Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Ἀμοῦν

Μέγας Αθανάσιος

Επίλογος: Ποιμαντικές παραινέσεις και καταληκτική δοξολογία

Συμβουλές προς τον Αμμούν για την πνευματική στήριξη του ποιμνίου του μέσω των Γραφών και τελική δοξολογική ευχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 4

Ὥστε τὰ ἀκάθαρτα αὐτῶν καὶ πονηρὰ ζητήματα, λύσεις ἰδίας ἔσχε καὶ παρὰ τῶν θείων γραφῶν πάλαι προλυθείσας. Ὑποστήριζε τοίνυν, ὦ πάτερ, τὰς ὑπὸ σαυτὸν ἀγέλας, ἐκ τῶν ἀποστολικῶν παρακαλῶν, ἐκ τῶν εὐαγγελικῶν ψυχαγωγῶν, ἐκ τῶν ψαλμῶν συμβουλεύων· ‘Ζῆσόν με, λέγων, κατὰ τὸ λόγιόν σου’, λόγιον δὲ αὐτοῦ τὸ ἐκ καθαρᾶς καρδίας λατρεύειν αὐτῷ· τοῦτο γὰρ εἰδὼς ὁ αὐτὸς προφήτης, ὥσπερ ἑαυτὸν μεταφράζων, λέγει· ‘Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός’, ἵνα μὴ ῥυπώδεις λογισμοί με ταράξωσι· πάλιν Δαυίδ· ‘Καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με’, ἵνα κἄν ποτε λογισμοί με θορυβήσωσιν, ἰσχυρά τις παρὰ σοῦ δύναμις στηρίξῃ με, ὥσπερ κρηπὶς τυγχάνουσα. Αὐτὸς τοίνυν ταῦτα καὶ τὰ τοιαῦτα συμβουλεύων, λέγε πρὸς τοὺς βράδιον τῇ ἀληθείᾳ πειθομένους· ‘Διδάξω ἀνόμους τὰς ὁδούς σου’· καὶ θαρρῶν κυρίῳ ὅτι πείσεις ἀποσχέσθαι τῆς τοιαύτης κακίας, ψάλλε· ‘Καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι’.

Γένοιτο δὲ τοὺς μὲν κακοήθως ζητοῦντας παύσασθαι τῆς τοιαύτης ματαιοπονίας, τοὺς δὲ δι᾽ εὐήθειαν ἐνδοιαστῶς ἔχοντας, ‘ἡγεμονικῷ πνεύματι’ κρατυνθῆναι. Ὅσοι δὲ βεβαίως τὴν ἀλήθειαν ἐπίστασθε, ἀρραγῆ ταύτην κατέχετε καὶ ἀσάλευτον, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ᾽ οὗ τῷ πατρὶ δόξα καὶ κράτος σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.