Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολαὶ τέσσαρες πρὸς Σεραπίωνα

Μέγας Αθανάσιος

Επιστολή πρώτη: Η ενιαία ενέργεια της Τριάδος και η αποστολική παράδοση

Επιβεβαίωση της κοινής χορηγίας των πνευματικών χαρισμάτων από τον Πατέρα διά του Υιού εν Αγίω Πνεύματι. Προβολή της αρχέγονης βαπτισματικής πίστεως και κατακλείδα της επιστολής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 7

Ἴδωμεν δὲ ὅμως καὶ πρὸς τούτοις καὶ αὐτὴν τὴν ἐξ ἀρχῆς παράδοσιν καὶ διδασκαλίαν καὶ πίστιν τῆς καθολικῆς Ἐκκλησίας, ἣν ὁ μὲν Κύριος ἔδωκεν, οἱ δὲ ἀπόστολοι ἐκήρυξαν, καὶ οἱ πατέρες ἐφύλαξαν. Ἐν ταύτῃ γὰρ ἡ Ἐκκλησία τεθεμελίωται, καὶ ὁ ταύτης ἐκπίπτων οὔτ᾽ ἂν εἴη, οὔτ᾽ ἂν ἔτι λέγοιτο Χριστιανός. Τριὰς τοίνυν ἁγία καὶ τελεία ἐστὶν, ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεολογουμένη, οὐδὲν ἀλλότριον ἢ ἔξωθεν ἐπιμιγνύμενον ἔχουσα, οὐδὲ ἐκ δημιουργοῦ καὶ γενητοῦ συνισταμένη, ἀλλ᾽ ὅλη τοῦ κτίζειν καὶ δημιουργεῖν οὖσα· ὁμοία δὲ ἑαυτῇ καὶ ἀδιαίρετός ἐστι τῇ φύσει, καὶ μία ταύτης ἡ ἐνέργεια. Ὁ γὰρ Πατὴρ διὰ τοῦ Λόγου ἐν Πνεύματι ἁγίῳ τὰ πάντα ποιεῖ· καὶ οὕτως ἡ ἑνότης τῆς ἁγίας Τριάδος σώζεται· καὶ οὕτως εἷς Θεὸς ἐν τῇ Ἐκκλησίᾳ κηρύττεται, «ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν.» «Ἐπὶ πάντων» μὲν ὡς Πατὴρ, ὡς ἀρχὴ, καὶ πηγή· «διὰ πάντων» δὲ διὰ τοῦ Λόγου· «ἐν πᾶσι» δὲ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Τριὰς δέ ἐστιν οὐχ ἕως ὀνόματος μόνον καὶ φαντασίας λέξεως, ἀλλὰ ἀληθείᾳ καὶ ὑπάρξει Τριάς. Ὥσπερ γὰρ ὁ ὤ ἐστιν ὁ Πατὴρ, οὕτως ὁ ὤν ἐστι καὶ ἐπὶ πάντων Θεὸς ὁ τούτου Λόγος. Καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἀνύπαρκτόν ἐστιν, ἀλλ᾽ ὑπάρχει καὶ ὑφέστηκεν ἀληθῶς.

Καὶ οὔτε ἔλαττον τούτων φρονεῖ ἡ καθολικὴ Ἐκκλησία, ἵνα μὴ εἰς τοὺς νῦν κατὰ Καϊάφαν Ἰουδαίους καὶ εἰς Σαβέλλιον ἐμπέσῃ· οὔτε πλεῖον ἐπινοεῖ, ἵνα μὴ εἰς τὴν Ἑλλήνων πολυθεότητα κυλισθῇ. Καὶ ὅτι αὕτη ἡ πίστις τῆς Ἐκκλησίας ἐστὶ, μαθέτωσαν πῶς ὁ μὲν Κύριος ἀποστέλλων τοὺς ἀποστόλους παρήγγειλε τοῦτον θεμέλιον τιθέναι τῇ Ἐκκλησίᾳ λέγων· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Οἱ δὲ ἀπόστολοι, πορευθέντες, οὕτως ἐδίδαξαν· καὶ τοῦτό ἐστιν εἰς πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν Ἐκκλησίαν τὸ κήρυγμα.

Οὐκοῦν τοῦτον ἐχούσης τῆς Ἐκκλησίας τὸν θεμέλιον τῆς πίστεως, εἰπάτωσαν πάλιν ἡμῖν ἐκεῖνοι καὶ ἀποκρινάσθωσαν· Τριάς ἐστιν, ἢ δυάς; Εἰ μὲν οὖν δυάς ἐστι, συναριθμείσθω παρ᾽ ὑμῶν τοῖς κτίσμασι τὸ Πνεῦμα. Οὐκ ἔστι μὲν τὸ τοιοῦτον ὑμῶν φρόνημα εἰς ἕνα Θεὸν, τὸν «ἐπὶ πάντων,» καὶ «διὰ πάντων,» καὶ «ἐν πᾶσι.» Τὸ γὰρ, «ἐν πᾶσιν,» οὐκ ἔχετε, διαιροῦντες καὶ ἀποξενοῦντες ἀπὸ τῆς θεότητος τὸ Πνεῦμα· καὶ ἡ τελείωσις δὲ ὑμῶν, ἣν νομίζετε ποιεῖν, οὕτω φρονοῦντες, οὐκ ἔστιν ὁλόκληρος εἰς θεότητα γινομένη. Ἐπιμίγνυται γὰρ ταύτῃ κτίσμα· καὶ θεολογεῖτε καὶ ὑμεῖς, ὡς οἱ Ἀρειανοὶ καὶ Ἕλληνες, τὴν κτίσιν μετὰ τοῦ κτίσαντος αὐτὴν Θεοῦ διὰ τοῦ ἰδίου Λόγου. Οὕτω δὲ διακείμενοι, ποίας ἐλπίδος ἐστέ; Ἢ τίς ὑμᾶς συνάψει τῷ Θεῷ, μὴ ἔχοντας τὸ Πνεῦμα αὐτοῦ τοῦ Θεοῦ, ἀλλὰ τὸ τῆς κτίσεως; Ποία δὲ ὑμῶν τόλμα καὶ ἀπροσεξία, ὅτι τὸν Πατέρα καὶ τὸν τούτου Λόγον εἰς τὰ κτίσματα κατάγετε, καὶ πάλιν τὸ κτίσμα συνεξισοῦτε τῷ Θεῷ; Τοῦτο γὰρ ποιεῖτε φανταζόμενοι περὶ τοῦ Πνεύματος ὡς κτίσματος, καὶ συντάσσοντες αὐτὸ εἰς Τριάδα. Τί δὲ καὶ τὸ μανιῶδες ὑμῶν, ὥστε φρονεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ, ὅτι μὴ πάντες ἄγγελοι, ἢ πάντα τὰ κτίσματα, ἀλλ᾽ εἷς ἐκ τούτων συναριθμεῖται τῷ Θεῷ καὶ τῷ Λόγῳ αὐτοῦ;

Ἔδει γὰρ καθ᾽ ὑμᾶς, ἅπαξ ἀγγέλου καὶ κτίσματος ὄντος τοῦ Πνεύματος, καὶ συντασσομένου εἰς Τριάδα, μὴ ἕνα, ἀλλὰ καὶ πάντας τοὺς κτισθέντας ἀγγέλους συντάσσεσθαι ταύτῃ· καὶ μηκέτι Τριάδα, ἀλλὰ πληθύν τινα θεότητος ἀναρίθμητον εἶναι· ἵνα καὶ ἡ ἐν τούτῳ πάλιν δοκοῦσα τελείωσις ὑμῶν γίνεσθαι, διαιρουμένη ὧδε κἀκεῖσε, ἀβέβαιος τῇ ποικιλίᾳ γένηται. Τοιαῦτα γὰρ τὰ τέλη ὑμῶν τε καὶ τῶν Ἀρειανῶν λογιζομένων κατὰ τῆς θεότητος, καὶ τῇ κτίσει λατρευόντων παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν.

Τοιαῦτα μὲν οὖν ὑμῖν ἄτοπα ἐκ τοῦ δυάδα λέγειν ἀπαντᾷ. Εἰ δὲ Τριάς ἐστιν, ὥσπερ οὖν καὶ ἔστι, δέδεικται δὲ ἀδιαίρετος οὖσα καὶ οὐκ ἀνόμοιος· ἀνάγκη μίαν ταύτης εἶναι τὴν ἁγιότητα, καὶ μίαν ταύτης τὴν ἀϊδιότητα, καὶ τὴν τῆς ἀτρεψίας φύσιν.

Ὥσπερ γὰρ ἡ ὡς αὐτὴν παραδεδομένη πίστις μία ἐστὶ, καὶ αὕτη συνάπτει τῷ Θεῷ, ὁ δὲ ὑπεξαιρούμενός τι τῆς Τριάδος, καὶ ἐν μόνῳ τῷ τοῦ Πατρὸς ὀνόματι βαπτιζόμενος, ἢ ἐν μόνῳ τῷ ὀνόματι τοῦ Υἱοῦ, ἢ χωρίς γε τοῦ Πνεύματος ἐν Πατρὶ καὶ Υἱῷ, οὐδὲν λαμβάνει, ἀλλὰ κενὸς καὶ ἀτελὴς αὐτός τε καὶ ὁ δοκῶν διδόναι διαμένει· ἐν τῇ Τριάδι γὰρ ἡ τελείωσίς ἐστιν· οὕτως ὁ διαιρῶν τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, ἢ τὸ Πνεῦμα κατάγων εἰς τὰ κτίσματα, οὔτε τὸν Υἱὸν ἔχει οὔτε τὸν Πατέρα, ἀλλ᾽ ἔστιν ἄθεος καὶ ἀπίστου χείρων, καὶ πάντα μᾶλλον ἢ Χριστιανός· καὶ δικαίως γε. Καθάπερ γὰρ ἕν ἐστι τὸ βάπτισμα ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι διδόμενον, καὶ μία πίστις ἐστὶν εἰς αὐτὴν, ὡς εἶπεν ὁ Ἀπόστολος· οὕτως ἡ ἁγία Τριὰς, ἡ αὐτὴ οὖσα ἑαυτῇ, καὶ ἡνωμένη πρὸς ἑαυτὴν, οὐδὲν ἔχει ἐν ἑαυτῇ τῶν γενητῶν· καὶ αὕτη τῆς Τριάδος ἡ ἀδιαίρετος ἑνότης, καὶ μία ἡ εἰς ταύτην πίστις ἐστίν. Εἰ δὲ κατὰ τὴν ὑμῶν τῶν Τροπικῶν ἐπεξεύρεσιν οὐχ οὕτως ἐστὶν, ἀλλ᾽ ἐνυπνιάσθητε κτίσμα λέγειν τὸ Πνεῦμα τὸ ἅγιον· οὐκέτι μία πίστις ἐστὶν ὑμῶν, οὐδὲ ἓν βάπτισμα, ἀλλὰ δύο· ἓν μὲν εἰς Πατέρα καὶ Υἱόν· ἕτερον δὲ εἰς ἄγγελον κτίσμα ὄντα· καὶ οὐδὲν λοιπὸν ὑμῶν ἀσφαλὲς οὐδὲ ἀληθές. Ποία γὰρ κοινωνία γενητῷ καὶ δημιουργῷ; Ἢ ποία ἑνότης τοῖς κάτω κτίσμασι καὶ τῷ ταῦτα δημιουργήσαντι Λόγῳ;

Τοῦτο εἰδὼς ὁ μακάριος Παῦλος, οὐ διαιρεῖ τὴν Τριάδα, ὥσπερ ὑμεῖς, ἀλλὰ τὴν ἑνότητα ταύτης διδάσκων ἔγραψε Κορινθίοις περὶ τῶν πνευματικῶν, καὶ τὰ πάντα εἰς ἕνα Θεὸν τὸν Πατέρα ἀνακεφαλαιοῖ λέγων· «Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.» Ἃ γὰρ τὸ Πνεῦμα ἑκάστῳ διαιρεῖ, ταῦτα παρὰ τοῦ Πατρὸς διὰ τοῦ Λόγου χορηγεῖται. Πάντα γὰρ τὰ τοῦ Πατρὸς, τοῦ Υἱοῦ ἐστι· διὸ καὶ τὰ παρὰ τοῦ Υἱοῦ ἐν Πνεύματι διδόμενα τοῦ Πατρός ἐστι χαρίσματα. Καὶ τοῦ Πνεύματος δὲ ὄντος ἐν ἡμῖν, καὶ ὁ Λόγος ὁ τοῦτο διδούς ἐστιν ἐν ἡμῖν, καὶ ἐν τῷ Λόγῳ ἐστὶν ὁ Πατήρ· καὶ οὕτως ἐστὶ τὸ, «Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν,» καθάπερ εἴρηται. Ἔνθα γὰρ τὸ φῶς, ἐκεῖ καὶ τὸ ἀπαύγασμα· καὶ ἔνθα τὸ ἀπαύγασμα, ἐκεῖ καὶ ἡ τούτου ἐνέργεια καὶ αὐγοειδὴς χάρις. Καὶ τοῦτο πάλιν διδάσκων ὁ Παῦλος ἔγραφεν αὖθις Κορινθίοις καὶ ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ λέγων· «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, μετὰ πάντων ὑμῶν.» Ἡ γὰρ διδομένη χάρις καὶ δωρεὰ ἐν Τριάδι δίδοται παρὰ τοῦ Πατρὸς δι᾽ Υἱοῦ ἐν Πνεύματι ἁγίῳ.

Ὥσπερ γὰρ ἐκ τοῦ Πατρός ἐστι δι᾽ Υἱοῦ ἡ διδομένη χάρις, οὕτως οὐκ ἂν γένοιτο κοινωνία τῆς δόσεως ἐν ἡμῖν, εἰ μὴ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Τούτου γὰρ μετέχοντες, ἔχομεν τοῦ Πατρὸς τὴν ἀγάπην, καὶ τοῦ Υἱοῦ τὴν χάριν, καὶ αὐτοῦ τοῦ Πνεύματος τὴν κοινωνίαν.

Μία ἄρα καὶ ἐκ τούτων ἡ τῆς Τριάδος ἐνέργεια δείκνυται. Οὐ γὰρ ὡς παρ᾽ ἑκάστου διάφορα καὶ διῃρημένα τὰ διδόμενα σημαίνει ὁ Ἀπόστολος· ἀλλ᾽ ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ ἐστι. Τὸ τοίνυν μὴ ὂν κτίσμα, ἀλλ᾽ ἡνωμένον τῷ Υἱῷ, ὡς ὁ Υἱὸς ἥνωται τῷ Πατρὶ, τὸ συνδοξαζόμενον Πατρὶ καὶ Υἱῷ, καὶ θεολογούμενον μετὰ τοῦ Λόγου, ἐνεργοῦν τε ἅπερ ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ ἐργάζεται, πῶς ὁ λέγων κτίσμα οὐκ ἄντικρυς εἰς αὐτὸν τὸν Υἱὸν ἀσεβεῖ; Οὐδὲν γάρ ἐστιν ὃ μὴ διὰ τοῦ Λόγου ἐν τῷ Πνεύματι γίνεται καὶ ἐνεργεῖται. Τοῦτο καὶ ἐν Ψαλμοῖς ᾄδεται· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν·» καὶ ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ ἑβδόμῳ ψαλμῷ· «Ἀποστελεῖ τὸν Λόγον αὐτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ Πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.» Καὶ ἐδικαιώθημεν δὲ, ὡς εἶπεν ὁ Ἀπόστολος, «ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Ἀδιαίρετον γάρ ἐστι τοῦ Λόγου τὸ Πνεῦμα.

Ἀμέλει λέγοντος τοῦ Κυρίου, «Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ,» συνεισέρχεται τὸ Πνεῦμα οὐκ ἄλλως ἢ ὡς ὁ Υἱὸς ἐν ἡμῖν οἰκήσων, γράφοντος Ἐφεσίοις τοῦ Παύλου· «Ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστόν.» Τοῦ δὲ Υἱοῦ ἐν ἡμῖν ὄντος, ἔτι καὶ ὁ Πατὴρ, λέγοντος τοῦ Υἱοῦ· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Διὸ καὶ, γινομένου τοῦ Λόγου ἐν τοῖς προφήταις, ἐν αὐτῷ τῷ Πνεύματι τῷ ἁγίῳ προφητεύουσι. Τῆς γοῦν Γραφῆς λεγούσης, «Καὶ ἐγένετο Λόγος Κυρίου» πρὸς τόνδε τὸν προφήτην, δείκνυται προφητεύων ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Ἐν μὲν γὰρ τῷ Ζαχαρίᾳ γέγραπται· «Πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν Πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις·» ὅτε καὶ μετ᾽ ὀλίγα αἰτιώμενος τὸν λαὸν ἔλεγε· «Καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ, τοῦ μὴ εἰσακούειν τοὺς νόμους μου καὶ τοὺς λόγους, οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν αὐτοῦ τῶν ἔμπροσθεν·» ὁ δὲ Πέτρος ἐν ταῖς Πράξεσιν ἔλεγεν· «Ἄνδρες ἀδελφοὶ, ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον.»

Καὶ κοινῇ δὲ οἱ ἀπόστολοι ἐβόων οὕτως· «Δέσποτα, ὁ ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς, ὁ τοῦ πατρὸς ἡμῶν διὰ Πνεύματος ἁγίου στόματος Δαβὶδ τοῦ παιδός σου εἰπών.» Καὶ ὁ Παῦλος, ἐν μὲν τῇ Ῥώμῃ γενόμενος, ἐπαῤῥησιάζετο τοῖς ἐλθοῦσι πρὸς αὐτὸν Ἰουδαίοις· «Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν.» Τιμοθέῳ δὲ ἔγραφε· «Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης πίστεως, προσέχοντες πνεύμασι πλάνης.» Διὸ καὶ ὅταν λέγηται ἔν τισι τὸ Πνεῦμα γενέσθαι, νοεῖται ὁ Λόγος ἐν αὐτῷ διδοὺς τὸ Πνεῦμα. Τῆς γοῦν προφητείας πληρουμένης, «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,» ὁ Παῦλος ἔλεγε· «Κατὰ τὴν ἐπιχορηγίαν τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ εἰς ἐμέ·» καὶ πρὸς Κορινθίους δὲ ἔγραφεν· «Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;» Εἰ δὲ Χριστὸς ἦν ὁ λαλῶν ἐν αὐτῷ, δῆλον, ὅτι Χριστοῦ ἦν τὸ Πνεῦμα τὸ λαλοῦν ἐν αὐτῷ· καὶ γὰρ τοῦ Χριστοῦ λαλοῦντος ἐν αὐτῷ ἐν ταῖς Πράξεσιν ἔλεγε πάλιν· «Καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῷ Πνεύματι, πορεύομαι εἰς Ἱερουσαλὴμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς· πλὴν ὅτι τὸ Πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον, ὅτι δεσμὰ καὶ θλίψεις μένουσί με.»

Ὅθεν, ἐὰν οἱ ἅγιοι λέγωσι· Τάδε λέγει Κύριος, οὐκ ἄλλως ἢ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ λαλοῦσι· καὶ ἐν τῷ Πνεύματι λαλοῦντες, ἐν Χριστῷ ταῦτα λέγουσιν· ἐὰν δὲ καὶ ὁ Ἄγαβος ἐν ταῖς Πράξεσι λέγῃ· «Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον·» οὐκ ἄλλως ἢ τοῦ Λόγου γενομένου πρὸς αὐτὸν, τὸ Πνεῦμα ἐχορήγει λαλεῖν ἐν αὐτῷ καὶ διαμαρτύρασθαι τὰ μένοντα τὸν Παῦλον εἰς Ἱερουσαλήμ.

Ἀμέλει, τοῦ Πνεύματος πάλιν διαμαρτυρουμένου τῷ Παύλῳ, ὁ αὐτὸς Χριστὸς ἐλάλει ἐν αὐτῷ, ὡς εἶναι τοῦ Λόγου τὴν ἐκ τοῦ Πνεύματος γινομένην διαμαρτυρίαν. Οὕτω καὶ ἐπὶ τὴν ἁγίαν Παρθένον Μαρίαν ἐπιδημοῦντος τοῦ Λόγου, συνεισήρχετο τὸ Πνεῦμα, καὶ Λόγος ἐν τῷ Πνεύματι ἔπλαττε καὶ ἥρμοζεν ἑαυτῷ τὸ σῶμα, συνάψαι θέλων καὶ προσενεγκεῖν δι᾽ ἑαυτοῦ τὴν κτίσιν τῷ Πατρὶ, καὶ ἀποκαταλλάξαι τὰ πάντα ἐν αὐτῷ, «εἰρηνοποιήσας τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς.» Συμφώνως ἄρα ἀπὸ τῶν θείων Γραφῶν δείκνυται μὴ εἶναι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ ἴδιον τοῦ Λόγου καὶ τῆς τοῦ Πατρὸς θεότητος· οὕτω γὰρ τῶν μὲν ἁγίων ἡ διδασκαλία εἰς τὴν ἁγίαν καὶ ἀδιαίρετον Τριάδα συνάγεται, καὶ μία πίστις αὕτη τῆς καθολικῆς Ἐκκλησίας ἐστί· τῶν δὲ Τροπικῶν ἡ ἀλόγιστος μυθοπλαστία διαφωνεῖ μὲν πρὸς τὰς Γραφὰς, συμφωνεῖ δὲ τῇ τῶν Ἀρειομανιτῶν ἀλογίᾳ· καὶ εἰκὸς αὐτοὺς οὕτως ὑποκρίνασθαι ἀπάτης ἕνεκεν τῶν ἀκεραίων. Ἀλλὰ χάρις τῷ Κυρίῳ, ὅτι, ὡς γράφεις, οὐκ ἔλαθον σκέποντες ἑαυτοὺς τῇ πρὸς τοὺς Ἀρειανοὺς προσποιήτῳ ἀντιλογίᾳ· καὶ γὰρ καὶ παρ᾽ ἐκείνων ἐμισήθησαν, ὅτι μόνον τὸ Πνεῦμα καὶ οὐχὶ καὶ τὸν Λόγον κτίσμα λέγουσι· καὶ παρὰ πάντων δὲ κατεγνώσθησαν, ὡς τῷ ὄντι πνευματομαχοῦντες, καὶ μετ᾽ ὀλίγον γινόμενοι νεκροὶ, ἔρημοι καὶ κενοὶ τοῦ Πνεύματος ὄντες.

Κατὰ γὰρ τὸν μακάριον Ἀπόστολον, ψυχικοὶ ἄνθρωποι ὄντες οὐκ ἠδυνήθησαν δέξασθαι τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ, ὅτι πνευματικῶς ἀνεκρίνοντο· οἱ δὲ τὰ τῆς ἀληθείας φρονοῦντες ἀνακρίνουσι μὲν τὰ πάντα, αὐτοὶ δὲ ὑπ᾽ οὐδενὸς ἀνακρίνονται, ἔχοντες ἐν ἑαυτοῖς τὸν Κύριον ἀποκαλύπτοντα αὐτοῖς ἐν τῷ Πνεύματι ἑαυτόν τε καὶ δι᾽ ἑαυτοῦ τὸν Πατέρα.

Ἐγὼ μὲν οὖν καίπερ ἐν ἐρήμῳ διάγων, διὰ γοῦν τὴν ἀναίδειαν τῶν ἐκτραπέντων ἀπὸ τῆς ἀληθείας, οὐ φροντίσας τῶν γελᾷν ἐθελόντων διὰ τὸ ἀσθενὲς καὶ ταπεινὸν τῆς διὰ τῶν λόγων ἀποδείξεως, δι᾽ ὀλίγων γράψας, ἀπέστειλα τῇ σῇ εὐλαβείᾳ, πολλὰ παρακαλῶν, ἵνα, ἐντυγχάνων τούτοις, τὰ μὲν διορθώσῃ, ἐπὶ δὲ τοῖς ἀσθενῶς εἰρημένοις συγγινώσκῃς.

Κατὰ γὰρ τὴν παραδοθεῖσαν ἡμῖν παρὰ τῶν Πατέρων ἀποστολικὴν πίστιν παρέδωκα, μηδὲν ἔξωθεν ἐπινοήσας, ἀλλ᾽ ὅπερ ἔμαθον ἐνεχάραξα συμφώνως ταῖς ἁγίαις Γραφαῖς. Σύμφωνον γὰρ καὶ τοῦτο τοῖς προαποπεφασμένοις πρὸς βεβαίωσιν ἐκ τῶν ἁγίων Γραφῶν. Καὶ οὐκ, ἔξωθεν ἐπινενόηται, ἀλλ᾽ αὐτὸς ὁ Κύριος Ἰησοῦς Χριστὸς δι᾽ αὐτοῦ ἐδίδασκε τὴν Σαμαρεῖτιν, καὶ δι᾽ αὐτῆς ἡμᾶς, τὴν τῆς ἁγίας Τριάδος τελειότητα, ἀδιαίρετον ὑπάρχουσαν καὶ μίαν Θεότητα. Αὐτὴ ἡ ἀλήθεια μαρτυρεῖ, ὥς φησι τῇ Σαμαρείτιδι· «Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν Πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Δέδεικται τοίνυν ἐντεῦθεν, ὡς ἡ ἀλήθεια μὲν αὐτὸς ὁ Υἱός ἐστιν, ὡς αὐτός φησιν· «Ἐγώ εἰμι ἡ ἀλήθεια·» περὶ οὗ καὶ ὁ προφήτης Δαβὶδ ἐπεκαλεῖτο λέγων· «Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου.» Οἱ ἀληθινοὶ τοίνυν προσκυνηταὶ προσκυνοῦσι μὲν τῷ Πατρῖ, ἀλλ᾽ ἐν Πνεύματι καὶ ἀληθείᾳ, ὁμολογοῦντες Υἱὸν καὶ ἐν αὐτῷ τὸ Πνεῦμα. Ἀχώριστον γὰρ τοῦ Υἱοῦ τὸ Πνεῦμα, ὡς ἀχώριστος ὁ Υἱὸς τοῦ Πατρός.

Αὐτὴ ἡ Ἀλήθεια μαρτυρεῖ ἡ λέγουσα· «Πέμψω ὑμῖν τὸν Παράκλητον, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν,» τουτέστιν οἱ ἀρνούμενοι αὐτὸ ἐκ τοῦ Πατρὸς ἐν τῷ Υἱῷ. Χρὴ τοίνυν κατὰ μίμησιν τῶν ἀληθινῶν ὁμολογεῖν καὶ προσδραμεῖν τῇ ἀληθείᾳ. Ἂν δ᾽ ἄρα καὶ μετὰ ταῦτα μήτε μαθεῖν θέλωσι, μήτε νοεῖν δύνωνται· κἂν τῶν δυσφημιῶν παυέσθωσαν, καὶ μὴ διαιρείτωσαν τὴν Τριάδα, ἵνα μὴ διαιρεθῶσιν ἀπὸ τῆς ζωῆς· μηδὲ τοῖς κτίσμασι συναριθμείτωσαν τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα μὴ, ὡς οἱ τότε Φαρισαῖοι τῷ Βεελζεβοὺλ τὰ τοῦ Πνεύματος ἀνετίθεσαν, οὕτω καὶ οὗτοι, τὰ ἴσα τολμῶντες, ἀσύγγνωστον καὶ ὧδε καὶ μετὰ ταῦτα τὴν τιμωρίαν μετ᾽ ἐκείνων ὑπομείνωσιν.