Καὶ διὰ τοῦ Πνεύματος λεγόμεθα πάντες μέτοχοι τοῦ Θεοῦ· «Οὐκ οἴδατε, γάρ φησιν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ὑμῖν οἰκεῖ; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ κτίσμα δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις ἐν αὐτῷ μετουσία τοῦ Θεοῦ γένοιτο ἡμῖν· ἀλλ᾽ ἢ ἄρα κτίσματι μὲν συνηπτόμεθα, ἀλλότριοι δὲ τῆς θείας φύσεως ἐγινόμεθα, ὡς κατὰ μηδὲν αὐτῆς μετέχοντες. Νῦν δὲ, ὅτε λεγόμεθα μέτοχοι Χριστοῦ καὶ μέτοχοι Θεοῦ, δείκνυται τὸ ἐν ἡμῖν χρίσμα καὶ ἡ σφραγὶς μὴ οὖσα τῆς τῶν γενητῶν φύσεως, ἀλλὰ τῆς τοῦ Υἱοῦ, διὰ τοῦ ἐν αὐτῷ Πνεύματος συνάπτοντος ἡμᾶς τῷ Πατρί. Τοῦτο γὰρ ὁ Ἰωάννης, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται, διδάσκων ἔγραψεν· «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν τῷ Θεῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ αὐτὸς ἔδωκεν ἡμῖν.» Εἰ δὲ τῇ τοῦ Πνεύματος μετουσίᾳ γινόμεθα κοινωνοὶ θείας φύσεως, μαίνοιτ᾽ ἄν τις λέγων τὸ Πνεῦμα τῆς κτιστῆς φύσεως, καὶ μὴ τῆς τοῦ Θεοῦ. Διὰ τοῦτο γὰρ καὶ ἐν οἷς γίνεται, οὗτοι θεοποιοῦνται· εἰ δὲ θεοποιεῖ, οὐκ ἀμφίβολον, ὅτι ἡ τούτου φύσις Θεοῦ ἐστι. Καὶ ἔτι δὲ φανερώτερον εἰς ἀναίρεσιν τῆς αἱρέσεως ταύτης ἐν τῷ ἑκατοστῷ τρίτῳ ψαλμῷ ᾄδεται, ὡς ἔμπροσθεν εἴπομεν· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.