Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ καθολική

Μέγας Αθανάσιος

Η δοκιμασία της Εκκλησίας και η υπεράσπιση της αποστολικής πίστεως

Αναφορά στις επιθέσεις κατά της Εκκλησίας, την ανάγκη ενότητας των ορθοδόξων και την αληθή θεολογία περί της ακτίστου φύσεως του Υιού και του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 3

Ἢ μηδὲ συνήκατε καταλυόμενον διὰ τῶν τοιούτων τὸν Χριστιανισμὸν, καὶ σχήματι δολερῷ τὸν διάβολον καταπολεμοῦντα τὴν Ἐκκλησίαν, καὶ ὥσπερ ναῦν καταποντίζοντα; Εἰ δὲ καὶ γράφειν ἡμῖν καὶ ἀνακοινοῦσθαι περὶ τῶν τοιούτων βούλεσθε, χαίροντες δεξόμεθα τὴν ὁμοψυχίαν καὶ σύμπνευσιν ὑμῶν, ἀδελφοὶ, καὶ τὰς τῶν εὐχῶν κοινωνίας, εἰ καὶ τῷ τόπῳ διεστήκαμεν· γνωρίζοντες ὑμῖν, ὅτι, εἰ καὶ πολλῷ ἤδη χρόνῳ τὰ τῆς παραφθορᾶς ταύτης ἐπιπολάζει, ἀλλ᾽ οὖν ἔτι καὶ ἐν τοῖς πλείστοις τῶν λαῶν διαμένει τὸ τῆς ἀποστολικῆς πίστεως ἀγαθὸν, καὶ ἐν τοῖς πλείστοις τῶν ἐπισκόπων· εἰ καὶ βίᾳ κατέχουσί τινες τὸν λαὸν καὶ ἑτέροις ῥήμασιν ἀπατηλοῖς· καὶ ἐπισκόπων πλῆθος, τὰ μὲν διὰ δέος τῶν ἐν πόλεσιν ἐπιφανεστέρων, τὰ δὲ δι᾽ ἀντιποίησιν δόξης· καὶ ἃ μὲν φρονοῦσιν, ἀποκρύπτουσιν, ἃ δὲ μὴ φρονοῦσιν ὑποκρίνονται. Ὡς, εἴ γε μὴ τούτοις τοῖς πάθεσι προκατεσχημένοι εἰσὶ, καὶ μόνον ῥηθεῖσαν τὴν ἀλήθειαν ὀλίγοις ῥήμασιν, ἐπιγινώσκουσιν, ὅτι μήτε ποίημα Θεοῦ Θεὸς καὶ Υἱὸς Θεοῦ εἶναι δύναται, μήτε τὸ Πνεῦμα τὸ ἅγιον ποιήμασιν ἐγκαταριθμεῖται. Θεοῦ τε ἐπιφάνειαν ὑπεδεξάμεθα, καὶ οὐχὶ κτίσματος ἐπιδημίαν· οὐδὲ εἰς δούλου παρουσίαν πεπιστεύκαμεν, καὶ θεϊκοῦ Πνεύματος ὑπεδεξάμεθα, δι᾽ οὗ καὶ θεοποιούμεθα, καὶ Θεοῦ ναοὶ καθιστάμεθα.