Καὶ ἔτι πρὸς τούτοις, ἐπειδὴ πάντα διὰ τοῦ Λόγου ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, καὶ «ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν,» καὶ πάντα ἐν σοφίᾳ ἐποίησε (γέγραπται δὲ, ὡς ἐν τοῖς ἔμπροσθεν δέδεικται· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται),» οὐκοῦν ἢ τὸ Πνεῦμα ὁ Λόγος ἐστὶν, ἢ ἐν δυσὶ πεποίηκεν ὁ Θεὸς τὰ πάντα, ἔν τε τῇ Σοφίᾳ καὶ τῷ Πνεύματι. Καὶ πῶς ὁ Παῦλός φησιν «Εἷς Θεὸς, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, δι᾽ οὗ τὰ πάντα»; Καὶ πάλιν· «Ἐπειδὴ ὁ Υἱὸς εἰκών ἐστι τοῦ Πατρὸς τοῦ ἀοράτου,» ἔστι δὲ τὸ Πνεῦμα εἰκὼν τοῦ Υἱοῦ (γέγραπται γάρ· «Οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ»), οὐκοῦν κατὰ τοῦτο πάππος ὁ Πατήρ. Καὶ ἐπειδὴ ὁ μὲν Υἱὸς ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἦλθε· «Τὸ δὲ Πνεῦμα τὸ ἅγιον,» φησὶν ὁ Υἱὸς, «ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου·» οὐκοῦν καὶ οὕτω πάππος ὁ Πατήρ. Τί πρὸς ταῦτα, καίτοι πάντα λέγοντες εὐχερῶς; Τί διαλογίζεσθε πρὸς ἑαυτούς; Ἢ ὁρῶντες ἑαυτοὺς ἀποροῦντας, μέμφεσθε τὰς τοιαύτας ἐρωτήσεις; Ἀλλὰ πρότερον ἑαυτῶν κατάγνωτε (ὑμεῖς γὰρ τοιαῦτα ἐρωτᾷν εἰώθατε), καὶ πείθεσθε ταῖς Γραφαῖς, καὶ ἀποροῦντες εἰπεῖν, μάθετε λοιπόν· Υἱὸς μὲν ἐν ταῖς Γραφαῖς τὸ Πνεῦμα οὐκ ὠνομάσθη, ἀλλὰ Πνεῦμα ἅγιον καὶ Πνεῦμα τοῦ Θεοῦ. Ὥσπερ δὲ οὐκ ὠνομάσθη Υἱὸς τὸ Πνεῦμα, οὕτως οὐδὲ περὶ τοῦ Υἱοῦ γέγραπται, ὅτι αὐτός ἐστι τὸ Πνεῦμα τὸ ἅγιον.