Οὐκοῦν τοῦτον ἐχούσης τῆς Ἐκκλησίας τὸν θεμέλιον τῆς πίστεως, εἰπάτωσαν πάλιν ἡμῖν ἐκεῖνοι καὶ ἀποκρινάσθωσαν· Τριάς ἐστιν, ἢ δυάς; Εἰ μὲν οὖν δυάς ἐστι, συναριθμείσθω παρ᾽ ὑμῶν τοῖς κτίσμασι τὸ Πνεῦμα. Οὐκ ἔστι μὲν τὸ τοιοῦτον ὑμῶν φρόνημα εἰς ἕνα Θεὸν, τὸν «ἐπὶ πάντων,» καὶ «διὰ πάντων,» καὶ «ἐν πᾶσι.» Τὸ γὰρ, «ἐν πᾶσιν,» οὐκ ἔχετε, διαιροῦντες καὶ ἀποξενοῦντες ἀπὸ τῆς θεότητος τὸ Πνεῦμα· καὶ ἡ τελείωσις δὲ ὑμῶν, ἣν νομίζετε ποιεῖν, οὕτω φρονοῦντες, οὐκ ἔστιν ὁλόκληρος εἰς θεότητα γινομένη. Ἐπιμίγνυται γὰρ ταύτῃ κτίσμα· καὶ θεολογεῖτε καὶ ὑμεῖς, ὡς οἱ Ἀρειανοὶ καὶ Ἕλληνες, τὴν κτίσιν μετὰ τοῦ κτίσαντος αὐτὴν Θεοῦ διὰ τοῦ ἰδίου Λόγου. Οὕτω δὲ διακείμενοι, ποίας ἐλπίδος ἐστέ; Ἢ τίς ὑμᾶς συνάψει τῷ Θεῷ, μὴ ἔχοντας τὸ Πνεῦμα αὐτοῦ τοῦ Θεοῦ, ἀλλὰ τὸ τῆς κτίσεως; Ποία δὲ ὑμῶν τόλμα καὶ ἀπροσεξία, ὅτι τὸν Πατέρα καὶ τὸν τούτου Λόγον εἰς τὰ κτίσματα κατάγετε, καὶ πάλιν τὸ κτίσμα συνεξισοῦτε τῷ Θεῷ; Τοῦτο γὰρ ποιεῖτε φανταζόμενοι περὶ τοῦ Πνεύματος ὡς κτίσματος, καὶ συντάσσοντες αὐτὸ εἰς Τριάδα. Τί δὲ καὶ τὸ μανιῶδες ὑμῶν, ὥστε φρονεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ, ὅτι μὴ πάντες ἄγγελοι, ἢ πάντα τὰ κτίσματα, ἀλλ᾽ εἷς ἐκ τούτων συναριθμεῖται τῷ Θεῷ καὶ τῷ Λόγῳ αὐτοῦ;