Ἔργον
Μέγας Αθανάσιος – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία εις τους Ψαλμούς ΠΑ' - Ϟ'
Ερμηνευτικά σχόλια στους Ψαλμούς 81 έως 90, με θέματα την καταδίκη των αρχόντων, τη σύληση της Ιερουσαλήμ και τη θεία προστασία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τους Ψαλμούς ΠΑ' - Ϟ'
Ερμηνευτικά σχόλια στους Ψαλμούς 81 έως 90, με θέματα την καταδίκη των αρχόντων, τη σύληση της Ιερουσαλήμ και τη θεία προστασία.
ΨΑΛΜΟΣ τῷ Ἀσάφ. ΠΑʹ. Ὑπόθεσις. Τὴν ἀποβολὴν τοῦ λαοῦ ἐν τῷ πρὸ αὐτοῦ ψαλμῷ, ἐνταῦθα καὶ τὰς αἰτίας σαφέστερον ἐκδίδωσι, δι᾽ ἃς αὐτοὺς ὁ Θεὸς ἀπεβάλετο. Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν. Θεοὺς τοὺς ἄρχοντας τῶν Ἰουδαίων ἐκάλεσε, τοὺς υἱοὺς κληθέντας Θεοῦ. Ἔστη οὖν ἐν μέσῳ αὐτῶν ὁ Θεὸς, ὅτε τὴν σωτήριον παρουσίαν πεποίηται, ὅπως διακρίνῃ αὐτοὺς, ἔλεγχον τῶν αὐτοῖς πεπραγμένων ποιῶν.
Ἕως πότε κρίνετε ἀδικίαν, Τὴν ἀδικίαν τὴν γινομένην εἰς τὸν λαὸν παρ᾽ αὐτῶν εἰς μέσον ἄγει. Σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς. Θεμέλια τῆς γῆς τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου φησίν· οἵτινες καὶ πρό γε τοῦ λαοῦ τῶν Ἰουδαίων ἔδωκαν δίκην, ἐκβληθέντες τῆς καθ᾽ ἡμῶν τυραννίδος διὰ τοῦ λεχθέντος πρὸς ἡμᾶς λογίου· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Ἐσαλεύθησαν γὰρ ἧς πάλαι ποτὲ εἶχον στάσεως. Ἅτε δὴ ὡς πρώτων αὐτῶν καταργηθέντων διὰ τοῦ σταυροῦ αὐτοῦ, εἶτα τῆς ἐκβολῆς γενομένης τοῦ Ἰσραὴλ μετὰ τὸ κηρυχθῆναι εἰς πάντα τὰ ἔθνη τὸ Εὐαγγέλιον, ἐπήγαγεν· Ἐγὼ εἶπα· Θεοί ἐστε. Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε· πίπτετε δὲ καὶ ὡς εἷς τῶν ἀρχόντων.
Καὶ ποίων ἀρχόντων, ἢ ὧν μικρῷ πρότερον ἐδήλωσε διὰ τῶν σαλευομένων θεμελίων τῆς γῆς;
ᾨδὴ ΨΑΛΜΟΥ τῷ Ἀσάφ. ΠΒʹ. Ὑπόθεσις. Εὐχὴν ἐνταῦθα ἀνατείνει πρὸς Θεὸν, τῆς ἀλαζονείας ἀξιῶν τὰ ἔθνη τιμωρήσασθαι τὰ τῶν Ἀσσυρίων εἰς τὸν κατὰ τῆς Ἱερουσαλὴμ συμπράξαντα πόλεμον. Οὗτοι δὲ ἦσαν οἱ ἑξῆς ἐν τῷ ψαλμῷ δηλούμενοι.
Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς, ὁ Θεός. Σοὶ μὲν, φησὶν, οὐδεὶς ἔσται ὅμοιος, ἀμνησίκακος καὶ μακροθυμῶν ἐπὶ ταῖς ἀδικίαις· ἐγὼ δὲ εὔχομαι μὴ σιγῆσαι ἐπὶ ταῖς καθ᾽ ἡμῶν παρὰ τῶν ἐχθρῶν γενομέναις ἀδίκοις ἐφόδοις.
Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν. Ἐξάκουστος, φησὶν, ἡ καθ᾽ ἡμῶν παρ᾽ αὐτῶν ἀδικία γεγένηται. Ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. Ἀντελάβοντο, φησὶ, καὶ συνεμαχήσαντο εἰς τὸν καθ᾽ ἡμῶν πόλεμον οἱ προδηλωθέντες τοῖς υἱοῖς Λώτ. Υἱοὶ δὲ Λὼτ Μωαβῖται καὶ Ἀμμανῖται. Ἐντεῦθεν δὲ γινώσκομεν, ὅτι προσκαλοῦνται ἀλλήλους οἱ δαίμονες ἐπ᾽ ἀπωλείᾳ ψυχῆς, πανωλεθρίαν ἡμῖν ἐπάγειν, καὶ λήθῃ παραδοῦναι τὸν πολυθρύλλητον Ἰσραήλ. Εἶτα καταλέγει ὁμόρους, ὑφ᾽ ὧν συγκληθέντες καὶ οἱ ἄλλοι συνῆλθον.
Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρα. Ὥσπερ ποτὲ Μαδιὰμ καὶ ὁ Σισάρα, ἔτι τε καὶ ὁ Ἰαβεὶν ἐξαναστάντες κατὰ τοῦ Ἰσραὴλ ἐξωλοθρεύθησαν, οἱ μὲν ἐν τῷ χειμάῤῥῳ Κισσὼν, οἱ δὲ ἐν Ἀενδώρ· τὸν αὐτὸν τρόπον καὶ οἱ ἐπιθέμενοι ἡμῖν μετὰ τοῦ Ἀσσοὺρ, τῆς ὁμοίας τιμωρίας τύχοιεν. Σισάρα μὲν ἄρχων τῆς δυνάμεως, Ἰαβεὶν δὲ βασιλεὺς Χαναάν.
Τροποῦνται ἐν τῷ χειμάῤῥῳ Κισσὼν ἐν τοῖς Κριταῖς ἐν χειρὶ Βαραὰκ καὶ Δεβόῤῥα γυναικὸς Ἰσραήλ. Ἐξωλοθρεύθησαν ἐν Ἀενδώρ. Ἐν ἀσχήμῳ τόπῳ. Ἀενδὼρ γὰρ ἀπρέπεια δηλοῦται. Ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. Ἄταφοι γὰρ μένοντες διελύθησαν, καὶ οἷόν τις κόπρος τῇ γῇ συνεμίγησαν.
Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρήβ. Τῶν Ἰδουμαίων καὶ Ἰσμαηλιτῶν καὶ Μωαβιτῶν καὶ Ἀγαρηνῶν καὶ τῶν δηλωθέντων ἑταίρων τὰ ἴσα παθεῖν παρασκεύασον τῷ Ὡρὲβ καὶ τοῖς ἑτέροις. Οὗτοι δὲ καὶ κακοὶ κακῶς ἀπολώλασιν.
Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν. Τουτέστι, Μὴ μείνοιεν ἐν τῇ αὐτῇ στάσει, ἀλλὰ κυλιέσθωσαν εἰς τοὔμπαλιν. Ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου. Τουτέστιν εὐρίπιστοι γενήσονται, ὥσπερ ἀμέλει καὶ ἡ καλάμη τοῦ στάχυος. Ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμόν. Ἀπολαυέτωσαν, φησὶ, τοῦ πυρὸς ὃ αὐτοὶ ἐξέκαυσαν, καὶ αὐτὸ τὸ πῦρ αὐτοὺς καταφάγεται, ὡσπερανεὶ καὶ αἰσθητὸν πῦρ καταφάγει δρυμόν.
Ὅμοιον δὲ τῷ· Ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Ὡσεὶ φλὸξ κατακαῦσαι ὄρη. Παραβολικὸς ὁ λόγος. Ὥσπερ πῦρ ἐμπεσὸν, φησὶ, καίει ὄρη, οὕτω κατακαυθήσονται ὑπὸ τῆς παρὰ σοῦ ἐπενεχθησομένης αὐτοῖς τιμωρίας, ἥντινα καὶ καταιγίδι παρέβαλε διὰ τὸ σφοδρὸν καὶ ἐπιτεταμένον.
Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας. Διαμαρτόντες γὰρ ὧν βούλονται, καὶ αἰσχύνης ἐμπλησθέντες, ἐπιγνώσονταί σου τὴν δύναμιν. Καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε. Τοῦτο λέγει, ὡς ἔσται αὐτοῖς ἐκ τῶν τιμωριῶν ὠφέλεια. Τὸ, ζητήσουσιν, ἀντὶ τοῦ, γνώσονται.
Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τοῖς υἱοῖς Κορὲ, ΨΑΛΜΟΣ ΠΓʹ. Ὑπόθεσις. Πάλιν ὑπὲρ τῶν Ἐκκλησιῶν καὶ ἐν τούτῳ τῷ ψαλμῷ ποιεῖται τὸν λόγον, καὶ δῆλον ἐκ τοῦ ὑπὲρ τῶν ληνῶν αὐτὸν ἐπιγεγράφθαι. Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων!
Σκηνώματά φησι τὰς κατὰ τόπον ἱδρυνθείσας ἁγίας ἐκκλησίας τοῦ Θεοῦ, εἰς ἃς καὶ πᾶσα θεοφιλὴς ἐπισπουδάζει ψυχή. Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο εἰς Θεὸν ζῶντα. Ὅμοιον ὡσεὶ λέγοι· Καὶ τῷ σώματι καὶ ψυχῇ παρέστησα ἐμαυτὸν εἰς τὸ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ. Τὸ δὲ, Θεῷ ζῶντι, πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων εἴρηται· ἅτε νεκρῶν ὄντων ἐκείνων, καὶ ἐξ ὕλης ἀψύχου τυγχανόντων.
Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς, τὰ θυσιαστήριά σου, Κύριε. Στρουθίον μὲν τὴν τῶν ἀνθρώπων αἰνίττεται ψυχὴν, τὴν ὑπὸ τοῦ νοητοῦ θηρευτοῦ ἀγρευομένην, κατὰ τὸ εἰρημένον· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· τρυγόνα δὲ τὴν ἐν ἁγνείᾳ καὶ σωφροσύνῃ συζῶσαν ψυχήν. Λέγει οὖν, ὅτι πᾶσα ψυχὴ ταύτην εὑρήσει καταφυγὴν, τὴν εἰς τὰ θυσιαστήρια εἴσοδον.
Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου· τῷ ἐπουρανίῳ δηλονότι. Μακάριος ὁ ἀνὴρ οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοί· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο. Ὡς ἀντιλήπτορα, φησὶν, ἐπιγεγραμμένος, ἀγαθοὺς λογισμοὺς ἑαυτῷ καθ᾽ ἑκάστην οἰκοδομεῖ, οὕστινας καὶ ἀναβάσεις πρὸς τὸ παρὸν εἴρηκε, διὰ τὸ ἐν αὐτοῖς οἱονεὶ ἀπὸ τῶν γηΐνων ἀνάβασιν εἶναι εἰς ἐπουράνια. Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος.
Κοιλάδα τοῦ κλαυθμῶνος τὸν θνητὸν βίον φησί. Λέγει οὖν· Ἐν τῷ θνητῷ βίῳ πλήσεις ἀγαθῶν λογισμῶν αὐτοὺς καθεκάστην οἰκοδομῶν. Αἴσθησις αὐτοῖς γέγονεν ἐκ τῆς σῆς ἀντιλήψεως. Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν· πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν. Ἀμοιβὰς, φησὶ, τῶν καλῶν λογισμῶν δώσει αὐτοῖς ὁ νομοθετῶν, τουτέστιν ὁ τὸν νόμον αὐτοῖς τῆς Καινῆς δεδωκὼς Διαθήκης.
Τίνες δ᾽ ἂν εἶεν αἱ εὐλογίαι, ἢ τὸ ἐκ δυνάμεως εἰς δύναμιν πορευθῆναι; Λέγει δὲ ἀπὸ τῆς ἐνταῦθα πολιτείας τῆς κατὰ Θεὸν εἰς τὴν ἄνω Ἱερουσαλὴμ, ἔνθα καὶ ἀπελθόντες ὄψονται τὸν Θεὸν καθώς ἐστιν. Ἐπίβλεψον εἰς πρόσωπον τοῦ Χριστοῦ σου.
Χριστὸν ἐνταῦθα τὸν κεκλημένον λαὸν εἰς βασίλειον ἱεράτευμά φησι. Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Ἡμέραν μίαν τῶν αὐλῶν τοῦ Θεοῦ, τουτέστι τῶν ἐκκλησιῶν, τὴν ἀναστάσιμον ἡμέραν τοῦ Σωτῆρος ὑποδηλοῖ. Χιλιάδας δὲ, ἤτοι χιλιάδα, οὕτω γὰρ εὕρηται ἐν τῇ Ἑβραίων Γραφῇ, τὴν κατὰ νόμον λατρείαν φησὶν, ἥτις εἰς χιλιάδα ἐτῶν κεκράτηκεν, ἀρξαμένη ἀπὸ τῶν τοῦ Σολομῶντος χρόνων, ἀφ᾽ οὗ τεθεμελίωται ὁ θεῖος ναὸς, μέχρι τῆς τοῦ Σωτῆρος παρουσίας. Δείκνυσιν οὖν, ὡς πολὺ τὸ μεῖζον τῆς εὐαγγελικῆς πρὸς τὴν νομικὴν λατρείαν. Ἐξελεξάμην παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου.
Οἷον ὡς εἰ λέγοι· Μικρός τις καὶ εὐτελὴς εἶναι μᾶλλον ἂν βουλοίμην τῶν ἐν τῇ Ἐκκλησίᾳ ἢ μέγας τῶν ἐν τῷ ἁμαρτωλῷ λαῷ. Ταῦτα τοῖς ἐν Βαβυλῶνι πρόσφορα, καὶ ἡμῖν ἐπιτήδεια. Καὶ γὰρ ἐκείνους ἐδίδασκεν ἡ χάρις τοῦ Πνεύματος μὴ παραβλέπειν τοῦ θείου οἴκου τὴν ἐρημίαν, καὶ ἡμεῖς παιδευόμεθα τοὺς τῷ Θεῷ ἀφιερωμένους σηκοὺς ἀεὶ ποθεῖν καὶ ἀγαπᾷν.
Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Οἱ γὰρ ταύτην ἔχοντες τὴν διάθεσιν, τούτων ἁπάντων ἀπολαύουσι τῶν ἀγαθῶν. Ἔλεος γὰρ ἐκ τῶν θείων ἀναβλαστάνει σηκῶν, καὶ πολλὴ ἐκεῖθεν ἄφθονος τῆς ἀληθείας ἡ χορηγία. Ἐκεῖθεν γὰρ τῶν ἀγαθῶν δογμάτων τὴν διδασκαλίαν δεχόμεθα, καὶ χάριν δὲ θείαν ἐκ τῶν τοῦ παναγίου Πνεύματος κρουνῶν ἀρυόμεθα· καὶ μέντοι καὶ περίβλεπτοι ἐντεῦθεν γινόμεθα, καὶ λίαν περιφανεῖς, καὶ συλλήβδην εἰπεῖν, πᾶσαν τῶν ἀγαθῶν δεχόμεθα τὴν ἀπόλαυσιν, κακίας μὲν καὶ πονηρίας ἀπαλλαττόμεθα, ἁπλότητι δὲ καὶ ἀληθείᾳ συζῇν προαιρούμενοι.
Εἰς τέλος, τοῖς υἱοῖς Κορέ. ΨΑΛΜΟΣ ΠΔʹ. Ὑπόθεσις. Διὰ τούτου τοῦ ψαλμοῦ τὴν κλῆσιν τῶν ἐθνῶν δηλοῖ, καὶ τὴν γενομένην αὐτοῖς διὰ τῆς πρὸς τὸν Θεὸν ἐπιστροφῆς ἄφεσιν. Ἔτι τε εἰσάγει τὸν Ἰουδαίων λαὸν μετὰ τὴν τῶν ἐθνῶν κλῆσιν ἐξομολογούμενον ἐφ᾽ οἷς ἥμαρτεν, ἀξιοῦντα καὶ αὐτὸν τοῦ διὰ τοῦ Χριστοῦ ἐλέους τυχεῖν.
Εὐδόκησας, Κύριε, τὴν γῆν σου. Καὶ γὰρ ἀληθῶς εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ. Ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Αὐτοῖς γὰρ πρῶτον κηρύξας τοῖς Ἰουδαίοις, λελύτρωται πολλοὺς τῆς καταλαβούσης αὐτοὺς νοητῆς αἰχμαλωσίας. Ἐδήλωσεν ὁ Σωτὴρ μετὰ τὴν Ἡσαΐου προφητείαν, τὴν φήσασαν· Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, εἰπών· Σήμερον πεπλήρωται ἡ προφητεία αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. Αὐτὸς γὰρ ὁ παύσας δουλεύοντας ἡμᾶς πολυθέῳ πλάνῃ καὶ δαίμοσι, τάς τε τῶν ἁμαρτημάτων λύσας σειράς.
Ἀμφότερα ἐνταῦθα προφητεύεται ἥ τε ἀπὸ Βαβυλῶνος τῶν υἱῶν Ἰσραὴλ ἐπάνοδος καὶ τῆς οἰκουμένης σωτηρία· καὶ διττῶς ὅλον ἐξηγεῖται. Πρὸς δὲ διάνοιαν· Εὐδοκεῖ Κύριος τὴν ἀγαθὴν καὶ σπουδαίαν καρδίαν, γῆν αὐτοῦ τυγχάνουσαν, διὰ τὸ δέχεσθαι τὸν σπόρον τὸν παρ᾽ αὐτοῦ, καὶ ἑκατονταπλασίονα καρποφορεῖν.
Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου. Τοῦ διὰ τῆς πίστεως γενομένου αὐτοῦ λαοῦ· λέγει δὲ τὸ ἐξ ἐθνῶν, κατὰ τὸ εἰρημένον ὑπὸ Ζαχαρίου τοῦ προφήτου· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καταφεύξονται ἐπὶ τὸν Κύριον ἔθνη πολλὰ, καὶ ἔσονται αὐτῷ εἰς λαόν.
Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν. Ἐντεῦθεν ἱκετείαν ἀναπέμπει ἐκ προσώπου τοῦ λαοῦ τῶν Ἰουδαίων, ἀξιούντων καὶ αὐτοὺς τυχεῖν τῆς χάριτος. Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου. Κύρου τοῦ Περσῶν βασιλεύσαντος, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν, δεδωκότος τῆς ἐπανόδου τὴν ἐξουσίαν, ἐπείγονται τὴν ἐνεγκοῦσαν καταλαβεῖν. Διὰ δὴ τοῦτο τὸν Θεὸν ἱκετεύουσι, ταχεῖαν αὐτοῖς διὰ φιλανθρωπίας παρασχεῖν σωτηρίαν. Τάχιστα, φησὶν, ὦ Δέσποτα, τὴν σὴν ἡμῖν ἀγαθότητα δεῖξον, ἵνα τύχωμεν τῆς σῆς σωτηρίας καὶ τῆς ἐντεῦθεν ἀπαλλαγῆς. Οὕτω τὴν ἱκετείαν ὡς ἐξ ἐκείνων ὁ προφήτης προσενεγκὼν, δέχεται τοῦ Θεοῦ τὴν ἀπόκρισιν καί φησιν· Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός. Παυσάμενος ὁ προφήτης ἱκεσίας, τὴν παρὰ τοῦ Πνεύματος ἀπόκρισιν ἐκδέχεται σιωπῶν.
Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ. Ἐκδεχόμενος ὁ προφήτης τὴν ἀπόκρισιν, ἣν ἀκούσομαι περὶ τοῦ γένους μου παρὰ τοῦ Θεοῦ, ἐκεῖνο ἔγνω, ὡς πᾶσιν ἕτοιμος εἴη γενέσθαι ἐγγὺς, εἴ γε τὸν αὐτοῦ φόβον ἀσπάζοιντο· συμβήσεται δὲ τοῖς ἀσπαζομένοις τὸ ἐν δόξῃ κακασκηνῶσαι.
Τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν. Τὴν μετὰ σαρκὸς οἰκονομίαν τοῦ Μονογενοῦς διὰ τούτων σημαίνει. Γέγονε γὰρ ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς δικαιοσύνη καὶ εἰρήνη καὶ ἔλεος καὶ ἀλήθεια. Ἐλεήσας δὲ ἡμᾶς ἐδίδαξε τὴν ἀλήθειαν· καὶ μὴν καὶ δικαίους ἀπέφηνεν, εἰρηνοποιήσας τὰ πάντα ἐν αὐτῷ τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς.
Ἔλεος καὶ ἀλήθεια συνήντησαν. Σαφῶς τὴν διὰ τῆς Θεοτόκου καὶ Ἀειπαρθένου ἀνατείλασαν τῷ κόσμῳ κηρύττει ἀλήθειαν. Αὐτὸς γάρ ἐστιν ἡ ἀλήθεια, εἰ καὶ γεγένηται ἐκ γυναικός. Δικαιοσύνη γὰρ καὶ ἀλήθεια κατεφίλησαν σαφῶς διὰ τὴν ἐκ τῆς Ἀειπαρθένου Θεοτόκου ἀνατείλασαν τῷ κόσμῳ ἀλήθειαν.
Καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν. Ὅμοιον τὸ εἰρημένον πρὸς τὴν Παρθένον· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ τὰ ἑξῆς. Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα. Ὅταν, φησὶ, καθ᾽ ὑπερβολὴν χρηστότητος ἐπιλάμψῃ τοῖς ἐπὶ τῆς γῆς ὁ Κύριος, τότε καὶ ἡμεῖς, νοητὴ ὑπάρχοντες γῆ, τοὺς πνευματικοὺς καρποὺς ἀποδώσομεν τῆς δικαιοσύνης.
Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται. Εἰπὼν, ὡς δώσει ἡ νοητὴ γῆ τὸν καρπὸν, διδάσκει πῶς δώσει. Πῶς δὲ δώσει, ἢ ὅταν αὐτοῦ τοῦ ἐργαζομένου τὸ ἀγαθὸν ἡ δικαιοσύνη, προβαδίσασα εἰς τὴν ἄνω ἄγουσαν ὁδὸν, κατευθύνῃ τοῦ αὐτὴν πορευομένου τὰ διαβήματα;
Προσευχὴ τῷ Δαυΐδ. ΨΑΛΜΟΣ ΠΕʹ. Ὑπόθεσις. Φωτισθεὶς διὰ τοῦ Πνεύματος τὰ περὶ τῆς παρουσίας τοῦ Μονογενοῦς ὁ μακάριος Δαυῒδ, καὶ τὴν ἐσομένην παντὶ τῷ καταφεύγοντι πρὸς αὐτὸν τῶν ἁμαρτημάτων ἄφεσιν, εἰκότως ἀναπέμπει προσευχὴν, ἕνα καὶ αὐτὸν ἀξιῶν εὑρεθῆναι τῶν σωζομένων διὰ τῆς χάριτος.
Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου. Μέγα γὰρ ὡς ἀληθῶς ἐφόδιον πρὸς τὸ εὐχόμενον ἐπακούεσθαι ἡ ταπεινοφροσύνη. Ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Ταπεινοφρονήματος τῆς προσευχῆς τὸ προοίμιον. Τῆς γὰρ δικαιοσύνης ἄμφω κεκτημένοι τὸν πλοῦτον, ὅ τε Δαυῒδ καὶ ὁ Ἐζεκίας πρὸς τοῦτον μὲν οὐχ ἑώρων, εἰς δὲ τὴν τῆς φύσεως πενίαν ἀπέβλεπον, καὶ τὸν Θεὸν ἠντιβόλησαν οἰκτεῖραι ταύτην πτωχείᾳ συνεζευγμένην. Τὸ δὲ, Κλῖνον, Κύριε, τὸ οὖς σου, ἐκ μεταφορᾶς τέθεικεν ἀῤῥώστου τινὸς ὑπὸ ἀσθενείας γεγωνότερον οὐ δυναμένου λαλεῖν, καὶ τὸν ἰατρὸν προσκλίνειν τῷ στόματι τὴν ἀκοὴν ἀναγκάζοντος.
Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι. Ἀφ᾽ ὧν κατώρθωσεν ἀγαθῶν ἐπακουσθῆναι ἐξαιτεῖ. Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σοί. Ἐπειδὴ ὅσιον ἑαυτὸν ἀνηγόρευσεν, ἐπὶ τὸ ταπεινὸν πάλιν καταφέρει τὸν λόγον, δοῦλον ἑαυτὸν ἀπογραφόμενος τοῦ Θεοῦ, καὶ ἐπ᾽ αὐτῷ μόνῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχειν ἐπαγγειλάμενος.
Ἐλέησόν με, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι· Διδάσκει ἡμᾶς ὁ λόγος, ὡς τὸν βουλόμενόν τι παρὰ τοῦ Θεοῦ λαβεῖν ἀγαθὸν, ἀδιάλειπτον δεῖ εἶναι ἐν προσευχαῖς. Ὅτι σὺ, Κύριε, χρηστὸς καὶ ἐπιεικής. Διδάσκει τοὺς προσερχομένους Θεῷ μὴ ἀκηδιᾷν, εἰ καὶ πρὸς ὀλίγον τὴν δόσιν ἀναβάλλεται. Ἔσται γὰρ πάντως αὐτοῖς ἐπήκοος, ἅτε χρηστὸς ὣν καὶ πολὺ λίαν εἰς ἔλεος πλούσιος.
Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε. Θεοὺς μὲν γὰρ τοὺς ἁγίους προφήτας φησὶ, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο. Λέγει δὲ, ὅτι οὐδεὶς τῶν προφητῶν ἐξελέσθαι τοὺς ἀνθρώπους τῆς ἁμαρτίας ἴσχυσεν ἢ μόνος αὐτὸς ὁ Κύριος, κατὰ τὸ εἰρημένον ἀλλαχοῦ· Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς.
Εὐφρανθήτω ἡ καρδία μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Ὁ τὴν περὶ Θεὸν εὐλάβειαν κεκτημένος τὴν ἔννομον ἀσπάζεται πολιτείαν. Μήτηρ δὲ εὐφροσύνης ἡ τοιαύτη ζωή. Εἰκότως τοίνυν ὁ προφήτης τῷ φόβῳ τὴν οἰκείαν εὐφρανθῆναι καρδίαν ὑπώπτευσεν.
Οὕτω γὰρ καὶ ἀλλαχοῦ φησιν· Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον· καὶ πάλιν· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὐφράνθην. Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου. Μεταβαλὼν τὴν προσευχὴν εὐθὺς εἰς ἐξομολόγησιν, ἐφ᾽ οἷς ἐῤῥύσθη τοῦ ᾅδου, τὴν αἰτίαν ἐξαγορεύει δι᾽ ἣν ἥμαρτε, λέγων ἐπιβουλὴν πολλῶν τε καὶ κραταιῶν, αἰνιττόμενος τὰς ἀοράτους δυνάμεις, μὴ θεμένας πρὸ τῶν ὀφθαλμῶν τὸν Θεόν.
Σὺ δὲ, Κύριε, φησὶν, ἅπερ ἐκεῖνοι μὴ προσεδόκησαν συνεχώρησας, ῥυσάμενος τὴν ψυχήν μου ἐξ ᾄδου κατωτάτου φιλανθρωπία τῇ σῇ. Λέγει δὲ ταῦτα Χριστὸς, παραστάντων τῶν βασιλέων τῆς γῆς, καὶ τῶν ἀρχόντων συναχθέντων ἐπὶ τὸ αὐτὸ κατ᾽ αὐτοῦ.
Ὅτι τὸ ἔλεός σου μέγα ἐπ᾽ ἐμέ. Ὡς ἤδη εἰς πέρας αὐτῶν ἀχθείσης τῆς προσευχῆς, τὸ μέγα ἔλεος τοῦ Θεοῦ εἰς τοὺς αἰῶνας αἰνέσειν φησίν· ὅτι δὴ καὶ αὐτῶν ἐκ χειρὸς ᾅδου τὰς ψυχὰς ἠλευθέρωσεν. Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ᾽ ἐμέ. Δείκνυσι διὰ τούτων, ὡς εἰς τὴν ἁμαρτίαν ἐκείνην κατέπεσεν.
Πῶς δὲ, ἢ ἐκ τοῦ συναγωγήν τινα πονηρῶν πνευμάτων ἐπαναστῆναι καὶ ὑποσκελίσαι αὐτὸν τοῦ κατ᾽ ἀρετὴν δρόμου; Καὶ σὺ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων. Εἰ καὶ, ἐπαναστάντων μοι τῶν πονηρῶν πνευμάτων, φησὶ, κατηνέχθην εἰς ἁμαρτίαν, καὶ δι᾽ αὐτῆς εἰς τὸν προκείμενον κατώτατον ᾅδην· ἀλλὰ σὺ, Κύριε, αὐτὸς, τοὺς οἰκείους οἰκτιρμοὺς καὶ ἐπ᾽ ἐμοὶ ἐφαπλώσας, ἐῤῥύσω τὴν ψυχήν μου διὸ καὶ πάλιν ἐλεεῖσθαι ἐξαιτῶ. Ἔσται δέ μοι ὁ ἔλεος διὰ τοῦ ἐπιβλέψαι σε εἰς ἐμέ.
Ποίησον μετ᾽ ἐμοῦ σημεῖον εἰς ἀγαθόν. Ὥσπερ πάλαι ἐν Αἰγύπτῳ τοῖς υἱοῖς Ἰσραὴλ σημεῖον δέδωκεν ὁ Θεὸς, τοῦ μὴ ἀδικηθῆναι αὐτοὺς παρὰ τοῦ ὀλοθρευτοῦ, οὕτω καὶ αὐτῷ σημεῖον δοθῆναι ἐξαιτεῖ, ὅπως ἂν καὶ φυλαχθῇ δι᾽ αὐτοῦ, καὶ καταισχύνῃ τοὺς ἐχθρούς.
Τοῖς υἱοῖς Κορὲ ΨΑΛΜΟΣ ᾠδῆς. Πϛʹ. Ὑπόθεσις. ᾌδουσι πάλιν τὸν ψαλμὸν τοῦτον οἱ τοῦ Κορὲ υἱοὶ εἰς τὴν Ἐκκλησίαν, δι᾽ αὐτοῦ κηρύσσοντες τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ τὴν γενομένην ἐπίλαμψιν τῇ Ἐκκλησίᾳ τοῦ Μονογενοῦς διὰ τῆς μετὰ σαρκὸς οἰκονομίας.
Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Αὐτοῦ μὲν τοῦ κληθέντος διὰ τῆς πίστεως λαοῦ. Λέγει δὲ, ὅτι ἐξ ἐθνῶν λαὸς ἐπῳκοδομήθη ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Πύλας Σιὼν τὴν εἰσαγωγικὴν καὶ στοιχειώδη διδασκαλίαν τῆς Ἐκκλησίας φησί· σκηνώματα δὲ Ἰακὼβ τὴν κατὰ νόμον λατρείαν.
Φησὶν οὖν ὡς αἱρετωτέρα κέκριται παρὰ τῷ Θεῷ ἡ εὐαγγελικὴ πολιτεία τῆς κατὰ νόμον λατρείας. Λεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Πόλις μὲν ἡ Ἐκκλησία. Ποῖα δεδοξασμένα ἐλαλήθη περὶ αὐτῆς, ἢ τὸ κατοικῆσαι ἐν αὐτῇ τὸν Μονογενῆ, κατὰ τὸ εἰρημένον· Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν;
Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος. Τῶν ἐπιστρεφόντων εἰς ἐμὲ, φησὶ, μνήμην εἰς ἀγαθὸν ποιήσομαι, ἢ καὶ τῶν ἐκτόπως εἰς φιληδονίαν ἐκκεκλικότων, καὶ τῶν ἄγαν εἰδωλολατρούντων. Ταῦτα γὰρ ἡμῖν ἐσήμανε διὰ τῆς Ῥαὰβ καὶ Βαβυλῶνος.
Καὶ Ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς τῶν Αἰθιόπων. Διδάσκει ἡμᾶς ὁ λόγος σαφῶς, ὅτι δὴ ἐκ πάντων τῶν ἐθνῶν ἡ Ἐκκλησία συνέστηκεν. Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ. Μητέρα φησὶ, δῆλον δὲ, ὅτι οἱ πεπιστευκότες τὴν Σιὼν ἤτοι τὴν Ἐκκλησίαν ἐπιγραψόμεθα, ἐν ᾗ ὁ ἄνθρωπος, ἢ ὁ αὐτὸς ὁ θεμελιώσας αὐτήν. Οὗτος δέ ἐστιν ὁ γενόμενος δι᾽ ἡμᾶς ἄνθρωπος, καὶ ἐπαγγελλόμενος ἐπὶ τὴν πέτραν θεμελιῶσαι τὴν Ἐκκλησίαν.
Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων. Τῶν λαῶν, φησὶ, καὶ τῶν ἀρχόντων τῶν ἐν αὐτῇ τῇ Ἐκκλησίᾳ γενομένων, ὁ Κύριος διηγήσεται τὴν γραφήν. Καὶ πῶς ἂν, φησὶν, ἢ τὴν ἀπογραφὴν τὴν γενομένην ἐν τοῖς οὐρανοῖς, ἣν αὐτὸς αὐτοῖς διηγήσεται λέγων· Χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς;
Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί. Ὅταν, φησὶν, ἐν σοὶ πάντων ἡ κατοικία τῶν ἐν τῇ Ἐκκλησίᾳ γένηται, τότε καὶ εὐφροσύνης ἔσονται πλήρεις.
ᾨδὴ ΨΑΛΜΟΥ τοῖς υἱοῖς Κορέ. Εἰς τέλος ὑπὲρ Μαελὲθ τοῦ ἀποκριθῆναι, συνέσεως Ἐθὰμ τῷ Ἰσραηλίτῃ. ΠΖʹ. Ὑπόθεσις. Ἐν τούτῳ τῷ ψαλμῷ ὁ τοῦ Χριστοῦ εἰσφέρεται θάνατος, ὃν ὑπὲρ ἡμῶν ἀνεδέξατο· ὅπως καὶ τοῖς ἐν ᾅδου κηρύξας πνεύμασι δωρήσηται τὴν ἀνάστασιν.
Ἀποκλαίεται δὲ καὶ τὴν Ἱερουσαλὴμ, ἅτε δὴ ἐκπεσουμένην τῆς εἰς αὐτὸν ἐλπίδος. Αὕτη δὲ ἡ Ἱερουσαλὴμ, ἤτοι ὁ λαὸς, πάλαι οἷόν τις χορὸς ἦν, καθὸ καὶ μερὶς αὐτοῦ καὶ κλῆρος προσηγορεύετο· διὸ καὶ πρὸς Μαελὲθ ἐπιγέγραπται ὁ ψαλμὸς, ὅ ἐστι χορείας ἤτοι χοροῦ. Ἐπειδὴ δὲ βαθὺ τὸ Χριστοῦ μυστήριον, καὶ λίαν λεπτῆς διανοίας δεῖ πνευματικῆς πρὸς τὸ συνιέναι αὐτό· τούτου χάριν Συνέσεως ἐπιγέγραπται. Λέγεται δὲ τοῦ Αἰμὰν εἶναι ὁ ψαλμὸς, ἐν Αἰγύπτῳ πρὸς Μωσέως πεποιημένος. Οὗτος δὲ ὁ Αἰμὰν ἀπόγονος ἦν τοῦ Ἰσραὴλ, ἅτε ἔκγονος ὢν τοῦ Ζαρὰ, ὃς ἦν υἱὸς τοῦ Ἰούδα, τοῦ υἱοῦ Ἰσραήλ.
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα. Ἅτε ἀγαθὸς ὢν, εἰδὼς τὴν ἔκπτωσιν τοῦ λαοῦ καὶ τὴν τοῦ μαθητοῦ ἀπώλειαν, τὰς ὑπὲρ αὐτῶν ἀναπέμπεται πρὸς τὸν Πατέρα εὐχάς· ὅπως ἂν, τῆς κακίας μὴ μεταλαβόντες, καὶ αὐτοὶ τῆς δι᾽ αὐτοῦ σωτηρίας τύχοιεν.
Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου. Εἰ καὶ αὐτὸς τὰς ἁμαρτίας ἡμῶν ἐβάστασε, καὶ περὶ ἡμῶν ὀδυνᾶται, εἰκότως καὶ κακῶν ἐμπέπλησταί φησι. Καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε. Τοῦτό φησιν, ἐπειδὴ ὑπὲρ παντὸς χάριτι Θεοῦ ἐγεύσατο θανάτου.
Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος. Μόνος Ἰησοῦς καὶ ἀπέθανεν ὑπὲρ τῶν ἀνομιῶν τοῦ λαοῦ ἀγόμενος εἰς θάνατον, κατὰ τὴν Ἡσαΐου φωνήν· καὶ νεκρὸς ἂν ἐλεύθερος ἦν μόνος· οὐ γὰρ εἶχεν ἁμαρτίαν τὴν κάτοχον αὐτὸν ποιοῦσαν θανάτῳ. Διὸ καὶ ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.
Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ. Παρόμοιος, φησὶ, γέγονα ἀνθρώποις τετραυματισμένοις καὶ κειμένοις ἐν μνήμασιν, οἳ, τῆς σῆς μὴ τυχόντες ἐπικουρίας, οὐ τετυχήκασιν ἀναστάσεως. Ἐγὼ δὲ τετραυμάτισμαι, φησὶ, διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ, καὶ ἐν τάφοις γέγονα, οὐ μὴν καὶ ἀπέμεινα· διότι μου καὶ μετὰ τὴν τρῶσιν καὶ τὴν ἐν τῷ τάφῳ κατάθεσιν ἐμνήσθης. Ἀνέστην γὰρ πατήσας τὸν θάνατον.
Ἐπ᾽ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου. Θυμὸν τοῦ Θεοῦ φησι τὴν ἐπενεχθεῖσαν τῷ τῶν ἀνθρώπων γένει τοῦ θανάτου κατάραν. Ἐπειδὴ τοίνυν γέγονεν ὑπὲρ ἡμῶν κατάρα, τούτου χάριν τὸν θυμὸν τοῦ Θεοῦ ἐπ᾽ αὐτὸν ἐπεστηρίχθαι φησί.
Καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾽ ἐμέ. Μετεωρισμοὺς τὴν μετὰ σφοδρότητος ἐπενεχθεῖσαν τῷ τῶν ἀνθρώπων γένει ὑπὲρ τῆς παραβάσεως δίκην φησί. Σημαίνει δὲ πάλιν τὸν θάνατον. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾽ ἐμοῦ.
Τοῦτό φησιν, ἐπειδὴ πάντες αὐτὸν κατέλιπον κατὰ τὸν τοῦ πάθους καιρόν. Ἔθεντό με βδέλυγμα ἑαυτοῖς. Ὅρα πῶς καὶ μέχρι νῦν Ἰουδαῖοι τὸ Χριστοῦ ὄνομα βδελύσσονται. Παρεδόθην, καὶ οὐκ ἐξεπορευόμην. Τοῦτό φησι, διὰ τὸ κατάκλειστον αὐτὸν γενέσθαι ἐν τῇ οἰκίᾳ τοῦ ἀρχισυναγώγου.
Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας. Ἀπεκλαιόμην, φησὶν, ὑπὲρ τοῦ λαοῦ, ἰδὼν αὐτοὺς τοῦ κατὰ Θεὸν πλούτου ἐκπεσουμένους καὶ εἰς πτωχείαν κατενηνεγμένους ἐσχάτην. Ἐκέκραξα πρὸς σὲ, Κύριε, ὅλην τὴν ἡμέραν.
Ἕνα τοίνυν πόρον δὸς τῆς τῶν δεινῶν ἀπαλλαγῆς, τὴν σὴν, Δέσποτα, προμηθείαν. Ἐκτείνων γὰρ ἀεὶ τὰς χεῖρας ἀντιβολῶ σε. Τὴν πικρὰν δὲ τῆς ψυχῆς ὀδύνην τοῦτο τὸ σχῆμα δηλοῖ. Ὑπὸ γὰρ τῆς χρείας ἀναγκαζόμενος, σπουδαιότερόν τις ἱκετεύει τὸν δοῦναι δυνάμενον.
Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; Ἰατροὶ ἀναστήσουσι; Τὰς αἰτίας ἡμᾶς διδάσκει τῆς εἰς τὸν θάνατον αὐτοῦ καθόδου, μονονουχὶ λέγων· Ἐπειδὴ οὔτε νεκροῖς δυνατὸν, φησὶ, ποιήσασθαι θαυμάσια, οὔτε ἰατροῖς ἀναστῆσαι, ἵνα ἐξομολογήσωνταί σοι, οὔτε μὴν οἱ ἐν τῇ ἀπωλείᾳ δυνατοὶ ἦσαν γνῶναί σου τὴν ἀλήθειαν· τούτου χάριν, ὦ Πάτερ, καὶ τοῖς ἐν ᾅδου καταλελόγισμαι· ἵνα ἀναστάντες οἱ ἐν τῇ ἐπιλελησμένῃ γῇ καὶ τῶν θαυμασίων σου πεῖραν λάβοιεν, καὶ διηγήσωνται οἱ πάλαι ἐν τῷ σκότει τὴν ἀλήθειάν σου.
Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου; Μὴ δυνατὸν, φησὶ, τοὺς εἰς κόνιν διαλυθέντας νεκροὺς καὶ ἐν τῷ ζόφῳ τοῦ θανάτου διάγοντας, καὶ λήθῃ παραδεδομένους, τῆς σῆς ἔσεσθαι φιλανθρωπίας, καὶ τῶν σῶν θαυμάτων θεατὰς καταστῆσαι;
Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου; Ὥσπερ ἐν τοῖς ἀπολωλόσιν οὐκ ἔστιν ἀλήθεια, οὕτως ἐν τοῖς ἐσκοτισμένοις οὐκ ἔστι θαυμάσια. Γῆ ἐπιλελησμένη ἐστὶ ψυχὴ λογικὴ τῶν τοῦ ἁγίου Πνεύματος ἐστερημένη καρπῶν.
Ἵνα τί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ; Ὁ μὲν ὑπὲρ τοῦ λαοῦ προσηύχετο, οἱ δὲ ἀναξίους ἑαυτοὺς τῆς σωτηρίας δι᾽ ὑπερβολὴν κακίας ἀποφαίνονται· οἱονεὶ ἄπρακτον αὐτοῦ τὴν ὑπὲρ αὐτῶν καθιστῶντες εὐχήν.
Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου. Πτωχὸς μὲν διὰ τὸ δούλου λαβεῖν μορφήν· ἐν κόποις δὲ ἐκ νεότητος, διότι ἐκ σπαργάνων αὐτῶν ἐπεβουλεύετο παρά τε Ἡρώδου καὶ τῶν ὁμοίων αὐτῷ. Ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ὕψωσιν μὲν τὴν ἐπὶ τοῦ σταυροῦ ἄνοδόν φησι, κατὰ τὸ εἰρημένον ὑπ᾽ αὐτοῦ· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου. Τὸ δὲ, ἐταπεινώθην, διὰ τὴν μέχρις ᾅδου κάθοδον λέγει.
Ἐπ᾽ ἐμὲ διῆλθον αἱ ὀργαί σου. Πᾶσαν, φησὶν, ἐκίνησας κατ᾽ ἐμοῦ τὴν ὀργήν· καὶ ταῖς φοβερωτάταις με διετάραξας τιμωρίαις, καὶ ταύταις καθάπερ ὕδασιν ὑποβρύχιόν με πεποίηκας. Ἐμάκρυνας ἀπ᾽ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Ταλαιπωρίαν τὸν τοῦ πάθους καιρὸν κατασημαίνει. Λέγει οὖν, ὡς παρὰ τὸ πάθος αὐτὸν καὶ οἱ φίλοι καὶ οἱ γνώριμοι ἐγκατέλιπον. Ἐπειδὴ δὲ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, ἐν δὲ τῷ σταυρῷ καταλέλειπται παρὰ τῶν μαθητῶν· τούτου χάριν τὸν Πατέρα αὐτοῦ μακρῦναι τοὺς φίλους καὶ τοὺς γνωρίμους λέγει.
ΨΑΛΜΟΣ συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ. ΠΗʹ. Ὑπόθεσις. Ἐν τοῖς παροῦσι τὴν ἐκ σπέρματος Δαυῒδ γέννησιν τοῦ Χριστοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ θεσπίζει, καὶ μὴν καὶ τὸ πάθος τὸ σωτήριον ὃ ὑπέμεινεν ὑπὲρ ἡμῶν. Συνέσεως δὲ ἐπιγέγραπται, ἐπειδὴ πνευματικοῦ μάλιστα χρεία νοῦ πρὸς τὸ νοῆσαι τὸ βάθος τῶν αὐτοῦ μυστηρίων. Τὰ δὲ περὶ τοῦ Αἰμὰν, ὡς καὶ οὗτος προφήτης ἦν, ἐν τοῖς προλαβοῦσι σαφῶς διηγόρευται.
Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. Καὶ ποῖα τὰ ἐλέη τοῦ Κυρίου, ἃ πεποίηκεν εἰς ἡμᾶς, ἃ καὶ ᾄδειν ὀφείλομεν; ἢ τὸ καθελεῖν μὲν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ αὐτὸ τοῦ διαβόλου τὸ κράτος· ἐλευθερῶσαι δὲ ἡμᾶς ἁμαρτίας καὶ θανάτου. Εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. Ἀλήθεια μὲν τοῦ Πατρὸς ὁ Υἱὸς, ὃν καὶ εἰς γενεὰν καὶ γενεὰν ἐπὶ στόματος οἱ ἅγιοι φέρουσιν· ἔστι γὰρ ὁ λόγος ὡς ἀπὸ τοῦ ἀποστολικοῦ χοροῦ.
Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται. Σὺ, ὦ Δέσποτα, φησὶν, ἐπαγγείλασθαι κατηξίωσας, ὅτι εἰς τὸν αἰῶνα διηνεκῶς ἔλεος μέγα καὶ θαυμαστὸν οἰκοδομηθήσεται· ὅ ἐστι κατασκευασθήσεται, ἤγουν ἐγερθήσεται. Τὸ γὰρ οἰκοδομούμενον ἐγείρεταί πως καὶ ἀνίσταται. Ἔστι δὲ τοῦτο ἡ διὰ Χριστοῦ σωτηρία καὶ χάρις. Τὸ μὲν ἔλεος τοῦ Θεοῦ τοὺς ἀνθρώπους οἰκοδομεῖ, ἡ δὲ ἀλήθεια ἑτοιμάζει τὰς ἁγίας δυνάμεις. Ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Ὥσπερ ἡ διὰ Χριστοῦ σωτηρία ἔλεος καὶ χάρις, οὕτω καὶ ἡ ἀλήθεια πάλιν καλεῖται, ἢ καὶ μέχρις οὐρανῶν ἐγηγερται, φησὶ, διὰ τοῦ αἵματος, εἴτε ἐπὶ γῆς εἴτε ἐν οὐρανῷ.
Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου· Ἀβραὰμ, φησὶ, καὶ Ἰακώβ· τούτοις γὰρ δὴ τὰς περὶ Χριστοῦ ἐπαγγελίας δέδωκε κατὰ τὸ εἰρημένον· Καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ὤμοσα Δαυῒδ τῷ δούλῳ μου. Καὶ ποῦ ὤμοσεν ἢ ἐν τῷ εἰπεῖν πρὸς αὐτόν· Καὶ ἔσται ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου· ἀναστήσεται ἐκ τοῦ σπέρματός σου ἄλλος, ὃς ἔσται ἐκ τῆς κοιλίας σου. Καὶ ἑτοιμάσω εἰς τὸν αἰῶνα τὴν βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου.
Καὶ ἀνορθώσω τὴν βασιλείαν αὐτοῦ εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου. Τοῦτό φησι διὰ τοῦ γεννηθέντος Χριστοῦ, καὶ ποιμέσι τοὺς ἀγγέλους εὐαγγελίζεσθαι λέγοντας· Ὅτι ἐτέχθη ἡμῖν σήμερον Χριστὸς Κύριος ἐν πόλει Δαυΐδ.
Καὶ ἑτέρας δὲ ἐπουρανίου στρατείας πλῆθος ὀφθῆναι λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; Εἰ καὶ γέγονεν ἄνθρωπος, φησὶν, ὁ Μονογενὴς, καὶ καθῆκεν ἑαυτὸν εἰς ἑκούσιον κένωσιν, καὶ ἔλαβε τὴν τοῦ δούλου μορφήν· ἀλλὰ καὶ οὕτως ἐστὶν ἀσύγκριτος ὑπὲρ πάντας καὶ οὐρανίους δυνάμεις· αἱ μὲν γὰρ οἰκετικὸν ἔχουσι τάγμα· ὁ δὲ Δεσπότης τῶν ὅλων ἐστὶ καὶ κύριος. Ἀλλὰ μὴν οὐδὲ ἐν υἱοῖς Θεοῦ ὅμοιός τίς ἐστιν αὐτῷ. Καὶ τοῦτο αὐτοὶ μαρτυροῦσι λέγοντες, ὅτι Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν.
Οὐκοῦν ὁ μὲν δίδωσιν ὡς Θεὸς, οἱ δὲ πλουτοῦσι τὰ παρ᾽ αὐτοῦ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερός. Ὥσπερ οἱ ἀσύνετοι σκανδαλίζονται ὁρῶντες αὐτὸν ἐν τῇ τοῦ δούλου μορφῇ, ἀκούοντες δὲ λέγοντος αὐτοῦ· Ἐγώ εἰμι ἡ ἀλήθεια· καὶ, Πρὸ τοῦ Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· οὕτως οἱ ἅγιοι τοὔμπαλιν δοξάζουσιν αὐτὸν, καὶ μέγαν καὶ φοβερὸν καλοῦσι. Καὶ τοῦτο ἐκεῖθεν δῆλον, ἐκ τοῦ τὸν μὲν Πέτρον ὥσπερ ἐκ στόματος ἁπάντων βοᾷν· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· πάλιν δὲ τοὺς πάντας· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ· ὅτε τῇ θαλάσσῃ καὶ τοῖς ἀνέμοις ἐπετίμησεν.
Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου· σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης. Δείκνυσιν ὁ λόγος, ὡς αὐτὸς ὁ ἐν τῇ τοῦ δούλου μορφῇ ἐστιν ὁ καὶ τὴν ὑγρὰν ἐξ ἀρχῆς παραγαγὼν οὐσίαν· καὶ αὐτός ἐστιν ὁ τεθεικὼς ἄμμον ὅριον τῇ θαλάσσῃ, καὶ εἰρηκὼς αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ. Ἔδειξε δὲ τοῦτο ὑπάρχον ἀληθὲς, ἐπιτιμήσας καὶ τῇ θαλάσσῃ καὶ τοῖς ἀνέμοις, ὅτε μετὰ τῶν μαθητῶν συνέπλεε. Τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις. Σὺ ἐταπείνωσας ὡς τραυματίαν τὸν ὑπερήφανον. Αὐτὸς γάρ ἐστιν ὁ δήσας τὸν ἰσχυρὸν καὶ τὸν ὑπερήφανον, καὶ δεδωκὼς τοῖς αὐτοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ. Ὥσπερ τῆς θαλάσσης Δεσπότης ἐστὶν, οὕτω καὶ τῶν οὐρανῶν ποιητὴς καὶ γῆς ἁπάσης. Τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας. Θαβὼρ καὶ Ἑρμών.
Τὰ τέσσαρα μέρη τῆς οἰκουμένης διὰ τούτων σημαίνει· διὰ μὲν τοῦ βοῤῥᾶ τὰ ἀρκτῷα μέρη, διὰ δὲ τῆς θαλάσσης τὰ τῆς ἑσπέρας. Θάλασσαν γὰρ ἡ Γραφὴ τὴν ἑσπέραν καλεῖ· διὰ δὲ τοῦ Ἑρμὼν ὄρους τὸν νότον· διὰ δὲ τοῦ Θαβὼρ ὄρους πάλιν τὴν ἀνατολήν.
Σὸς ὁ βραχίων μετὰ δυναστείας. Ὁ σὸς, ὦ Δέσποτα, βραχίων, φησὶν, ἐπιδειχθείη τοῖς πᾶσι μετὰ δυναστείας. Εἰ γὰρ καὶ γέγονεν ἄνθρωπος καὶ πέφηνε καθ᾽ ἡμᾶς, ἀλλ᾽ ἐμφανὴς κατέστη ἡ τῆς μεγαλειότητος αὐτοῦ ὑπεροχή. Καὶ τοῦτό ἐστι τό· Κραταιωθήτω ἡ χείρ σου· ὑψωθήτω ἡ δεξιά σου.
Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Κηρύξας τὴν ἐνανθρώπησιν τοῦ Μονογενοῦς, εἰκότως μακαρίζει τοὺς τὸ αὐτοῦ ἐκμαθόντας μυστήριον. Τοῦτο δέ ἐστι τὸ τοὺς ἐπινικίους ᾄδειν αὐτῷ. Ἀλαλαγμὸς γάρ ἐστιν ἡ ἐπὶ τοῖς πεσοῦσιν ἐχθροῖς γινομένη ᾠδή. Παρετάξατο δὲ ὑπὲρ ἡμῶν, καὶ νενίκηκε τὰς ἀντικειμένας δυνάμεις. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Τοὺς ἁγίους αὐτοῦ ἀποστόλους μακαρίζει, ὅτι δὴ τῷ ὀνόματι αὐτοῦ καὶ τῇ δυνάμει αὐτοῦ ἐποίουν ὅσα ἐποίουν παράδοξα.
Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. Κέρας τὴν δόξαν φησί. Λέγει οὖν, ὡς πρὸς τὸν Πατέρα· Ἐπειδὴ σὺ ηὐδόκησας ἀποστεῖλαι τὸν Μονογενῆ, τούτου χάριν ἡ δόξα ἡμῶν διεγήγερται. Ἐδοξάσθημεν γὰρ συνεγερθέντες Χριστῷ, καὶ συμβασιλεύσαντες αὐτῷ.
Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου. Τότε, ἀντὶ τοῦ, πάλαι, φησὶ, δι᾽ ὁράσεων προφητικῶν τοῖς υἱοῖς σου, λέγει δὲ τοῖς κεκλημένοις εἰς τὸ τῆς υἱοθεσίας ἀξίωμα, ἐλάλησας. Τί δὲ ἐλάλησας ἢ τό· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν; Ὅμοιον δὲ ὡσεὶ λέγοι· Δέδωκα, φησὶ, βοήθειαν ἐπὶ δυνατὸν τοῖς [ἀσθενέσι καὶ πλεονεκτουμένοις ὑπὸ τοῦ Σατανᾶ, τοῦ καταφυγεῖν ἐπὶ δυνατόν. Ὁ δέ γε δυνατὸς, ὃν δέδωκεν ἡμῖν εἰς βοήθειαν ὁ Πατὴρ, Χριστός που πάντως ἐστί· καὶ γάρ ἐστι δυνάμεων Κύριος· Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυῒδ τὸν δοῦλόν μου. Ἐννόει Χριστὸν τὸν ἐκ σπέρματος Δαυῒδ, ἐκλεκτὸν κεκλημένον, διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε. Δαυῒδ δὲ πάλιν αὐτὸν ὀνομάζει, καθὸ ἐκ σπέρματος ἦν Δαυΐδ· καὶ μὴν καὶ δοῦλον, διὰ τὸ ἐν τῇ τοῦ δούλου μορφῇ πεφηνέναι. Ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.
Ὅτε Θεὸς ἦν ὁ Λόγος, ἐγεννήθη κατὰ σάρκα ἐκ γυναικὸς, καὶ προῆλθεν ἄνθρωπος, μένων ὡς ἦν Θεός· τότε, τὴν κρίσιν διὰ σὲ λαβὼν, ὠνομάσθη Χριστός. Θεὸς γὰρ ὢν ὁ Λόγος καὶ βασιλεὺς πρὸ αἰώνων ὑπάρχων, ἰδιοποιήσατο τὰ ἡμέτερα, ἵνα καὶ ἡμεῖς τὰ αὐτοῦ πλουτήσωμεν.
Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ. Ὁ Σωτὴρ ἔφασκε· Τὰ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ ἵνα ποιήσω, αὐτὰ τὰ ἔργα μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι αὐτός με ἀπέσταλκε· καὶ πάλιν· Ἀπ᾽ ἐμαυτοῦ λαλῶ οὐδέν. Ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός. Καὶ τοῦτό ἐστιν ὃ λέγει νῦν ὁ Πατὴρ περὶ αὐτοῦ· Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν.
Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ. Εἰ καὶ εἰρήκασι· Δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν αὐτοῖς τὴν κληρονομίαν αὐτοῦ· ἀλλ᾽ ἦν ἀνόνητος τῷ Σατανᾷ καὶ τοῖς Ἰουδαίοις ἡ σκέψις, καὶ εἰς ἄφρακτον ἐκβέβηκεν αὐτοῖς τὸ ἐγχείρημα. Ἀνεβίω γὰρ ὁ Σωτὴρ τριήμερος, πατήσας τὸν θάνατον καὶ σκυλεύσας τὸν ᾅδην· καὶ ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· καὶ ἔστιν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, πάντων κατάρχων μετὰ τοῦ ἰδίου γεννήτορος. Οὐκοῦν ἀληθὲς τὸ εἰρημένον, ὅτι Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ.
Καὶ συγκόψω ἀπὸ τοῦ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ. Παραδέδονται γὰρ τῇ Ῥωμαίων στρατείᾳ, καὶ διολώλασι παντελῶς. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ᾽ αὐτοῦ. Ἀλήθειαν τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν φησὶν, ἣν εἰσηγήσατο ἡμῖν ὁ Χριστὸς κατὰ τὸ εἰρημένον πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα· Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Καὶ τὸ ἔλεος δὲ οὐ δι᾽ ἄλλου πεποίηκεν ὁ Θεὸς εἰς ἡμᾶς ἢ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ. Δι᾽ αὐτοῦ γὰρ μόνου καὶ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ ἐμάθομεν προσκύνησιν, καὶ κατηλεήθημεν, ἀναιρεθέντος θανάτου, καὶ τῆς φθορᾶς ἐκ μέσου γενομένης. Καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Τοῖς γὰρ ὀνόμασιν, οἷς μάλιστα πρέπουσι τῷ Πατρὶ, καὶ αὐτὸς ὁ Υἱὸς δοξάζεται· οἷόν τί φημι· Θεὸς ἀληθινὸς ὁ Πατήρ· τοῦτό ἐστι καὶ Υἱός· αὐτὸς γάρ ἐστιν ἡ ἀλήθεια· καὶ ἡ ζωὴ κατὰ φύσιν ὁ Πατήρ ἐστί τε καὶ ὀνομάζεται, τοῦτο δὲ πάλιν καὶ ὁ Υἱός· αὐτὸς γάρ φησιν· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Τοῦτο ἔλεγε πρὸς τὸν ἑαυτοῦ Πατέρα, ὅτι Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά.
Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ. Θάλασσαν μὲν, ὡς προειρήκαμεν, τὴν ἐν δυσμαῖς χώραν φησί· ποταμοὺς δὲ τὴν μέσην τῶν ποταμῶν λέγει, ἤτοι τὴν ἀνατολήν. Φησὶν οὖν, ὅτι εἰς πᾶσαν τὴν οἰκουμένην ἡ αὐτοῦ πρᾶξις ἐκταθήσεται. Καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. Ἐν μὲν τῇ θαλάσσῃ τίθεται ἡ χεὶρ τοῦ Χριστοῦ, ἐν δὲ τοῖς ποταμοῖς ἡ δεξιὰ αὐτοῦ.
Πλὴν ἐὰν θελήσῃ, ἡ θάλασσα γίνεται ποταμός· καὶ πάλιν ὁ ποταμὸς, ἐὰν τηρήσῃ τὸν ἐκ τῆς κοιλίας αὐτοῦ ῥέοντα ποταμὸν, τοῦ ζῶντος ὕδατος γίνεται θάλασσα. Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ, Θεός μου. Πάλιν ἐνταῦθα οἰκονομικῶς ὁ σεσαρκωμένος Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλεῖ, λέγων· Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ὁ γὰρ προφήτης φησὶ περὶ αὐτοῦ, παιδίον γεννώμενον προφητεύων, Θεὸν ἰσχυρὸν ἔλεγεν αὐτὸν, Πατέρα τοῦ μέλλοντος αἰῶνος.
Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου καὶ διαθήκην μου. Αὐτῷ μὲν τῷ πεπιστευκότι δι᾽ αὐτοῦ λαῷ φησιν. Ἔλεος δὲ τὴν διὰ πίστεως ἄφεσιν λέγει. Διαθήκην δὲ τὴν νέαν φησὶν, ἣν καὶ πιστὴν εἶναι, ἀντὶ τῶν, ἀσφαλῆ καὶ βεβαίαν καὶ μένουσαν. Ἡ μὲν γὰρ πρώτη διαθήκη πέπαυται διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές· οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος.
Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ. Οὐ παύσεται γὰρ τὸ Χριστιανῶν ὄνομα, καὶ τῆς εὐαγγελικῆς λατρείας ἡ δύναμις· διηνεκὴς δὲ μᾶλλον ἔσται καὶ ἀκατάληκτος. Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυῒδ ψεύσομαι.
Ὅμοιον τῷ ἀλλαχοῦ εἰρημένῳ· Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει. Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει. Σπέρμα τοῦ Δαυΐδ φησι τὸν ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα γεγεννημένον Χριστόν. Ὃς καὶ εἰς τὸν αἰῶνα μένει. Οὐ γάρ ἐστι τῶν ἐνδεχομένων, Θεὸν ὄντα καὶ Θεοῦ κατ᾽ ἀλήθειαν Υἱὸν, μὴ πάντη τε καὶ πάντων εἶναι αἰώνιον.
Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου. Θρόνον Χριστοῦ ἐννόει τὴν Ἐκκλησίαν· ἐπαναπαύεται γὰρ αὐτῇ. Ἔσται οὖν, φησὶν, ἡ Ἐκκλησία Χριστοῦ καταστράπτουσα καὶ φωτίζουσα τὴν ὑπ᾽ οὐρανὸν, καὶ μένουσα διηνεκῶς ὁ ἥλιος καὶ ἡ σελήνη.
Τὸ γὰρ ῥητὸν τοῦτο οὕτω φησί· Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Τὰ συμβεβηκότα ἐπὶ τῷ τιμίῳ σταυρῷ οἱ μακάριοι προφῆταί φασι. Λέγουσιν οὖν, ὡς πρὸς τὸν Πατέρα καὶ Θεόν· Ἐπηγγείλω, φησὶν, ὅτι εἰς τὸν αἰῶνα μένει τὸ σπέρμα Δαυῒδ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος καὶ ἡ σελήνη· ἀλλ᾽ ἀπώσω καὶ ἐξουδένωσας· ἀνεβάλου τὸν Χριστόν σου. Τὸ δὲ, ἀπώσω καὶ ἐξουδένωσας, ἀντὶ τοῦ, ἀπωσθῆναι, καὶ ἐξουδενωθῆναι συγκεχώρηκας. Οὐ γὰρ ὁ Πατὴρ ἀπώσατο καὶ ἐξουδένωσε τὸν ἴδιον Υἱόν· Ἰουδαῖοι δὲ μᾶλλον τοῦτο πεπράχασι· πλὴν κατὰ συγχώρησιν τοῦ Θεοῦ καὶ Πατρός. Καὶ τοῦτό ἐστι τὸ εἰρημένον· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν παρέδωκεν αὐτόν.
Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου. Ὑπερέθου πληρῶσαι, φησὶ, τὰς ἐπαγγελίας τὰς περὶ αὐτοῦ· πέπονθε γὰρ μεταξύ. Πῶς δὲ ὑπερέθετο, λέγει· Κατέστρεψας φάσκων τὴν διαθήκην τοῦ δούλου σου. Ἐπηγγείλω γὰρ, φησὶν, ὅτι εἰς τὸν αἰῶνα μένει· καὶ αὕτη γέγονεν ἡ παρὰ σοῦ περὶ αὐτοῦ διαθήκη.
Ἀλλ᾽ ἐσταύρωσαν αὐτὸν Ἰουδαῖοι, καὶ κατελογίσθη μετὰ νεκρῶν. Πέπονθε γὰρ, φησὶ, καὶ ἐσταυρώθη· οὐκοῦν κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου. Ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ. Ἔῤῥιψας, φησὶν, εἰς τὴν γῆν τὴν δόξαν αὐτοῦ· ὡς γὰρ ἧκεν εἰς τὸ παθεῖν, ψιλὸς ἄνθρωπος ἐνομίσθη τοῖς παρανόμοις Ἰουδαίοις. Ἀλλ᾽ οὐ μεμένηκε νεκρὸς, ὁ ἐν νεκροῖς ἐλεύθερος κατὰ τὴν τοῦ προφήτου φωνήν· οὔτε μὴν ἀδοξίαν τινὰ προσετρίψατο τὸ πάθος αὐτῷ, ἀλλ᾽ ἐδοξάσθη μᾶλλον διὰ τοῦ καταργῆσαι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἐλευθερῶσαι τῶν ἀνθρώπων τὸ γένος. Πλὴν τὰ συμβεβηκότα φασὶν οἱ προφῆται.
Καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ. Φραγμοὺς αὐτοῦ καὶ ὀχυρώματα τοὺς ἁγίους ἀποστόλους φησὶν, οἳ καὶ, πάντες ἀφέντες αὐτὸν, ἔφυγον δειλιάσαντες· καὶ διὰ τοῦτό φησιν· Ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν.
Διήρπαζον αὐτόν ... Εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ. Ἔχαιρον γὰρ καὶ ἐπέσειον αὐτῷ τὰς κεφαλὰς, ὁρῶντες αὐτὸν ἐπὶ ξύλου κρεμάμενον. Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ. Ἐπειδὴ ἀξίους ὄντας τὴν ἐσχάτην δίκην ἀποτῖσαι τοὺς σταυρώσαντας τὸν μονογενῆ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸν οὐ τετιμώρηται παραχρῆμα, διὰ πολλὴν φιλανθρωπίαν καιρὸν μετανοίας, τὸν διὰ βαπτίσματος, καὶ αὐτοῖς χαριζόμενος· τούτου χάριν ἀποστρέψαι λέγεται τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ.
Τὸ δὲ, ἀπέστρεψας, ἀντὶ, ἐπέσχες. Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ. Τὸ, κατέλυσας, ἀντὶ τοῦ, κατήνεγκας. Κατήνεγκας οὖν, φησὶν, ἤτοι παρεσκεύασας εἰς τὸ πιστεύεσθαι, ὅτι καθαρός ἐστιν. Ἐπενοήθη γὰρ εἶναι πονηρὸς, καὶ ὡς ἁμαρτωλὸς κατεκρίθη, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη.
Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας. Ἐπειδὴ πέπονθε σαρκικῶς, καὶ γέγονεν ἐν νεκροῖς ἐλεύθερος· νομίσαντες οἱ σταυρώσαντες, ὅτι πεπονθὼς συνεστάλη, καὶ πέπαυται τοῦ καὶ ὅλως εἶναι καὶ ὀνομάζεσθαι· διὰ τοῦτο τὰς τῶν σταυρωσάντων ὑπονοίας διερμηνεύει λέγων· Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας.
Ἕως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; Τουτέστι, Μέχρι τίνος ἰσχύσει τὰ τῶν Ἰουδαίων τολμήματα, ἐπισπουδαζόντων τὴν τοῦ Μονογενοῦς καὶ Σωτῆρος ἡμῶν σταύρωσιν; Ὁ δὲ Σύμμαχος· Ἕως τίνος, Κύριε, ἀποκρυβήσῃ εἰς τέλος, φλεγήσεται ὡς πῦρ ὁ θυμός σου; Μέχρι τίνος, φησὶ, Δέσποτα, οὐκ ἐθέλεις ἰδεῖν τὰς ἡμετέρας ὀδύνας, οὐδ᾽ ἐπιφαίνῃ καὶ λύεις τὰς συμφοράς· ἀλλὰ καθάπερ πῦρ τὴν ὀργὴν τῇ μνήμῃ ἡμετέρων ἁμαρτάδων ἐκκαίεις;
Μνήσθητι τίς μου ἡ ὑπόστασις. Ἐπ᾽ ἀφθαρσίᾳ, φησὶ, τὸν ἄνθρωπον πεποίηκας, καὶ κατ᾽ εἰκόνα τὴν σὴν ἔπλασας αὐτόν· ἀλλὰ γέγονεν ὑπὸ φθορὰν ἐξ ἀπάτης, φησίν. Οὐκοῦν τὴν ἀφθαρσίαν ἐπίδος ἵνα σώζωνται, καθάπερ ἐπλάσθη τὸ ποίημα.
Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον; Οὐδεὶς, φησὶν, οὔτε θανάτου κρείττων γενήσεται, οὔτε μὴν ἐκ χειρὸς ᾅδου τὴν ψυχὴν αὐτοῦ ῥύσεται, εἰ μὴ σὺ, φησὶν, ὦ Δέσποτα, τὴν ἀνάστασιν ἐπιδῷς.
Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; Ἀρχαῖα ἐλέη τοῦ Θεοῦ, φησὶν, ἡ πρὸ καταβολῆς κόσμου ὡρισμένη εἰς ἀφθαρσίαν ἀναστοιχείωσις. Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου. Ἐπειδὴ ὠνείδισάν με, Κύριε, οἱ ἐχθροί σου, φάσκοντες ψευδεῖς εἶναι τὰς περὶ ἐμοῦ τοῖς ἔθνεσι δεδομένας ἐπαγγελίας· αὗται δὲ ἦσαν τὸ σωθῆναι αὐτὰ, καὶ ἀπαλλαγῆναι θανάτου καὶ ἁμαρτίας· ὠνείδισαν δὲ ἀφορῶντες εἰς τὸν θάνατον τὸν ἐμόν· καὶ ματαίους αὐτὰς εἶναι ἀπέφηναν· τούτου χάριν αἰτῶ σοι μνησθῆναι· τὸ γὰρ ἀντάλλαγμα τοῦ Χριστοῦ σου ὠνείδισαν, φησίν. Εἴη δὲ τὸ ἀντάλλαγμα αὐτοῦ ὁ θάνατος αὐτοῦ καὶ τὸ αἷμα, τὸ ἀντίλυτρον δεδομένον τῆς τοῦ κόσμου σωτηρίας· ὃ καὶ ὠνείδισαν, ὑπολαμβάνοντες αὐτὸν κεκρατῆσθαι θανάτῳ. Ἀλλ᾽ οὐκ ἀπέμεινεν ὁ ἐν νεκροῖς ἐλεύθερος· ἀνέστη δὲ μᾶλλον τριήμερος. Διὸ καὶ ἐπισφραγίζει ὁ ψαλμὸς τό· Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο.
Ὡς ἀναστάντος ἤδη αὐτοῦ καὶ ἀνελθόντος εἰς τοὺς οὐρανοὺς, καὶ εὐλογουμένου, ἤτοι ἐξομολογουμένου εἰς τοὺς αἰῶνας μετὰ τοῦ ἰδίου Πατρός.
Προσευχὴ Μωϋσέως ἀνθρώπου τοῦ Θεοῦ. ΠΘʹ. Ὑπόθεσις. Ταύτην, φησὶ, τὴν προσευχὴν ἐν ἀποῤῥήτοις ἀναγεγραφότα τὸν Μωσέα παραδοῦναι· ὅπως ἂν ἔχοιεν οἱ κατὰ καιροὺς εἰδέναι, πῶς δεῖ αὐτοὺς ἐξομολογεῖσθαι περιπεσόντας ταῖς συμφοραῖς, αἳ γεγόνασιν αὐτοῖς ἐπ᾽ ἐσχάτων τῶν χρόνων μετὰ τὴν κατὰ τοῦ Κυρίου ἀπείθειάν τε καὶ μιαιφονίαν γενομένην.
Ὅπως δὲ μὴ λήθῃ παραδοθῇ τῷ χρόνῳ, ἐντέτακται ἐν τοῖς Ψαλμοῖς· καὶ εἰκότως μετὰ τὸν πηʹ, ὃς καὶ τὸ πάθος τοῦ Κυρίου κατασημαίνει. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Μέλλων ἐπικαλεῖσθαι τὸν Θεὸν εἰς ἔλεον, εἰκότως ἐξ ὧν ἤδη πολλάκις εὐηργέτησε ποιεῖ τὸ προοίμιον.
Πῶς δὲ κατὰ γενεὰν εὐηργέτησε, τοῦτο ἴδοι τις εἴς τε τὰ ἐπὶ τοῦ Φαραὼ ἀποβλέψας εἴς τε τὰ ἐπὶ Ἰησοῦ, εἴς τε τὰ ἐπὶ Βαβυλῶνος. Πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν. Ἐπειδὴ εἰς τὴν σάρκα ὁρῶντες τοῦ Κυρίου, ψιλὸν ἄνθρωπον ἐνόμιζον λέγοντες· Οὔπω τριακονταετὴς γέγονας, καὶ Ἀβραὰμ ἑώρακας; Καὶ τοῦτο αὐτοῖς μάλιστα αἴτιον τῆς ἐκπτώσεως γέγονε, τὸ ἀγνοεῖν τὴν θεότητα. Διὰ τοῦτο νῦν ἐξομολογούμενοι, σαφῶς αὐτὸν εἶναι λέγουσι τὸν πρὸ πάσης κτίσεως συνόντα τῷ Πατρί.
Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν. Ἐντεῦθεν ἡ ἐξομολόγησις. Ἀξιοῖ δὲ ἀφ᾽ ὧν πάντα τὰ ἔθνη εἰς ἐπίγνωσιν ἀληθείας ἐκάλεσε, καὶ αὐτὸς ἐπιστραφῆναι. Σὺ εἶπας, φησὶν, ὦ Δέσποτα· Ἐπιστρέψατε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. Ἐπειδὴ τοίνυν ἐπεστρέψαμεν, μὴ ἀποστρέψῃς ἡμᾶς εἰς ταπείνωσιν.
Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε. Τὸν καιρὸν τῆς ἐν νόμῳ λατρείας φησὶ, καθ᾽ ὃν μάλιστα ἐπιτελεσθέντος τοῦ θείου ναοῦ ἤνθησεν. Ἀπὸ γὰρ Σολομῶντος τοῦ τὸν οἶκον ἐγείραντος μέχρι τῆς πολιορκίας τῆς μετὰ τὸν τίμιον γενομένης σταυρὸν εἰς τοῦτο συντείνει ἔτη χίλια. Ἀλλὰ ταῦτα, φησὶ, τὰ χίλια ἔτη μία ἡμέρα λογισθείη ἐνώπιόν σου· μᾶλλον μὲν οὖν μικρὸν ἡμέρας μόριον. Εἰκότως δὲ νυκτὶ παρεικάζει τὸν πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος καιρόν· ἅτε ὡς ἐν ἀωρίᾳ καὶ συγχύσει πάντων ἀνθρώπων ὄντων, διὰ τὸ μήπω αὐτοῖς ἀνατεῖλαι τὸν ἥλιον τῆς δικαιοσύνης.
Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται τὸ πρωΐ. Ὡσεὶ σαφέστερον ἔλεγε· Τὰ ἔτη αὐτῶν, τῶν ἀρνησαμένων σε δηλονότι, ἐν ἐξουθενήσει ἔσται πολλῇ. Γεγόνασι γὰρ καταπάτημα καὶ ἀνθρώπων καὶ δαιμόνων, ἅτε τὸν λυτρούμενον καὶ σώζοντα αὐτοὺς ἀρνησάμενοι.
Τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι. Πρωΐ μὲν τὸν καιρὸν τῆς γενομένης αὐτοῖς ἐπιφανείας Χριστοῦ ἐν τῷ ὄρει Σινᾶ κατασημαίνουσι. Χλόην δὲ τὴν νομικὴν λατρείαν δηλοῖ, ἅτε μικρὸν ὕστερον μαραίνεσθαι μέλλουσαν.
Τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη. Ἑσπέραν φησὶ τὸν ἐπ᾽ ἐσχάτων τοῦ αἰῶνος καιρὸν, καθ᾽ ὃν καὶ ἐπέφανεν ὁ Μονογενής· ἐν ᾧ δὴ καὶ παρῆλθεν ἡ τῆς κατὰ νόμον λατρείας ἄνθησις, σκληρυνθεῖσα ἀπάτῃ τῆς ἀπειθείας.
Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου. Σαφῶς τὰς ἐπενεχθείσας αὐτοῖς συμφορὰς διὰ τὰ ἴδια ἁμαρτήματα διαγορεύουσι. Καὶ Ἰουδαίοις ταῦτα, καὶ πᾶσιν ἀνθρώποις ἁρμόδια. Καὶ γὰρ τῶν ἀνθρώπων ἡ φύσις, παρανομίας τίνουσα δίκας, ὑπεβλήθη ταῖς συμφοραῖς, καὶ ταῖς παντοδαπαῖς περικλύζεται τρικυμίαις. Καὶ Ἰουδαῖοι, διὰ τὴν πονηρίαν τῆς γνώμης, τῆς ἐλευθερίας ἐξέπεσον.
Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου. Οὐ παρῆλθες, φησὶ, τὰς ἀνομίας ἡμῶν, ἅτε ἡμῶν ἐπικαλεσαμένων αὐτὰς εἰς τὰς ἑαυτῶν κεφαλὰς, διὰ τὸ εἰρηκέναι· Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. Ὡσεὶ ἔλεγεν· Ὁ βίος ἡμῶν καὶ αἱ ἐν αὐτῷ πράξεις πονηραὶ φαίνονται τῷ προσώπῳ σου. Οὐδὲν γὰρ ἠγνόησας τῶν ἐν ἡμῖν πεπραγμένων ἀπ᾽ ἀρχῆς μέχρι τέλους.
Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν. Ἡ ἁμαρτία, φησὶ, τὴν σὴν ὀργὴν ἐκίνησε καθ᾽ ἡμῶν· ἡ δὲ ὀργὴ τὴν τιμωρίαν ἐπήγαγεν· ἡ δὲ τιμωρία τὰς ὀδύνας ἐπήνεγκεν. Ἐν ὀδύναις γὰρ τὸν ὀλίγον ἡμῶν διετελέσαμεν βίον. Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων. Οὐδὲν βέβαιον, φησὶν, οὐδὲ στατηρὸν ἡ ἀνθρωπεία φύσις ἔχει· δίκην ἀράχνης διασπᾶται ῥᾳδίως.
Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη. Ἔοικε ταῦτα τοῖς ὑπὸ τοῦ πατριάρχου Ἰακὼβ εἰρημένοις· Αἱ ἡμέραι μου μικραὶ καὶ πονηραὶ οὐκ ἔφθασαν εἰς τὰς ἡμέρας τῶν πατέρων μου. Εἰσὶ μὲν οὖν οἳ καὶ πλείονα τοῦ εἰρημένου διαβιοῦσι χρόνον· ἀλλ᾽ ἐκεῖνο ἐπ᾽ ὀλίγων συμβαίνει. Τὸ δὲ κοινὸν καὶ ὡς ἐπὶ τῶν πλείστων κρατοῦν ἐνταῦθα διδάσκει.
Ὥσπερ γὰρ τῶν πρόωρον δεχομένων τὴν τελευτὴν οὐκ ἐποιήσατο μνήμην, οὕτω τῶν σφόδρα γερόντων τῷ μακροβίῳ καταλέλοιπεν. Ἀλλ᾽ ὅμως, φησὶ, καὶ ὁ βραχὺς οὗτος χρόνος ὀδύνης καὶ πόνων ἐμπέπλησται. Ὅτι ἐπῆλθε πραότης ἐφ᾽ ἡμᾶς, καὶ παιδευθησόμεθα.
Ἐπειδὴ νεκρός τις καὶ εὐτελὴς ὁ βίος ἡμῶν, καὶ οὐ γινώσκομεν τί ἔσται ἡμῖν μετὰ ταῦτα ἀπὸ τοῦ κράτους σου· τούτου χάριν πράως, φησὶ, παίδευσον ἡμᾶς. Τὸ γὰρ, ἐπῆλθεν, ἀντὶ τοῦ, ἐπέλθοι, φησί. Αἰτοῦσι δὲ τῆς διὰ Χριστὸν παιδείας μεταλαβεῖν, ὅς ἐστι δεξιὰ τοῦ Πατρός· διό φησι· Τὴν δεξιάν σου οὕτως γνώρισόν μοι. Ἀπὸ κοινοῦ τὸ, γνώρισον, ἵνα ᾖ· Καὶ γνώρισον ἡμῖν τὴν δεξιάν σου, τουτέστι Χριστόν· γνώρισον δὲ ἡμῖν τοὺς τῇ καρδίᾳ τὴν σοφίαν ἔχοντας· οὗτοι δ᾽ ἂν εἶεν οἱ ἅγιοι ἀπόστολοι καὶ εὐαγγελισταὶ, δι᾽ ὧν καὶ ἐμάθομεν τῆς ἐπιστροφῆς τοὺς τρόπους.
Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου. Ὡς ἤδη τῆς εὐχῆς εὑρόντες τὸ πέρας τὰ τοιάδε φασίν. Ἀνατελεῖ γὰρ καὶ αὐτοῖς ὁ Ἥλιος τῆς δικαιοσύνης ἐπὶ συντελείᾳ τοῦ αἰῶνος τούτου. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου, καὶ ἐπὶ τὰ ἔργα σου. Τὸ, ἴδε, πάλιν ἀντὶ τοῦ, ἴδες, ἤτοι ἐπεσκέψω τοὺς δούλους σου καὶ τὰ ἔργα τῶν χειρῶν σου. Δι᾽ ἧς ἐπισκοπῆς τὴν λαμπρότητα καὶ τὸ φῶς τοῦ Θεοῦ ἡμῶν ἑωρακότες, καὶ ἐπιστρέψαντες, κατευθυνθείημεν ἐφ᾽ οἷς τὴν τῆς ἐπιστροφῆς πρᾶξιν ἀποπληροῦμεν.
Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ᾽ ἡμᾶς. Καὶ ἡμᾶς λαμπροὺς καὶ περιφανεῖς ἀπέφηνε τῆς θεογνωσίας τὸ φῶς· καὶ Ἰουδαῖοι μετὰ τὴν ἐπάνοδον περίβλεπτοι πάλιν ἐγένοντο. Καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον. Ἔργα τοῦ νόμου· ἔργον τὸ ἐν τῇ Νέᾳ τελούμενον Ἐν τῇ γὰρ Παλαιᾷ διάφοροι θυσίαι· ἐν δὲ τῇ Νέᾳ μόνος ὁ Υἱὸς θύεται.
Καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Ἔργα μὲν χειρῶν ἐστιν ἡ καθ᾽ ἑκάστην πρᾶξις· ἔργον δὲ χειρῶν, ἐκ τούτων ἐπισυμβαίνουσα γνῶσις.
Αἶνος ᾠδῆς τῷ Δαυῒδ, ἀνεπίγραφος παρ᾽ Ἑβραίοις. ϟʹ. Ὑπόθεσις. Ἀκολούθως μετὰ τὸ δηλῶσαι τοῦ Ἰουδαίων λαοῦ τὴν ἀποστροφὴν ἐν τῷ ὀγδοηκοστῷ ἐννάτῳ, ἐν τούτῳ τῷ ψαλμῷ τὸ πρόσωπον εἰσάγει τῶν διὰ Χριστοῦ τελειουμένων, καὶ νικώντων δι᾽ αὐτοῦ τοὺς νοητοὺς ἐχθροὺς, ἀρχὰς δηλαδὴ καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, καὶ αὐτὸν τὸν ἀλιτήριον Σατανᾶν· οἳ καὶ πολυτρόπως διὰ τῶν προκειμένων κατασημαίνονται. Φόβος τε νυκτερινὸς καὶ βέλος σκότει, καὶ σύμπτωμα καὶ δαιμόνιον μεσημβρινὸν, καὶ χιλιάδες καὶ μυριάδες, καὶ ἀσπὶς, καὶ βασιλίσκος, καὶ λέων, καὶ δράκων. Κατὰ τούτων δὴ πάντων τὴν νίκην ἀναγορεύει τῷ τοῦ Θεοῦ ἀνθρώπῳ.
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου. Τὸ προφητικὸν πνεῦμα τὸν ἄνθρωπον τὸν ποιησάμενον βοήθειαν καὶ ἐπικουρίαν Χριστὸν, ὃς καὶ ἔστιν Ὕψιστος, μακαρίζει. Πῶς γὰρ οὐ μακάριος ὁ τὸν Θεὸν τοῦ οὐρανοῦ σκεπαστὴν ἔχειν ἀξιωθείς; Ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ὁ μένων ἐν ταύτῃ τῇ βοηθεία σκέπεται καὶ φυλάσσεται.
Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ. Καὶ τίς ὁ τῷ Κυρίῳ λέγων ἢ ἄνθρωπος ὁ πεποιθὼς ἐπ᾽ αὐτῷ, καὶ ἐπὶ τῇ σωτηρίᾳ αὐτοῦ ἐπερειδόμενος; Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος. Προεδίδαξεν, ὡς αἱ ἀντικείμεναι δυνάμεις διὰ τούτων κατασημαίνονται.
Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι. Εἰρηκότος τοῦ ἀνθρώπου τοῦ Θεοῦ, ὡς Θεὸς αὐτὸς ῥύσεται ἐκ τῆς τῶν θηρευτῶν παγίδος, ἔκ τε τῶν ταραχωδῶν λόγων, ἀποκρίνεται τὸ Πνεῦμα τὸ προφητικὸν παραθαρσύνον αὐτὸν καὶ εἰς ἀνδρείαν ὑπαλεῖφον πνευματικήν· Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι· ὡσεὶ σαφέστερον λέγοι· Καλύψει σε ὑπὸ τὴν σκιὰν τῶν πτερύγων αὐτοῦ· καὶ μὴν καὶ ὅπλῳ σκεπάσει σε. Οὗ δὴ γενομένου, οὐδεμία τῶν ἀντικειμένων δυνάμεων παραβλάψει σε.
Ἀπὸ βέλους πετομένου ἡμέρας. Ἀκάθαρτόν τινα δύναμιν νῦν βέλος ὠνόμασεν. Ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Οὐ σύγκριμα δαιμονιῶδες μεσημβρίας. Τὸν γὰρ μεσημβρινὸν δαίμονά φησιν εἶναι τῆς ἀκηδίας.
Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς. Κλίτος τὸ ἀριστερὸν μέρος σημαίνει, εἰκότως μέν. Τούτῳ δὲ τὰς χιλιάδας ἐπιβουλεύειν φησί· τοῖς γε μὴν δεξιοῖς τὰς μυριάδας. Τὰ γὰρ ἐπιδέξια τῶν πραγμάτων ἡμῶν, καὶ τῶν ἀρετῶν καὶ ἰσχυρὰ καὶ θαυμαστότερα, τὸ πλῆθος τῶν πονηρῶν δυνάμεων παραλύειν ἐπιχειροῦσι.
Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις. Βλαβήσῃ μὲν οὐδὲν, φησὶν, ἐκ τῶν ἐπιβουλευόντων· συμβήσεται δέ σοι πεσόντας ἰδεῖν τοὺς ἐχθρούς. Τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Ἀντιφθέγγεται τὸ τοῦ Θεοῦ ἀνθρώπου, τὸ Πνεῦμα τὸ προφητικὸν, ὅσον τῆς εἰς Θεὸν ἐλπίδος τὸ κέρδος ἐστίν.
Οὐ προσελεύσεται πρὸς σὲ κακά. Ἡ γὰρ τῆς κακίας φύσις ἔξωθεν ἐπέρχεται, τῆς ἀρετῆς οἴκοθεν τὴν πρόφασιν ἐχούσης. Εὐθῆ γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον πεποίηκεν, ὃς, ζητήσας λογισμοὺς πονηροὺς, ἔξωθεν ἐπεσπάσατο τὴν κακίαν. Καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. Θαῤῥεῖν αὐτοὺς καὶ μηδὲν ἀηδὲς πείσεσθαι παρακελεύεται, ἐκ τοῦ πιστεύειν ἄγγελον βοηθὸν τῶν εἰς Θεὸν πιστευόντων καταπεμπόμενον.
Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ. Τοῦτο καὶ ἐν τῷ λγʹ ἔφη ψαλμῷ· Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ἀκούωμεν δὲ καὶ Ἰακὼβ τοῦ πατριάρχου λέγοντος· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου. Καὶ ὁ μέγας Ἀβραὰμ τὸν οἰκέτην παραθαῤῥύνων ἔφη· Ὁ Θεὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ πρὸ προσώπου σου, καὶ λήψῃ γυναῖκα Ἰσαὰκ τῷ υἱῷ μου ἐκεῖθεν. Πανταχόθεν τοίνυν μανθάνομεν, ὡς καὶ δι᾽ ἀγγέλων φρουρεῖ τοὺς εἰς αὐτὸν πεποιθότας ὁ τῶν ὅλων Θεός. Τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ὁ ἐν μηδενὶ πταίων, οὗτος διαφυλάσσεται ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
Μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ὁ ποῦς μὲν τὴν ψυχὴν σημαίνει, ὁ δὲ λίθος τὴν ἁμαρτίαν. Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ. Οὐ μόνον οὐδὲν, φησὶν, ὑπομενεῖς δεινὸν, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ἀλλὰ καὶ αὐτὰ τῶν πνευμάτων τὰ πλήθη ὑπὸ τοὺς πόδας ἴδοις ἐπενηνεγμένα τοὺς σούς· ὡς καὶ μετὰ πάσης ἀδείας τὰς αὐτῶν πατήσεις κεφαλάς.
Ὅτι ἐπ᾽ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν. Εἰσφέρει τὸ τοῦ Θεοῦ πρόσωπον, μισθὸν τῆς πίστεως τὴν σωτηρίαν ἐπαγγελλόμενον. Ταῦτα λοιπὸν ὁ τῶν ὅλων ἔφη Θεὸς, διδάσκων τίς ὁ τῆς ἐλπίδος καρπός. Ῥύσομαι γὰρ αὐτὸν, φησὶν, ἐκ τῶν εἰρημένων ὁρατῶν τε καὶ ἀοράτων ἐπιβούλων, τῇ ἐμῇ ἐλπίδι φραξάμενος· διὰ τοῦτο αὐτὸν φρουρήσω, καὶ καλοῦντος ἀκούσομαι, καὶ τὴν δέησιν δέξομαι. Σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Οὐ μόνον, φησὶ, τῶν ἐπιβουλευόντων τοὺς ἐμαυτοῦ ῥύσομαι, ἀλλὰ γὰρ καὶ τὴν ἀτελεύτητον αὐτοῖς χαρίσομαι ζωήν· καὶ μὴν καὶ τοῦ σωτηρίου καταξιώσω τοῦ ἐμαυτοῦ. Εἴη δὲ τὸ σωτήριον ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ καὶ εἰς τὸν νέον ἡμᾶς ἀγῶνα εἰσάγων, καὶ συμβασιλεύειν αὐτῷ παρασκευάζων.
Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι. Κεκραγὼς δὲ τῇ τῆς ψυχῆς μεγαλοφωνίᾳ πρὸς ἐμὲ, ἐπακούοντά με, καὶ ἐπινεύοντα αὐτῷ εὑρήσει. Ἀεὶ γὰρ αὐτῷ πάρειμι, κἂν ἐν περιστάσει τυγχάνῃ. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. Εἴη δὲ τοῦτο τὸ σωτήριον αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὁ καὶ εἰς τὸν νέον ἡμᾶς αἰῶνα εἰσαγαγὼν, καὶ συμβασιλεῦσαι αὐτῷ καὶ παρασκευάζων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.