Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολαὶ τέσσαρες πρὸς Σεραπίωνα

Μέγας Αθανάσιος

Προοίμιο της πρώτης επιστολής και η αίρεση κατά του Αγίου Πνεύματος

Εισαγωγή του Μεγάλου Αθανασίου προς τον Σεραπίωνα. Περιγραφή και έλεγχος της εμφάνισης των αιρετικών, οι οποίοι αν και απορρίπτουν τον Αρειανισμό, διδάσκουν ότι το Άγιο Πνεύμα είναι κτίσμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 10

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΣΕΡΑΠΙΩΝΑ ΘΜΟΥΕΩΣ ΕΠΙΣΚΟΠΟΝ Κατὰ τῶν βλασφημούντων καὶ λεγόντων κτίσμα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον. Τὰ γράμματα τῆς σῆς ἱερᾶς διαθέσεως ἀπεδόθη μοι ἐν τῇ ἐρήμῳ. Καὶ εἰ καὶ πικρός τις ἦν ὁ καθ᾽ ἡμῶν διωγμὸς ἐπικείμενος, καὶ πολλὴ ἔρευνα τῶν ζητούντων ἡμᾶς ἀνελεῖν· ἀλλ᾽ «ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως,» παρεκάλεσεν ἡμᾶς καὶ ἐν τοῖς γράμμασί σου. Ἀναμιμνησκόμενος γὰρ τῆς σῆς διαθέσεως καὶ πάντων τῶν γνησίων, ἔδοξα τούτους σὺν ἐμοὶ τότε παρεῖναι.

Ἐπιπολὺ μὲν οὖν ἔχαιρον κατέχων τὰ γράμματα· ὡς δὲ τούτοις ἐνέτυχον, ἠρξάμην πάλιν ἀθυμεῖν διὰ τοὺς ἅπαξ μελετήσαντας μάχεσθαι πρὸς τὴν ἀλήθειαν. Ἔγραφες γὰρ, ἀγαπητὲ καὶ ἀληθῶς ποθεινότατε, λυπούμενος καὶ αὐτὸς, ὡς ἐξελθόντων μέν τινων ἀπὸ τῶν Ἀρειανῶν διὰ τὴν κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ βλασφημίαν, φρονούντων δὲ κατὰ τοῦ ἁγίου Πνεύματος, καὶ λεγόντων αὐτὸ μὴ μόνον κτίσμα, ἀλλὰ καὶ τῶν λειτουργικῶν πνευμάτων ἓν αὐτὸ εἶναι, καὶ βαθμῷ μόνον αὐτὸ διαφέρειν τῶν ἀγγέλων.

Τοῦτο δέ ἐστι πρὸς μὲν τοὺς Ἀρειανοὺς προσποιητὸς μάχη· ἀληθὴς δὲ ἀντιλογία πρὸς τὴν εὐσεβῆ πίστιν. Ὥσπερ γὰρ ἐκεῖνοι, ἀρνούμενοι τὸν Υἱὸν, ἀρνοῦνται καὶ τὸν Πατέρα· οὕτω καὶ οὗτοι, δυσφημοῦντες εἰς τὸ Πνεῦμα τὸ ἅγιον, δυσφημοῦσι καὶ εἰς τὸν Υἱόν.

Καὶ ἀμφότερα τὰ μέρη διείλοντο τὴν πρὸς τὴν ἀλήθειαν ἀντίστασιν, ἵν᾽ οἱ μὲν κατὰ τοῦ Λόγου, οἱ δὲ κατὰ τοῦ Πνεύματος φρονοῦντες, τὴν αὐτὴν ἔχωσιν εἰς τὴν ἁγίαν Τριάδα βλασφημίαν. Ταῦτ᾽ οὖν συνορῶν καὶ πολλὰ λογιζόμενος, ἐν ἀθυμίᾳ γέγονα, ὅτι πάλιν εὗρε παίζειν ὁ διάβολος ἐν τοῖς ὑποκρινομένοις τὴν μανίαν αὐτοῦ· καὶ κρίνας μὲν ἤμην σιωπᾷν ἐν τοιούτῳ καιρῷ· διὰ δὲ τὴν προτροπὴν τῆς σῆς ὁσιότητος, ἕνεκά τε τῆς ἐκείνων ἀλλοδοξίας καὶ σατανικῆς προπετείας, δι᾽ ὀλίγων ἔγραψα τὴν ἐπιστολὴν, μόγις καὶ ταῦτα δυνηθεὶς, ἵνα μόνον καὶ σὺ, πρόφασιν ἐκ τούτων λαβὼν, κατὰ τὴν προσοῦσάν σοι σύνεσιν τὰ λείποντα προσθῇς, καὶ πλήρης ὁ κατὰ τῆς δυσσεβοῦς αἱρέσεως ἔλεγχος γένηται.

Τῶν μὲν οὖν Ἀρειανῶν οὐκ ἀλλότριον καὶ τοῦτο ἐνθύμημα. Ἅπαξ γὰρ ἀρνούμενοι τὸν τοῦ Θεοῦ Λόγον, εἰκότως τὰ αὐτὰ καὶ κατὰ τοῦ Πνεύματος αὐτοῦ δυσφημοῦσι. Διὸ καὶ οὐ χρὴ πλέον τι πρὸς αὐτοὺς εἰπεῖν· ἀρκεῖ γὰρ τὰ πρὸ τούτων εἰρημένα κατ᾽ αὐτῶν. Πρὸς δὲ τοὺς περὶ τοῦ Πνεύματος ἀπατηθέντας, τρόπῳ τινὶ, ὡς ἂν αὐτοὶ φαῖεν, προσήκει διερευνῶντας εἰπεῖν. Τούτων γὰρ καὶ θαυμάσειεν ἄν τις τὴν ἄνοιαν, ὅτι τὸν Υἱὸν τοῦ Θεοῦ μὴ θέλοντες κτίσμα εἶναι, καὶ καλῶς γε κατὰ τοῦτο φρονοῦντες, πῶς τὸ Πνεῦμα τοῦ Υἱοῦ κτίσμα κἂν ἀκοῦσαι ἠνέσχοντο; Καὶ γὰρ εἰ διὰ τὴν πρὸς τὸν Πατέρα τοῦ Λόγου ἑνότητα, οὐ θέλουσιν εἶναι τῶν γενητῶν αὐτὸν τὸν Υἱὸν, ἀλλ᾽, ὅπερ ἐστὶν ἀληθῶς, δημιουργὸν αὐτὸν εἶναι τῶν ποιημάτων φρονοῦσι· διὰ τί τὸ Πνεῦμα τὸ ἅγιον τὸ τὴν αὐτὴν ἔχον ἑνότητα πρὸς τὸν Υἱὸν, ἢν αὐτὸς ἔχει πρὸς τὸν Πατέρα, κτίσμα λέγουσι, καὶ ἠγνόησαν, ὅτι, ὥσπερ μὴ διαιροῦντες τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, σώζουσι τὸ ἕνα Θεὸν εἶναι, οὕτω, διαιροῦντες ἀπὸ τοῦ Λόγου τὸ Πνεῦμα, οὐκέτι μίαν τὴν ἐν Τριάδι θεότητα σώζουσι, σχίζοντες αὐτὴν καὶ ἐπιμίσγοντες αὐτῇ ἀλλοτρίαν καὶ ἑτεροειδῆ φύσιν, καὶ τοῖς κτίσμασι συνεξισοῦντες αὐτήν; Τοῦτο δὲ πάλιν οὐκέτι ἓν εἶναι δείκνυσι τὴν Τριάδα, ἀλλὰ ἐκ δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνεπλάσαντο.

Ποία οὖν αὕτη θεολογία ἐκ δημιουργοῦ καὶ κτίσματος συγκειμένη; Ἢ γὰρ οὐ Τριάς ἐστιν, ἀλλὰ δυὰς, καὶ λοιπὸν ἡ κτίσις, ἢ, εἰ Τριάς ἐστιν, ὥσπερ οὖν καί ἐστι, πῶς τοῖς μετὰ τὴν Τριάδα κτίσμασι συντάττουσι τὸ τῆς Τριάδος Πνεῦμα; Τοῦτο γάρ ἐστι πάλιν διαιρεῖν καὶ διαλύειν τὴν Τριάδα. Οὐκοῦν, κακῶς φρονοῦντες περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐδὲ περὶ τοῦ Υἱοῦ καλῶς φρονοῦσιν.

Εἰ γὰρ ἐφρόνουν ὀρθῶς περὶ τοῦ Λόγου, ἐφρόνουν ὑγιῶς καὶ περὶ τοῦ Πνεύματος, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ τοῦ Υἱοῦ ἴδιον ὂν, παρ᾽ αὐτοῦ δίδοται τοῖς μαθηταῖς καὶ πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτόν. Οὕτω δὲ πλανώμενοι, οὐδὲ περὶ τοῦ Πατρὸς ὑγιῆ τὴν πίστιν ἔχουσιν. Οἱ γὰρ ἀντικείμενοι τῷ Πνεύματι, ὡς εἶπεν ὁ μέγας μάρτυς Στέφανος, οὗτοι καὶ τὸν Υἱὸν ἀρνοῦνται. Τὸν δὲ Υἱὸν ἀρνούμενοι, οὐδὲ τὸν Πατέρα ἔχουσι.

Πόθεν τοίνυν ὑμῖν, ὦ οὗτοι, τῆς τοσαύτης τόλμης ἡ πρόφασις, ὥστε μὴ φοβηθῆναι τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· «Ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι;» Οἱ μὲν γὰρ Ἀρειανοὶ, καίτοι τὴν ἔνσαρκον παρουσίαν τοῦ Λόγου καὶ τὰ δι᾽ αὐτὴν εἰρημένα μὴ νοήσαντες, ὅμως ἐξ αὐτῶν πρόφασιν λαβόντες εἰς τὴν ἑαυτῶν αἵρεσιν, καὶ οὕτως ἠλέγχθησαν θεομάχοι καὶ ὡς ἀληθῶς ἀπὸ γῆς κενολογοῦντες.