Ἢ τολμησάτωσαν ἀποκρίνασθαι οἱ πάντα λέγοντες εὐχερῶς, πῶς ὁ οὐρανὸς συνέστη, καὶ ἐκ ποίας ὕλης, καὶ τίς ἡ τούτου μίξις, ἢ πῶς ὁ ἥλιος, καὶ ἕκαστος τῶν ἀστέρων; Τί δὲ θαυμαστὸν ἐκ τῶν ὑπερκειμένων, αὐτῶν ἐλέγχειν τὴν ἀφροσύνην, ὅπου γε οὐδὲ πῶς τῶν ὧδε κάτω ξύλων ἡ φύσις, καὶ τῶν ὑδάτων τὰ συστήματα, πῶς τε τῶν ζώων ἡ πλάσις καὶ ἡ σύστασις, γινώσκεται, Ἀλλ᾽ οὐκ ἂν εἴποιεν, ὅπου γε καὶ Σολομὼν, ὁ περισσότερον πάντων σοφίας μετασχὼν, ὁρῶν ἀδύνατον ἀνθρώποις περὶ τούτων εὑρεῖν, ἔλεγε· «Καί γε σύμπαντα τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ἄνθρωπος τὸ ποίημα, ὃ ἐποίησεν ὁ Θεὸς ἀπ᾽ ἀρχῆς καὶ μέχρι τέλους.» Ἆρ᾽ οὖν, ἐπεὶ μὴ δύνανται εὑρεῖν, οὐδὲ εἶναι αὐτὰ ὁμολογοῦσι; Ναὶ ὁμολογήσουσιν ἐφθαρμένην ἔχοντες τὴν διάνοιαν. Οὐκοῦν εἰκότως ἄν τις αὐτοῖς εἴποι· Ὦ ἀνόητοι καὶ πάντα τολμηροὶ, διὰ τί μὴ μᾶλλον ἐπὶ τῆς ἁγίας Τριάδος παύεσθε περιεργαζόμενοι, καὶ μόνον πιστεύετε, ὅτι ἔστιν· ἔχοντες εἰς τοῦτο διδάσκαλον τὸν Ἀπόστολον λέγοντα· «Πιστεῦσαι γὰρ δεῖ πρῶτον Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται;» Οὐ γὰρ, πῶς ἐστιν, εἴρηκεν, ἀλλὰ μόνον, «ὅτι ἔστιν.» Εἰ δὲ μηδὲ οὕτω καταδύονται, εἰπάτωσαν πῶς ἐστιν ὁ Πατὴρ, ἵν᾽ οὕτω μάθωσι, πῶς ἐστι καὶ ὁ τούτου Λόγος.