Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἔλεγχος τῆς ὑποκρίσεως Μελετίου καὶ Εὐσεβίου

Μέγας Αθανάσιος

Έλεγχος της υποκριτικής χρήσης του ομοουσίου και υπεράσπιση της θεότητας του Υιού

Επισημαίνεται ότι η θεία ουσία δεν επιδέχεται διαβαθμίσεις και αναιρείται η τακτική των αντιπάλων να αλλοιώνουν την έννοια του ομοουσίου, παρουσιάζοντας υποκριτικά τον Υιό ως δημιούργημα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 3

Ὅπου δὲ ἡ οὐσία ἡ αὐτὴ, οὐ προκόπτει οὐσία εἰς τὸ μᾶλλον καὶ ἧττον, ἀλλὰ ἄνθρωπος μὲν οὕτως, ὁ δὲ Κύριος ὁ αὐτὸς ἀεί· καὶ οὐ ποτὲ μὲν ἥττων, ποτὲ δὲ μείζων, ὡς Θεός· «Ἰησοῦς, φησὶν, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Ὁ τοίνυν ἀναιρῶν, τὸ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ, λέγων δὲ ὅμοιον, ἀναιρεῖ τὸ εἶναι Θεόν. Ὡσαύτως δὲ καὶ ὁ ἐξηγούμενος τὸ ὁμοούσιον, ὡς ὅμοιον τῇ οὐσίᾳ, ἑτέραν τὴν οὐσίαν λέγει, Θεῷ δὲ ὁμοιωμένην.

Οὐ τοίνυν οὐδὲ τὸ ἐκ τῆς οὐσίας εἶναι πρεπόντως λέγει, μὴ φρονῶν ὁμοούσιον, ὡς ἄνθρωπος ἐκ τῆς ἀνθρώπου οὐσίας. Εἰ δὲ μὴ, ὡς ἄνθρωπος ἐξ ἀνθρώπου κατ᾽ οὐσίαν, ἐκ Θεοῦ ὁ Υἱὸς, ἀλλ᾽ ὡς ἐν ὁμοιώματι, καθάπερ ἀνδριὰς ἀνθρώπῳ, ἢ ὡς ἄνθρωπος Θεῷ· δῆλός ἐστιν ὁ τοιοῦτος ὁμοούσιον μὲν λέγων, ὁμοούσιον δὲ οὐ φρονῶν· οὐ γὰρ κατὰ τὴν συνήθειαν βούλεται τὸ ὁμοούσιον ἀκούεσθαι, ὅπερ ἐστὶν, ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς οὐσίας, ἀλλὰ παρὰ τὴν συνήθειαν· καὶ ἵνα διαβάλλῃ ταύτην, Ἑλληνικὴν ῥῆσιν εἰρηκέναι, τὸ ὁμοούσιον ῥῆμα τοῦ ἐν Ἕλλησιν ἔθους ἐπ᾽ οὐδενὶ ἑτέρῳ κείμενον, ἢ ἐπὶ τῷ τὴν αὐτὴν φύσιν παραστῆσαι· ὅπερ δεῖ πιστεῦσαι ἐπὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἅμα τε οὖν τὸ ὁμοούσιον οὗτος ἐκτρέπει, καὶ τὸ τῆς οὐσίας νόθως ὀνομάζει· ὡς ἔργον νοῶν, οὐχ ὡς γέννημα, καὶ διὰ τοῦτο καὶ τὸ ἀπαθῶς προστίθησι πιθανῶς· οὐχ ἵνα πάθους ἀφέλῃ διαβολήν· τίς γὰρ καὶ λέγει Θεοῦ πάθος; ἀλλ᾽ ἵνα ποιητὸν ἐκ Θεοῦ λέγῃ, καὶ μὴ γεννητὸν ἐκ Θεοῦ προεληλυθότα· ὡς τῆς τοιαύτης προόδου παθητικῆς οὔσης· καθὰ δὲ λέγειν εἰώθασιν οἱ τὴν μὲν ἐκ τῆς οὐσίας πρόοδον ὡς πάθος ἐκβάλλοντες, ἢν δὲ λέγουσιν ἐκ τῆς οὐσίας ποίησιν ὡς ἀπαθῆ συνιστῶντες.