιτείᾳ τῶν ἁγίων δυσμεναίνοντες, καὶ μάλιστα οἱ ἀκάθαρτοι δαίμονες, τούτου χάριν εὔχεται ἐπιτιμηθῆναι αὐτοὺς θηρία ὄντας καλάμου. Κάλαμος δὲ τόπος ἐστὶν ἐν τῇ Παλαιστίνῃ, ὃν διώδευον οἱ ἀνιόντες εἰς Ἱερουσαλήμ.
Οὗτος δὲ δὴ ὁ κάλαμος καὶ μεστὸς λεόντων ἐστὶν ἐμφωλευόντων παρὰ τὸ ἕλος· οἳ καὶ ἐπεβούλευον τοῖς ἀνιοῦσιν εἰς Ἱερουσαλήμ. Ὥσπερ οὖν τοῖς ἐν τῇ Ἱερουσαλὴμ ἀνιοῦσιν ἐπεβούλευον οἱ λέοντες, οὕτως καὶ τοῖς ἐν τῇ νοητῇ Ἱερουσαλὴμ ἀνιοῦσιν ἐπιβουλεύουσιν οἱ νοητοὶ λέοντες. Ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν. Ἑτέρους ἐναντίους τῷ κηρύγματί φησι. Τίνες δὲ οὗτοι, ἢ οἱ ἄρχοντες τοῦ τῶν Ἰουδαίων δήμου, οἳ καὶ ταῦροι προσηγορεύθησαν; δαμάλεων ὠνομασμένων τοῦ λαοῦ.
Ὅτι δὲ ταῦροι προσηγορεύθησαν, δῆλον ἐκ τοῦ· Περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με, οἵτινες καὶ τὸ πλῆθος εἰς τὸν κατὰ τῶν κηρύκων ἔγειραν πόλεμον. Τοῦ ἐκκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ. Ἀργύριον μὲν τὰ θεῖα λόγια. Λέγει δέ· Διὰ τοῦτο ἐπιτίμησον τοῖς νοητοῖς καὶ αἰσθητοῖς ἐχθροῖς, ὅπως ἂν μὴ οἱ τοῦ Εὐαγγελίου κήρυκες συγκλεισθῶσι τοῦ μὴ κηρύττειν ἔτι. Ἢ καὶ οὕτως· Ἐπιτίμησον, φησὶ, τούτοις τε κἀκείνοις· ὅπως ἂν μὴ ἐκκλεισθῶσι τοῦ κηρύττειν οἱ κήρυκες. Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα. Τὰ νοητὰ δηλονότι· πολέμους δὲ τοὺς κατὰ τῶν ἁγίων.
Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ. Ὡς διασκορπισθέντων καὶ δεθέντων τῶν ἐχθρῶν τῶν νοητῶν, λοιπὸν ἐπὶ τὸ κήρυγμα δραμοῦνται Αἰγύπτιοί τε καὶ Αἰθίοπες. Σημαίνει δὲ διὰ μὲν τῶν Αἰγυπτίων τοὺς ἄγαν εἰδωλολάτρας καὶ ἐναντίους τῇ πολιτείᾳ τοῦ Ἰσραὴλ, διὰ δὲ τῶν Αἰθιόπων τὰ πέρατα τῆς γῆς.
Πῶς δὲ προσέδραμεν ἡ Αἰθιοπία εἰς τὸ κήρυγμα, ἔξεστιν ἀπὸ τοῦ εὐνούχου Αἰθίοπος ἰδεῖν. Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ. Δηλοῖ, ὡς καὶ τὰ ἄλλα ἅπαντα ἔθνη μετὰ τῶν ἰδίων βασιλέων πιστεύσουσιν εἰς Χριστόν.
Ψάλατε τῷ Κυρίῳ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ. Ἐπειδὴ τὸ πάθος ἐκήρυξεν ἐν τοῖς ὀπίσω τοῦ Χριστοῦ καὶ τὴν μέχρις ᾅδου κατάβασιν, τούτου χάριν καὶ τὴν εἰς οὐρανοὺς αὐτοῦ κηρύττει ἀναφοίτησιν. Τὸ δὲ, κατ᾽ ἀνατολὰς, παραβολικόν ἐστιν. Ὥσπερ γὰρ ὁ ἥλιος ἀπὸ δυσμῶν ἐπ᾽ ἀνατολὰς ἄνεισι, τὸν αὐτὸν τρόπον καὶ ὁ Κύριος οἱονεὶ ἀπὸ τῶν τοῦ ᾅδου μυχῶν ἐπέβη τοῦ οὐρανοῦ τὸν οὐρανόν. Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως. Φωνὴν δυνάμεώς φησι τὴν ἐγείρουσαν πάντας τοὺς νεκρούς· καθὸ ἐν κελεύσματι αὐτοῦ ἀναστήσονται.
Δότε δόξαν τῷ Θεῷ. Οὕτω καὶ Παῦλος· Δοξάσατε, φησὶ, τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν· ἅτινά ἐστιν αὐτοῦ. Δίκαιον γὰρ τὸν εὐεργέτην διὰ πάντων δοξάζειν. Ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.
Ἐπειδὴ τῆς δευτέρας αὐτοῦ παρουσίας μνήμην ὁ λόγος πεποίηται, καθ᾽ ἣν πάντας ἀναστήσει τοὺς νεκροὺς, τούτου χάριν καὶ τὰς διαφόρως ἀποδοθησομένας τοῖς ἁγίοις τιμὰς ἡμᾶς διδάσκει, καὶ τὰ διάφορα τῶν ἁγίων τάγματα. Καὶ τὰ μὲν τάγματα διά τε τοῦ Ἰσραὴλ, διά τε τῶν νεφελῶν, διά τε τῶν ἁγίων, διά τε τοῦ λαοῦ κατασημαίνει· τὰς δὲ τιμὰς διά τε τῆς μεγαλοπρεπείας, διά τε τῆς δυνάμεως, διά τε τοῦ θαύματος, διά τε τοῦ κράτους διαδείκνυσιν. Ἐπὶ πᾶσι δὲ τούτοις εὐλογητὸν τὸν Θεόν φησιν εἶναι. Δῆλον γὰρ, ὅτι ἐν ἐκείναις γενόμενοι οἱ ἅγιοι ταῖς μοναῖς, ταῖς ἐπουρανίοις δὲ δηλονότι, ἀδιαλείπτως εὐλογήσουσι τὸν Θεὸν, τὴν τῶν ἄνω πνευμάτων τάξιν μιμούμενοι.
Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, τῷ Δαυΐδ. ΨΑΛΜΟΣ ΞΗʹ. Ὑπόθεσις. Περιέχει ὁ ψαλμὸς προσευχὴν παρὰ τοῦ Σωτῆρος ἐκ προσώπου τῆς ἀνθρωπότητος προσφερομένην, τάς τε αἰτίας δι᾽ ἃς αὐτῷ τὸν ἐπὶ τοῦ σταυροῦ προσήνεγκαν θάνατον. Ἔτι τε αὐτὸ τὸ πάθος διηγεῖται σαφῶς, καὶ τὰς μετὰ τὸ πάθος τοῖς Ἰουδαίοις συμβησομένας συμφοράς· πρὸς δὲ τούτοις καὶ εἰσαγωγὴν τῆς εὐαγγελικῆς πολιτείας, τῆς τε ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείας τὴν διδασκαλίαν, εἰς ἣν καὶ περιγράφει τὸν ψαλμόν. Ὅτι δὲ πᾶσαν ἣν ηὔξατο ὁ Σωτὴρ προσευχὴν, ἐκ προσώπου τῆς ἀνθρώπου φύσεως ηὔξατο, τοῦτο ἐπισημαίνει ἐπὶ τῷ τέλει τοῦ ψαλμοῦ, καί φησιν, Ὅτι ἐξήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν.
Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐπειδὴ τὰς ἁμαρτίας ἡμῶν ἀνέλαβε, περὶ ἡμῶν ὀδυνᾶται· εἰκότως καὶ προσεύχεται ῥυσθῆναι ἐκ τῶν πειρασμῶν, χειμάῤῥου δίκην κυκλωσάντων αὐτοῦ τὴν ψυχήν.
Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Ταῦτα γὰρ ἡ ἀνθρωπεία φύσις ἐπεπόνθει, κατενεχθεῖσα ὑπὸ τῆς ἁμαρτίας εἰς θάνατον, καὶ εἰς αὐτὸν τὸν τοῦ ᾅδου χῶρον· ὃν καὶ ὕλην βυθοῦ καὶ θαλάσσης βάθος ἐν τοῖς παροῦσιν ὀνομάζει.
Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου. Τίνα ἦν ἃ ἔκραξε, καὶ ἐπὶ τίσιν, ἐν τοῖς ἑξῆς σαφῶς ἐδίδαξεν, εἰπών· Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων, καὶ, Μή με καταποντισάτω καταιγὶς ὕδατος, καὶ τὰ ἑξῆς ἐπιλεγόμενα. Ηὔχετο γὰρ, ὡς ἔφην, ὑπὲρ τῆς ἀνθρώπου φύσεως· ὅπως καταργηθῇ τοῦ θανάτου τὸ κράτος, μὴ συγκλείοντος κατ᾽ αὐτῆς τὸ στόμα τοῦ ᾅδου· διὸ καὶ λέγει· Μηδὲ συσχέτω ἐπ᾽ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ.
Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν. Πολλοὶ γὰρ οἱ τῆς ἀνθρωπείας φύσεως ἐπίβουλοι δαίμονες, οἱ μηδὲν ἠδικημένοι παρ᾽ ἡμῶν, καὶ σπεύδοντες ἀνελεῖν. Ἐκραταιώθησαν οἱ ἐχθροί μου, οἱ ἐκδιώκοντές με ἀδίκως. Δείκνυσιν, ὡς ἀδίκως ἡ κατ᾽ αὐτοῦ ψῆφος ἐξενήνεκται.
Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου. Ἀφροσύνην φησὶ τὴν νομισθεῖσαν παρὰ τοῖς ἀνθρώποις μωρίαν, τὴν τοῦ πάθους φημί. Γέγονε γὰρ, κατὰ τὸν ἱερὸν Ἀπόστολον, ὁ τοῦ Κυρίου σταυρὸς Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρία. Σὺ οὖν, ὦ Πάτερ, φησὶν, ἔγνως τὴν διὰ τοῦ σταυροῦ οἰκονομίαν. Τοῦτο δὲ λέγει, ἐπειδὴ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν. Ὅμοιον τῷ· Τὸν μὴ γνόντα ἁμαρτίαν ἁμαρτίαν ὑπὲρ ἡμῶν ἐποίησε.
Καὶ τοῦτό ἐστι τό· Ἀπὸ σοῦ οὐκ ἐκρύβησαν. Μὴ αἰσχυνθείησαν ἐπ᾽ ἐμὲ οἱ ὑπομένοντές σε, Κύριε, Κύριε τῶν δυνάμεων. Τὸ μὲν, ἐπ᾽ ἐμὲ, ἀντὶ τοῦ, δι᾽ ἐμὲ, ἤτοι διὰ τοῦ ἐμοῦ ὑπὲρ αὐτῶν πάθους· τὸ δὲ, Μὴ αἰσχυνθείησαν, ἀντὶ τοῦ, μηκέτι αἰσχυνθείησαν, ὡς πάλαι αὐτῶν ᾐσχυνομένων δι᾽ ἣν ὑπέμειναν φθοράν. Ὁ δὲ νοῦς οὗτος· Ἐπειδὴ ἐγὼ, φησὶ, κατεδεξάμην ὑπὲρ αὐτῶν γεύσασθαι θανάτου, ἀναιρεθείη ἡ πάλαι κατ᾽ αὐτῶν γενομένη διὰ τὸν θάνατον αἰσχύνη. Αἰσχύνη γὰρ ἦν τοῦ κατ᾽ εἰκόνα Θεοῦ κτισθέντος ἀνθρώπου βασιλεύων ὁ θάνατος. Σημαίνει οὖν, ὡς διὰ τῆς αὐτοῦ ἀναστάσεως ἐκ μέσου γενήσεται ὁ θάνατος. Συνῆπται οὖν ἐν ταύτῃ τῇ ἑρμηνείᾳ καὶ ὁ ἕτερος στίχος, ὁ τούτου παρόμοιος· Μηδὲ ἐντραπείησαν ἐπ᾽ ἐμὲ οἱ ζητοῦντές σε.
Καλῶς καὶ ἄνω εἶπε τὸ, ἐπ᾽ ἐμὲ, καὶ ὧδε. Ἐπειδὴ γὰρ αὐτὸς ἦν ὁ προτρέψας, ἡττηθεὶς αἰσχύνην ἔφερε τοῖς πεισθεῖσιν, ὡς ἀπάτῃ καὶ εὐκολίᾳ τὸν κίνδυνον ἑλομένοις. Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν. Αἰτῶ, φησὶν, ἐκποδὼν γενέσθαι τὸν θάνατον· ἐπειδὴ καί σοι γεγονὼς ὑπήκοος, αὐτὸν ἀναδέδειγμαι. Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου. Τοῦτό φησι διὰ τὴν γενομένην αὐτῷ ἐπὶ τοῦ πάθους παρὰ πάντων ἐγκατάλειψιν.
Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. Ἠρνήσαντό με, φησὶν, ἐπειδὴ ἤλεγχον ἀσεβεῖς αὐτοὺς γενομένους περὶ τὸν οἶκον τὸν σόν. Διηγεῖται δὲ τὴν ἱστορίαν σαφῶς ὁ Ἰωάννης· ὅτε ἐξέβαλε μετὰ φραγγελίου ἐκ τοῦ ἱεροῦ. Καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾽ ἐμέ. Οὐ μόνον ξένος ἐγενήθην, φησὶ, καὶ ἀπηλλοτριωμένος, ἀλλὰ καὶ ὠνειδιζόμην ἐξ ἐκείνων τῶν ἀπὸ πονηρῶν πράξεων ὀνειδιζόντων σε. Δι᾽ οὐδὲν δὲ ἕτερον τὰ τοιαῦτα ἔπασχον ἢ διὰ τὸν ζῆλον τοῦ οἴκου σου.
Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου. Ἀλγῶν, φησὶ, διὰ τὴν ἐσομένην αὐτῶν ἀπώλειαν τῶν ψυχῶν, τὸ καὶ τὸ ἐποίουν. Οἱ δὲ ὑπὲρ ὧν τὰ τοιαῦτα ἔδρων, ἐν παντὶ καιρῷ καὶ τόπῳ ἐπὶ στόματος ἐμὲ ἔφερον, ἃς ὑπὲρ αὐτῶν ἐποιούμην κακοπαθείας ὀνειδίζοντές με.
Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύριε. Εἰ καὶ πονηρὰ, φησὶν, ἀνταπεδίδοσάν μοι ἀντὶ ἀγαθῶν, ἀλλ᾽ οὖν τὰς ὑπὲρ αὐτῶν ἐγὼ οὐ παύομαι ποιούμενος προσευχάς. Καὶ τοῦτο δῆλον ἐξ ὧν παρέθηκεν αὐτὸν ὁ εὐαγγελιστὴς, καὶ παρὰ τῷ σταυρῷ ὑπὲρ τῶν σταυρούντων εὐχόμενον. Καιρὸς εὐδοκίας. Ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ.
Ὁ εἰς τοῦτο ἐλθών φησι· Καιρὸς εὐδοκίας, ὁ Θεός. Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ. Ταῦτα ἦν ἃ καὶ προσευχόμενος ὑπὲρ τῆς ἀνθρωπότητος ἔκραζεν, ὡς καὶ λέγειν αὐτόν· Ἐβραγχίασεν ὁ λάρυγξ μου. Τὸ δὲ, ἐβραγχίασε, τὸ ἐκτενὲς τῆς προσευχῆς κατασημαίνει.
Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός. Ὅρου καὶ κατάρας φρικτῆς προκειμένης, ἵνα κἂν ἄγγελος εὐαγγελίσηται, ἢ διδάξῃ ἡμᾶς παρ᾽ ὃ ὁ Παῦλος ἐδίδαξεν, ἀνάθεμα ἔστω. Τίς ἐστιν ὁ ὑπερκεφαλῆσαι Παῦλον, μᾶλλον δὲ τὸν ἐν αὐτῷ λαλοῦντα Χριστὸν δυνάμενος; Οὐκοῦν καὶ εἰς ἑαυτὸν τὴν τοιαύτην εὐχὴν ἀναφέρει, καὶ μαρτυρεῖ λέγων ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, ὅτι ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, τουτέστιν ἐπὶ τὸν σταυρὸν ἐρχόμενος, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, τουτέστι πρὸς τὸν Πατέρα, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσήνεγκε, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας· καίπερ ὢν Υἱὸς, ἔμαθεν ἀφ᾽ ὧν ἔπαθε τὴν ὑπακοήν. Ἐνταῦθα Παῦλος, μᾶλλον δὲ ὁ ἐν αὐτῷ λαλῶν Χριστὸς, καὶ τὰ σεσιγημένα καὶ λείποντα τοῖς εὐαγγελισταῖς ἡμᾶς ἐδίδαξε, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων λέγων γενέσθαι τὴν προσευχὴν, τοῦ, Πάτερ, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο, οὐκ ἐν ὑποκρίσει, οὐκ ἐπὶ τὸ δελεάσαι τὸν Σατανᾶν, οὐ τὸ τοῦ κόσμου οἰκειούμενος θέλημα· ἀλλ᾽ ἐξ οἰκείου προσώπου ὁ Χριστὸς οἰκονομικῶς ἑκουσίως προσεύχεται μετὰ κραυγῆς, μετὰ δακρύων, μετὰ ἱδρώτων καὶ θρόμβου αἵματος, μετὰ ἀγγέλου ἐνισχύοντος, καὶ οἱονεὶ παρακαλοῦντος καὶ παρηγοροῦντος αὐτὸν, καίπερ Υἱὸς Θεοῦ ἀληθῶς ὑπάρχων.
Ἀλλὰ καὶ ἐν ἀγωνίᾳ γενόμενος προσηύχετο, ὥς φησιν ὁ εὐαγγελιστὴς, ἀλλὰ καὶ ἐκτενέστερον, ἀλλὰ καὶ δὶς, καὶ τρὶς τὴν εὐχὴν τῷ Πατρὶ προσάγει. Τοῦ οὖν Παύλου, μᾶλλον δὲ πάλιν λέγω τοῦ Χριστοῦ, τοῦ ἐν αὐτῷ τῷ Παύλῳ λαλοῦντος, εἰς ἑαυτὸν ἀναφέροντος τὴν τοιαύτην προσευχήν· τίς ἐστιν ὁ παραχαράξαι δυνάμενος, ἃ αὐτὸς ὁ Χριστὸς περὶ ἑαυτοῦ ἐμαρτύρησεν;
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου. Ἐπειδὴ ἀποστραφεὶς ἦν ὁ Θεὸς καὶ Πατὴρ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν τὴν ἀνθρώπου φύσιν, τούτου χάριν πάλιν αὐτὸν ἐπιστρέψαι πρὸς αὐτὴν τὸ πρόσωπον παρακαλεῖ.
Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν· ἐκ τοῦ κατασχόντος, δηλονότι τοῦ θανάτου. Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. Ἐξ ἧς πεπόνθαμεν ἀδικίας παρὰ τῶν νοητῶν ἐχθρῶν, ἀπὸ ταύτης ἐπὶ τὸν ἔλεον τὸν ἡμέτερον διεγείρει τὸν Πατέρα.
Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου. Ὅμοιον τῷ εἰρημένῳ· Ὅτι ἕνεκέν σου ὑπήνεγκα ὀνειδισμόν. Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου. Ἐντεῦθεν ἡμῖν τὸ πάθος διηγεῖται· ὃ σαφῶς καὶ οἱ εὐαγγελισταὶ διηγήσαντο.
Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα. Ἐντεῦθεν τὰ συμβησόμενα τοῖς Ἰουδαίοις μετὰ τὸ πάθος κατασημαίνει. Ὅμοιον δὲ ὡσεὶ λέγοι· Τὰ παραπλήσια ὑπομείνοιεν ὧν πεῖραν παρεσκεύασάν με λαβεῖν. Οὐαὶ γὰρ πονηρῷ, ὅτι πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν. Πῶς γὰρ οὐκ ἐσκοτίσθησαν, μὴ δεξάμενοι τὸν τῆς δικαιοσύνης ἥλιον; Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. Οὐ γὰρ πρόσκαιρος αὐτοῖς, ὥσπερ ἐπὶ Βαβυλωνίων, γέγονεν ἡ αἰχμαλωσία.
Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη. Τοῦτό φησι διὰ τὴν πόρθησιν τὴν συμβᾶσαν τῇ Ἱερουσαλήμ. Καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν. Ἐξ αὐτῶν δηλονότι· οὐ γάρ τις τῶν Ἰουδαίων ἔτι τὰς ἐν Ἱερουσαλὴμ κατοικεῖ σκηνάς.
Ὅτι ὃν σὺ ἐπάταξας αὐτοὶ κατεδίωξαν. Αἰτίας παράθεσις δι᾽ ἣν τὰ τοιαῦτα πείσονται. Ὅμοιον δὲ τῷ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα. Τοῦτον οὖν, φησὶ, τὸν κατὰ σὴν εὐδοκίαν ἐν παταγμῷ διὰ τὸ πάθος γενόμενον αὐτοὶ οὐ παραδεξάμενοι, ἔξω που τῆς ἑαυτῶν σωτηρίας ἀπήλασαν.
Καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου παρέθηκαν. Τοῦτό φησιν, ἐπειδὴ αὐτὸς μὲν ἐταπείνωσεν ἑαυτὸν, οἱ δὲ καὶ θανάτῳ περιέβαλον. Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν. Καὶ τοῦτο λέγει, ἐπειδὴ μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν αὐτὸν ἐσυκοφάντησαν. Καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου. Πόῤῥω γενήσονται, φησὶ, τῆς τοῖς δικαίοις ἀποδοθησομένης τρυφῆς.
Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων. Εἰ καὶ ἐνεγράφησαν, φησὶ, κατὰ τὸ αὐτῶν εἶναι τὰς ἐπαγγελίας, ἀλλ᾽ ἐπειδὴ τὰ καὶ τὰ ἐποίησαν, εἰκότως ἐξαλειφθήσονται. Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγὼ, ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου, κ.τ.λ. Ἐντεῦθεν ἡ εὐαγγελικὴ πολιτεία κηρύττεται, ἧς ἦρξεν ὁ κατὰ Θεὸν πτωχός· ᾧ καὶ εἴρηται· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι.
Εἰσέρχεται δὲ οὗτος ὁ πτωχὸς χορὸς εὐχαριστῶν ἐπὶ τῇ γενομένῃ αὐτῷ σωτηρίᾳ παρὰ τοῦ Μονογενοῦς. Αὐτὸς γάρ ἐστι τὸ πρόσωπον τοῦ Πατρός. Ἐπαγγέλλεται δὲ μηκέτι τὰς δι᾽ αἱμάτων προσφέρειν θυσίας· τὰς δι᾽ αἰνέσεως δὲ μᾶλλον καὶ πνευματικῆς ᾠδῆς.
Ἰδέτωσαν πτωχοὶ, καὶ εὐφρανθήτωσαν κ.τ.λ. Ταῦτα γνόντες, φησὶν, οἱ τῷ πνεύματι πτωχοὶ, ἀγαλλιασθήσονται. Λέγουσι δὲ ταῦτα οἱ ἀπόστολοι διὰ τοὺς δι᾽ αὐτῶν πιστεύσαντας εἰς Χριστόν. Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος. Καὶ ποίας εὐχῆς, ἢ ἧς ὑπὲρ αὐτῶν ηὔχετο ὁ Μονογενής;
Περὶ τίνος δὲ ηὔχετο, ἢ ῥυσθῆναι αὐτοὺς ἐκ τῶν τοῦ θανάτου δεσμῶν; Διό φησι· Καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσε. Διέῤῥηξε γὰρ πάντων τὰ δεσμὰ, εἰρηκὼς τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε. Καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσε. Καὶ οὐ διέπτυσεν ἡμᾶς ἐν συμφοραῖς ὄντας, καλῶς δὲ αὐτοὺς πεπεδημένους εἶπε δι᾽ ὧν ἔπασχον ταῦτα.
Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ. Εἰ χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, πολλῷ πλέον χαρήσονται συμπάσης ἐλευθερωθείσης τῆς γῆς. Εἰ δὲ οὐρανὸς ἐπὶ τῇ τῶν ἀνθρώπων χαίρει σωτηρίᾳ, καὶ αἰνεῖ ἐπὶ τούτῳ τὸν Θεόν· πολλῷ μᾶλλον καὶ αὐτοὶ οἱ σωθέντες ἐπὶ τῆς γῆς αἰνέσουσι τὸν σώσαντα· διὸ προσέθηκε· Θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς. Τοῦτό φησιν, ἐπειδὴ καὶ ἐν ταῖς νήσοις ἔμελλον τὸ σωτήριον τοῦ Θεοῦ παραδέχεσθαι. Τὸ δὲ, ἐν αὐτοῖς, καὶ ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ.
Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας. Τίνα φησὶν εἶναι τὴν Σιὼν ἢ τὴν ἁγίαν Ἐκκλησίαν, ἧς καὶ αἱ πόλεις ᾠκοδομήθησαν, αἱ διεγηγερμέναι δηλονότι τῶν ἀνθρώπων ψυχαί; Πεσοῦσαι γὰρ ἦσαν ὅτε ἠγνόουν τὸν Θεόν. Αὗται δέ εἰσιν αἱ διὰ τῆς ἐξομολογήσεως ἀνεγερθεῖσαι. Ἰουδαία γὰρ ἐξομολόγησις ἑρμηνεύεται.
Καὶ κατοικήσουσιν ἐκεῖ, καὶ κληρονομήσουσιν αὐτήν. Οἱ νῦν, φησὶν, αἰχμάλωτοι, τῆς ἐπανόδου τυχόντες, καὶ τὰς οἰκείας οἰκοδομήσουσι πόλεις, καὶ κατοικήσουσιν αὐτάς. Οὐκ αὐτοὶ δὲ μόνοι, ἀλλὰ καὶ οἱ τούτων παῖδες καὶ οἱ ἔκγονοι· τοῦτο γὰρ ἐπήγαγεν.
Καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτὴν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ. Δοῦλοι μὲν αὐτοῦ οἱ ἅγιοι ἀπόστολοι, ὡς Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ· σπέρμα δὲ αὐτῶν οἱ δι᾽ αὐτῶν εἰς Χριστὸν πιστεύσαντες.
Εἰς τέλος, ΨΑΛΜΟΣ τῷ Δαυῒδ, ΞΘʹ. Εἰς ἀνάμνησιν εἰς τὸ σῶσαί με Κύριον. Ὑπόθεσις. Τοῦτον ᾄδει τὸν ψαλμὸν ἐκ προσώπου τῆς ἀνθρωπότητος, ἀξιούσης εἰς τὸ βοηθεῖν αὐτῇ διαναστῆναι τὸν Θεόν. Οὕτω γὰρ συνέβαινεν ἐντραπῆναι μὲν τοὺς ἀντικειμένους αὐτῇ πολεμίους δαίμονας, εὐφρανθῆναι δὲ τοὺς ὅσοι χαίρουσιν ἐπὶ τῇ σωτηρίᾳ αὐτῆς.
Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες, κ.τ.λ. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν. Διαμάρτοιεν, φησὶν, οἱ τῆς ἐμῆς σφαγῆς ἐφιέμενοι, καὶ τὴν ἐντεῦθεν αἰσχύνην καρπώσαιντο. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, κ.τ.λ. Καὶ πάλιν κἀνταῦθα ἐν τοῖς παροῦσι στίχοις ἐπαρᾶται μὲν τοῖς αὐτὸν ἐπιβουλεύουσι, καὶ θέλουσιν αὐτὸν κακῶς παθεῖν· καὶ λέγει πρὸς αὐτούς· Οἱ τοῖς ἐμοῖς κακοῖς ἐφηδόμενοι τράποιντο εἰς φυγὴν μετὰ αἰσχύνης, τὴν ἐμὴν ὁρῶντες μεταβολήν. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι. Οἱ ἐπὶ τῷ γενομένῳ μοι πάλαι πτώματι διὰ τὴν τοῦ θανάτου κατάραν ἐπιχαρέντες Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης. Ἀντὶ τοῦ, Τῆς τῶν προειρημένων δικαιοσύνης ἐστέρημαι, καὶ πτωχίᾳ συζῶν, τῆς δικαιοσύνης οὐκ ἔχω τὸν πλοῦτον· διὸ τῆς σῆς ἐπικουρίας ἱκετεύω τυχεῖν. Βοηθός μου καὶ ῥύστης μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς. Τῆς σῆς γὰρ προμηθείας τετύχηκα. Ἐπάκουσον ὅτι τάχιστα, καὶ μὴ ἀναβάλῃ τὴν αἴτησιν.
Τῷ Δαυῒδ ΨΑΛΜΟΣ, εἰς τὸ τέλος, τῶν υἱῶν Ἰωναδὰβ, καὶ τῶν πρώτων αἰχμαλωτισθέντων. Ἀνεπίγραφος παρ᾽ Ἑβραίοις. Οʹ. Ὑπόθεσις. Οἱ υἱοὶ τοῦ Ἰωναδὰβ γεγόνασιν ἄνδρες εὐλαβεῖς τε καὶ δίκαιοι, καὶ τῶν τοῦ πατρὸς ἐντολῶν φύλακες ἀκριβεῖς, καὶ οὕτω θεοσεβεῖς καὶ τὸ ἦθος χρηστοὶ, ὡς καὶ μάρτυρα τῆς αὐτῶν ἀρετῆς γενέσθαι Θεὸν τῷ προφήτῃ διαλεγόμενον Ἱερεμίᾳ. Ἐπὶ τούτων δὲ καὶ ἡ πρώτη τῆς Ἱερουσαλὴμ ὑπὸ Χαλδαίων αἰχμαλωσία γεγένηται. Σχοῖεν δ᾽ ἂν οὗτοι πρόσωπον τοῦ ἀποστολικοῦ χοροῦ, τοῦ καὶ σφόδρα τὰς τοῦ ἐπουρανίου Πατρὸς φυλάξαντος ἐντολὰς, καὶ τοὺς ἐπαίνους εἰληφότος διὰ τῶν πρὸς αὐτοὺς εἰρημένων μακαρισμῶν. Ὁμοίως γοῦν καὶ ἐπὶ τούτων τῶν ἀποστόλων, φημὶ, ἡ πρώτη τῆς Ἱερουσαλὴμ αἰχμαλωσία ὑπὸ Ῥωμαίων ἐγένετο. Εἰσάγονται οὖν οὗτοι οἱ θεοφιλεῖς, τουτέστιν ὁ ἀποστολικὸς χορὸς, διὰ τοῦ προκειμένου ψαλμοῦ εὐχήν τε καὶ εὐχαριστίαν ὑπὲρ ἑαυτῶν ἀναφέροντες τῷ Θεῷ, ἐφ᾽ οἷς θλιβομένους αὐτοὺς ἀπό τε τῶν διωκόντων διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, ἀπό τε τῶν νοητῶν ἐπιβούλων τῆς αὐτῶν ψυχῆς δαιμόνων διέσωσεν· ἔτι τε ὑπισχνούμενοι μόνας τὰς δι᾽ αἰνέσεως ἀναπέμπειν θυσίας, ἀπηλλαγμένοι δηλονότι τῆς κατὰ νόμον λατρείας.
Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Μέγα θάρσος τῆς πεποιθήσεως αὐτῷ προβάλλεται, τὴν ἐπὶ τῷ Θεῷ ἐλπίδα. Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με. Δικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, δι᾽ οὗ ἐῤῥύσθημεν τῆς κατεχούσης ἡμᾶς ἁμαρτίας εἰς φθοράν.
Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν. Εἰδὼς ὁ ἀποστολικὸς χορὸς, ὡς αὐτὸς ἐπήγγελται τοῖς εἰς αὐτὸν πιστεύουσιν ἔσεσθαι τεῖχος πυρὸς κυκλόθεν, τὴν τοιαύτην ὑπόσχεσιν ἔργῳ εἰς ἑαυτὸν πληροῦσθαι παρακαλεῖ. Ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ. Αὐτὸς γάρ ἐστιν ἡ πέτρα, ἐφ᾽ ἣν οἱ οἰκοδομηθέντες τὸν θεμέλιον ἔχομεν· καὶ αὐτὸς τὸ τεῖχος τὸ συνέχον ἡμᾶς, πρὸς τὸ μηδὲν παθεῖν ἐξ ἐπιδρομῆς κακῶν. Ἀπάλλαξόν με, φησὶ, τούτων τῶν κρατούντων, καὶ ὑπὸ τὴν δουλείαν ὥσπερ χειρί τινι ἀγόντων ἀνδρῶν, ἁμαρτίας πεπληρωμένων, ἀνόμων τε καὶ ἀδίκων.
Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος. Τοῦ ἁμαρτωλοῦ, τῶν Ἰουδαίων φησιν· αὐτὸς γὰρ ἦν ὁ καὶ παράνομος καὶ ἄδικος· παράνομος μὲν, ὅτι τοὺς ἀθώους κατέκρινεν· ἄδικος δὲ, ὅτι οὐδεμίαν εἰς αὐτοὺς εἶχεν εὔλογον πρόφασιν.
Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου. Ῥῦσαί με, φησὶν, ἐξ αὐτοῦ τοῦ παρανόμου λαοῦ, διότι καὶ διὰ σὲ τὰ τοιαῦτα ὑπομένω καὶ διὰ τὴν εἰς σὲ ἐλπίδα, ἣν ἐδεξάμην ἐκ τῆς πρώτης καὶ ἐξ ἀρχῆς μου διὰ σοῦ γεννήσεως, κατὰ τὸ εἰρημένον· Ὅσοι ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.
Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός. Δείκνυσιν, ὡς ὁ Χριστὸς δι᾽ ὃν τὰ τοιαῦτα ὑπέμενον, αὐτός ἐστιν ὁ καὶ ἔτι κυομένους αὐτοὺς ἐν γαστρὶ τῇ δημιουργικῇ ἑαυτοῦ προνοίᾳ ἐξαγαγὼν εἰς φῶς. Ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής. Ἐπειδὴ, φησὶ, σὺ αὐτὸς ὁ Κύριος, καὶ ἐν τῇ κοιλίᾳ τῆς μητρός μου ἔτι ὄντα ἔσκεπες τῇ θείᾳ σου δυνάμει, καὶ ἐῤῥύσω ἐκ τοῦ παρανομοῦντος λαοῦ· τούτου χάριν καὶ αὐτὸς ἐγὼ, ἅτε τῆς οὕτω συνεχοῦς ᾐσθημένος εὐεργεσίας, οὐ παύομαι τοὺς εἰς σὲ ὕμνους ἀναπέμπων διηνεκῶς.
Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός. Σὲ ὑμνῶν καὶ δοξάζων διατελῶ, καὶ διὰ τῆς σῆς προνοίας ἐγενόμην περίβλεπτος. Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς. Τέρας μὲν τὸ παράδοξον καὶ μέγα τι φησίν· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ καὶ ἤρθην ὑψοῦ, φησὶ, καὶ μέγας τις καὶ ἐξαίρετος ἐν τοῖς πολλοῖς τεθάρσημαι ἔθνεσιν· ἀλλ᾽ οὐκ οἰκείᾳ δυνάμει τὸ τοιοῦτον ἔσχον ἀγαθόν. Σὺ γὰρ ἦς αὐτὸς ὁ κράτιστόν με καὶ γενναῖον διὰ τῆς σαυτοῦ βοηθείας ποιῶν.
Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου. Ἐπειδὴ τῶν τοιούτων ὑπαρχθεισῶν μοι εὐεργεσιῶν, ἄνθρωπος ὢν, οὐ δύναμαι τὰς ἀξίας ἀποδοῦναι ἀμοιβάς· τούτου χάριν ἐκ τῆς σῆς σοφίας αἰνέσεώς μου τὸ στόμα πληρωθῆναι ἀξιῶ· οὕτω γὰρ καὶ μόλις τὴν σὴν δόξαν ὑμνῆσαι δυνήσομαι. Ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου. Ἐπειδὰν, πληρωθέντος μου τοῦ στόματος αἰνέσεως, φησὶ, τὴν σὴν δόξαν ἄρξωμαι ὑμνεῖν, ὑμνήσω καὶ διὰ πάσης ἡμέρας τὴν μεγαλοπρέπειάν σου. Δόξαν δὲ ἣν ἐπὶ γῆς ἐποιήσατο οἰκονομίαν φησὶ, δι᾽ ἧς ἐπλήρωσε τὴν γῆν τῆς δόξης αὐτοῦ. Μεγαλοπρέπειαν δὲ τὴν θεότητα λέγει, δι᾽ ἧς πάντα ἐκεῖνα ἀνομαλῶς εἰργάσατο. [Πληρωθήτω τὸ στόμα μου αἰνέσεως. Δυνατὸν μὲν διαπαντὸς αἰνεῖν τὸν Θεὸν, καὶ διαπαντὸς εὐλογεῖν, καὶ διαπαντὸς σωφρονεῖν· πῶς δὲ δυνατὸν διαπαντὸς ἐλπίζειν; Ὁ γὰρ ἐλπίζων διαπαντὸς, οὐδέποτε τυγχάνει τοῦ πράγματος ἐκείνου, οὗ ἐλπίζει τυχεῖν. Καὶ ὁ μὲν ἐρεῖ τὸ, διαπαντὸς, οὐ κατὰ τοῦ πλάτους τῶν αἰώνων τεθεῖσθαι, ἀλλὰ κατὰ τῆς ζωῆς τῆς αἰσθητῆς· ἕτερος δὲ καὶ κατὰ τοῦ πλάτους τῶν αἰώνων τὸ διαπαντὸς ἐκλήψεται, ἵνα ᾖ τὸ πέρας τῆς ἐλπίδος ἡ γνῶσις τῆς ἁγίας Τριάδος.] Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρως. Γῆρας ἐνταῦθα τὴν ἀσθένειάν φησι. Λέγει οὖν, ὅτι Μὴ γένοιτο, ὦ Δέσποτα, καιρὸς καθ᾽ ὃν ἀσθενὴς ὢν ἐπιδειχθείην!
Εὔχεται οὖν μηδέποτε τῆς εἰς Χριστὸν ἐλπίδος ἐκπεσεῖν. Αὐτὸς γάρ ἐστιν ἡ ἰσχὺς ἡμῶν. Ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με. Εἰ καὶ συνέβη ἄνθρωπον ὄντα, φησὶ, ποτὲ ἁμαρτεῖν, μὴ διὰ τὴν ἁμαρτίαν ἐγκαταλίπῃς με, Κύριε· ἀλλὰ ἀνακάλεσαι πάλιν ὡς φιλάνθρωπος.
Ὅτι εἶπον οἱ ἐχθροί μου ἐμοί. Τὸ, Ὅτι εἶπον, ἀντὶ τοῦ· Μήποτε εἴποιεν οἱ ἐχθροί μου, Ἐπιθώμεθα αὐτῷ· ἔσται γὰρ ἡμῖν εἰς προνομὴν, μὴ ἐπικουροῦντος Θεοῦ. Ὁ Θεός μου, μὴ μακρύνῃς ἀπ᾽ ἐμοῦ. Ἐπειδὴ τοίνυν ἐκεῖνοι ταῦτά φασι, μὴ ἐπιμήκιστον ὑπερθῇς τὴν βοήθειαν. Ὁ Θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες.
Αἰσχυνθήτωσαν καὶ ἐκλειπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου. Ἐπειδὰν, ἐκείνων ἐπιτιθεμένων, φησὶ, διὰ τὸ δόξαι με ἐγκαταλειφθῆναι παρὰ σοῦ, εἰ βοηθήσῃς αὐτὸς, αὐτοὶ εἰς αἰσχύνην ἀποστραφήσονται, ἅτε ματαίας εὑρόντες, ἃς κατὰ τῆς ψυχῆς μου ἐποιήσαντο διαβολάς. Τίνες δὲ αἱ διαβολαὶ ἢ αἱ λέγουσαι· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν;
Ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ ἐπὶ σέ. Οὐ παύονται γὰρ διὰ τῶν ἰδίων συγγραμμάτων ὁμολογοῦντες τὴν ἐλπίδα τὴν εἰς Χριστόν. Καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου. Διὰ τῆς ὑμνολογίας τῶν δι᾽ αὐτῶν σωζομένων. Τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου.
Ἐπὶ στόματος ἀεὶ, φησὶν, ὦ Δέσποτα, τὴν σὴν φέρειν δικαιοσύνην οὐ παύομαι. Δικαιοσύνη γὰρ τοῦ Πατρὸς ὁ Μονογενὴς αὐτοῦ. Ἐγεννήθη γὰρ ἡμῖν δικαιοσύνη ἀπὸ Θεοῦ κατὰ τὸν ἱερὸν Ἀπόστολον. Ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου. Διαπαντὸς μνησθήσομαι, φησὶ, τῆς οἰκονομίας δι᾽ ἧς ἡμῖν τὴν σωτηρίαν ἐχαρίσω. Ὅτι οὐκ ἔγνων γραμματείας.
Γραμματείας ἢ τοὺς ματαίους καὶ πολυπλόκους τοῦ βίου περισπασμούς φησιν, ἢ τὰς διὰ τοῦ νόμου κεκελευσμένας πολυτρόπους προσάγεσθαι θυσίας. Ἐπειδὴ ταύτας συμπάσας, φησὶν, ἐπεβαλόμην, εἰς τὰς ἄνω εἰσελεύσομαι μονὰς, εἰς τοῦτο δύναμίν μοι τοῦ Κυρίου παρέχοντος. Ὅμοιον δὲ τῷ εἰρημένῳ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἡμῖν ἔσται; Ὅτε καὶ τῆς τῶν οὐρανῶν βασιλείας τὴν ὑπόσχεσιν διὰ ταῦτα ἐδέχοντο.
Εἰσελεύσομαι ἐν δυναστείᾳ Κυρίου. Τῇ σῇ δυνάμει καὶ βοηθείᾳ τεύξομαι τῆς εἰσόδου τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. Πάντα τὰ εἰρημένα ἀφεὶς, φησὶ, μόνης μνημονεύσω τῆς δικαιοσύνης, δι᾽ ἧς ἡμᾶς τῆς ἁμαρτίας ἠλευθέρωσας.
Ὁ Θεός μου, ἃ ἐδίδαξάς μοι ἐκ νεότητός μου. Ἀπὸ γὰρ πρώτης, ὡς εἰπεῖν, ἡμέρας, ἧς αὐτοὺς ἐξελέξατο, παρέδωκεν αὐτοῖς τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ μέχρι τοῦ νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου. Οὐκ ἀμνήμων, φησὶν, ὧν ἐδιδάχθην γεγένημαι· ἀλλ᾽ ἅπερ αὐτὸς ἔμαθον, ταῦτα καὶ τοῖς ἄλλοις ἀπήγγειλα.
Καὶ ἕως γήρως καὶ πρεσβείου. Ἐπειδὴ αὐτὸς ὁ Χριστὸς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ὑπέσχετο λέγων αὐτοῖς· Ἰδοὺ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· τούτου χάριν αἰτεῖ ταύτην αὐτῷ πληρωθῆναι τὴν ὑπόσχεσιν. Ὁ Θεός μου, μὴ ἐγκαταλείπῃς με, ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου. Ἐὰν μὴ ἐγκαταλείπῃς με, φησὶ, κατὰ τὴν σὴν ὑπόσχεσιν, ὦ Δέσποτα, τότε γενήσεται δυνατὸν τὸν σὸν ἀπαγγεῖλαι βραχίονα τῇ ἐξ ἐθνῶν ἐσομένῃ πιστῇ γενεᾷ. Τίς δὲ ὁ βραχίων ἐπιφέρει λέγων· Τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου. Καὶ δυναστείαν μὲν, διὰ τὸ δῆσαι τὸν ἰσχυρόν φησι, καὶ διαρπάσαι τὰ σκεύη αὐτοῦ· δικαιοσύνην δὲ, ὅτι ἀδίκως ἡμᾶς αἰχμαλωσίᾳ κατεχομένους λελύτρωται. Ὁ Θεὸς ἕως τῶν ὑψίστων. Ἀπαγγελῶ, φησὶν, ὅτι οὐ μόνον τὰ ἐπὶ γῆς, ἀλλὰ καὶ τὰ ἐν οὐρανοῖς διὰ τοῦ ἰδίου ἐλυτρώσω αἵματος. Ὅμοιον δὲ τῷ· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. Ὁ Θεὸς, τίς ὅμοιός σοι;
Εὐχαριστεῖ ἐφ᾽ οἷς, καίτοι πάλαι διὰ τὴν ἁμαρτίαν δικαίως καταδεδικασμένος θανάτῳ, οὐκ ἐναπέμεινεν τῷ θανάτῳ· ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ ἀπολέλυται διὰ Χριστοῦ τῆς φθορᾶς. Ὅσας ἔδειξάς μοι θλίψεις πολλάς; Οἵων γάρ με καὶ ὅσων πεῖραν λαβεῖν ἐποίησας κακῶν; Καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς ἀνήγαγές με. Ἐπλεόνασας ἐπ᾽ ἐμὲ τὴν μεγαλοσύνην σου, καὶ ἐπιστρέψας παρεκάλεσάς με. Ὁ διπλασιασμὸς ἔοικε σημαίνειν τὴν ἐπὶ τοῖς μετὰ τὸ βάπτισμα πλημμελήμασι γινομένην μετάνοιαν δεκτὴν ὑπάρχειν τῷ, ὡς εἴρηται, πλεονάσαντι ἐφ᾽ ἡμᾶς τὴν αὐτοῦ ἀγαθότητά τε καὶ δικαιοσύνην. Διὸ πρότερον μὲν τὸ, ἐζωοποίησάς με, ὡς ἐπὶ ἀναγεννήσεως εἴρηται· δεύτερον δὲ τὸ, παρεκάλεσας, ὡς ἐπὶ καταπονουμένου τῇ τῶν ἁμαρτημάτων ἀθυμίᾳ.
Ἔστι μέντοι καὶ ἐπὶ τῆς ἐξ Αἰγύπτου μὲν λυτρώσεως τὰ πρότερα μὲν ἐκδέξασθαι, ἐπὶ τῆς τοῦ Κυρίου δὲ παρουσίας τὰ δεύτερα νοῆσαι, ὅτε καὶ ἡ παντελὴς ἡμῖν γέγονε παράκλησις. Οἱ γὰρ ἐξ Αἰγύπτου ἐξεληλυθότες, εἰ καὶ ἐῤῥύσθησαν τοῦ προσκαίρου θανάτου, ἀλλ᾽ ὑπέπιπτον τῷ αἰωνίῳ, ὡς μηδέπω τῆς ἀναστάσεως δεδωρημένης.
Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός. Οὕτω, φησὶν, ἐμαυτὸν παρασκευάσω διὰ τῆς ἐξομολογήσεως ἐπιτήδειον γενηθῆναι πρὸς τὸ σκεῦος ὑμνολογίας κληθῆναι. Εἰ δὲ σκεῦος κληθῆναι ἐκλογῆς λέλεκται, δηλονότι καὶ σκεῦος ὑμνολογίας. Ψαλῶ σοι ἐν κιθάρᾳ. Τῇ τῆς ψυχῆς ἁρμονίᾳ φησίν· Ὅταν γὰρ μηδὲν ἐναντίον ἑαυτῇ μήτε κατὰ τὸν βίον μήτε περὶ τὰ δόγματα ποιῇ ἢ πάσχῃ ἡ ψυχὴ, τότε δὴ τότε νοητὴ κιθάρα κληθείη δικαίως.
Ἀγαλλιάσονται τὰ χείλη μου, ὅταν ψαλῶ σοι. Τοῦτο πρὸς ἀντιδιαστολὴν τοῦ νόμου λέλεκται· ὅτι ἐκεῖνα μὲν τὰ ἐπιτάγματα ἦν φορτικὰ, ὡς δυσκατόρθωτα, ταῦτα δὲ χρηστά τε καὶ ἐλαφρὰ, ὡς καὶ ἡδονῆς ἀποπληροῦντα τοὺς ἀξιωθέντας αὐτῶν. Καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω, τῆς ἁμαρτίας τῆς φθορᾶς, τῆς δουλείας τοῦ Σατανᾶ, τοῦ θανάτου αὐτοῦ.
Ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσι, καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι. Ὅταν ἐκ μέσου γένωνται, φησὶν, οἱ νοητοί μου ἐχθροὶ, καὶ τὴν ἄβυσσον οἰκοῦντες περιβάλωνται αἰσχύνην· τότε δὴ, ὡς μηδενὸς ἔτι παρεμποδίζοντος, ἀκαταλήκτοις ὕμνοις αἰνέσω σε, Δέσποτα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.