Ἀνθρώπων γὰρ ἴδιον τὸ κτίζεσθαι, ὥσπερ καὶ τὰ προειρημένα, τὸ πεινᾷν, καὶ τὰ ὅμοια. Καὶ γὰρ κἀκεῖνο πάλιν τὸ καλῶς μὲν εἰρημένον, κακῶς δὲ νοούμενον παρ᾽ αὐτοῖς· φημὶ δὴ τὸ, «Περὶ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱὸς,» καλὸν ἔχει τὸν νοῦν. Ἐκεῖνοι μὲν γὰρ νομίζουσιν ἐκ τοῦ λέγειν, «οὐδὲ ὁ Υἱὸς,» ὅτι ἀγνοῶν δηλοῖ, ὅτι κτίσμα ἐστίν. Οὐκ ἔστι δὲ οὕτως· μὴ γένοιτο! καὶ γὰρ ὥσπερ λέγων, «Ἔκτισέ με,» ἀνθρωπίνως εἴρηκεν· οὕτως λέγων, «οὐδὲ ὁ Υἱὸς,» ἀνθρωπίνως εἴρηκε. Καὶ τὸ αἴτιον τοῦ οὕτως εἰρηκέναι ἔχει τὸ εὔλογον. Ἐπειδὴ γὰρ ἄνθρωπος γέγονεν, ὡς γέγραπται, ἀνθρώπων δὲ ἴδιον τὸ ἀγνοεῖν, ὥσπερ καὶ τὸ πεινᾷν, καὶ τὰ ἄλλα (οὐ γὰρ γινώσκουσιν, ἐὰν μὴ ἀκούσωσι καὶ μάθωσι), διὰ τοῦτο καὶ τὴν ἄγνοιαν τῶν ἀνθρώπων, ὡς ἄνθρωπος γεγονὼς, ἐπιδείκνυται· πρῶτον μὲν, ἵνα δείξῃ, ὅτι ἀληθῶς ἀνθρώπινον ἔχει σῶμα· ἔπειτα δὲ, ἵνα καὶ, τὴν ἄγνοιαν τῶν ἀνθρώπων ἐν τῷ σώματι ἔχων, ἀπὸ πάντων λυτρωσάμενος καὶ καθαρίσας, τελείαν καὶ ἁγίαν παραστήσῃ τῷ Πατρὶ τὴν ἀνθρωπότητα.