Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολαὶ τέσσαρες πρὸς Σεραπίωνα

Μέγας Αθανάσιος

Επιστολή πρώτη: Η σχέση του Πνεύματος με τον Υιό και οι θείες ιδιότητές Του

Ανάλυση της αγιαστικής, ζωοποιού και δημιουργικής ενέργειας του Αγίου Πνεύματος. Προβάλλεται το άτρεπτο και το πανταχού παρόν Αυτού σε αντίθεση με τα τρεπτά και τοπικώς περιορισμένα κτίσματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 7

Ἀμέλει ὁ μὲν Υἱὸς παρὰ τοῦ Πατρὸς ἀποστέλλεται· «Οὕτω» γὰρ, φησὶν, «ὁ Θεὸς ἠγάπησε τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέστειλεν.» Ὁ δὲ Υἱὸς τὸ Πνεῦμα ἀποστέλλει· «Ἐὰν» γὰρ, φησὶν, «ἐγὼ ἀπέλθω, ἀποστελῶ τὸν Παράκλητον.» Καὶ ὁ μὲν Υἱὸς τὸν Πατέρα δοξάζει, λέγων· «Πάτερ, ἐγώ σε ἐδόξασα·» τὸ δὲ Πνεῦμα δοξάζει τὸν Υἱόν· «Ἐκεῖνος» γὰρ, φησὶν, «ἐμὲ δοξάσει.» Καὶ ὁ μὲν Υἱός φησιν· «Ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς, ταῦτα καὶ λαλῶ εἰς τὸν κόσμον·» τὸ δὲ Πνεῦμα ἐκ τοῦ Υἱοῦ λαμβάνει· «Ἐκ τοῦ ἐμοῦ» γὰρ «λήψεται καὶ ἀναγγελεῖ ὑμῖν,» φησί. Καὶ ὁ μὲν Υἱὸς ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἦλθε· «Τὸ δὲ Πνεῦμα τὸ ἅγιον,» φησὶν ὁ Υἱὸς, «ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου.» Τοιαύτην δὲ τάξιν καὶ φύσιν ἔχοντος τοῦ Πνεύματος πρὸς τὸν Υἱὸν, οἵαν ὁ Υἱὸς ἔχει πρὸς τὸν Πατέρα, πῶς ὁ τοῦτο κτίσμα λέγων οὐ τὸ αὐτὸ καὶ περὶ τοῦ Υἱοῦ ἐξ ἀνάγκης φρονήσει; Εἰ γάρ ἐστι τὸ Πνεῦμα τοῦ Υἱοῦ κτίσμα, ἀκόλουθον ἂν εἴη λέγειν αὐτοὺς καὶ τὸν Λόγον τοῦ Πατρὸς εἶναι κτίσμα.

Τοιαῦτα γὰρ οἱ Ἀρειανοὶ φαντασθέντες, εἰς τὸν κατὰ Καϊάφαν Ἰουδαϊσμὸν πεπτώκασιν. Εἰ δὲ τὰ Ἀρείου μὴ προσποιοῦνται φρονεῖν οἱ περὶ τοῦ Πνεύματος τοιαῦτα λέγοντες, φευγέτωσαν καὶ τὰ ἐκείνου ῥήματα, καὶ μὴ ἀσεβείτωσαν εἰς τὸ Πνεῦμα. Ὥσπερ γὰρ ὁ Υἱὸς, ὁ ἐν τῷ Πατρὶ ὢν, ἐν ᾧ καὶ ὁ Πατήρ ἐστιν, οὐκ ἔστι κτίσμα, ἀλλ᾽ ἴδιος τῆς τοῦ Πατρὸς οὐσίας (τοῦτο γὰρ καὶ ὑμεῖς προσποιεῖσθε λέγειν)· οὕτως καὶ τὸ Πνεῦμα τὸ ἐν τῷ Υἱῷ, ἐν ᾧ καὶ ὁ Υἱός ἐστιν, οὐ θέμις τοῖς κτίσμασι συντάσσειν, οὐδὲ διαιρεῖν αὐτὸ ἀπὸ τοῦ Λόγου, καὶ ἀτελῆ τὴν Τριάδα κατασκευάζειν. Τῶν μὲν οὖν ῥητῶν τοῦ τε προφητικοῦ καὶ τοῦ ἀποστολικοῦ χάριν, ὧν τὴν διάνοιαν παραποιοῦντες, ἠπάτησαν ἑαυτοὺς, ἀρκεῖ διὰ τούτων διελέγξαι τὴν ἐκ τῆς ἀμαθίας τῶν τροπικῶν δυσφημίαν.

Ἴδωμεν δὲ λοιπὸν καὶ αὐτὰ καθ᾽ αὑτὰ τὰ ἐν ταῖς θείαις Γραφαῖς περὶ τοῦ Πνεύματος τοῦ ἁγίου λεγόμενα, καὶ ὡς δόκιμοι τραπεζῖται διακρίνωμεν, εἰ ἴδιόν τι πρὸς τὰ κτίσματα ἔχει τὸ Πνεῦμα, ἢ ἴδιον τοῦ Θεοῦ ἐστιν, ἵνα ἢ κτίσμα αὐτὸ εἴπωμεν, ἢ ἄλλο μὲν τῶν κτισμάτων, ἴδιον δὲ καὶ ἓν τῆς ἐν Τριάδι θεότητος. Τάχα κἂν οὕτως ἐντραπῶσι, μαθόντες, ὅσον ἀπᾴδει τῶν θείων λογίων τὰ ἐφευρεθέντα παρ᾽ αὐτῶν τῆς βλασφημίας ῥήματα.

Τὰ κτίσματα τοίνυν ἐξ οὐκ ὄντων γέγονεν, ἀρχὴν ἔχοντα τοῦ γίνεσθαι· ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς. Ἐκ δὲ τοῦ Θεοῦ λέγεται τὸ Πνεῦμα τὸ ἅγιον· «Οὐδεὶς» γὰρ, φησὶν, «οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τοῦ ἐν αὐτῷ· οὕτως καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἡμεῖς δὲ οὐ τὸ Πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ.» Ποία τοίνυν ἐκ τῶν προειρημένων συγγένεια τῷ Πνεύματι πρὸς τὰ κτίσματα; Τὰ μὲν γὰρ κτίσματα οὐκ ἦν· ὁ δὲ Θεὸς ὤν ἐστιν, ἐξ οὗ καὶ τὸ Πνεῦμα. Τὸ δὲ ἐκ τοῦ Θεοῦ οὐκ ἂν εἴη ἐκ τοῦ μὴ ὄντος, οὐδὲ κτίσμα, ἵνα μὴ κατ᾽ ἐκείνους καὶ ὁ ἐξ οὗ ἐστι τὸ Πνεῦμα, κτίσμα εἶναι νομισθῇ. Τίς οὖν τῶν τοιούτων ἀφρόνων ἀνέξεται, λεγόντων καὶ αὐτῶν ἐν καρδίᾳ μὴ εἶναι Θεόν; Καὶ γὰρ εἰ ὥσπερ οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ Πνεῦμα τὸ ἐν αὐτῷ, οὕτως καὶ τὰ τοῦ Θεοῦ εἰ μὴ τὸ ἐν αὐτῷ Πνεῦμα· πῶς οὐ δύσφημον ἂν εἴη λέγειν κτίσμα τὸ ἐν τῷ Θεῷ Πνεῦμα, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν; Μαθήσεται γὰρ ἐκ τούτων εἰπεῖν ὁ τοιοῦτος τὸ μὲν τοῦ ἀνθρώπου πνεῦμα ἔξωθεν αὐτοῦ τοῦ ἀνθρώπου εἶναι, τὸν δὲ ἐν τῷ Πατρὶ Λόγον εἶναι κτίσμα.

Πάλιν τε Πνεῦμα ἁγιωσύνης καὶ ἀνακαινώσεώς ἐστί τε καὶ λέγεται τὸ Πνεῦμα· γράφει γὰρ ὁ Παῦλος· «Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Καὶ πάλιν φησίν· «Ἀλλ᾽ ἡγιάσθητε, ἀλλ᾽ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν·» ὅτε καὶ πρὸς Τῖτον γράφων ἔλεγεν· «Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, ἵνα, δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι κατ᾽ ἐλπίδα γενηθῶμεν ζωῆς αἰωνίου.» Τὰ δὲ κτίσματα ἁγιαζόμενά εἰσι καὶ ἀνακαινιζόμενα. «Ἐξαποστελεῖς» γὰρ «τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Καὶ ὁ Παῦλος δέ φησιν· «Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου.» Τὸ τοίνυν μὴ ἁγιαζόμενον παρ᾽ ἑτέρου, μηδὲ μετέχον ἁγιασμοῦ, ἀλλ᾽ αὐτὸ μεθεκτὸν ὂν, ἐν ᾧ καὶ τὰ κτίσματα πάντα ἁγιάζεται, πῶς ἂν εἴη ἓν τῶν πάντων, ἴδιον τῶν μετεχόντων αὐτοῦ; Ἀνάγκη γὰρ τοῖς τοῦτο λέγουσιν εἰπεῖν καὶ τὸν Υἱὸν, δι᾽ οὗ τὰ πάντα γέγονεν, ἕνα τῶν πάντων εἶναι.

Πνεῦμα ζωοποιὸν λέγεται· «Ὁ ἐγείρας» γὰρ, φησὶν, «Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Καὶ ὁ μὲν Κύριός ἐστιν ἡ αὐτοζωὴ, καὶ «ἀρχηγὸς τῆς ζωῆς,» ὡς εἶπεν ὁ Πέτρος· ἔλεγε δὲ αὐτὸς ὁ Κύριος· «Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Τὰ δὲ κτίσματα, ὡς εἴρηται, ζωοποιούμενά ἐστι δι᾽ αὐτοῦ. Τὸ δὲ μὴ μετέχον ζωῆς, ἀλλ᾽ αὐτὸ μετεχόμενον καὶ ζωοποιοῦν τὰ κτίσματα, ποίαν ἔχει συγγένειαν πρὸς τὰ γενητά; Ἢ πῶς ὅλως ἂν εἴη τῶν κτισμάτων, ἅπερ ἐν ἐκείνῳ παρὰ τοῦ Λόγου ζωοποιεῖται;

Χρίσμα λέγεται τὸ Πνεῦμα, καὶ ἔστι σφραγίς. Ὁ μὲν γὰρ Ἰωάννης γράφει· «Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε παρ᾽ αὐτοῦ, μένει ἐν ὑμῖν. Καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλ᾽ ὡς τὸ αὐτοῦ χρίσμα,» τὸ Πνεῦμα αὐτοῦ, «διδάσκει ὑμᾶς περὶ πάντων.» Ἐν δὲ τῷ προφήτῃ Ἡσαΐᾳ γέγραπται· «Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με.» Ὁ δὲ Παῦλός φησιν· «Ἐν ᾧ καὶ πιστεύσαντες, ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» Τὰ δὲ κτίσματα τούτῳ σφραγίζεται καὶ χρίεται, καὶ περὶ πάντων διδάσκεται. Εἰ δὲ τὸ Πνεῦμα χρίσμα καὶ σφραγίς ἐστιν, ἐν ᾧ χρίει καὶ σφραγίζει πάντα ὁ Λόγος· ποία ὁμοιότης ἢ ἰδιότης τοῦ χρίσματος καὶ τῆς σφραγῖδος πρὸς τὰ χριόμενα καὶ σφραγιζόμενα;

Οὐκοῦν καὶ κατὰ τοῦτο οὐκ ἂν εἴη τῶν πάντων αὐτό. Οὐ γὰρ ἂν εἴη ἡ σφραγὶς ἐκ τῶν σφραγιζομένων, οὐδὲ τὸ χρίσμα ἐκ τῶν χριομένων· ἀλλ᾽ ἴδιόν ἐστι τοῦτο τοῦ χρίοντος καὶ σφραγίζοντος Λόγου. Τὸ μὲν γὰρ χρίσμα τὴν εὐωδίαν καὶ πνοὴν τοῦ χρίοντος ἔχει, καὶ οἱ χριόμενοι τούτου μεταλαμβάνοντες λέγουσι· «Χριστοῦ εὐωδία ἐσμέν·» ἡ δὲ σφραγὶς τὴν μορφὴν Χριστοῦ τοῦ σφραγίζοντος ἔχει, καὶ ταύτης οἱ σφραγιζόμενοι μετέχουσι, μορφούμενοι κατ᾽ αὐτὴν, λέγοντος τοῦ Ἀποστόλου· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Οὕτω δὲ σφραγιζόμενοι, εἰκότως καὶ κοινωνοὶ θείας φύσεως γινόμεθα, ὡς εἶπεν ὁ Πέτρος, καὶ οὕτω μετέχει πᾶσα ἡ κτίσις τοῦ Λόγου ἐν τῷ Πνεύματι.

Καὶ διὰ τοῦ Πνεύματος λεγόμεθα πάντες μέτοχοι τοῦ Θεοῦ· «Οὐκ οἴδατε, γάρ φησιν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ὑμῖν οἰκεῖ; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ κτίσμα δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις ἐν αὐτῷ μετουσία τοῦ Θεοῦ γένοιτο ἡμῖν· ἀλλ᾽ ἢ ἄρα κτίσματι μὲν συνηπτόμεθα, ἀλλότριοι δὲ τῆς θείας φύσεως ἐγινόμεθα, ὡς κατὰ μηδὲν αὐτῆς μετέχοντες. Νῦν δὲ, ὅτε λεγόμεθα μέτοχοι Χριστοῦ καὶ μέτοχοι Θεοῦ, δείκνυται τὸ ἐν ἡμῖν χρίσμα καὶ ἡ σφραγὶς μὴ οὖσα τῆς τῶν γενητῶν φύσεως, ἀλλὰ τῆς τοῦ Υἱοῦ, διὰ τοῦ ἐν αὐτῷ Πνεύματος συνάπτοντος ἡμᾶς τῷ Πατρί. Τοῦτο γὰρ ὁ Ἰωάννης, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται, διδάσκων ἔγραψεν· «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν τῷ Θεῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ αὐτὸς ἔδωκεν ἡμῖν.» Εἰ δὲ τῇ τοῦ Πνεύματος μετουσίᾳ γινόμεθα κοινωνοὶ θείας φύσεως, μαίνοιτ᾽ ἄν τις λέγων τὸ Πνεῦμα τῆς κτιστῆς φύσεως, καὶ μὴ τῆς τοῦ Θεοῦ. Διὰ τοῦτο γὰρ καὶ ἐν οἷς γίνεται, οὗτοι θεοποιοῦνται· εἰ δὲ θεοποιεῖ, οὐκ ἀμφίβολον, ὅτι ἡ τούτου φύσις Θεοῦ ἐστι. Καὶ ἔτι δὲ φανερώτερον εἰς ἀναίρεσιν τῆς αἱρέσεως ταύτης ἐν τῷ ἑκατοστῷ τρίτῳ ψαλμῷ ᾄδεται, ὡς ἔμπροσθεν εἴπομεν· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Ὁ δὲ Παῦλος γράφει Τίτῳ· «Διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ.» Εἰ δὲ ὁ Πατὴρ διὰ τοῦ Λόγου ἐν Πνεύματι ἁγίῳ κτίζει τὰ πάντα, καὶ ἀνακαινίζει· ποία ὁμοιότης ἢ συγγένεια τῷ κτίζοντι πρὸς τὰ κτίσματα; Ἢ ὅλως πῶς ἂν εἴη, ἐν ᾧ κτίζεται τὰ πάντα, κτίσμα; Ἀκολουθεῖ γὰρ τῇ τοιαύτῃ δυσφημίᾳ καὶ ἡ εἰς τὸν Υἱὸν βλασφημία· ὥστε τοὺς λέγοντας τὸ Πνεῦμα κτίσμα εἰπεῖν, ὅτι καὶ ὁ Λόγος, δι᾽ οὗ τὰ πάντα κτίζεται, κτίσμα ἐστίν. Εἰκὼν τοῦ Υἱοῦ λέγεται καὶ ἔστι τὸ Πνεῦμα· «Οὓς» γὰρ «προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ.» Οὐκοῦν τοῦ Υἱοῦ καὶ κατ᾽ ἐκείνους ὁμολογουμένου μὴ εἶναι κτίσματος, οὐκ ἂν εἴη οὐδὲ ἡ τούτου εἰκὼν κτίσμα. Ὁποία γὰρ ἂν εἴη ἡ εἰκὼν, τοιοῦτον ἀνάγκη καὶ τὸν, οὗ ἐστιν ἡ εἰκὼν, εἶναι.

Ὅθεν εἰκότως καὶ πρεπόντως ὁ Λόγος ὁμολογεῖται μὴ ὢν κτίσμα, εἰκὼν τοῦ Πατρὸς ὑπάρχων· ὁ ἄρα τοῖς κτίσμασι συναριθμῶν τὸ Πνεῦμα πάντως που καὶ τὸν Υἱὸν ἐν τούτοις συναριθμήσει, δυσφημῶν ἐν τούτῳ καὶ τὸν Πατέρα διὰ τὴν εἰς τὴν εἰκόνα τούτου δυσφημίαν.

Ἄλλο ἄρα τῶν κτισμάτων ἐστὶ τὸ Πνεῦμα, καὶ δέδεικται μᾶλλον ἴδιον εἶναι τοῦ Υἱοῦ, καὶ οὐ ξένον τοῦ Θεοῦ. Καὶ γὰρ κἀκεῖνο τὸ σοφὸν αὐτῶν ἐρώτημα· Εἰ ἐκ τοῦ Θεοῦ ἐστι τὸ Πνεῦμα, διὰ τί μὴ λέγεται καὶ αὐτὸ Υἱός; Δέδεικται μὲν ἐν τοῖς ἔμπροσθεν ἤδη προπετὲς καὶ τολμηρὸν, δείκνυται δὲ καὶ νῦν οὐδὲν ἧττον. Εἰ γὰρ καὶ μὴ Υἱὸς ἐλέχθη ἐν ταῖς Γραφαῖς, ἀλλὰ Πνεῦμα τοῦ Θεοῦ, ἐν αὐτῷ τῷ Θεῷ καὶ ἐξ αὐτοῦ τοῦ Θεοῦ εἴρηται, ὡς ὁ Ἀπόστολος ἔγραψεν. Εἰ δὲ ὁ Υἱὸς, ἐπειδὴ ἐκ τοῦ Πατρός ἐστιν, ἴδιος τῆς οὐσίας αὐτοῦ ἐστιν, ἀνάγκη καὶ τὸ Πνεῦμα, ἐκ τοῦ Θεοῦ λεγόμενον, ἴδιον εἶναι κατ᾽ οὐσίαν τοῦ Υἱοῦ. Ἀμέλει τοῦ Κυρίου ὄντος Υἱοῦ, αὐτὸ τὸ Πνεῦμα εἴρηται Πνεῦμα υἱοθεσίας. Καὶ πάλιν τοῦ Υἱοῦ ὄντος σοφίας καὶ ἀληθείας, γέγραπται τὸ Πνεῦμα εἶναι Πνεῦμα σοφίας καὶ ἀληθείας. Πάλιν τε ὁ μὲν Υἱός ἐστι δύναμις Θεοῦ, καὶ Κύριος τῆς δόξης· τὸ δὲ Πνεῦμα λέγεται Πνεῦμα δυνάμεως, καὶ Πνεῦμα τῆς δόξης, οὕτως ἐφ᾽ ἑκάστου τῆς Γραφῆς λεγούσης· τοῦ μὲν Παύλου γράφοντος Κορινθίοις· «Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν·» καὶ ἐν ἑτέροις· «Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον· ἀλλ᾽ ἐλάβετε Πνεῦμα υἱοθεσίας·» καὶ αὖθις· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ, ὁ Πατήρ.»

Ὁ δὲ Πέτρος ἔγραφεν· «Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι· ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ᾽ ὑμᾶς ἀναπέπαυται.» Ὁ δὲ Κύριος εἴρηκε Πνεῦμα τῆς ἀληθείας καὶ Παράκλητον εἶναι τὸ Πνεῦμα· ἐξ οὗ δείκνυται τελείαν εἶναι ἐν τούτῳ τὴν Τριάδα. Ἐν τούτῳ γ᾽ οὖν ὁ Λόγος τὴν κτίσιν δοξάζει, θεοποιῶν δὲ καὶ υἱοποιῶν προσάγει τῷ Πατρί. Τὸ δὲ συνάπτον τῷ Λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων· καὶ τὸ υἱοποιοῦν δὲ τὴν κτίσιν, οὐκ ἂν εἴη ξένον τοῦ Υἱοῦ· ἐπεὶ ζητεῖν ἕτερον ἀνάγκη Πνεῦμα, ἵνα καὶ τοῦτο ἐν ἐκείνῳ συναφθῇ τῷ Λόγῳ. Ἀλλ᾽ ἄτοπον τοῦτο. Οὐκ ἄρα τῶν γενητῶν ἐστι τὸ Πνεῦμα, ἀλλ᾽ ἴδιον τῆς τοῦ Πατρὸς θεότητος, ἐν ᾧ καὶ τὰ γενητὰ ὁ Λόγος θεοποιεῖ. Ἐν ᾧ δὲ θεοποιεῖται ἡ κτίσις, οὐκ ἂν εἴη ἐκτὸς αὐτὸ τῆς τοῦ Πατρὸς θεότητος.

Ὅτι δὲ ἄνω τῆς κτίσεώς ἐστι τὸ Πνεῦμα, καὶ ἄλλο μὲν παρὰ τὴν τῶν γενητῶν φύσιν, ἴδιον δὲ τῆς θεότητος, ἔξεστι καὶ ἐκ τούτου πάλιν συνιδεῖν. Ἄτρεπτον καὶ ἀναλλοίωτόν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον· «Ἅγιον, γάρ φησι, Πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων.» Καὶ ὁ μὲν Πέτρος φησίν· «Ἐν τῷ ἀφθάρτῳ τοῦ πραέος καὶ ἡσυχίου Πνεύματος·» καὶ πάλιν ἐν τῇ Σοφίᾳ· «Τὸ γὰρ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσι·» καὶ εἰ «οὐδεὶς οἶδε τὰ τοῦ Θεοῦ, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν αὐτῷ·» οὐκ ἔστι δὲ παρὰ τῷ Θεῷ, ὡς εἶπεν ὁ Ἰάκωβος, «παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα·» ἐν τῷ Θεῷ ὂν τὸ Πνεῦμα τὸ ἅγιον, εἰκότως ἂν εἴη ἄτρεπτον καὶ ἀπαράλλακτον καὶ ἄφθαρτον. Ἡ δὲ τῶν γενητῶν καὶ τῶν κτιστῶν φύσις ἐστὶ τρεπτὴ, ἅτε δὴ ἔξωθεν οὖσα τῆς τοῦ Θεοῦ οὐσίας, καὶ ἐξ οὐκ ὄντων ὑποστᾶσα· «πᾶς» μὲν γὰρ «ἄνθρωπος,» φησὶ, «ψεύστης.» Καὶ, «πάντες ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Ἀγγέλους δὲ τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν, ἀλλ᾽ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν.» Ἐν δὲ τῷ Ἰώβ· «Εἰ κατὰ ἁγίων ἀγγέλων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν· ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ·» ὁ δὲ Παῦλος γράφει· «Οὐκ οἴδατε, ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά;»

Ἀλλὰ γὰρ καὶ ἠκούσαμεν, ὅτι ὁ διάβολος, ἐν μέσῳ τῶν χερουβὶμ ὢν, καὶ ἀποσφράγισμα ὁμοιώσεως γενόμενος, ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὡς ἀστραπή.

Εἰ δὲ τὰ μὲν κτίσματα τοιαύτην ἔχει φύσιν, καὶ γέγραπται περὶ ἀγγέλων τοιαῦτα· τὸ δὲ Πνεῦμα τὸ αὐτό ἐστι καὶ ἀναλλοίωτον, καὶ τῆς τοῦ Υἱοῦ ἀτρεψίας, ἐστὶ, μένον ἀεὶ σὺν αὐτῷ ἄτρεπτον· ποία ὁμοιότης τῷ ἀτρέπτῳ πρὸς τὰ τρεπόμενα; Δῆλον γὰρ ἂν εἴη, ὡς οὔτε κτίσμα ἐστὶν, οὔτε ὅλως τῆς τῶν ἀγγέλων οὐσίας ἐστὶ, διὰ τὸ ἐκείνους εἶναι τρεπτούς· ἀλλ᾽ εἰκὼν τοῦ Λόγου, καὶ τοῦ Πατρὸς ἴδιόν ἐστι.

Πάλιν τε τὸ μὲν Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην. Οὕτω γὰρ καὶ ὁ Δαβὶδ ψάλλει· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου;» Καὶ πάλιν ἐν τῇ Σοφίᾳ γέγραπται· «Τὸ γὰρ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσι.» Τὰ δὲ γενητὰ πάντα ἐν μεμερισμένοις τόποις εἰσὶν, ἥλιος μὲν, καὶ σελήνη, καὶ ἀστέρες ἐν τῷ στερεώματι, νεφέλαι δὲ ἐν τῷ ἀέρι· καὶ τοῖς ἀνθρώποις ἔστησεν ὅρια ἐθνῶν· οἵ τε ἄγγελοι ἀποστέλλονται εἰς διακονίας· «Καὶ ἦλθον οἱ ἄγγελοι παραστῆναι ἐνώπιον τοῦ Κυρίου,» ὡς ἐν τῷ Ἰὼβ γέγραπται· καὶ, «ἐνυπνιάσθη δὲ Ἰακὼβ ὁ πατριάρχης· καὶ, ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾽ αὐτῆς.» Εἰ δὲ τὸ μὲν Πνεῦμα πάντα πληροῖ, καὶ ἐν τῷ Λόγῳ πάρεστιν ἐν μέσῳ πάντων, οἱ δὲ ἄγγελοι ἐλαττοῦνται τούτῳ, καὶ ἔνθα ἀποστέλλονται, ἐκεῖ πάρεισιν· οὐκ ἀμφίβολον οὖν, ὅτι οὔτε τῶν γενητῶν, οὔτε ὅλως ἄγγελός ἐστιν, ὡς ὑμεῖς λέγετε, τὸ Πνεῦμα, ἀλλ᾽ ἄνω τῆς τῶν ἀγγέλων φύσεώς ἐστιν.

Πάλιν γὰρ καὶ ἐκ τούτων ἄν τις ἴδοι τὸ Πνεῦμα τὸ ἅγιον, ὡς μεθεκτόν ἐστι καὶ οὐ μετέχον (τὰ αὐτὰ γὰρ λέγειν οὐκ ὀκνητέον). «Ἀδύνατον γὰρ,» φησὶ, «τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους Πνεύματος ἁγίου γενομένους, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα,» καὶ τὰ ἑξῆς. Οἱ δὲ ἄγγελοι, καὶ τὰ ἄλλα κτίσματα μετέχοντά ἐστιν αὐτοῦ τοῦ Πνεύματος· διὰ τοῦτο γὰρ ταῦτα μὲν καὶ ἐκπίπτειν οὗ μετέσχον δύναται· τὸ δὲ Πνεῦμα ἀεὶ τὸ αὐτό ἐστιν· οὐ γὰρ τῶν μετεχόντων ἐστὶν, ἀλλ᾽ αὐτοῦ τὰ πάντα μετέχει. Εἰ δὲ τοῦτο μὲν ἀεὶ τὸ αὐτό ἐστι καὶ μεθεκτὸν, τὰ δὲ κτίσματα μετέχοντά ἐστιν αὐτοῦ· οὐκ ἂν εἴη τὸ Πνεῦμα τὸ ἅγιον οὔτε ἄγγελος, οὔτε ὅλως κτίσμα, ἀλλ᾽ ἴδιον τοῦ Λόγου, παρ᾽ οὗ διδόμενον μετέχεται παρὰ τῶν κτισμάτων· ἐπεὶ ὥρα λέγειν αὐτοὺς καὶ τὸν Υἱὸν κτίσμα, οὗ πάντες ἐν τῷ Πνεύματι μέτοχοι γεγόναμεν. Καὶ πάλιν ἕν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον· τὰ δὲ κτίσματα πολλά. Ἄγγελοι μὲν γὰρ χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες· φωστῆρες δὲ πολλοὶ, καὶ θρόνοι, καὶ κυριότητες, καὶ οὐρανοὶ, καὶ χερουβὶμ, καὶ σεραφὶμ, καὶ ἀρχάγγελοι πολλοί· καὶ ἁπλῶς οὐκ ἔστι τὰ κτίσματα ἓν, ἀλλὰ πάντα πολλὰ καὶ διάφορα. Εἰ δὲ τὸ μὲν Πνεῦμα τὸ ἅγιον ἕν ἐστι, τὰ δὲ κτίσματα πολλὰ, καὶ ἄγγελοι πολλοί· ποία ὁμοιότης τῷ Πνεύματι πρὸς τὰ γενητά;

Καὶ οὐκ ἄδηλον, ὅτι οὐκ ἔστι τῶν πολλῶν τὸ Πνεῦμα, ἀλλ᾽ οὐδὲ ἄγγελος, ἀλλ᾽ ἓν ὂν, μᾶλλον δὲ τοῦ Λόγου ἑνὸς ὄντος ἴδιον, καὶ τοῦ Θεοῦ ἑνὸς ὄντος ἴδιον καὶ ὁμοούσιόν ἐστι. Ταῦτα μὲν οὖν καὶ μόνα καθ᾽ ἑαυτὰ λεγόμενα περὶ τοῦ ἁγίου Πνεύματος δείκνυσιν αὐτὸ μηδὲν κοινὸν μηδὲ ἴδιον ἔχειν τι τῇ φύσει καὶ τῇ οὐσίᾳ πρὸς τὰ κτίσματα, ἀλλ᾽ ἄλλο μὲν εἶναι τῶν γενητῶν, ἴδιον δὲ καὶ οὐ ξένον τῆς τοῦ Υἱοῦ οὐσίας καὶ θεότητος, δι᾽ ἣν καὶ τῆς ἁγίας Τριάδος ὂν, καταισχύνει τὴν ἐκείνων ἀναισθησίαν.