Καὶ γὰρ ὥσπερ ὁ ἑωρακὼς τὸν Υἱὸν ὁρᾷ τὸν Πατέρα, οὕτως ὁ τὸ Πνεῦμα τὸ ἅγιον ἔχων ἔχει τὸν Υἱὸν, καὶ ἔχων αὐτὸν, ναὸς τοῦ Θεοῦ ἐστι, γράφοντος τοῦ μὲν Παύλου· «Οὐκ οἴδατε, ὅτι ναὸς τοῦ Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν·» ὁ δὲ Ἰωάννης φησίν· «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν τῷ Θεῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.» Εἰ δὲ ὁ Υἱὸς ἐν τῷ Πατρὶ ὢν, ἐν ᾧ ἐστι καὶ ὁ Πατὴρ, ὡμολογήθη μὴ εἶναι κτίσμα, ἀνάγκη πᾶσα μηδὲ τὸ Πνεῦμα εἶναι κτίσμα· ἐν αὐτῷ γάρ ἐστιν ὁ Υἱὸς, καὶ αὐτὸς ἐν τῷ Υἱῷ. Διὸ καὶ ὁ τὸ Πνεῦμα λαμβάνων ναὸς τοῦ Θεοῦ χρηματίζει. Πάλιν δὲ κἀκ τούτου συνιδεῖν καλὸν, εἰ ἔστιν ὁ Υἱὸς τοῦ Θεοῦ Λόγος, ὡς Πατὴρ εἷς ἐστιν. «Εἷς γὰρ Θεὸς, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός·» διὸ καὶ μονογενὴς Υἱὸς εἴρηται καὶ γέγραπται· τὰ δὲ κτίσματα πολλὰ καὶ διάφορα, ἄγγελοι, ἀρχάγγελοι, χερουβὶμ, ἀρχαὶ, ἐξουσίαι, καὶ τὰ ἄλλα, ὥσπερ εἴρηται. Εἰ δὲ, ὅτι οὐκ ἔστι τῶν πολλῶν ὁ Υἱὸς, ἀλλ᾽ εἷς ἐστιν, ὡς Πατὴρ εἷς ἐστι, καὶ οὐκ ἔστι κτίσμα, πάντως καὶ τὸ Πνεῦμα (χρὴ γὰρ ἀπὸ τοῦ Υἱοῦ λαμβάνειν καὶ τὴν περὶ τοῦ Πνεύματος γνῶσιν) οὐκ ἂν εἴη κτίσμα. Οὐ γὰρ τῶν πολλῶν ἐστιν, ἀλλ᾽ ἕν ἐστι καὶ αὐτό.