Τῶν μὲν οὖν Ἀρειανῶν οὐκ ἀλλότριον καὶ τοῦτο ἐνθύμημα. Ἅπαξ γὰρ ἀρνούμενοι τὸν τοῦ Θεοῦ Λόγον, εἰκότως τὰ αὐτὰ καὶ κατὰ τοῦ Πνεύματος αὐτοῦ δυσφημοῦσι. Διὸ καὶ οὐ χρὴ πλέον τι πρὸς αὐτοὺς εἰπεῖν· ἀρκεῖ γὰρ τὰ πρὸ τούτων εἰρημένα κατ᾽ αὐτῶν. Πρὸς δὲ τοὺς περὶ τοῦ Πνεύματος ἀπατηθέντας, τρόπῳ τινὶ, ὡς ἂν αὐτοὶ φαῖεν, προσήκει διερευνῶντας εἰπεῖν. Τούτων γὰρ καὶ θαυμάσειεν ἄν τις τὴν ἄνοιαν, ὅτι τὸν Υἱὸν τοῦ Θεοῦ μὴ θέλοντες κτίσμα εἶναι, καὶ καλῶς γε κατὰ τοῦτο φρονοῦντες, πῶς τὸ Πνεῦμα τοῦ Υἱοῦ κτίσμα κἂν ἀκοῦσαι ἠνέσχοντο; Καὶ γὰρ εἰ διὰ τὴν πρὸς τὸν Πατέρα τοῦ Λόγου ἑνότητα, οὐ θέλουσιν εἶναι τῶν γενητῶν αὐτὸν τὸν Υἱὸν, ἀλλ᾽, ὅπερ ἐστὶν ἀληθῶς, δημιουργὸν αὐτὸν εἶναι τῶν ποιημάτων φρονοῦσι· διὰ τί τὸ Πνεῦμα τὸ ἅγιον τὸ τὴν αὐτὴν ἔχον ἑνότητα πρὸς τὸν Υἱὸν, ἢν αὐτὸς ἔχει πρὸς τὸν Πατέρα, κτίσμα λέγουσι, καὶ ἠγνόησαν, ὅτι, ὥσπερ μὴ διαιροῦντες τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, σώζουσι τὸ ἕνα Θεὸν εἶναι, οὕτω, διαιροῦντες ἀπὸ τοῦ Λόγου τὸ Πνεῦμα, οὐκέτι μίαν τὴν ἐν Τριάδι θεότητα σώζουσι, σχίζοντες αὐτὴν καὶ ἐπιμίσγοντες αὐτῇ ἀλλοτρίαν καὶ ἑτεροειδῆ φύσιν, καὶ τοῖς κτίσμασι συνεξισοῦντες αὐτήν; Τοῦτο δὲ πάλιν οὐκέτι ἓν εἶναι δείκνυσι τὴν Τριάδα, ἀλλὰ ἐκ δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνεπλάσαντο.