Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολαὶ τέσσαρες πρὸς Σεραπίωνα

Μέγας Αθανάσιος

Ερμηνεία αμφιλεγόμενων χωρίων βάσει του μυστηρίου της ενανθρώπησης

Αναίρεση της αρειανικής παρερμηνείας του χωρίου των Παροιμιών περί κτίσεως. Εξήγηση της φαινομενικής άγνοιας του Υιού μέσω της ορθόδοξης διάκρισης μεταξύ θείων και ανθρωπίνων ιδιωμάτων Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 10

Ἀλλ᾽ ἐπειδὴ προφασίζονται τὸ ἐν ταῖς Παροιμίαις γεγραμμένον τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,» καὶ ἐπιλέγουσιν ἑαυτοῖς· Ἰδοὺ ἔκτισε, καὶ κτίσμα ἐστίν· ἀναγκαῖόν ἐστι καὶ ἐκ τούτου δεῖξαι ὅσον πλανῶνται, μὴ εἰδότες τὸν σκοπὸν τῆς θείας Γραφῆς. Εἰ μὲν οὖν Υἱός ἐστι, μὴ λεγέσθω κτίσμα· εἰ δὲ κτίσμα, μὴ λεγέσθω Υἱός. Δέδεικται γὰρ ἐν τοῖς ἔμπροσθεν, ὅση διαφορά ἐστι κτίσματος καὶ Υἱοῦ. Καὶ ἐπειδὴ ἡ τελείωσις οὐκ εἰς κτίστην καὶ κτίσμα, ἀλλ᾽ εἰς Πατέρα καὶ Υἱὸν κρατεῖ, ἀνάγκη μὴ λέγεσθαι κτίσμα, ἀλλ᾽ Υἱὸν τὸν Κύριον. Οὐ γέγραπται οὖν; φησί. Ναὶ γέγραπται, καὶ ἀναγκαίως εἴρηται· ἀλλὰ κακῶς νοοῦσι τὸ καλῶς εἰρημένον οἱ αἱρετικοί. Εἰ γὰρ ἐνόουν καὶ ἐγίνωσκον τὸν χαρακτῆρα τοῦ Χριστιανισμοῦ, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἔλεγον κτίσμα εἶναι, οὐδὲ προσέκοπτον τῷ γεγραμμένῳ καλῶς. Ἐκεῖνοι μὲν οὖν «οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν·» διὰ τοῦτο, ὡς γέγραπται, «ἐν σκότῳ διαπορεύονται·» ἡμᾶς δὲ ὅμως ἀναγκαῖον εἰπεῖν, ἵν᾽ ἐκεῖνοι μὲν καὶ ἐν τούτῳ δειχθῶσιν ἄφρονες, ἡμεῖς δὲ μὴ παραλίπωμεν τὸν κατὰ τῆς ἀσεβείας αὐτῶν ἔλεγχον, ἴσως καὶ αὐτοὶ μεταγνῶσιν.

Ὁ χαρακτὴρ τοίνυν τῆς ἐν Χριστῷ πίστεώς ἐστιν οὗτος, τὸν Υἱὸν τοῦ Θεοῦ, Λόγον ὄντα Θεόν («Ἐν ἀρχῇ γὰρ ὁ Λόγος, καὶ Θεὸς ἦν ὁ Λόγος»), σοφίαν ὄντα καὶ δύναμιν τοῦ Πατρός (Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία), τοῦτον ἐπὶ συντελείᾳ τῶν αἰώνων ἄνθρωπον γεγενῆσθαι διὰ τὴν ἡμετέραν σωτηρίαν. Αὐτὸς γὰρ ὁ Ἰωάννης, εἰρηκὼς, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος,» μετ᾽ ὀλίγα εἶπε· «καὶ ὁ Λόγος σὰρξ ἐγένετο·» ἴσον τῷ εἰπεῖν, ἄνθρωπος γέγονε. Καὶ ὁ μὲν Κύριος περὶ ἑαυτοῦ ἔλεγε· «Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» ὁ δὲ Παῦλος, παρ᾽ αὐτοῦ μαθὼν, ἔλεγεν· «Εἷς Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς·» ἄνθρωπος δὲ γενόμενος καὶ οἰκονομήσας τὰ ἀνθρώπινα, τροπώσας τε καὶ καταργήσας τὸν καθ᾽ ἡμῶν θάνατον, κάθηται νῦν ἐν δεξιᾷ τοῦ Πατρὸς, ἐν αὐτῷ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ, ὥσπερ ἦν ἀεὶ, καὶ ἔστι διαπαντός.

Ὁ μὲν χαρακτὴρ οὗτος ἐκ τῶν ἀποστόλων διὰ τῶν Πατέρων· δεῖ δὲ λοιπὸν, ἐντυγχάνοντα τῇ Γραφῇ, δοκιμάζειν καὶ διακρίνειν, πότε μὲν περὶ τῆς θεότητος τοῦ Λόγου λέγει, πότε δὲ περὶ τῶν ἀνθρωπίνων αὐτοῦ· ἵνα μὴ ἕτερα ἀνθ᾽ ἑτέρων νοοῦντες παραπαίωμεν, οἷα πεπόνθασιν οἱ Ἀρειανοί. Ὥσπερ τοίνυν, Λόγον αὐτὸν εἰδότες, οἴδαμεν, ὅτι «δι᾽ αὐτοῦ τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·» καὶ, «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν·» καὶ, «Ἀποστέλλει τὸν Λόγον αὐτοῦ, καὶ ἰᾶται τὰ πάντα·» καὶ σοφίαν δὲ αὐτὸν εἰδότες, οἴδαμεν, ὅτι ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, καὶ πάντα ἐν σοφίᾳ ἐποίησεν ὁ Πατήρ· καὶ Θεὸν δὲ αὐτὸν εἰδότες, πεπιστεύκαμεν, ὅτι αὐτός ἐστιν ὁ Χριστός· «Ὁ θρόνος σου» γὰρ, «ὁ Θεὸς,» ᾄδει Δαβὶδ, «εἰς αἰῶνα αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.

Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Καὶ ἐν μὲν τῷ Ἡσαΐᾳ αὐτὸς περὶ ἑαυτοῦ λέγει· «Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με.» Ὁ δὲ Πέτρος ὡμολόγησεν, ὅτι «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος·» οὕτως εἰδότες αὐτὸν ἄνθρωπον γενόμενον, οὐκ ἀρνούμεθα τὰ περὶ αὐτοῦ ἀνθρωπίνως λεγόμενα, οἷά ἐστι τὸ πεινᾷν, τὸ διψᾷν, τὸ ῥαπισθῆναι, τὸ δακρῦσαι, τὸ κοιμηθῆναι, καὶ τέλος τῷ σταυρῷ ἀναδέξασθαι τὸν ὑπὲρ ἡμῶν θάνατον· ταῦτα γὰρ πάντα περὶ αὐτοῦ γέγραπται. Οὕτως καὶ τὸ, «ἔκτισεν,» ἀνθρώποις ἁρμόζον οὐκ ἀπέκρυψεν ἡ Γραφὴ, ἀλλ᾽ εἴρηκεν. Ἐκτίσθημεν γὰρ καὶ πεποιήμεθα οἱ ἄνθρωποι. Ἀλλ᾽ ὥσπερ ἀκούοντες, ἐπείνασεν, ἐκοιμήθη, ἐῤῥαπίσθη, οὐκ ἀρνούμεθα αὐτοῦ τὴν θεότητα· οὕτως ἀκούοντας τὸ, «ἔκτισεν,» ἀκόλουθον ἂν εἴη μνημονεύειν, ὅτι, Θεὸς ὢν, ἐκτίσθη ἄνθρωπος.

Ἀνθρώπων γὰρ ἴδιον τὸ κτίζεσθαι, ὥσπερ καὶ τὰ προειρημένα, τὸ πεινᾷν, καὶ τὰ ὅμοια. Καὶ γὰρ κἀκεῖνο πάλιν τὸ καλῶς μὲν εἰρημένον, κακῶς δὲ νοούμενον παρ᾽ αὐτοῖς· φημὶ δὴ τὸ, «Περὶ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱὸς,» καλὸν ἔχει τὸν νοῦν. Ἐκεῖνοι μὲν γὰρ νομίζουσιν ἐκ τοῦ λέγειν, «οὐδὲ ὁ Υἱὸς,» ὅτι ἀγνοῶν δηλοῖ, ὅτι κτίσμα ἐστίν. Οὐκ ἔστι δὲ οὕτως· μὴ γένοιτο! καὶ γὰρ ὥσπερ λέγων, «Ἔκτισέ με,» ἀνθρωπίνως εἴρηκεν· οὕτως λέγων, «οὐδὲ ὁ Υἱὸς,» ἀνθρωπίνως εἴρηκε. Καὶ τὸ αἴτιον τοῦ οὕτως εἰρηκέναι ἔχει τὸ εὔλογον. Ἐπειδὴ γὰρ ἄνθρωπος γέγονεν, ὡς γέγραπται, ἀνθρώπων δὲ ἴδιον τὸ ἀγνοεῖν, ὥσπερ καὶ τὸ πεινᾷν, καὶ τὰ ἄλλα (οὐ γὰρ γινώσκουσιν, ἐὰν μὴ ἀκούσωσι καὶ μάθωσι), διὰ τοῦτο καὶ τὴν ἄγνοιαν τῶν ἀνθρώπων, ὡς ἄνθρωπος γεγονὼς, ἐπιδείκνυται· πρῶτον μὲν, ἵνα δείξῃ, ὅτι ἀληθῶς ἀνθρώπινον ἔχει σῶμα· ἔπειτα δὲ, ἵνα καὶ, τὴν ἄγνοιαν τῶν ἀνθρώπων ἐν τῷ σώματι ἔχων, ἀπὸ πάντων λυτρωσάμενος καὶ καθαρίσας, τελείαν καὶ ἁγίαν παραστήσῃ τῷ Πατρὶ τὴν ἀνθρωπότητα.

Ποίαν ἔτι πρόφασιν εὑρήσουσιν οἱ Ἀρειανοί; Τί λοιπὸν ἐπινοήσαντες γογγύσουσι; Κατεγνώσθησαν μὴ εἰδότες τὸ, «Κύριος ἔκτισέ με εἰς ἔργα αὐτοῦ.» Καὶ ἐδείχθησαν μὴ νοοῦντες τὸ, «Περὶ δὲ τῆς ἡμέρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱός.» Καὶ γὰρ ὥσπερ λέγων μὲν τὸ, «ἔκτισε,» τὸ ἀνθρώπινον σημαίνει, ὅτι ἄνθρωπος γέγονε καὶ ἐκτίσθη· λέγων δὲ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα,» καὶ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί,» τὴν ἀϊδιότητα καὶ τὸ πρὸς τὸν Πατέρα ὁμοούσιον σημαίνει· οὕτως λέγων, «Οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς,» ὡς ἄνθρωπος πάλιν λέγει· ἀνθρώπων γὰρ ἴδιον τὸ ἀγνοεῖν. Λέγων δὲ, «Οὐδεὶς οἶδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, οὐδὲ τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ,» οἶδε πολλῷ πλέον τὰ γενητά.

Οἱ μὲν οὖν μαθηταὶ ἐν τῷ κατὰ Ἰωάννην ἔλεγον τῷ Κυρίῳ· «Νῦν οἴδαμεν, ὅτι πάντα οἶδας.» Εὔδηλον οὖν, ὅτι οὐδέν ἐστιν ὃ ἀγνοεῖ, Λόγος ὢν, δι᾽ οὗ τὰ πάντα ἐγένετο. Τῶν δὲ πάντων οὖσα καὶ ἡ ἡμέρα ἐκείνη, πάντως δι᾽ αὐτοῦ γενήσεται, κἂν διαῤῥαγῶσι μυριάκις τῇ ἑαυτῶν ἀγνοίᾳ οἱ Ἀρειανοί.