Ἀλλ᾽ ἔστω ταῦτα, φασὶ καὶ αὐτοί· διὰ τί οὖν ὁ Ἀπόστολος μετὰ τὸν Χριστὸν οὐκ ὠνόμασε τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοὺς ἐκλεκτοὺς ἀγγέλους; Τὸ αὐτὸ δ᾽ ἄν τις αὐτοὺς ἐρωτήσειε· Διὰ τί μὴ ἀρχαγγέλους, μηδὲ χερουβὶμ, μηδὲ σεραφὶμ, μηδὲ κυριότητας, μηδὲ θρόνους, μηδὲ ἕτερόν τι, ἀλλ᾽ ἐκλεκτοὺς μόνους ἀγγέλους ὠνόμασεν ὁ Παῦλος; Ἆρ᾽ οὖν, ἐπεὶ μὴ οὕτως ὠνόμασεν, οἱ ἄγγελοι ἀρχάγγελοί εἰσιν, ἢ μόνοι ἄγγελοί εἰσι, καὶ οὔτε σεραφὶμ, ἢ χερουβὶμ, οὐκ ἀρχάγγελοι, οὐδὲ κυριότητες, οὐ θρόνοι, οὐκ ἀρχαὶ, οὐχ ἕτερόν τι ἐστίν; Ἀλλὰ τοῦτό ἐστιν ἀνάγκην μὲν ἐπιβάλλειν τῷ Ἀποστόλῳ, διὰ τί μὴ οὕτως, ἀλλ᾽ οὕτως ἔγραψεν, ἀγνοεῖν δὲ τὰς θείας Γραφὰς, καὶ διὰ τοῦτο πλανᾶσθαι περὶ τὴν ἀλήθειαν. Ἰδοὺ γὰρ παρὰ μὲν τῷ Ἡσαΐᾳ γέγραπται· «Προσαγάγετε πρὸς μὲ, καὶ ἀκούσατε ταῦτα· Οὐκ ἀπ᾽ ἀρχῆς ἐν κρυφῇ λελάληκα· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην· καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ·» παρὰ δὲ τῷ Ἀγγαίῳ· «Καὶ νῦν κατίσχυε Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ, ὁ ἱερεὺς ὁ μέγας, λέγει Κύριος. Καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος· καὶ ποιεῖτε, διότι μεθ᾽ ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.» Καὶ παρ᾽ ἀμφοτέροις τοῖς προφήταις περὶ μόνου τοῦ Κυρίου καὶ τοῦ Πνεύματος μνήμη γέγονε. Τί τοίνυν καὶ περὶ τούτου φήσουσιν;