Ἔργον
Μέγας Αθανάσιος – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία εις τους Ψαλμούς ΟΑ' - Π'
Ανάλυση των Ψαλμών 71 έως 80, επικεντρωμένη στη δίκαιη κρίση, την απορία μπροστά στην ευημερία των ασεβών και την παιδαγωγία του Ισραήλ.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τους Ψαλμούς ΟΑ' - Π'
Ανάλυση των Ψαλμών 71 έως 80, επικεντρωμένη στη δίκαιη κρίση, την απορία μπροστά στην ευημερία των ασεβών και την παιδαγωγία του Ισραήλ.
Εἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ Δαυῒδ εἰς Σαλομῶνα. ΟΑʹ. Ὑπόθεσις. Παρουσία Χριστοῦ διὰ τῶν παρόντων κατασημαίνεται, καὶ κλῆσις ἐθνῶν. Εἰς Σαλομὼν δὲ ἐπιγέγραπται ὁ ψαλμός. Οὗτος γάρ ἐστιν ἀληθὴς Σαλομὼν ὁ εἰρηναῖος, διότι καὶ πεποίηκεν ἓν ἀμφότερα, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ ἔλυσεν.
Ὁ Θεὸς τὸ κρῖμά σου τῷ βασιλεῖ δός. Κέκριταί σοι, φησὶν, ὦ Πάτερ, τὸν μονογενῆ σου Υἱὸν ἐπιλάμψαι τοῖς ἐπὶ γῆς. Τοῦτο οὖν, φησὶ, τὸ πάλαι κριθὲν, εἰς πέρας ἀγέσθω. Καὶ τὴν δικαιοσύνην τῷ υἱῷ τοῦ βασιλέως. Αὐτὸς ὢν ἡ δικαιοσύνη τοῦ Πατρὸς, δικαιοσύνην λέγεται εἰληφέναι διὰ τὸ ἀνθρώπινον.
Αὐτὸς δέ ἐστιν ὁ Χριστὸς καὶ ὁ βασιλεὺς, καὶ ὁ υἱὸς τοῦ βασιλέως. Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ. Αὕτη τῆς ἐνανθρωπήσεως ἡ αἰτία τὸ κρῖναι τὴν καθ᾽ ἡμῶν πλεονεξίαν τοῦ Σατανᾶ· διὸ καὶ μέλλων σταυροῦσθαι ἔφασκε· Νῦν ἡ κρίσις ἐστὶ τοῦ κόσμου τούτου· ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.
Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην. Ὄρη καὶ βουνοὺς ἐνταῦθα τὰς εὐαγγελικὰς δυνάμεις φησὶ, τὰς πάλαι μὲν, διὰ τὴν κεχυμένην ἀσέβειαν, μὴ ἐπιχωριαζούσας τῇ γῇ, νῦν δὲ εἰρήνην πρὸς πάντας ἀνθρώπους ἀναλαμβάνειν κελευομένας.
Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ. Πένητας τῶν ἐξ εἰδωλολατρῶν πατέρων φησὶ τῶν πτωχευόντων ἀπὸ παντὸς καλοῦ, καὶ καθόλου πάντων ἀνθρώπων τὸ γένος. Πάντες γὰρ ἐκκεκλίκασι κατὰ τὴν τοῦ ψαλμοῦ φωνήν. Καὶ ταπεινώσει συκοφάντην. Τὸν διάβολόν φησιν. Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ. Εἰς αἰῶνας, φησὶν, ἡ βασιλεία αὐτοῦ ἐκταθήσεται. Καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν. Οὗτος, φησὶν, ὁ βασιλεύσας ἐν τῇ παρουσίᾳ τῶν ἐπὶ τῆς γῆς, αὐτός ἐστιν ὁ καὶ πρὸ αἰώνων τῶν ὅλων δημιουργός. Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Ἀψοφητὶ, φησί· τοῦτο δὲ εἶπε διὰ τὴν λαθραίαν αὐτοῦ παρουσίαν.
Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη. Κατὰ γὰρ τὸν καιρὸν τῆς παρουσίας αὐτοῦ ἅπας πόλεμος ἀνῄρηται [Ambros. ἀνῄρητο] τῶν ἐθνῶν. Καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνην. Τοσοῦτον ἔσται, φησὶ, τῆς εἰρήνης τὸ πλῆθος ὃ γενήσεται ἐν τῇ αὐτοῦ παρουσίᾳ, ὡς καὶ εἰς τοὺς μέλλοντας ἐκταθῆναι χρόνους, καθ᾽ οὓς ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς.
Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης. Τοῦτό φησι διὰ τὸ πάντα τὰ ἔθνη παραδέξασθαι τὴν εἰς αὐτὸν πίστιν· ἀντὶ τοῦ, Πάντων κρατήσει τῶν τερμάτων τῆς οἰκουμένης. Ἐπειδὴ γὰρ πέραν τῆς γῆς τὰ μεγάλα καὶ ἄπλετα πελάγη, ἅτινά τινες Ἀτλαντικὰ καλοῦσιν, Ὠκεανὸν, ἑσπέριον καὶ ἑῷον· εἰκότως τῆς οἰκουμένης τὸ κράτος ταῖς ἔξωθεν κυκλούσαις θαλάσσαις ἐδήλωσε· καὶ τοῦτο σαφέστερον ὁ μετὰ τούτων ἐποίησε στίχος.
Καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Σφόδρα ὑποταγήσονται οἱ πολέμιοι, ὡς μὴ ὁρᾶσθαι μάχην πρὸς αὐτὸν, ἐκ μεταφορᾶς τῶν ἐπὶ γῆς πιπτόντων καὶ τὴν ὑποταγὴν σημαινόντων. Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου. Ἀπ᾽ ἄκρων, φησὶ, περάτων τῆς οἰκουμένης ἕως ἄκρων προσκυνήσουσιν αὐτῷ τά τε ἔθνη καὶ οἱ βασιλεῖς, εὐχαριστοῦντες ἐφ᾽ οἷς τῆς καταδυναστείας αὐτοὺς ἐλυτρώσατο τοῦ Σατανᾶ. Ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν. Ἐξαλείφων τὸ κατ᾽ αὐτῶν χειρόγραφον καὶ χαριζόμενος καὶ τῷ τὰ πεντακόσια καὶ τῷ τὰ πεντήκοντα ὀφείλοντι. Καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ. Σεβάσμιος, φησὶν, ἔσται παρὰ πᾶσι καὶ ἔνδοξος.
Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας. Ταῦτά φησι διὰ τὸν ἀποστείλαντα Ἡρώδην ἀνελεῖν τὰ βρέφη. Λέγει οὖν, ὡς οὐ συμπεριληφθήσεται τοῖς ἀναιρουμένοις παιδίοις. Τὸ δὲ, Καὶ δοθήσεται αὐτῷ χρυσίον Ἀραβικὸν, δηλοῖ σαφῶς ἃ προσήνεγκαν οἱ μάγοι δῶρα. Καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός. Αὐτὸν ὀνομάζοντες ἐν προσευχαῖς, καὶ δι᾽ αὐτοῦ δοῦναι τὸν Πατέρα αὐτοῖς ἀξιοῦντες τῶν ἀγαθῶν τὴν δόσιν.
Ἔσται στήριγμα ἐν τῇ γῇ. Τῆς Ἐκκλησίας, φησὶ, καὶ τῆς οἰκουμένης. Ἐπ᾽ ἄκρων τῶν ὀρέων, τῶν ἀποστόλων καὶ προφητῶν. Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ. Λίβανος μὲν ἡ Ἱερουσαλήμ· καρπὸς δὲ αὐτοῦ ὁ εὐαγγελικὸς λόγος. Λέγει οὖν, ὡς ὑπὲρ τὴν κατὰ νόμον λατρείαν ἔσται τὸ κήρυγμα τὸ εὐαγγελικόν. Καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς. Πόλιν τὴν Ἐκκλησίαν σημαίνει, περὶ ἧς γέγραπται· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.
Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. Δείκνυσιν, ὡς οὗτος ὁ μὴ ἀποκτανθεὶς μετὰ τῶν βρεφῶν ἐστιν ὁ πρὸ καταβολῆς κόσμου ὑπάρχων μετὰ τοῦ Πατρός. Εὐλογητὸς ὁ Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος. Διεξελθὼν πάντα ἃ κατορθώσει ἐν τῇ οἰκονομίᾳ τοῖς ἐπὶ τῆς γῆς, ὕμνον ἀναπέμπει αὐτῷ λέγων, ὡς αὐτὸς εἴη ὁ Θεὸς Ἰσραὴλ, ὁ μόνος δυνηθεὶς ταῦτα ποιῆσαι τὰ θαυμάσια. Ποῖα δὲ θαυμάσια, ἢ τὸ καταργῆσαι τὴν δυναστείαν τοῦ Σατανᾶ, καὶ ἐξελέσθαι τοὺς ἐπιβουλευομένους τῆς τῶν δαιμόνων τυραννίδος; Σκόπει δὲ, ὡς οὐχ ἁρμόσει τῷ Σολομῶντι τῷ ἐκ τῆς τοῦ Οὐρίου οὐδὲν τῶν εἰρημένων ἐν τῷ ψαλμῷ· οὔτε τό· Πρὸ τοῦ ἡλίου τὸ ὄνομα αὐτοῦ· οὔτε τό· Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ· οὐδὲ τό· Πρὸ τῆς σελήνης γενεὰς γενεῶν. Ἐκ πάντων οὖν τούτων δῆλον, ὅτι εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λέλεκται.
Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης. Διὸ προσήκει παρὰ πάντων αὐτὸν ὑμνεῖσθαι. Εἰ γὰρ καὶ τὴν φύσιν αὐτοῦ ὡς ἀνέφικτον ἀγνοοῦμεν, ἀλλὰ τὸ σωτήριον αὐτοῦ ἐδιδάχθημεν ὄνομα.
Ἐξέλιπον οἱ ὕμνοι Δαυῒδ τοῦ υἱοῦ Ἰεσσαί. ΨΑΛΜΟΣ τῷ Ἀσάφ. ΟΒʹ. Ὑπόθεσις. Ἐν τούτῳ τῷ ψαλμῷ τὴν ἀνωμαλίαν τῶν ἀνθρώπων ἣν ἔχουσι περὶ τὰ τοῦ Θεοῦ κρίματα ἐξηγεῖται. Αὐτὰ μὲν γάρ ἐστι βαθέα τε καὶ ἀνεξερεύνητα, καὶ ἀκαταληψίας γέμοντα πολλῆς· οἱ δὲ τοὺς λόγους τῆς ἐν ἑκάστῳ γιγνομένης οἰκονομίας ἀγνοοῦντες εἰς ἀμηχάνους ἐκπίπτουσι λογισμούς. Διὸ δὴ, πρότερον αὐτοὺς προθεὶς ἡμῖν τοὺς λογισμοὺς, οὗτοι δὲ ἦσαν οἱ διὰ τὴν εὐπραγίαν τῶν ἀσεβῶν ἀνθρώπων ἐπισυμβαίνοντες· Ἰδοὺ γὰρ ἁμαρτωλοὶ, φησὶ, καὶ εὐθηνοῦντες, διδάσκει μετὰ τοῦτο καὶ ποῖον αὐτῶν τῶν ἀσεβῶν ἔσται τὸ τέλος· ὅπως ἂν, τὰ τοιαῦτα γνόντες σαφῶς, μὴ ἀπορῶμεν ἐν ταῖς ἀνωμαλίαις τῶν ἐν τῷδε τῷ βίῳ πραγμάτων.
Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ τοῖς εὐθέσι τῇ καρδίᾳ. Μέλλων διηγεῖσθαι τὴν τῶν ἐν ἀσεβείᾳ διαγόντων ἀνθρώπων γινομένην εὐημερίαν, καὶ τὴν μετὰ ταῦτα αὐτοῖς ἀποκειμένην κόλασιν πικρὰν, προτάττει τὸ τοῖς εὐθέσιν ἀγαθὸν εἶναι τὸν Θεόν· ὅπως ἂν γνοῖεν οἱ τὴν εὐσεβῆ αἱρούμενοι μερίδα, ὡς μόνοις τοῖς εὐθέσι τῇ καρδίᾳ ἔσται ἀγαθὸς ὁ Θεός· οὐ μὴν ἔτι καὶ τοῖς φαυλότατα ἁμαρτάνουσιν. Ὥστε, εἰ καὶ δοκοῦσιν εὐημερεῖν, φησὶ, ταραττέσθω μηδεὶς, τὸ μικρὸν ὕστερον αὐτοὺς ἐκδεξόμενον κολαστήριον ἐννοῶν. [Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες.
Διηγεῖται τοιοῦτον τοὺς εὐσεβεῖς ὑπομένειν τὸν θάνατον, ὡς μή τινα ἀνανεύειν εἴ τις αὐτὸν ἔροιτο, εἰ βούλοιτο τοιούτου θανάτου τυχεῖν.] Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν ὁρῶν, κ.τ.λ. Τὰ τὸν κλόνον αὐτῷ ποιήσαντα τῆς ψυχῆς ἀφηγεῖται. Ταῦτα δέ ἐστι, τὸ πρῶτον μὲν ἐν εἰρήνῃ αὐτοὺς βαθείᾳ διατελεῖν· ἔπειτα διαπαντὸς εὐημερεῖν τοῦ βίου, ὡς καὶ μέχρι θανάτου τὴν εὐημερίαν συνεκτείνεσθαι, καὶ τοιοῦτον τοὺς ἀσεβεῖς ὑπομένειν αὐτὸν, ὡς μή τινα ἀνανεύειν εἴ τις αὐτὸν ἔροιτο, εἰ βούλοιτο τοῦ τοιούτου θανάτου τυχεῖν· πρὸς δὲ τοῦτο καὶ εἰ ἄρα συνέβη ἐπὶ τῇ ἁμαρτίᾳ αὐτῶν μάστιξ ἐπιστρεπτικὴ, ταύτην μὴ εἶναι χαλεπὴν, ἀλλ᾽ ἐλαφράν τε καὶ εὐπαρακόμιστον· ἐφ᾽ ἅπασι δὲ τούτοις τὸ μὴ τῶν ἀνθρωπίνων συναπολαύειν κόπων, μηδὲ δέεσθαι τῆς καθ᾽ ἡμέραν ἐργασίας εἰς διατροφὴν ἀναγκαίων τροφῶν. Οὗτος γὰρ αὐτῶν ὁ διὰ χειρῶν κόπος οἷον ἀντὶ μαστίγων τοῖς ἀνθρώποις δέδοται.
Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία, εἰς τέλος. Ἐπειδὴ πάντων μὲν ἀπολαύουσι τῶν ἀγαθῶν, κακοῦ δὲ οὐδενὸς, τούτου χάριν περισσῶς ἐπετήδευσαν τὴν ὑπερηφανίαν· ἥτις καὶ ἀδίκους καὶ ἀσεβεῖς αὐτοὺς ἀπετέλεσε, καὶ ἐπὶ τοσοῦτον, ὡς καὶ τὰς ἀσεβείας αὐτῶν παχεῖς εἶναι καὶ οἱονεὶ εὐτραφεῖς.
Διήλθοσαν εἰς διάθεσιν καρδίας. Ἡ παράνομος εὐημερία, φησὶν, ἕξιν αὐτοῖς πονηρὰν εἰργάσατο περὶ τὴν ψυχήν. Καὶ πόθεν δῆλον ἢ ἐκ τοῦ διανοεῖσθαι αὐτοὺς καὶ λαλεῖν πονηρίαν; Ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν. Ἐπίτασιν τῆς πονηρίας αὐτῶν σημαίνει, ὡς λοιπὸν καὶ εἰς αὐτὸν τὸν Θεὸν ἀναφέρειν τὴν βλασφημίαν. Ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν. Βλάσφημα, φησὶ, προέφερον κατὰ τοῦ Θεοῦ ῥήματα, καὶ ταῦτα ταπεινοὶ ὄντες καὶ τὴν γλῶσσαν ἐπὶ γῆς ἔχοντες.
Διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου. Διὰ τοῦτο μέντοι ἐπαρθέντας αὐτοὺς καταβληθῆναι. Ὁ δὲ νοῦς οὕτως· Ὠφέλειά τις, φησὶ, καὶ ἐπιστροφὴ τῷ ἐμῷ λαῷ γενήσεται, ἡ τούτων τιμωρία. Ἑωρακότες γὰρ οἶον τοὺς ἀσεβεῖς διαδέξεται τέλος, οὐκ ἄν ποτε εἰς τοῦτο ἔλθοιεν, ἐφορᾷν τὰ ἀνθρώπινα σαφῶς ἐγνωκότες Θεόν. Καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς.
Ὅταν, φησὶ, τὴν τοιαύτην κτήσωνται γνώμην, τότε δὴ τότε τῆς ζωῆς αὐτῶν τὸν χρόνον καλῶς ἀναπληρώσουσι, κατὰ τὸ εἰρημένον ὅτι· Ἐκοιμήθη πλήρης ἡμερῶν· τουτέστι πλήρεις αἱ ἡμέραι αὐτῶν παντὸς γεγόνασιν ἀγαθοῦ.
Καὶ εἶπαν, πῶς ἔγνω ὁ Θεός; Ὁ μὲν ἐμὸς λαὸς, φησὶν, ἐκ τοῦ καταβληθῆναι τοὺς ἀσεβεῖς ὠφεληθήσεται. Οἱ δὲ προλεχθέντες δυσσεβεῖς καὶ ἄθεοι οὕτως ἠσέβουν, ὡς σκάνδαλον γενέσθαι τοῖς ὁρῶσι τὸν βίον αὐτῶν, καὶ ἀμηχανεῖν καὶ λέγειν· Εἰ ἆρα ἐφορᾷ τὰ ἀνθρώπινα ὁ Θεός; Τὸ γὰρ, Πῶς ἔγνω, ἀντὶ τοῦ, Πῶς γινώσκειν τὰ καθ᾽ ἡμᾶς καὶ διοικεῖν λέγεται, καὶ πῶς γνῶσιν ἔχει τῶν ἡμετέρων;
Ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλούτου. Τὸ αἴτιον τοῦ σκανδάλου τῶν ὁρώντων εὐθηνουμένους τοὺς ἀσεβεῖς παρατίθεται. Τοῦτο δέ ἐστι τὸ διαιωνίζειν αὐτοὺς κατὰ τὸν παρόντα βίον τῇ εὐημερίᾳ. Καὶ εἶπα· ἆρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου. Κἀγὼ, φησὶ, ταῦτα ὁρῶν, ἐθορυβούμην τοῖς λογισμοῖς, κατ᾽ ἐμαυτὸν ἐννοῶν, μήπως ἄρα ὁ ὑπὲρ ἀρετῆς πόνος ἔσται μοι μάταιος. Ἦν δὲ ὁ πόνος τὸ δικαιοσύνην ἀσκεῖν, καὶ τὸ καθαρεύειν ἀδίκου πράξεως, καὶ τὸ ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων ἑαυτὸν μαστίζειν τῇ ἐξομολογήσει, καὶ εἰς τοῦτο ὥσπερ ἐκ κοίτης διανίστασθαι εἰς τὸ ὑπὲρ τῶν ἁμαρτημάτων κακοῦν ἑαυτόν.
Εἰ ἔλεγον· Διηγήσομαι οὕτως· ἰδοὺ τῇ γενεᾷ υἱῶν σου ἠσυνθέτηκα. Ταῦτα, φησὶν, ἐνενόουν κατ᾽ ἐμαυτὸν, ὡς, εἰ τούτους τοὺς ὑπεισελθόντας μοι λογισμοὺς ἑτέροις ἐπαγγείλω (οὗτοι δὲ ἦσαν τό· Ἆρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου), παντὸς σκανδάλου αὐτοῖς γενοίμην αἴτιος. Τοῦτο δὲ ποιῶν παρέβαινον τῶν σῶν υἱῶν τὰς συνθήκας, τῶν δικαίων ἀνδρῶν δηλαδή. Αὗται δὲ ἦσαν τῶν ἁγίων αἱ συνθῆκαι, τὸ μὴ ἀλλήλοις σκανδάλου αἴτιος γίνεσθαι.
Καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο, κόπος ἐστὶν ἐνώπιόν μου. Ὑπονοήσας, φησὶ, τὰ οὕτω βαθέα γνῶναι κρίματα, ἐν κόπῳ ἐνέβαλλον ἐμαυτὸν, ἅτε βαθέων ὄντων καὶ ἀνεξερευνήτων. Πλὴν τὸν δέοντα εἰς τὴν τούτων γνῶσιν πεπόρισμαι ἐμαυτῷ καιρόν· οὗτος δὲ ἦν ὁ τοῦ θείου δικαστηρίου καιρὸς, ὅτε ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
Πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά, κ.τ.λ. Ἐγὼ μὲν, φησὶν, ἐπιτήδειον τῆς ἀκριβοῦς περὶ τούτων γνώσεως ἐθέμην ἐμαυτῷ τὸν μέλλοντα καιρόν· ὅπως, τῷ προφητικῷ πνεύματι γνοὺς τὰ ἐσόμενα, φημὶ, ὡς αἰτία πικρῶν κολάσεων αὐτοῖς ἡ τοῦ τρόπου δολιότης γενήσεται. Ἔσται γὰρ αὐτῶν εἰς πτῶσιν τὸ ὕψωμα. Καὶ οὗτος ὁ παρὼν αὐτοῖς κριθείη πλοῦτος ὥσπερ ἂν καὶ τῶν ὀνειρωττόντων τὰ φάσματα ἀνυπόστατα καὶ πάσης σκιᾶς ἀσθενέστερα.
Καὶ ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Πόλις μὲν τοῦ Κυρίου ἡ ἄνω Ἱερουσαλὴμ, εἰκὼν δὲ αὐτῶν ἡ τοῦ χοϊκοῦ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπειδὴ τὴν τοῦ χοϊκοῦ, φησὶ, πεφορήκασιν εἰκόνα, καὶ οὐ τὴν τοῦ ἐπουρανίου, ταύτῃ τοι καὶ ἐξουδενωθήσονται· ἀκούσονται γὰρ κατ᾽ ἐκεῖνο καιροῦ· Οὐκ οἶδα ὑμᾶς· ἅτε μὴ φοροῦντες τὴν αὐτοῦ τοῦ ἐπουρανίου εἰκόνα.
Ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν, κἀγὼ ἐξουδενωμένος, καὶ οὐκ ἔγνων, κ.τ.λ. Ἐπειδὴ ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ, ὡς καὶ τὴν καρδίαν καὶ τοὺς νεφροὺς πληρωθῆναι ζήλῳ πυρὸς, τούτου χάριν ἠξιώθην φωτισθῆναι καὶ γνῶναι τὰ περὶ τῆς σῆς πόλεως πεποιημένα, καὶ τὰ περὶ τῆς εἰκόνος τῶν ἀσεβῶν. Ἀλλὰ δίκην κτήνους ἀλόγου διετέλεσα πρότερον, μὴ δυνάμενος ἐπιβαλεῖν τοῖς τῆς Προνοίας λόγοις. Ὅμως οὐκ ἀπελιπόμην σοῦ τοῦ Θεοῦ, οὐδὲ ἐξέπιπτον τῆς ἐπὶ σὲ ἐλπίδος συνήμην δέ σοι διαπαντός. Καὶ τοῦτο ἔπραττον οὐκ ἐξ ἐμῆς δυνάμεως, ἀλλ᾽ ἐκ τῆς σῆς χάριτος. Σὺ γὰρ αὐτὸς, τῇ σαυτοῦ φιλανθρωπίᾳ τῆς ἐμῆς δεξιᾶς ἐπιλαβόμενος, συνεῖχες καὶ συνεκράτεις πρὸς τὸ μὴ διασεισθῆναί μου τὰ διαβήματα, μηδὲ τοὺς πόδας μου σαλεύεσθαι τῆς παρὰ σοὶ στάσεως.
Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ γῆς, κ.τ.λ. Ἐπειδὴ οὐδέν μοι, φησὶν, ὑπάρχει ἐν τῷ οὐρανῷ, πλὴν σοῦ μόνου, ἀναγκαίως οὐδέ τι τῶν ἐπὶ γῆς ἠθέλησα δέξασθαι ἅτε φθαρτῶν ὄντων ἁπάντων καὶ προσκαίρων. Ἑνὸς δὲ μόνου ηὐχόμην τυχεῖν, καὶ τῷ τούτου πόθῳ κατέτρυχον ἐμαυτὸν ἐπὶ τῆς γῆς· τοῦτο δέ ἐστι τὸ σὲ μερίδα μοι καὶ μόνην γενέσθαι.
Ἰδοὺ ὅτι οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, κ.τ.λ. Τῆς σῆς ἀντεχόμην, ὦ Δέσποτα, συναφείας, φησί· καὶ τοῦτο καλῶ, εἰδὼς, ὡς τῶν ἔξω σοῦ τυγχανόντων ὄλεθρος ἔσται τὸ πέρας. Οἱ δὲ συνόντες ἀγαθὴν ἕξουσι μερίδα. Συμβήσεται γὰρ αὐτοῖς, ἐν τῇ ἐπουρανίῳ γενομένοις Ἱερουσαλὴμ, τὴν καλὴν μερίδα κληρονομεῖν. Αὕτη δέ ἐστι τὸ τοῖς σοῖς ὕμνοις ἐντρυφᾷν ἀεί.
Συνέσεως τῷ Ἀσάφ. ΟΓʹ. Ὑπόθεσις. Ἱκετηρίαν ἐν τούτοις ὁ προφήτης ᾄδει, τὴν ἔσχατον ὁρῶν αἰχμαλωσίαν τοῦ Ἰσραήλ· ὅπως ἂν μὴ εἰς τὸ παντελὲς αὐτοὺς ἐξέλῃ τῆς πρὸς αὐτὸν οἰκειώσεως, καταλείπῃ δέ τινα αὐτοῖς εἰς σωτηρίαν ἀφορμήν.
Διαγράφει δὲ καὶ τὴν ἅλωσιν τὴν συμβᾶσαν αὐτῇ τε τῇ πόλει καὶ τῷ θείῳ ναῷ. Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Ὅμοιον τῷ· Ἔφθασεν ἐπ᾽ αὐτοὺς ἡ ὀργὴ ἤδη εἰς τέλος. Οὐ γὰρ ἔτι ἀνάπαυλαν ἕξονται τῶν κακῶν.
Μνήσθητι τῆς συναγωγῆς σοι ἧς ἐκτήσω ἀπ᾽ ἀρχῆς. Διὰ τῶν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Ἐλυτρώσω ῥάβδῳ τὴν κληρονομίαν σου. Ἀπὸ κοινοῦ τό· Μνήσθητι ἧς ἐλυτρώσω ῥάβδῳ κληρονομίας σου· τουτέστι κληρονομίας εἰς βασίλειον ηὐτρεπισμένης, καθ᾽ ὃ πρὸς αὐτοὺς εἴρηται· Ἔσεσθέ μοι ἐξ ἁπάντων τῶν ἐθνῶν γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα. Ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ. Διὰ τὸ ἐπιφαίνεσθαι ἐν τῷ θείῳ ναῷ τὸν Θεόν.
Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος. Τῶν καταστρατευσαμένων κατὰ τοῦ θείου ναοῦ. Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου. Ἐπειδὴ ἐν τῷ Πάσχα τῇ ἑορτῇ τὸν κατὰ τοῦ Κυρίου ἤραντο πόλεμον, τούτου χάριν ἐν αὐτῷ τῷ καιρῷ τοῖς πολεμίοις παρεδόθησαν. Τῷ γὰρ Πάσχα συνηγμένων κατὰ τὸν νόμον τῶν Ἰουδαίων ἁπάντων, ἡ πολιορκία γεγένηται δικαίως ἐν ᾧ καιρῷ καὶ τῷ σταυρῷ τὸν Σωτῆρα προσήλωσαν.
Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα. Τὰ σύμβολά φησι τοῦ πολέμου· λέγει δὲ τὰ καλούμενα παρὰ τοῖς στρατεύμασι σίγνα, ὅτι ἔθεντο εἰς τὴν ὁδὸν τῆς πόλεως. Καὶ οὐ μέχρι τούτων ἔστησαν· ἀλλὰ καὶ ὑπερήλαντο, φησὶ, τουτέστι καὶ εἰς αὐτὸν τὸν θεῖον ναὸν εἰσεπήδησαν, οὐ γινώσκοντες, ὅτι Θεὸς ἦν ὁ παραδιδοὺς τὴν πόλιν αὐτοῖς διὰ τὴν τῶν ἐνοικούντων ἀσέβειαν. Ἅτε δὴ τοῦτο ἀγνοήσαντες, τὴν μὲν οἰκείαν ἀπεθαύμασαν δύναμιν, ἀσθένειαν δὲ κατεψηφίζοντο τοῦ ἐν τῷ θείῳ ναῷ προσκυνουμένου Θεοῦ.
Διὸ προϊών φησιν· Ἕως πότε, Κύριε, ὀνειδιεῖ ὁ ἐχθρός; Τὸ δὲ ἀναδιπλασιάσαι ἐν τῷ κατονομάζειν τὰ σημεῖα ἀποθαυμάζοντος εἴη πῶς ὁ θεῖος ναὸς ταῖς τῶν πολεμίων παρεδόθη χερσίν. Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς, κ.τ.λ. Διαγράφει ἐν τοῖς προκειμένοις τῆς τε πόλεως τοῦ τε θείου ναοῦ τὴν καταστροφήν.
Ὑλοτομικοῖς καὶ τεκτονικοῖς ὀργάνοις χρώμενοι, καὶ τοὺς περιβόλους κατέλυον, καὶ τῶν οἰκιῶν τὰς θύρας συνέκοπτον, τὰ εὖ καὶ καλῶς ἠσκημένα ὡς δρυμὸν διαφθείροντες. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, κ.τ.λ.
Μετὰ πολλῆς ἐπελθόντες ἡμῖν τῆς συμφορᾶς, ἕνα σκοπὸν εἶχον, τὸν ὑπὸ σοῦ δεδομένον καταλῦσαι νόμον. Διὰ γὰρ τῶν ἑορτῶν τὴν κατὰ νόμον λατρείαν ἐδήλωσε. Ταῦτα δὲ, φησὶν, ἐτόλμων, μήτε τὰς ἐπὶ τῶν προγόνων ἡμῶν ὁρῶντες θαυματουργίας, μήτε ὑπὸ προφητικῆς ἐλεγχόμενοι χάριτος. Τούτων γὰρ ἁπάντων ἐξαίφνης κατέστησαν ἔρημοι. Πάλαι γὰρ καὶ μετὰ τὴν ἐπάνοδον ἔσχον προφήτας, τὸν Ἀγγαῖον, τὸν Ζαχαρίαν, τὸν Μαλαχίαν. Καὶ οἱ τούτων δὲ πρεσβύτεροι προφῆται τῷ λαῷ καὶ τοῖς βασιλεῦσι προὔλεγον τὰ ἐσόμενα, καὶ τῶν πολεμίων τὰς ἐπιβουλὰς καταδήλους ἐποίουν. Καὶ τοῦτο ἐκ τῆς ἱστορίας καταμαθεῖν εὐπετές.
Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν. Ἐκεῖνοι μὲν παρώξυνον ἀλλήλους, εἰς τὸ παύσειν ἔτι τελουμένας τὰς ἑορτὰς τοῦ Κυρίου, καὶ δὴ τοῖς λόγοις προσήγαγον τὰ ἔργα· ἡμεῖς δὲ καθ᾽ ὃν ταῦτα ἐπράττετο, οὐ γεγόναμεν θεαταὶ τῶν σημείων ἐκείνων ὧν πολλάκις ἐπὶ προτέροις πολέμοις αὐτόπται γεγενήμεθα. Ταῦτα δὲ ἦν τὰ σημεῖα, ἐπικουρία τῶν συνεχόντων δεινῶν.
Διὸ δὴ ὡς τούτων μὴ γενόμενοι θεαταί φαμεν· Ἵνα τί ὁ Θεὸς ἀπώσω εἰς τέλος; Οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Καὶ τοῦτο ἡμᾶς μάλιστα ἀπευδοκεῖν τῆς σωτηρίας ποιεῖ, τὸ μηκέτι ἐν τῷ ἔθνει προφήτην ὁρᾷν τὸν δυνάμενον ὑπὲρ ἡμῶν ἐκδυσωπεῖν τὸν Θεόν.
Ἕως πότε, ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρός; Πληρώσας τὴν διαγραφὴν τῆς ἁλώσεως ἀπὸ τοῦ προσώπου τῶν ἐχθρῶν, εἰς ἔλεος ἐκκαλεῖται τὸν Θεὸν, καὶ θέαν, πῶς τὰ γινόμενα πάντα εἰς ὕβριν τοῦ Θεοῦ· τῷ τε εἰπεῖν· Ἐν μέσῳ τῆς ἑορτῆς σου, καὶ τὸ, Ἁγιαστήριόν σου, καὶ τὸ, Σκήνωμα τοῦ ὀνόματός σου, καὶ, Τὰς ἑορτὰς τοῦ Κυρίου, καὶ Τὸ ὄνομά σου εἰς τέλος.
Ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου, κ.τ.λ.; Ἵνα τί, φησὶν, ἀνακόπτεις τῶν ἀγαθῶν τὴν δόσιν, ὧν πάλαι ὥσπερ ἐκ κόλπου παρεῖχες ἡμῖν. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος. Νῦν μὲν, φησὶν, ἀνακόπτεις ἐξ ἡμῶν τῶν ἀγαθῶν τὴν ἀναφοράν· πάλαι δὲ, καὶ Θεὸς ἡμῶν ἀξιῶν προσαγορεύεσθαι καὶ βασιλεὺς, τοιαύτην ἡμῶν ἐποιήσω τὴν σωτηρίαν ὡς μηδένα λαθεῖν τῶν ἐπὶ γῆς. Εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Ἐντεῦθεν λαβόντες τινὲς ἀπεφήναντο τὰ Ἱεροσόλυμα ὀφθαλμὸν εἶναι τῆς γῆς.
Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Διαγράφει τῷ λόγῳ τίνι τρόπῳ τὴν πάλαι αὐτῶν σωτηρίαν εἰργάσατο. Καὶ πρῶτον μὲν τὸ παγῆναι ὡσεὶ τεῖχος τῆς θαλάσσης τὰ ὕδατα, ὅτε ἐξ Αἰγύπτου ἐξῄεσαν· καὶ τοῦτό ἐστι τὸ, Ἐκραταίωσας τὴν θάλασσαν· δεύτερον δὲ, τὸ συντριβῆναι τὴν Αἰγυπτίων ἐπὶ τῶν ὑδάτων κεφαλὴν, οὓς καὶ δράκοντας διὰ τὸ πονηρὸν τῆς γλώσσης ὀνομάζει· εἶτα μετ᾽ αὐτῶν καὶ αὐτοῦ τοῦ ἐξάρχοντος αὐτῶν βασιλέως, ὃν καὶ αὐτὸν ὁμοίως δράκοντα προσαγορεύει. [Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν.
Τὸν Φαραὼ σὺν τριστάταις καὶ ἅρμασι συντρίψας ὡς δρακοντείας κεφαλὰς, διὰ τὸ πονηρὸν τῆς γνώμης, ἐπὶ τοῦ ὕδατος· ὡς τοὺς Αἰγυπτίους πλησιοχώρους Αἰθίοψιν ὄντας παρέδωκας αὐτοῖς εἰς κατάβρωμα, αὐτοὺς καὶ τὸν βασιλέα αὐτῶν ἥττησας ἀπὸ προσώπου Αἰθιόπων.] Ἔδωκας αὐτὸν βρῶμα λαοῖς Αἰθίοψιν. Αὐτὸν τὸν Φαραὼ, μετὰ τῆς στρατείας δὲ δηλονότι. Λαοὺς δὲ ἐνταῦθα τὰς τῶν παρὰ Ἰνδοῖς ὀρνέων ἀγέλας φησίν· αἳ καὶ τῶν Αἰγυπτίων κατήσθιον τὰ σκηνώματα ἐκριφέντα ἀπὸ τῆς θαλάσσης ἐν τῇ γῇ.
Σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους. Τὰ ἐν τῇ ἐρήμῳ φησὶν, ὅτε ἐπότισε τὸν λαὸν ἐκ πέτρας. Σὺ ἐξήρανας ποταμοὺς Ἠθάμ. Ἠθὰμ ἑρμηνεύεται νότος· εἰς νότον γὰρ τῆς Ἰουδαίων χώρας ὁ Ἰορδάνης κεῖται. Σή ἐστιν ἡ ἡμέρα καὶ σὴ ἡ νύξ. Οὐ μόνον, φησι, τῶν ἐν Ἐρυθρᾷ θαλάσσῃ καὶ τῶν ἐν τῇ ἐρήμῳ γέγονας ἡμῶν χορηγός· ἀλλὰ καὶ σύμπαντι τῶν ἀνθρώπων γένει ἀγαθῶν γεγένησαι πρόξενος· τοῦτο μὲν ἡμέραν καὶ νύκτα δημιουργήσας, τοῦτο δὲ ἥλιον καὶ σελήνην, τοῦτο δὲ θέρος καὶ ἔαρ, τοῦτο δὲ πήξας ὅρια ἐν τῇ γῇ. Ταῦτα δὲ νῦν φησι καὶ εἰς τὴν νῦν ἐπικουρίαν αὐτὸν ἐπικαλούμενος. Διό φησι· Μνήσθητι ταύτης τῆς κτίσεώς σου. Εἰ διὰ τοὺς ἀνθρώπους, φησὶ, τὴν κτίσιν ἐποίησας, παράσχου τὴν ἐπικουρίαν δι᾽ οὓς ἡ κτίσις ἐγένετο.
Μνήσθητι ταύτης, ὁ ἐχθρὸς ὠνείδισέ σε, Κύριε. Ἐπικαλεσαμένου διὰ τῆς κτίσεως εἰς οἶκτον τοῦ λαοῦ τὸν Θεόν· πάλιν ἑτέρῳ τρόπῳ αὐτὸν εἰς οἶκτον ἐπικαλεῖται. Οὗτος δέ ἐστιν ὁ τρόπος τὸ μέγα φρονεῖν τὸν ἐχθρόν. Καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου. Ὅρα πάλιν ἕτερον οἰκτιρμοῦ τρόπον, διὰ τὸ τοὺς ἐχθροὺς παροξῦναι τὸ ὄνομα αὐτοῦ.
Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι. Ἐπανέτεινε τὸν τρόπον τῶν οἰκτιρμῶν, θηρία τοὺς ἐχθροὺς ἀποκαλέσας· ὡς ἔχοντάς τι τοὺς ἡμαρτηκότας συγγνώμης διὰ τῆς ἐξομολογήσεως. Τοῦτο δὲ εὔχεται μὴ ὁμοτρόπως ἀπολέσθαι τὸν Ἰσραὴλ, ὃ γέγονε. Πολλαὶ γὰρ καὶ τῶν σταυρωσάντων μυριάδες ἐπίστευσαν, καὶ ἐσώθησαν.
Ἐπίβλεψον εἰς τὴν διαθήκην σου. Ἕτερος πάλιν οἰκτιρμοῦ τρόπος· ἀφ᾽ ὧν γὰρ ἀγαθὸς περὶ αὐτοὺς ἐγένετο διαθέμενος διαθήκην αὐτοῖς, ἀπὸ τούτων ἐπισπῶνται τὸν ἔλεον. Ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν. Ὃ λέγει τοιοῦτόν ἐστιν· Εἰ καὶ πλήρεις σκότους γεγόνασιν οἶκοι πολλοὶ διὰ τὰς εἰς σὲ, Κύριε, γεγενημένας παρ᾽ αὐτῶν ἀνομίας· ἀλλὰ μὴ πᾶς ὁ λαὸς ἀποστραφῇ, μηδὲ αἰσχύνῃ παραδοθῇ. Εἶχον γάρ τινες ἐν ἑαυτοῖς σωτηρίας ἐλπίδα, οἳ καὶ διὰ τῶν ἀποστόλων ἐσώθησαν, καὶ μάλιστα διὰ Πέτρου ἐν ταῖς πρώταις δημηγορίαις, ὡς κατὰ τρισχιλίους καὶ πεντακισχιλίους καὶ μυριάδας αὐτοὺς γενέσθαι. [Πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου.
Σωθέντων, φησὶ, τῶν σωτηρίας ἀξίων, ὁ πτωχὸς πνεύματι, τουτέστιν ὁ τῶν ἀποστόλων χορὸς, κατὰ τὸ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, τάς σοι πρεπούσας ἀναπέμπουσι δοξολογίας.] Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου. Εἰς τὴν τῶν ἀπατησάντων τὸν λαὸν τιμωρίαν ἱκετεύων διανίστησι τὸν Θεόν. Μνήσθητι τοῦ ὀνειδισμοῦ σου.
Πάλιν διὰ τοῦ αὐτὸν ὀνειδίζεσθαι εἰς οἶκτον ἐπικαλεῖται τὸν Θεόν.
Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Ἀσάφ. ΨΑΛΜΟΣ. ΟΔʹ. Ὑπόθεσις. Ἐν τούτῳ τὸ πρόσωπον τῶν ἀποστόλων εἰσφέρεται, παραινοῦν τοὺς ἀνθρώπους τῆς ἀσεβείας παύεσθαι, ὑποτιθέμενον αὐτοῖς τὸ φοβερὸν ἐκεῖνο καὶ θεῖον δικαστήριον.
Ἐξομολογησόμεθά σοι, ὁ Θεός ... Διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Διηγεῖσθαι τοῦ Θεοῦ τὰ θαυμάσια ὑπισχνεῖται ὁ ἀποστολικὸς χορὸς, τῶν διωκόντων ἀπαλλαγείς. Ἐγὼ εὐθύτητας κρινῶ. Ταῦτα ὁ Σωτήρ φησιν ὑπακούων αὐτῶν τῇ ὑποσχέσει.
Ἐτάκη ἡ γῆ καὶ πάντες οἱ οἰκοῦντες ἐν αὐτῇ. Δίκαια, φησὶ, κρίνων κατέτηξας τὴν γῆν, δηλαδὴ τὴν Ἱερουσαλὴμ, καὶ πάντας τοὺς ἐν αὐτῇ κατοικοῦντας. Δύναται δὲ τοῦτο διττῶς νοεῖσθαι καὶ ἐπὶ ἀγαθοῦ, τὸ, ἐτάκη, ἀντὶ τοῦ, ὑπενδέδωκε τῇ πονηρίᾳ· καὶ ἐπὶ κακοῦ, ἵνα δηλώσῃ τὴν τιμωρίαν τὴν γενομένην κατ᾽ αὐτῶν. Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. Στῦλοι τῆς Ἱερουσαλὴμ οἱ ἅγιοι ἀπόστολοι, κατὰ τὸ εἰρημένον· Στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. [Φησὶν ὁ Ἀπόστολος· Καὶ γνόντες τὴν δοθεῖσάν μοι Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι.] Εἶπα τοῖς παρανομοῦσι· Μὴ παρανομεῖτε. Ἐντεῦθεν τῶν ἀποστόλων τὸ πρόσωπον παραινοῦν τῆς ἀσεβείας τοῖς ἀνθρώποις παύσασθαι. [Ταπεινοῖ δὲ Ἰουδαϊκὸν λαὸν διὰ τὴν ὑπερηφανίαν αὐτοῦ· ὑψοῖ δὲ τὸν ἐξ ἐθνῶν διὰ τὴν ταπεινοφροσύνην αὐτοῦ.] Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν. Καὶ γὰρ τὰ κερασφόρα ζῶα σφόδρα ἐπὶ τοῖς κέρασι γαυριᾷ.
Παρεγγυᾷ δὲ αὐτοῖς ὁ λόγος μὴ αὔξειν τῇ ἀλαζονείᾳ τὴν ἀνομίαν, μηδὲ κατὰ τοῦ Θεοῦ γλῶτταν κινεῖν. Ὅτι οὔτε ἐξ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων. Διὰ τούτων τὸν πάντα κόσμον τῆς οἰκουμένης δηλοῖ· ἔξοδον μὲν τὴν ἀνατολὴν, ἀφ᾽ ἧς ὁ ἥλιος ἔξεισι, δυσμὰς δὲ τὴν ἑσπέραν· ὄρη δὲ ἔρημα τά τε ἀρκτῷα καὶ τὰ νότια· ταῦτα γὰρ δι᾽ ἀμετρίαν κρύους τε καὶ καύσωνος ἀοίκητά ἐστι. Μὴ παρανομεῖτε τοίνυν, φησὶν, ὅτι οὐδεὶς ἐν πάσῃ τῇ οἰκουμένῃ λάθοι τὸν Θεὸν βλάσφημόν τι λέγων κατ᾽ αὐτοῦ. Τοῦτον ταπεινοῖ, καὶ τοῦτον ὑψοῖ. Κριτὴς, φησὶν, ὑπάρχων ἀγαθὸς, ταπεινοῖ μὲν τοὺς ἀσεβεῖς, ὑψοῖ δὲ τοὺς ταπεινοὺς τὴν καρδίαν. Ἐκληπτέον δὲ ταῦτα καὶ ἐπὶ τοὺς δύο λαοὺς, τῶν Ἰουδαίων τέ φημι καὶ τὸν ἐξ ἐθνῶν· ὁ μὲν γὰρ τεταπείνωται διὰ τὴν ἀλαζονείαν· ὁ δὲ ὑψοῦται διὰ τὴν ταπεινοφροσύνην. (Corderius.) Αὐτὸς γὰρ καθιστᾷ βασιλεῖς, καὶ μεθιστᾷ, ἐγείρει ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνίστησι πένητα. Ἀλλὰ καὶ ταπεινώσας τοὺς ἐκ περιτομῆς, τοὺς ἀπὸ τῶν ἐθνῶν ὕψωσεν.
Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος. Ποτήριον, φησὶν, ἐστὶν ἐν τῇ τοῦ Κυρίου χειρὶ, εἰς ὃ ἑκάστου ἀνθρώπου τοὺς καρποὺς καὶ τοὺς ἀγαθοὺς καὶ τοὺς πονηροὺς οἱονεὶ ἐκπιέζων, καὶ τὰ ἀγαθὰ τοῖς πονηροῖς ἀνακιρνῶν, πλῆρες αὐτὸ ἀποτελεῖ. Εἶτα ὧν οὐκ ἐκχεῖται ὁ τρυγίας, τουτέστιν ὧν ἐναπομένουσιν αἱ ἁμαρτίαι, οὗτοι αὐτὸ ἐκπίονται· τουτέστι τοῖς ἰδίοις μεθυσθήσονται κακοῖς· ὥσπερ ἀμέλει καὶ οἱ ἅγιοι πίονται τὸ ποτήριον τῆς ζωῆς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετὰ τοῦ Κυρίου Ἰησοῦ κατὰ τὴν τοῦ Κυρίου αὐτοῦ φωνήν· μεθ᾽ ὑμῶν.
Ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ. Ἐπειδὴ ἂν, φησὶ, τοῦ ποτηρίου μεταλάβω τῆς ζωῆς, εὐφροσύνη μοι γενήσεται ἐξ αὐτοῦ. Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω. Εἰ, ταπεινουμένων τῶν ἁμαρτωλῶν εἰς ὕψος αἴρεται τὸ κέρας, δηλονότι καὶ ὑψουμένων ἁγίων, συντριβήσονται τῶν ἁμαρτωλῶν τὰ κέρατα. Τίνες δὲ ἂν εἶεν οἱ ἁμαρτωλοὶ ἢ οἱ ἀντικείμενοι τοῖς τοῦ Θεοῦ ἀνθρώποις πονηροὶ δαίμονες; Καὶ ὑψωθήσεται τὸ κέρας τοῦ δικαίου. Κέρας μὲν τὴν βασιλείαν φησὶν, ἤτοι τὴν δυναστείαν. Ἐπειδὴ ἂν οὖν, φησὶ, τὴν ἰσχὺν λάβωσιν οἱ δίκαιοι, ἀνῃρημένων δηλαδὴ τῶν πονηρῶν δυνάμεων, τότε δὴ τότε καὶ τοῦ Θεοῦ δειχθήσονται τὰ θαυμάσια. Διὸ καὶ ἀρχόμενος τοῦ ψαλμοῦ ἔλεγεν· Διηγήσομαι τὰ θαυμάσιά σου, ὅτ᾽ ἂν λάβω καιρόν.
Εἰς τὸ τέλος, ἐν ὕμνοις, ΨΑΛΜΟΣ τῷ Ἀσὰφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον. ΟΕʹ. Ὑπόθεσις. Καὶ οὗτος ὁ ψαλμὸς τῆς αὐτῆς ἔχεται ὑποθέσεως τῷ ὀπίσω· καὶ αὐτὸς γὰρ τὰ περὶ τοῦ θείου δικαστηρίου διηγεῖται. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, καὶ ἐν Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἰουδαίαν ἐνταῦθα καὶ Ἰσραὴλ τὴν ἐγνωκυῖαν τὸν Θεὸν ψυχήν φησιν· αὕτη γάρ ἐστιν ἡ ἀληθὴς Ἰουδαία καὶ ὁ ἀληθὴς Ἰσραήλ.
Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ. Εἰ γὰρ περὶ τῆς ἄνω Ἰουδαίας γέγραπται, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμὸς, δηλονότι εἰρήνης ἔσται τόπος. Καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Τῇ νοητῇ φησιν, ἤτοι τῇ ἄνω, ἢ τῇ τῶν ἁγίων ψυχῇ. [Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ. Τῇ τῶν ἁγίων ψυχῇ. Τὸ Ἑβραϊκὸν Σαλὴμ ἔχει, καὶ οἱ λοιποὶ οὕτως ἡρμήνευσαν· ὅ ἐστιν εἰρήνη. Ἐν ταύτῃ οὖν ἢ τῇ ψυχῇ, ἢ τῇ Ἐκκλησίᾳ τὰ πεπυρωμένα βέλη, ἃ ὁ πονηρὸς πέμπει, συντρίβονται, ἢ τῇ ἄνω Ἱερουσαλήμ.] Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων. Σημαίνει διὰ τούτων τὰς ἀντικειμένας δυνάμεις· αἳ συντρίβονται, ἐπειδὴ ἂν οἱ ἅγιοι τὰς ἐκεῖ λάχωσι κατοικεῖν μονάς.
Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. Ὄρη αἰώνια τοὺς οὐρανούς φησι. Φωτίζει δὲ ἡμᾶς ἄνωθεν ὁ Θεὸς, τὸ Πνεῦμα ἡμῖν καταπέμψας ἐξ οὐρανῶν. Φωτισμὸς σὺ ὑπερμεγέθης ἀπὸ ὀρέων ἁλώσεως. Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων θήρας.
Φοβερὸς εἶ θαυμαστῶς ἀπὸ ὀρέων καρπίμων. [Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. Ἐκεῖθεν καταπέμπει τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ ὀρέων αἰωνίων· τὴν Σιὼν λέγει, ἀφ᾽ ἧς ᾤοντο τὸν Θεὸν ὁρμώμενον ταῦτα ποιεῖν· οὗ καὶ ναὸς αὐτῷ ᾠκοδόμητο.] Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ.
Οἱ μὴ δεξάμενοι τὸν φωτισμὸν τὸν διὰ τοῦ Πνεύματος, ἐν ταράχῳ καὶ σάλῳ γενήσονται, τοῦ θείου ἐπιφανέντος δικαστηρίου. Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν. Ἀμελείᾳ, φησὶ, καὶ ῥᾳθυμίᾳ παραδεδωκότες τὸν βίον κατὰ τὸν καιρὸν τῆς θείας κρίσεως, ὡς οὐδὲν εὗρον ἑαυτοὺς εἰς τὰς χεῖρας κατέχοντας, οἱ πάλαι ἐν τῷ θνητῷ βίῳ πλούσιοι. Πῶς γὰρ καὶ εἶχον εὑρεῖν ἃ οὐκ εἰργάσαντο; Πάντες οἱ ἄνδρες τοῦ πλούτου χερσὶν αὐτῶν. Ὁ δὲ Σύμμαχος οὕτως· Πάντες οἱ ἄνδρες οἱ ἰσχυροὶ τὰς χεῖρας αὐτῶν. Οὐδὲν αὐτοὺς, φησὶν, ὤνησε τῶν χειρῶν ἡ ῥώμη, δι᾽ ἧς τῶν ἁπάντων ἁρπάσειν προσεδόκησαν πλοῦτον. Καὶ διδάσκων τί δήποτε οὐδὲν ἐντεῦθεν ἀπώναντο, ἐπήγαγεν· Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις. Ἐξενεχθείσης, φησὶ, τῆς κατ᾽ αὐτῶν δικαίας ψήφου, οἱονεὶ ὕπνῳ καὶ κάρῳ παραδέδονται· τουτέστιν ἀνανεύειν οὐκ ἴσχυσαν. Τίνες δὲ οὗτοι ἢ οἱ ἐπιβεβηκότες τοῖς ἵπποις;
Ἵππους δὲ ἡ θεία Γραφὴ ἐξ ἔθους καλεῖ τοὺς ἀσχέτως ἐκκεκλικότας πρὸς ἡδονάς· κατὰ τὸ, Ἵπποι θηλυμανεῖς ἐγενήθησαν· ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν. Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει; κατὰ τὴν Ἡσαΐου φωνήν.
Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν. Οὐδεμίαν, φησὶν, ἀπολογίαν ἕξουσι κολαζόμενοι· προεκήρυξε γὰρ αὐτοῖς τὰ περὶ τοῦ θείου δικαστηρίου. Γῆ ἐφοβήθη, καὶ ἡσύχασε. Γῆν ἐνταῦθα πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν φησὶν, ἣ καὶ δειλιάσει τότε. Οὐδεὶς γὰρ ἔσται τότε ὃς οὐ φοβηθείη, ἐκείνης ἐπιστάσης τῆς ἡμέρας. [Οὐράνιος γὰρ, φησὶ, Θεὸς ὢν, ἔκρινας, καὶ τὴν κρίσιν ἐποίησας ἔνδηλον, τιμωρήσας τοὺς πολεμίους τῆς Ἱερουσαλήμ.] Εἰς τὸ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Τὸ θεῖον, φησὶ, δικαστήριον τοῖς πραέσιν ἀποδώσει τὴν σωτηρίαν· ὥσπερ ἀμέλει καὶ τοῖς ἁμαρτωλοῖς τὰς κολάσεις ἀποδίδωσιν.
Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι. Παραστησόμεθα ἐν ἐκείνῳ τῷ φοβερῷ βήματι, οὐ μόνον ὧν ἐπράξαμεν, ἀλλὰ καὶ ὧν βεβουλεύμεθα εὐθύνας ἀπαιτούμενοι. Καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. Ἐγκατάλειμμα ἐνθυμίου ὁ κεκαθαρμένος ἐστὶ λογισμὸς, κατὰ τὸ λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος. Ἐπειδὴ ἂν οὖν, φησὶν, ἐν ἐκείνῳ τῷ καιρῷ καθαρὸς εὑρέθη λογισμὸς, τότε δὴ τότε καὶ τῆς σῆς μεταλάβοι ἑορτῆς. [Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι. Ὅτι πᾶσα γλῶσσα, καὶ πᾶς λογισμὸς καὶ ἐνθύμημα ἐξομολογήσεται τῷ Κυρίῳ ἐν τῷ τῆς κρίσεως καιρῷ, ὅτε καὶ τὰ κρυπτὰ θριαμβεύονται.] Εὔξασθε, καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ὑμῶν.
Ἐπὶ παραίνεσιν ὁ λόγος τρέπεται. Ἐπειδὴ τὰ εἰρημένα, φησὶν, ἔσται ἐν τῷ θείῳ δικαστηρίῳ, τούτου χάριν ἕως ἐστὲ ἐν τῷ παρόντι βίῳ, εὔξασθε τῷ Κυρίῳ ἀγαθῶν ἔργων εἶναι ἐπιμεληταὶ, καὶ τούτων μὴ βραδύνητε ποιήσασθαι τὴν ἀπόδοσιν. Κομιοῦσι δὲ τὰ δῶρα, ὑπὸ τῶν γεγενημένων ἐκδειματωθέντες θαυμάτων.
Τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων. Ἐπαγγείλασθε, φησὶν, ἀγαθοεργεῖν, εἰδότες, ὡς δεῖ ὑμᾶς ἐν ἐκείνῳ γενομένους τῷ τόπῳ, οἱονεὶ δῶρα τὰς ἑαυτῶν πράξεις προσαγαγεῖν τῷ Θεῷ. Οὕτως δὲ ὁ Θεὸς φοβερός ἐστιν, ὡς καὶ ἀπὸ τῶν πάλαι ἀρξάντων καὶ γενομένων πονηρῶν τὸ πνεῦμα ἀφαιρεθήσεται. Ἐν γὰρ ἐκείνῳ τῷ θείῳ καὶ φοβερῷ βήματι ἐξ ἑκάστου τῶν ἡμαρτηκότων ἀφαιρεῖται τὸ δοθὲν διὰ τοῦ βαπτίσματος. Καὶ τοῦτό ἐστιν ὃ ὁ Κύριος ἔλεγε· Διχοτομήσει τὸν δοῦλον τὸν πονηρὸν ἐλθὼν ὁ κύριος αὐτοῦ, καὶ τὸ μέρος αὐτοῦ μετὰ τὸν ἄπιστον θήσει.
Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺμ, ΨΑΛΜΟΣ τῷ Ἀσάφ. ΟΣʹ. Ὑπόθεσις. Ἀκούσας Ἰδιθοὺμ τὰ λεγόμενα περὶ τοῦ λαοῦ τῶν Ἑβραίων· ταῦτα δὲ ἦν τάδε· Ἵνα τί ὁ Θεὸς ἀπώσω εἰς τέλος; ὑπερήλγει καὶ ἐταράττετο, τὴν παντελῆ αὐτῶν ἀποβολὴν θρηνῶν. Εἶτα συντίθησιν αὐτῷ ὁ Ἀσὰφ ψαλμὸν, διδάσκων αὐτὸν, ὡς ἐν τοῖς περὶ τούτων πράγμασι πρὸς μόνον τὸν Θεὸν καταφεύγειν δεῖ, κἀκεῖθεν τὴν παραμυθίαν εὑρίσκεσθαι· διὸ καὶ ἀρχόμενός φησι· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι. Διδάσκει ἀρχόμενος τοῦ ψαλμοῦ τῷ Ἰδιθοὺμ, ὡς ἐγγὺς Κύριος τοῖς ἐπικαλουμένοις αὐτόν.
Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην. Τοσαύτη, φησὶ, περιέκλυσε θλίψις τὴν ψυχήν μου, ὡς οὐ μόνον μεθ᾽ ἡμέραν τὰς ἱκετείας ποιεῖσθαι, ἀλλὰ γὰρ καὶ αὐτὸν τὸν καιρὸν τῶν νυκτῶν καταναλίσκειν εἰς προσευχάς. Ἀλλὰ ταῦτα πράττων, οὐκ εἰς κενὸν ἔδραμον, οὐκ εἰς κενὸν ἐκοπίασα καὶ τοῦτό ἐστι τὸ, Οὐκ ἠπατήθην.
Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὐφράνθην. Ἀνθρώπων μὲν παραμυθίας, φησὶν, οὐδὲ μιᾶς ἠνεσχόμην· μόνη δέ μοι ἡ τοῦ Θεοῦ μνήμη εὐφροσύνη καρδίας ἐγένετο. Ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. Ὅτε, φησὶ, λογισμοῖς ἀνθρωπίνοις ἐχρώμην· τοῦτο γάρ ἐστι τὸ, Ἠδολέσχησα, τότε δὴ τότε καὶ εἰς ὀλιγωρίαν κατεφερόμην.
Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα. Τοῦτο γὰρ, φησὶ, ταράττεσθαι ποιεῖ τῶν ἐχθρῶν προκαταλαβόντων τῶν ἡμετέρων φυλακῶν τοὺς τόπους· τουτέστι τῶν τειχῶν τὰς ἐπάλξεις. Διελογισάμην ἡμέρας ἀρχαίας. Ἐκεῖνα, φησὶν, ἐνενόουν κατ᾽ ἐμαυτὸν, καὶ ἐταραττόμην πῶς πάλαι μὲν ὁ Θεὸς ἐβοήθει τῷ λαῷ, νυνὶ δὲ ἀπώσατο. Καὶ τουτό μοι τὴν ἀθυμίαν ἐκίνει, τὸ μὴ ἄρα εἰς τὸ διηνεκὲς αὐτῶν ἡ ἀποστροφὴ γένηται. Ὑπεμιμνησκόμην ἐκείνων τῶν παλαιῶν ἡμερῶν.
Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Κινῶν, φησὶ, τοὺς περὶ τῆς ἀποβολῆς τοῦ ἔθνους λογισμοὺς, ὀψέ ποτε συνῆκα, ὡς ἡ μεταβολὴ αὕτη ἡ ἐξ ἀγαθῶν εἰς κακὰ γεγενημένη τῷ ἔθνει δι᾽ οὐδὲν ἕτερον γεγένηται ἢ διὰ τὴν τοῦ Ὑψίστου δεξιάν. Ὡς εἰ σαφέστερον ἔλεγεν· Διὰ τὰ κατὰ τοῦ Σωτῆρος Χριστοῦ πεπραγμένα, ὅς ἐστι δεξιὰ τοῦ Πατρός.
Ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου. Ἐνενόησα, φησὶν, ὅσα αὐτὸς αὐτοῖς ἐνεδείξατο ἀγαθὰ, οἷα δὲ αὐτῷ ἀνταπέδωκαν κακά. Καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου. Εἰ καὶ οὕτως, φησὶν, ἐκεῖνοι, ἀλλ᾽ ἐγὼ ἀπὸ τῆς ἀρχῆς ὧν εἰς ἡμᾶς ἤρξω εὐεργεσιῶν, μέχρι τέλους διεξέλθοιμι· τουτέστιν, οὐδὲν τῶν ἐν ἡμῖν γεγενημένων καλῶν λήθῃ παραδῶ.
Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου. Ἅγιόν φησιν ἢ τὸν ἡγιασμένον τῶν ἀποστόλων χορὸν, μεθ᾽ ὃν ἦν ἐπιτελῶν τὰς παραδόξους θεοσημείας· ἢ ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρὸς τὸν Πατέρα εἰ μὴ διὰ Χριστοῦ, ὅς ἐστι κατὰ ἀλήθειαν ἅγιος ὡς Θεός. Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Πάντων ὑπερέχεις, Δέσποτα μόνος γὰρ ἅπερ θέλεις θαυματουργεῖς.
Ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ. Αὐτοῖς γὰρ πρώτοις ἐκήρυξε τὸ Εὐαγγέλιον τῆς βασιλείας τῶν οὐρανῶν. Ὁ βραχίων Κυρίου, τουτέστιν ὁ Χριστός. Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, καὶ ἐφοβήθησαν.
Καὶ πότε αὐτὸν ἰδόντα ἐφοβήθη τὰ ὕδατα, ἢ ὅτε ἐπετίμησε τῇ θαλάσσῃ καὶ πεφίμωτο; Φωνὴν ἔδωκαν αἱ νεφέλαι. Καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. Νεφέλας ἐν τούτοις τοὺς ἁγίους ἀποστόλους φησὶ τοὺς τὸν οὐράνιον καὶ εὐαγγελικὸν διακονοῦντας λόγον· βέλη δὲ τὰς ἐνεργείας τοῦ ἁγίου Πνεύματος. Ὅμοιον οὖν ὡσεὶ λέγοιεν· Αἱ ἐνέργειαι αἱ εἰς τοὺς ἁγίους σου μαθητὰς ἐξάκουστοι πάσῃ τῇ οἰκουμένῃ γεγόνασιν. Ἰστέον δὲ, ὡς καὶ αὐτὸς βέλος ἐκλεκτὸν παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ ὠνόμασται. Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. Βροντὴν τὸν εὐαγγελικὸν λόγον φησὶ, τὸν κατακτυπήσαντα τὴν ὑπ᾽ οὐρανόν. Διὸ καὶ τὸν εὐαγγελιστὴν υἱὸν ἀπεκάλεσε βροντῆς. Τροχὸν δὲ τῶν ἀνθρώπων τὸν βίον φησίν· ὡς καὶ ἐκ τοῦ Ἰεζεκιὴλ ἔστι μαθεῖν. Ὅμοιον οὖν ὡσεὶ λέγοι· Ὁ λόγος σου ὁ εὐαγγελικὸς παντὶ διαδέδοται ἀνθρωπίνῳ γένει. Ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ. Καὶ τίνες ἂν εἶεν αἱ ἀστραπαὶ ἢ αἱ τὸ νοητὸν ἡμῖν ἀστράπτουσαι φῶς, οἱ ἅγιοι ἀπόστολοι καὶ εὐαγγελισταί; οἷς ἔλεγεν ὁ Σωτήρ· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. Ἀντὶ τοῦ, Ἐξάκουστον τοῖς ἀνὰ πᾶσαν τὴν γῆν γέγονε τὸ σωτήριον κήρυγμα, δι᾽ οὗ καὶ φόβος ἁγνὸς πάντας ἔλαβε, κατὰ τό· Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
Ἐν τῇ θαλάσσῃ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς. Θάλασσαν μὲν τὸν κόσμον, ὕδατα δὲ πολλὰ τὰ ἐν αὐτῷ διάφορα τῶν ἀνθρώπων γένη. Ἐπειδὴ δὲ ὁ Χριστὸς ἐνετείλατο λέγων τοῖς ἀποστόλοις· Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη. καὶ, Ἰδοὺ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας· διέδραμον δὲ τὴν ὑπ᾽ οὐρανὸν, καὶ ἐκήρυξαν εἰς πάντα τὰ ἔθνη, συνόντος αὐτοῖς ἀοράτως δηλονότι τοῦ Κυρίου, κατὰ τὰς ἀψευδεῖς αὐτοῦ ἐπαγγελίας· τούτου χάριν ἐπήγαγε· Καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται, διὰ τὸ ἀόρατον τῆς μετ᾽ αὐτῶν πορείας τοῦ Κυρίου.
Πλὴν καὶ μόνος αὐτὸς ὡς Θεὸς ἐποιήσατο ἐπὶ τῆς αἰσθητῆς θαλάσσης τὴν πορείαν, ὥς φησιν ὁ εὐαγγελιστής. Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου. Καὶ ὥσπερ πρόβατα οὐκ εἰδότα ὅποι τε ἄπεισι καὶ ὅποι πορεύεται, οὕτως ἡμᾶς αὐτὸς διῆγες, ὑπηρέταις πρὸς τοῦτο τοῖς περὶ τὸν Μωϋσέα καὶ Ἀαρὼν κεχρημένος.
Πάντα μέντοι ἀπὸ τοῦ· Ἐμνήσθην τῶν ἔργων Κυρίου, ἀπέδωκε πρὸς τό· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὐφράνθην. Τούτων γὰρ, φησὶν, ὑπομιμνησκόμενος, παρεκαλούμην τὴν διάνοιαν καὶ εὐφραινόμην. Ἐννοῶν γὰρ ὅσα τε καὶ οἷα ἡμῖν ὑπῆρξε τῇ σῇ βοηθείᾳ, ἐπειθόμην, ὡς οὐκ ἄν ποτε τοσαῦτα πεποιηκὼς ἐπὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ καὶ τῇ τῶν κατεχόντων τότε ἀπαλλαγῇ, νῦν ἀνάσχοιο πάντη ὑπεριδεῖν ἡμᾶς ἐν δουλείᾳ τε ὄντας καὶ αἰχμαλωσίᾳ καὶ συμφορᾷ.
Ἐν χειρὶ Μωϋσῇ καὶ Ἀαρών. Σὺ αὐτὸς, φησὶν, ὦ Δέσποτα, ὁ μετὰ τῶν ἁγίων ἀποστόλων συνὼν, καὶ πάλαι ποτὲ διὰ Μωϋσέως ἐξήγαγες ἐξ Αἰγύπτου τὸν λαόν σου, στρατηγοῦντος Μωϋσέως καὶ Ἀαρών.
Συνέσεως τῷ Ἀσάφ. ΨΑΛΜΟΣ. ΟΖʹ. Ὑπόθεσις. Τοῦτον ᾄδει τὸν ψαλμὸν Ἀσὰφ, τῷ νέῳ λαῷ παραινῶν τῷ νόμῳ προσέχειν τῷ εὐαγγελικῷ, τοῦ τε παλαιοῦ ἐκείνου τῶν Ἰουδαίων δήμου κατηγορῶν, δι᾽ οὗ πολλὰ εὐεργετημένοι, οὐδενὸς ἐμνημόνευσαν, μᾶλλον δὲ καὶ εἰς τοὐναντίον ἔτρεψαν τὰς εὐχαριστίας, ἀχαριστίᾳ τὸν εὐεργέτην ἀμειβόμενοι.
Προσέχετε, λαός μου, τὸν νόμον μου. Καὶ ποίῳ λαῷ ἢ τῷ ἐξ ἐθνῶν παραινεῖ; Καὶ ποίῳ νόμῳ προσέχειν παρακελεύεται ἢ τῷ εὐαγγελικῷ; Ὅτι δὲ λαὸς αὐτοῦ τὰ ἔθνη, ὁ προφήτης Ζαχαρίας φησί· Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ἔσονται αὐτῷ εἰς λαόν. Κλίνατε τὸ οὖς ὑμῶν πρὸς τὰ ῥήματα τοῦ στόματός μου. Προθύμως γὰρ, φησὶ, τῶν παρ᾽ ἐμοῦ λεγομένων ἀκούσατε.
Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου. Σαφῶς τοῦτο ὁ εὐαγγελιστὴς ἡρμήνευσε πληρωθὲν, ὅτε τὰς πολλὰς παραβολὰς εἶπεν ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις. Καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. Ὅσα παρὰ τῶν πατέρων, φησὶ, δεδιδάγμεθα ἀκούσαντες, πάντα ταῦτα διὰ τῶν ἔργων καὶ τῆς αὐτοῦ παρουσίας ἐγνώκαμεν.
Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν. Οὐχ ἑτέρᾳ, φησὶ, γενεᾷ, ἀλλὰ τοῖς τέκνοις αὐτῶν πάντα πέπρακται τὰ παρὰ τοῦ Σωτῆρος μεγαλουργήματα· διὸ οὐκ ἐπαύσαντο αὐτοῖς προαγγέλλοντες τὰς αἰνέσεις τοῦ Κυρίου καὶ τὰς δυναστείας αὐτοῦ.
Καὶ νόμον ἔθετο ἐν Ἰσραήλ. Νόμον, φησὶν, ἔδωκε τοῖς πατράσιν αὐτῶν, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, παιδαγωγῶν αὐτοὺς εἰς τὸ γνῶναι διὰ τοῦ νόμου τὸν κατὰ καιροὺς ἐπιδημήσαντα Σωτῆρα τῷ γένει τῶν ἀνθρώπων.
Υἱοὶ τεχθησόμενοι. Σημαίνει δὲ διὰ τούτων τοὺς ἁγίους τοῦ Σωτῆρος μαθητὰς, οἵτινες τὰ θαυμάσια ἃ κατώρθωσεν ὁ Χριστὸς, τοῖς υἱοῖς αὐτῶν ἀπαγγέλλουσι· τουτέστι τοῖς προσελθοῦσι δι᾽ αὐτῶν τῇ πίστει. Καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ. Ταῦτα διηγήσονται αὐτοῖς, δι᾽ ὧν δυνήσονται μόνον ἐλπίδα τὸν Θεὸν ἐπιγράψασθαι.
Ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν. Ἀπαγγελοῦσι, φησὶ, τὰς αἰνέσεις τοῦ Θεοῦ τοῖς δι᾽ αὐτοῦ παιδαγωγουμένοις οἱ ἀπόστολοι· ἵνα καὶ ἐκζητήσωσι τὰς τοῦ Θεοῦ ἐντολὰς, καὶ μὴ τὴν τῶν πατέρων κακοδαιμονίαν μιμήσωνται. Ἐκείνη γὰρ, φησὶν, ἡ γενεὰ οὐκ ἔσχεν εὐθῆ τὴν καρδίαν πρὸς Θεὸν, οὐδὲ πίστιν ἔσχε τὸ πνεῦμα αὐτῆς μετὰ τοῦ Θεοῦ. Γενεὰ ἥτις οὐ κατεύθυνε τὴν καρδίαν αὐτῆς. Ἐκεῖνοι γὰρ βεβαίαν τὴν εἰς τὸν Θεὸν οὐκ ἐκτήσαντο πίστιν, τὴν εὐθεῖαν οὐκ ἐθελήσαντες πορείαν ὁδεῦσαι, ἀλλὰ γνώμην ἐσχηκότες τοῖς θείοις ἐναντιουμένην θεσμοῖς.
Υἱοὶ Ἐφραῒμ ἐντείνοντες καὶ βάλλοντες τόξοις. Ἀπὸ μόνης τῆς φυλῆς τοῦ Ἐφραῒμ ὅλον τὸν λαὸν τοῦ Ἰσραὴλ τὸν ἀποσχισθέντα τοῦ Ἰούδα ἐδήλωσεν. Οὗτοι γὰρ καὶ τὰς δαμάλεις ἔστησαν, καὶ τῆς κατὰ νόμον λατρείας ἀπέστησαν. Ἁψάμενος τῆς τῶν πατέρων πονηρίας, ἐφεξῆς καταλέγει πᾶσαν τὴν κακίαν αὐτῶν, τήν τε παρὰ τοῦ Θεοῦ εἰς αὐτοὺς ἀγαθῶν δαψίλειαν, τήν τε πρὸς τὸν Θεὸν αὐτῶν ἀπιστίαν, τόν τε διαδεξάμενον αὐτοὺς διὰ ταῦτα ὄλεθρον· ἵνα διὰ τούτων παιδαγωγηθέντες, τὸν πονηρὸν φύγωσι ζῆλον. Λέγει δὲ, ὡς οἱ τοῦ Ἐφραῒμ υἱοὶ, τουτέστιν ἅπας Ἰσραὴλ, οἱ δεδιδαγμένοι τοῖς πονηροῖς μάχεσθαι δαίμοσι, καὶ εἰς τοῦτο ὥσπερ τόξον κατασκευασθέντες, παρ᾽ αὐτὸν τὸν τοῦ πολέμου καιρὸν μετεβλήθησαν, τὸν μὲν Δεσπότην καὶ Θεὸν ἀρνησάμενοι, προσκλίναντες ἑαυτοὺς τῷ Βαραββᾷ, τουτέστι τῷ Σατανᾷ.
Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ. Τὴν καινὴν τοῦ Εὐαγγελίου παράδοσίν φησι, καὶ τό· Ἰδοὺ ἡμέρα ἔρχεται, καὶ διαθήσομαι αὐτοῖς διαθήκην καινήν. Αἰτίας δέ ἐστιν ἀπόδοσις, ὅτι, ταύτην μὴ φυλάξαντες, ἥτις ἐστὶ καινὸς νόμος τοῦ Θεοῦ, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. Οὐ γὰρ ἐπίστευον αὐτῷ λέγοντι· Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω. Δέον γὰρ βάλλειν καὶ πολεμεῖν τοὺς Θεῷ πολεμοῦντας· οἱ δὲ κατὰ Θεοῦ ἤραντο πόλεμον.
Καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ. Καίτοι, φησὶ, πολλὰ εὐεργετημένοι, πάντα ἀπὸ τῆς μνήμης ἀνεῤῥίπισαν. Καὶ τούτου ἀπόδειξις τὸ παραδοῦναι Πιλάτῳ. Ἐπελάθοντο τὸ πῶς διῆλθεν εὐεργετῶν αὐτοὺς πάντας, καὶ ἰώμενος τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου.
Ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησε θαυμάσια. Οὕτω, φησὶ, τῶν εὐεργεσιῶν καὶ τῶν θαυμασίων ἐπελάθοντο τοῦ Χριστοῦ, ὥσπερ ἀμέλει καὶ οἱ πατέρες αὐτῶν τῶν ἐν Αἰγύπτῳ γεγενημένων, ὅτε αὐτοὺς ἠλευθέρου ὁ Θεός. Τοιοῦτον γάρ τι ἔοικεν ὑποσημαίνειν τὸ, Ἐναντίον τῶν πατέρων αὐτῶν· ὡσεὶ σαφέστερον ἔλεγεν· Ὁμοιότροποι τῷ ζήλῳ τῶν πατέρων αὐτῶν γεγόνασι τῷ πονηρῷ· καὶ ὥσπερ ἐκεῖνοι ἐπελάθοντο τοῦ Θεοῦ, οὕτω καὶ οὗτοι.
Διέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐτούς. Καὶ οὐ τοῦτο μόνον φησὶν, ἀλλὰ καὶ θάλασσαν διελὼν ἅπαντας διεβίβασεν. Ἐντεῦθεν ἄρχεται τὰ ἐπὶ τῆς προτέρας λυτρώσεως διηγεῖσθαι θαυμάσια. Καταδιαιρεθείσης γὰρ εἰς διαιρέσεις πολλὰς τῆς Ἐρυθρᾶς θαλάσσης, καὶ τῶν ὑδάτων διοριζομένων καὶ ἐξ ἑκάστου μέρους μετεωριζομένων, καὶ αἰρομένων εἰς ὕψος, ὥσπερ ἐν ἀσκῷ τινι συνέκλεισεν αὐτὰ θείᾳ τινὶ δυνάμει, ὅπως μὴ διαχεόμενα ἐπικλύσῃ τὸ πλῆθος.
Διὰ τοῦτο ἤκουσε Κύριος καὶ ἀνεβάλετο. Ἀντὶ τοῦ· Ὑπερέθετο μικρὸν, καὶ οἱονεὶ ἀνέκοψε τὴν εὐεργετικὴν χεῖρα. Καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Οὐ μόνον, φησὶ, τῷ μάννα τὰ σώματα ἔτρεφεν, ἀλλὰ γὰρ καὶ λογικῇ τινι καὶ οὐρανίῳ δυνάμει διέτρεφεν αὐτῶν τὰς ψυχάς· ὥσπερ ἀμέλει διατρέφει καὶ τοὺς ἀγγέλους.
Καὶ τοῦτό ἐστι μὲν καὶ ἐκ τοῦ συνδέσμου ἰδεῖν, τῷ ὥσπερ ἐν ἐπαγωγῇ εἰπεῖν τό· Καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Ἔστι δὲ οὐδὲν ἧττον καὶ τοῦ Ἀποστόλου μαθεῖν, περὶ αὐτῶν εἰρηκότος, ὡς πνευματικὸν ἔφαγον βρῶμα. Τοῦτο δὲ ἦν ὁ νῦν ἄρτος ἀγγέλων ὀνομαζόμενος.
Καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά. Τὴν ὀρτυγομήτραν φησὶν ἐνταῦθα. Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν. Γέγονε γὰρ αὐτοῖς εἰς χολέραν ἕξιν ἡ τροφὴ, ἅτε ὅλον διόλου ἐκνενευκότων εἰς τὴν τῶν κρεῶν πλησμονήν.
Καὶ ἐμνήσθη, ὅτι σάρξ εἰσιν, πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον. Ἠλέει αὐτοὺς, φησὶ, καίτοι ὁρῶν αὐτοὺς ὁλοτρόπως ἐκκεκλικότας εἰς σάρκας, ἀντὶ τοῦ εἰς τὸ τὰ σαρκὸς φρονεῖν, καὶ πνεῦμα ἔχοντας, εἰς ἐπιθυμίαν σαρκὸς ἀεὶ πορευόμενον, καὶ οὐκ ἐπιστρέφον εἰς τὸ μετανοεῖν, καὶ ἐκζητεῖν ἐξ ὅλης ψυχῆς τὸν Θεόν. Δι᾽ οὐδὲν οὖν ἕτερον ἠλέει καὶ ἔσωσεν, ἢ διὰ τὴν οἰκείαν μόνον φιλανθρωπίαν. Διὸ καὶ προλαβὼν εἶπεν· Αὐτὸς γάρ ἐστιν οἰκτίρμων καὶ ἐλεήμων.
Οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος. Καταλέξας τὰ ἐν τῇ θαλάσσῃ καὶ ἐν ἐρήμῳ αὐτοῖς δεδομένα ἀγαθὰ, ἕτερον εὐεργεσίας καταλέγει τρόπον. Ταῦτα δέ ἐστι τὰ περιστάντα δεινὰ τοὺς ἐχθρούς· ἥ τε εἰς αἷμα μεταβολὴ τοῦ ποταμοῦ, καὶ ἡ κυνόμυια, καὶ ὁ βάτραχος, καὶ ἡ ἐρυσίβη, καὶ ἡ ἀκρὶς, καὶ ἡ χάλαζα, καὶ ἡ πάχνη, καὶ τὸ πῦρ, καὶ ἡ τῶν πονηρῶν ἀγγέλων ἀποστολή· καὶ τὰ λοιπὰ μέχρι τῆς τῶν πρωτοτόκων ἀπωλείας.
Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ. Δεδωκὼς, φησὶ, τοῦ ἀμνοῦ τὸ μυστήριον, διέξοδον δέδωκε τῇ ὀργῇ, ὅπως τὸν αὐτοῦ παρέλθῃ λαὸν, καὶ μὴ ἅψηται τῶν αὐτοῦ τελούντων τὸ μυστήριον. Ἀλλὰ φυλάξας τούτους διὰ τοῦ ἔξοδον δοῦναι τῇ ὀργῇ, αὐτῶν τῶν ψυχῶν, δηλαδὴ τῶν Αἰγυπτίων, οὐκ ἐφείσατο ἀπὸ θανάτου· παρέδωκε γὰρ τῷ ἐξολοθρευτῇ.
Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ. Ἱερουσαλήμ φησι καὶ τὸν μετὰ ταῦτα οἰκοδομηθέντα ἐν αὐτῇ ναόν. Ὄρος τοῦτο ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ. Αὐτὸς γάρ ἐστιν ὁ Χριστὸς ἡ δεξιὰ τοῦ Πατρὸς, ὁ καὶ πάλαι προπορευόμενος τοῦ λαοῦ, καὶ κατακληροδοτῶν αὐτοῖς τῆς ἐπαγγελίας τὴν γῆν.
Καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη. Τὸν Ἀμοῤῥαῖον καὶ τὸν Χετταῖον, καὶ τοὺς ἑξῆς δηλουμένους. Καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας. Αὐτῶν τῶν ἐξελαθέντων καὶ ἀνῃρημένων ἑπτὰ ἐθνῶν. Τὰς γὰρ πόλεις αὐτῶν τῶν ἐκβεβλημένων καὶ τοὺς οἴκους ἐκληρονόμησαν.
Καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον. Τὴν ἐπὶ τῶν κριτῶν γενομένην εἰδωλολατρείαν σημαίνει, καὶ τὴν ἐπὶ τῶν βασιλειῶν. Καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο. Καὶ ἀπέστρεψαν, καὶ ἠθέτησαν, καθὼς καὶ οἱ πατέρες αὐτῶν. Ὥσπερ οἱ πατέρες αὐτῶν, φησὶν, ἐν τῇ ἐρήμῳ τὸν μόσχον πεποιήκασι, τὸν λυτρωτὴν ἀρνησάμενοι· οὕτω καὶ οὗτοι πάλιν τὰς δαμάλεις ἀναθέντες ἔθυον, ἐγκαταλιπόντες Θεόν.
Καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν. Ἐπὶ πᾶσαν γὰρ κορυφὴν ὄρους τοῖς ἀκαθάρτοις ἔθυον δαίμοσιν, ὡς ὁ προφήτης Ὠσηέ φησιν. Ἤκουσεν ὁ Θεὸς καὶ ὑπερεῖδε, καὶ ἐξουδένωσε σφόδρα Ἰσραήλ. Παρεδόθησαν γὰρ εἰς διαφόρους αἰχμαλωσίας.
Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλώμ. Ἐν Σηλὼμ γὰρ ἦν τὸ πρότερον ἡ σκηνὴ, ἡνίκα ἱεράτευσαν Ἡλεὶ καὶ Σαμουήλ. Σκήνωμα ὃ κατεσκήνωσεν ἐν ἀνθρώποις. Σκήνωμα τὴν κιβωτόν φησιν, ἥπερ ἀπὸ τῶν ἀνθρώπων ἐκείνων ἀφῄρηται τῶν πέντε σατραπειῶν τῶν λαβουσῶν αὐτήν.
Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν, καὶ καλλονὴν αὐτῶν. Ἰσχὺς αὐτῶν καὶ μὴν καὶ καλλονὴ ἡ κιβωτὸς ἦν ἣ παραδέδοται Ἀζωτίων εἰς χεῖρας. Καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν αὐτοῦ. Ἀγόμενοι γὰρ αἰχμάλωτοι, ἀπέθνησκον, οὐδενὸς αὐτοῖς ἐπικουροῦντος, διὰ τὸ προδεδαπανῆσθαι πυρὶ τοὺς ἐπιτηδείους αὐτῶν.
Οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσον. Τοὺς υἱοὺς Ἡλεὶ τοῦ ἱερέως λέγει. Καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυθήσονται. Συνδιολώλασι γὰρ τῇ αὐτῶν ἀπωλείᾳ, καὶ τῷ τῶν ἀνδρῶν θανάτῳ συνήφθησαν, μηδὲ τῶν ἐπὶ νεκροῖς ἀξιωθεῖσαι δακρύων.
Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω. Τοῦτό φησι διὰ τὸ Ἀζωτίους καὶ Ἀσκαλωνίτας εἰς τὰς ἕδρας πατάξαι, ἄχρις οὗ τὴν κιβωτὸν ἀπέστειλαν. Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσήφ. Τοῦτό φησι διὰ τὸ τὴν Σηλὼμ ἐν τῇ μερίδι εἶναι τοῦ Ἰωσήφ· Ἐφραῒμ δὲ υἱὸς Ἰωσήφ.
Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα. Ἀπὸ γὰρ ταύτης τοὺς βασιλέας ἐποίησεν, ὧν πρῶτος Δαυΐδ. Ἰστέον δὲ, ὡς φυλὴν ἀντὶ φυλῆς ἐξελέξατο, τὴν Ἰούδα ἀντὶ τῆς Ἰωσήφ· καὶ τόπον ἀντὶ τόπου, τὸ ὄρος Σιὼν ἀντὶ τῆς Σηλώμ.
Καὶ ᾠκοδόμησεν ὡς μονοκέρωτος τὸ ἁγίασμα αὐτοῦ. Ἁγίασμα μὲν τὸν θεῖον ἐν Ἱερουσαλὴμ ᾠκοδομηθέντα λέγει ναόν· Μονόκερως δὲ θηρίον ἐστὶν ἀκαταμάχητον, διὰ τὸ ὀξὺ κέρας ἐπὶ μετώπου φέρειν, καὶ πάντα τούτῳ ἀναιρεῖν τὰ θηρία. Λέγει οὖν, Ὅτε οὕτως ὁ θεῖος ᾠκοδομήθη ναὸς, ὡς πάντα τὰ ἔθνη τῆς ἐνούσης ἐν αὐτῷ ἰσχύος δεύτερα φαίνεσθαι.
Ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτόν. Τικτομένων καὶ γεννωμένων. Ἀπὸ τῆς ποιμαντικῆς, φησὶν, ἐπιστήμης, καὶ τοῦ εἰδέναι τὰ λοχευόμενα τῶν προβάτων διαφυλάττειν, καλῶς ἀναλαβὼν καὶ τῶν λογικῶν θρεμμάτων ποιμένα πεποίηκε. Ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ. Τουτέστι, διδάσκαλος αὐτοῖς ἀγαθῶν τρόπων ἐγένετο, δι᾽ ὧν ἐπεδείκνυτο παιδεύσας αὐτούς.
Καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς. Σύνεσιν χειρῶν πᾶσαν τὴν ἐν τῷ προσήκοντι πρᾶξιν γινομένην φησίν.
ΨΑΛΜΟΣ τῷ Ἀσάφ. ΟΗʹ. Ὑπόθεσις. Τοῦτον ᾄδει τὸν ψαλμὸν ὑπὲρ τῶν ἀναιρεθέντων πικρῶς κατὰ τοὺς καιροὺς τοῦ Ἀντιόχου· αἰτῶν τε διὰ τῆς ἱκετείας ἐκδίκησιν γενέσθαι τῆς εἰς τὸ ἔθνος γινομένης μιαιφονίας, μεταστραφεισῶν δηλονότι τῶν συμφορῶν εἰς αὐτοὺς τοὺς ἐπάγοντας αὐτάς.
Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου. Πολλοὺς γὰρ εἰσαγαγὼν ὁ Ἀντίοχος, εἰσῆλθεν εἰς Ἱεροσόλυμα καὶ ἐνέπρησε τὸν θεῖον ναόν. Ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου. Ἰδοὺ, φησὶ, τῶν σῶν ἐκράτησαν ἄλλοι, καὶ τὰ σὰ ὑπὸ ἀλλοφύλων κατέχεται.
Ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. Λιθολόγιος τόπος ὅπου τὴν σκηνὴν ἔχει ὁ τὰς ὀπώρας φυλάσσων. Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ. Διὰ γὰρ ὑπερβολὴν ἀπανθρωπίας οὐδὲ θάπτειν τοῖς οἰκείοις ἐπέτρεπον οἱ πολέμιοι τοὺς νεκρούς. Τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Πῶς γὰρ οὐχ ὅσιοι οἱ τὸ αἷμα ἐκχυθέντες ὑπὲρ τῆς τοῦ νόμου φυλακῆς, ὧν ἦσαν οἱ Μαχαβαῖοι;
Ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου. Ζήλωσον, φησὶ, διὰ τὸ σὸν ὄνομα τὸ βλασφημούμενον παρὰ τῶν ἐχθρῶν. Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. Τὰς ἐν Αἰγύπτῳ λέγει ἁμαρτίας ἀρχαίας. Μήποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν;
Εἰ καὶ ἐμποδίζει, φησὶ, τῇ ἡμετέρᾳ σωτηρίᾳ τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτιῶν· ἀλλὰ διὰ τὸ σὸν ὄνομα ποίησον ἡμῖν διὰ τὸν ὀνειδισμὸν ὃν ἐπιφέρουσι σοὶ, διὰ τὸ αἷμα τὸ ἐκχυνόμενον τῶν σῶν δούλων, διὰ τὸν στεναγμὸν τῶν πεπεδημένων.
Κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Τῇ δυνάμει, φησὶ, τοῦ βραχίονός σου σῶσον τοὺς καταλειφθέντας ἐκ τῶν ἀνῃρημένων.
Εἰς τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, μαρτύριον τοῦ Ἀσὰφ, ΨΑΛΜΟΣ ὑπὲρ τῶν Ἀσσυρίων. ΟΘʹ. Ὑπόθεσις. Κατὰ μὲν τὸ πρόχειρον τῆς λέξεως ἐλεηθῆναι ἀξιοῖ τοὺς ὑπὸ τοῦ Ἀσσυρίου καταδουλωθέντας· κατὰ δὲ τὴν ὑψηλοτέραν διάνοιαν, ὑπὲρ τῶν ὑπομεινάντων τὴν αἰχμαλωσίαν τὴν νοητὴν, μετὰ τὸν κατὰ τοῦ Κυρίου σταυρὸν ὑπὸ τῶν νοητῶν Ἀσσυρίων, καὶ αὐτοῦ τοῦ ἄρχοντος αὐτῶν, φημὶ δὴ τοῦ Σατανᾶ.
Ἱκετείαν οὖν προβάλλεται, ἀξιῶν ἐπιφάνειαν γενέσθαι τοῦ Σωτῆρος ἡμῶν, καὶ ἐλευθέρωσιν τοῦ παντὸς γένους τοῦ Ἰσραήλ. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες. Σὲ, Δέσποτα, τὸν ποιμένος δίκην τοῦ λαοῦ προμηθούμενον, δέξασθαί μου τὴν ἱκετείαν ἀντιβολῶ.
Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ἐμφάνηθι ἐναντίον Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ. Ἐν τῇ πορείᾳ τῆς σκηνῆς ἐβάδιζον τρεῖς φυλαὶ, Ἰούδα, καὶ Ἰσάχαρ, καὶ Ζαβουλών. Ἠκολούθουν δὲ κατὰ νότον τρεῖς ἕτεραι· ἡ τοῦ Ἐφραῒμ, ἡ τοῦ Βενιαμὶν καὶ τοῦ Μανασσῆ. Ἦν δὲ ἐπὶ τῶν χρυσῶν χερουβὶμ τῶν ἐπάνω τῆς κιβωτοῦ δόξα Θεοῦ· προεβάδισε γὰρ αὐτῶν κατὰ τὴν πορείαν. Σὺ οὖν ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, καὶ προπορευόμενος τῆς κιβωτοῦ, ὡς εἶναι ἔμπροσθεν τοῦ Ἐφραῒμ, Βενιαμὶν καὶ Μανασσῆ (τὸ γὰρ ἐναντίον σημαίνει τὸ ἔμπροσθεν), διὰ τῆς σαυτοῦ δυναστείας τὴν σωτηρίαν ἐπιδίδου.
Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας. Τὸν Ἰσραήλ φησιν. Ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν. Προπορευόμενος γὰρ, ἐξέβαλες ἀπὸ προσώπου αὐτῶν τὰ ἔθνη. Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς. Σκιὰ μὲν τῆς ἀμπέλου ἡ κατὰ νόμον λατρεία, διὰ τὸ σκιὰν ἔχειν τὸν νόμον τῶν μελλόντων ἀγαθῶν· ὄρη δὲ τό τε ἐν Σηλὼμ καὶ τὸ ἐν Σιών φησιν. Ἐν τούτοις γὰρ τοῖς δυσὶ τόποις ἵδρυτο ἡ σκηνή. Οὐδὲν οὖν ἕτερον σημαίνει, ἢ ὅτι τὰ ἐν νόμῳ, ἅτινα ἦν σκιὰ τῶν μελλόντων ἀγαθῶν, ἐν τοῖς δυσὶ τούτοις ἐτελεῖτο ὄρεσι. Καὶ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. Κέδροι μὲν αἱ οὐράνιαι δυνάμεις· ἀναδενδράδες δὲ τῆς ἀμπέλου οἱ ἐκ τοῦ λαοῦ προφῆται εἰς ὕψος ἠρμένοι, καὶ ἐπαναπαυόμενοι ταῖς ἄνω καὶ λογικαῖς δυνάμεσιν.
Ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης. Κλήματα καὶ παραφυάδες τῆς ἀμπέλου τὸ πᾶν πλῆθος τοῦ λαοῦ φησιν, ὃ κατέσχεν ἀπὸ ποταμοῦ Εὐφράτου μέχρι θαλάσσης τῆς Ἰνδικῆς. Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς; Φραγμὸς ἦν αὐτῇ ἡ τῶν ἀγγέλων φυλακὴ, ἣν ἀπέστησεν ἀπ᾽ αὐτῶν ὁ Θεός. Καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν. Δέδοται γὰρ εἰς βόσκημα τοῖς ἀκαθάρτοις δαίμοσιν, οἵτινες καὶ νέμονται αὐτῶν τὰς ψυχὰς, τῆς νοητῆς εὐκαρπίας ἀπογυμνοῦντες.
Ὁ Θεὸς δυνάμεων, ἐπίστρεψον. Ἱκετεύω σε τοίνυν τὸν δυνατὸν Δεσπότην ἰδεῖν ἄνωθεν τῆς ἀμπέλου τὴν λώβην, καὶ θεραπείας ἀξιῶσαι τὸ πάθος. Ἡ σὴ γὰρ αὕτη πρόνοια τὴν προτέραν ἔδωκεν εὐκληρίαν. Καὶ κατάρτισαι αὐτὴν ἣν ἐφύτευσεν ἡ δεξιά σου. Ἐπειδὴ σὺ αὐτὴν, φησὶ, κατεφύτευσας, εἶτα γέγονεν ἐμπεπυρισμένη καὶ κατεσκαμμένη καὶ ἀπόλωλε, σοῦ αὐτὴν ἐπιτιμήσαντος, κατάρτισαι αὐτὴν καὶ ἑτοίμην εἰς σωτηρίαν παρασκεύασον· παρασκεύασον δὲ διὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Τὸ γὰρ, ἐπὶ υἱὸν ἀνθρώπου, διὰ τοῦ υἱοῦ ἀνθρώπου σημαίνει.
Τίς δέ ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου ἢ αὐτὸς ὁ Κύριος ἡμῶν, ὡς αὐτὸς περὶ ἑαυτοῦ ἐν τοῖς Εὐαγγελίοις φησί; Γενηθήτω ἡ χείρ σου ἐπ᾽ ἄνδρα δεξιᾶς σου. Αὕτη, φησὶν, ἡ πρᾶξις ἡ τῆς σωτηρίας τοῦ λαοῦ, ἥτις καὶ διὰ τῆς χειρὸς σημαίνεται, ἐπ᾽ ἄνδρα δεξιᾶς σου γενηθήτω, τουτέστι διὰ τοῦ ἀνδρὸς τοῦ ὄντος δεξιᾶς σου. Καὶ τίς οὗτος ἢ ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὅς ἐστι δεξιὰ τοῦ Πατρὸς, εἰ καὶ γέγονεν ἄνθρωπος;
Ἐπειδὰν δὲ τοῦτο γένηται, καὶ σώσῃ ἡμᾶς, φησὶν, ἡ δεξιά σου, ὁ χρηματίσας ἀνὴρ καὶ Υἱὸς ἀνθρώπου, οὐκ ἄν ποτε ἀποστῶμεν ἀπὸ σοῦ, ἅτε τῆς σῆς ζωῆς μεταλαβόντες, καὶ τῷ σῷ ἐπικληθέντες ὀνόματι, τουτέστι Χριστιανοί.
Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς. Συνεχῶς τὴν ἱκεσίαν προβάλλεται, ἐπισπεύδων τὴν ἐπιφάνειαν γενέσθαι τοῦ Μονογενοῦς, δι᾽ οὗ καὶ σωθήσονται.
Εἰς τέλος ὑπὲρ τῶν ληνῶν ΨΑΛΜΟΣ τῷ Ἀσὰφ, ἀλληλούϊα. Πʹ. Ὑπόθεσις. Ἤδη τὸν ὄγδοον ἑρμηνεύοντες ἀποδεδώκαμεν εἶναι ληνοὺς τὰς Ἐκκλησίας. Ἔστιν οὖν καὶ ἐκ τούτου τοῦ ψαλμοῦ ἰδεῖν, ὡς καλεῖ τὰ ἔθνη πρὸς τὴν πίστιν τὴν εἰς τὸν Κύριον· αὐτοῖς διδασκαλίαν ποιούμενος τοῦ μήποτε ἀποστῆναι αὐτοῦ, τὴν τοῦ προτέρου λαοῦ διὰ τὴν κακίαν ἀποβολὴν λέγων.
Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Ἀλαλαγμός ἐστιν ἐπινίκιος ὕμνος. Παρακελεύεται οὖν τοῖς ἔθνεσι τῷ βοηθήσαντι Θεῷ, καὶ ἐκ τῆς τῶν δαιμόνων αὐτοὺς ῥυσαμένῳ καταδυναστείας, τὰς ἐπινικίους ᾄδειν ᾠδάς.
Λάβετε ψαλμὸν, καὶ δότε τύμπανον. Ψαλμὸν ἐν τούτοις τὴν θείαν διδασκαλίαν φησί. Τύμπανον δὲ ὄργανόν ἐστι ἐκ δερμάτων πεποιημένον. Λέγει οὖν· Ἐπήκοοι τοῖς θείοις λογίοις γενόμενοι, παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐπρόσδεκτον τῷ Θεῷ. Ψαλτήριον τερπνὸν μετὰ κιθάρας.
Ψαλτήριον πάλιν τὸ σῶμά φησι, διὰ τὴν γινομένην συμφωνίαν καὶ συναρμονίαν πρὸς αὐτὸ τῆς ψυχῆς· ἵν᾽ ἄρτιοι γένωνται οἱ τοῦ Θεοῦ ἄνθρωποι, καὶ τὰς ψυχὰς ἀνατιθέντες τῷ Θεῷ, καὶ τὸ σῶμα, οὐ τῷ κόσμῳ, ἀλλὰ Κυρίῳ.
Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι. Ὥσπερ πάλαι ποτὲ ὁ Ἰσραὴλ αἰσθητὰς λαμβάνων σάλπιγγας ἐν τῇ νεομηνίᾳ ἐσάλπιζε, τοῦτο πρόσταγμα δεδωκότος τοῦ Θεοῦ, καὶ μαρτύριον τοῦ ἐλευθερωθῆναι αὐτοὺς τῆς ἐξ Αἰγύπτου δουλείας· οὕτω καὶ ὁ νέος λαὸς, τῇ εὐαγγελικῇ χρώμενος σάλπιγγι, ἧς ὁ φθόγγος εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν, κελεύεται ἐν ταῖς νεομηνίαις σαλπίζειν, τουτέστιν ἐν τῇ ἀνακαινίσει τοῦ νοὸς αὐτοῦ· ὁμολογῶν καὶ αὐτὸς καὶ μαρτυρῶν, ὅτι δὴ αὐτὸν ἐκ τῆς νοητῆς ἠλευθέρωσεν Αἰγύπτου, τουτέστιν ἐκ τῆς ἐξουσίας τοῦ σκότους.
Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν. Ὁ λαὸς, φησὶν, ἐξελθὼν ἐκ τῆς Αἰγύπτου, ἤκουσε γλῶσσαν ἣν πάλαι οὐκ ἔγνω. Καὶ ποία αὕτη ἢ ἡ τοῦ Θεοῦ πρὸς τὸν λαὸν γινομένη ἐν τῷ ὄρει φωνή; Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ. Ἀντὶ τοῦ, ἐξ ἄρσεων. Λέγει δὲ, ὅτι τῶν βασταγμάτων αὐτοὺς ἠλευθέρωσεν, ὧν ἐπεφέροντο οἰκοδομοῦντες τὰς πόλεις τῷ Φαραώ. Αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν. Τοῦτό φησι διότι τὸν πηλὸν καὶ τὰ ἄχυρα ἐν κοφίνοις ἐπὶ τὸ ἔργον ἐπεφέροντο.
Ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐῤῥυσάμην σε. Ὅμοιον τῷ, Ὅτι ἤκουσα τῶν στεναγμῶν αὐτῶν, καὶ τῆς φωνῆς αὐτῶν ἤκουσα, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτούς. Ἐπήκουσά σου ἐν ἀποκρύφῳ τῆς καταιγίδος. Ἀντὶ τοῦ, Ἐκ μεγάλης καὶ ὑπερβαλλούσης ἐῤῥυσάμην σε θλίψεως. Ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. Ὅτε διψήσας ὁ λαὸς ἔλεγε πρὸς Μωσῆν· Δὸς ἡμῖν ὕδωρ ἵνα πίωμεν, ἔλεγε· Τί λοιδορεῖσθέ με καὶ πειράζετε τὸν Κύριον;
Ἄκουσον, λαός μου. Τῷ λαῷ παραίνεσιν εἰσφέρει λέγων παρεσκευάσθαι ἐπήκοον γενέσθαι αὐτῷ. Καὶ γὰρ, εἰ τοῦτο ποιήσει, οὐκ ἂν ἑτέρῳ δουλεύῃ Θεῷ, οὐδὲ γενήσεται αὐτῷ αὐτὸς ὁ Κύριος εἰς Θεὸν πρόσφατον. Αὐτὸς γάρ ἐστιν ὁ καὶ πάλαι αὐτοὺς ἐξ Αἰγύπτου λυτρωσάμενος. Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Ὑπισχνεῖται τοῖς πειθαρχοῦσιν αὐτῷ καὶ σαρκικὰς τροφὰς καὶ πνευματικάς.
Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου. Ἐπειδὴ ταῦτα μὲν ὑπεσχόμην ἐγὼ, αὐτοὶ δὲ τὰ ὦτα ἐκώφευσαν· τούτου χάριν ἀπεβαλόμην αὐτοὺς, ἀξίαν τῶν ἐπιτηδευμάτων αὐτοῖς τὴν τιμωρίαν διδούς. Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ, καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. Ὡσεὶ σαφέστερον ἔλεγεν· Ἀντὶ τοῦ ψεύσασθαι τῷ Κυρίῳ τὸν λαὸν, ἔσται καιρὸς αὐτῷ τιμωρίας· οὗτος δέ ἐστιν ὁ τοῦ μέλλοντος αἰῶνος.
Καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ. Αὐτοὶ μὲν, φησὶν, ἐψεύσαντο αὐτῷ· αὐτὸς δὲ, ἅτε ἀγαθὸς ὑπάρχων, ἐνέπλησεν αὐτοὺς νοητῆς τροφῆς· αὕτη δέ ἐστιν αὐτὸς ὁ Κύριος, ὁ ἄρτος ὁ ζῶν, ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. Πέτρα αὐτὸς ὁ Κύριος, μέλι δὲ τὰ θεῖα αὐτοῦ λόγια. Λέγει γοῦν, ὅτι τῶν ὁσίων αὐτοῦ λογίων ἐνέπλησεν αὐτούς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.