Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Ἀμοῦν

Μέγας Αθανάσιος

Θεολογική και φυσιολογική ερμηνεία των ακούσιων σωματικών εκκρίσεων

Ανασκευή της αντίληψης ότι οι ακούσιες φυσικές εκκρίσεις συνιστούν αμαρτία ή μολυσμό, μέσα από θεολογικά, αγιογραφικά και ιατρικά επιχειρήματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Ἄγαμαι δὲ τοῦ διαβόλου τὸ σόφισμα, ὅτι περ φθορὰ καὶ λύμη ὑπάρχων, λογισμοὺς ὑποβάλλει τῷ δοκεῖν μὲν καθαρότητος, ἔστι δὲ τὸ γινόμενον ἔνεδρα μᾶλλον ἢ δοκιμασία· ἵνα γὰρ, ὡς προεῖπον, ἀπασχολήσῃ τοὺς ἀσκητὰς τῆς ἐθίμου καὶ σωτηριώδους μελέτης καὶ δόξῃ κρατεῖν κατὰ τοῦτο, τοιαῦτά τινα κινεῖ βομβύκια, ἅτινα φέρει μὲν οὐδὲν τῷ βίῳ χρήσιμον, κενὰς δὲ ζητήσεις καὶ φλυαρίας, ἃς δεῖ παραιτεῖσθαι. Τί γάρ, εἰπέ μοι ὦ ἀγαπητὲ καὶ εὐλαβέστατε, ἔχει ἁμάρτημα ἢ ἀκάθαρτον φυσική τις ἔκκρισις; Ὡς εἴ τις ἐθέλοι ποιῆσαι ἔγκλημα καὶ τὰς διὰ ῥινῶν ἐκπεμπομένας μύξας καὶ τὰ διὰ στόματος πτύσματα· ἔτι δὲ καὶ τούτων ἔχομεν λέγειν πλείονα, τὰς διὰ γαστέρων ἐκκρίσεις, ἅπερ τῷ ζῴῳ πρὸς τὸ ζῆν ἀναγκαῖα καθέστηκε.

Ἔτι τε ‘εἰ τῶν τοῦ θεοῦ χειρῶν ἔργον εἶναι πιστεύομεν τὸν ἄνθρωπον’, κατὰ τὰς θείας γραφάς, πῶς ἠδύνατο ἐκ καθαρᾶς δυνάμεως ἔργον τι γενέσθαι μεμολυσμένον; Καὶ εἰ ‘γένος τοῦ θεοῦ ὑπάρχομεν’, κατὰ τὰς θείας τῶν ἀποστόλων Πράξεις, οὐδὲν ἔχομεν ἐν ἑαυτοῖς ἀκάθαρτον· τότε γὰρ μόνον μεμολύσμεθα, ὅτε τὴν δυσωδεστάτην ἁμαρτίαν ἐργαζόμεθα· ὅτε δὲ φυσική τις ἀβουλήτως ἔκκρισις γίνεται, τότε τῇ τῆς φύσεως ἀνάγκῃ μετὰ τῶν ἄλλων, ὡς προείπομεν, καὶ τοῦτο ὑπομένομεν.

Ἀλλ᾽ ἐπειδή περ οἱ θέλοντες μόνον ἀντιλέγειν τοῖς ὀρθῶς λεγομένοις, μᾶλλον δὲ παρὰ θεοῦ πεποιημένοις, παραφέρουσι καὶ ῥητὸν εὐαγγελικόν, ὡς ὅτι ‘οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα’, ἀναγκαίως καὶ ταύτην αὐτῶν τὴν ἀλογίαν, οὐ γὰρ ἂν εἴποιμεν ζήτησιν, ἐλέγξωμεν. Πρῶτον μὲν γὰρ τὰς γραφὰς κατὰ τὰς ἰδίας ἀμαθίας, ἀστήρικτοι ὄντες, βιάζονται· ἔχει δὲ τὸ θεῖον οὕτω λόγιον· τινῶν γὰρ πάλιν τούτοις ὁμοίως ἐνδοιαστῶς ἐχόντων περὶ βρωμάτων, αὐτὸς λύων αὐτῶν τὴν ἄγνοιαν, ἤγουν τὴν ἀπάτην δημοσιεύων, φησὶ ‘μὴ τὰ εἰσερχόμενα κοινοῦν τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα’· εἶτα ἐπάγει καὶ πόθεν ἐξερχόμενα, ‘τὰ ἀπὸ καρδίας’· ἐκεῖ γὰρ εἶναι τοὺς πονηροὺς θησαυροὺς τῶν βεβήλων λογισμῶν καὶ τῶν ἄλλων ἁμαρτημάτων γινώσκει. Συντομώτερον δὲ ὁ ἀπόστολος, αὐτὸ δεδιδαγμένος, φησί· ‘Βρῶμα ἡμᾶς οὐ παραστήσει τῷ θεῷ’· φαίη δ᾽ ἄν τις καὶ νῦν εὐλόγως, φυσική τις ἔκκρισις ἡμᾶς οὐ παραστήσει πρὸς τιμωρίαν.

Τάχα δὲ καὶ παῖδες ἰατρῶν, ἵνα κἂν ἐκ τῶν ἔξωθεν δυσωπηθῶσιν, ὑπὲρ τούτου ἀπολογήσονται, ὅτι τῷ ζῴῳ δέδονταί τινες ἀναγκαῖαι διέξοδοι κατὰ τῶν ἐν ἡμῖν ἑκάστῳ μελῶν τρεφομένων τὸ περιττὸν ἀποπέμπειν· οἷον, κεφαλῆς περιττώματα, τρίχες, καὶ τὰ ἀπὸ κεφαλῆς ὑδατώδη πεμπόμενα καὶ γαστρὸς διαχωρήματα, καὶ τοίνυν τῶν σπερματικῶν πόρων ἐκεῖνο περίττωμα.