Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Δρακόντιον

Μέγας Αθανάσιος

Έλεγχος για την εγκατάλειψη της επισκοπής και η σημασία της ποιμαντικής διακονίας

Ο Άγιος Αθανάσιος ελέγχει τον Δρακόντιο για τη φυγή του, επισημαίνοντας τον σκανδαλισμό των πιστών και την ευθύνη του ποιμένα, και υπενθυμίζει τη θεία σύσταση της επισκοπικής τάξεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΔΡΑΚΟΝΤΙΟΝ. Ἀπορῶ τί γράψω. Ἆρα γὰρ ὡς παραιτούμενον μέμψομαί σε, ἢ ὡς τὸν καιρὸν ὁρῶντα, καὶ κρυπτόμενον διὰ τὸν φόβον τῶν Ἰουδαίων; Πλὴν εἴτε ἄλλως, εἴτε οὕτως, ἄξιον μέμψεως τὸ παρὰ σοῦ γεγενημένον, ἀγαπητὲ Δρακόντιε. Οὐ γὰρ ἔπρεπε λαβόντα σε τὴν χάριν κρύπτεσθαι, οὐδὲ φρόνιμον ὄντα, διδόναι τοῖς ἄλλοις προφάσεις φυγῆς. Πολλοὶ γὰρ ἀκούσαντες σκανδαλίζονται· οὐχ ὡς ἁπλῶς τοῦτό σου ποιοῦντος, ἀλλὰ συνορῶντος τὸν καιρὸν, καὶ τὰς ἐπικειμένας θλίψεις τῇ Ἐκκλησίᾳ. Καὶ φοβοῦμαι μὴ, διὰ σαυτὸν φεύγων, δι᾽ ἄλλους εὑρεθῇς κινδυνεύων παρὰ τῷ Κυρίῳ. Εἰ γὰρ ὁ ἕνα τῶν μικρῶν σκανδαλίζων, ἕλοιτ᾽ ἂν μύλον ὀνικὸν περὶ τὸν τράχηλον αὐτοῦ κρεμασθῆναι, καὶ καταποντισθῆναι· τί ἂν πάθοις σὺ τοσούτοις γινόμενος σκάνδαλον; Καὶ γὰρ ἡ ἐκ παραδόξου γενομένη συμφωνία ἐν τῇ Ἀλεξανδρέων χώρᾳ, ἐν τῇ σῇ καταστάσει, ἐξ ἀνάγκης σχισθήσεται διὰ τὴν σὴν ἀναχώρησιν· καὶ ἡ ἐπισκοπὴ δὲ τῆς χώρας αὐτῆς ὑπὸ πολλῶν ἁρπαγήσεται· καὶ πολλῶν οὐκ ὀρθῶν, ἀλλ᾽ ὧν οἶδας καὶ αὐτός. Καὶ ἐθνικοὶ δὲ οἱ ἐπαγγελλόμενοι Χριστιανοὶ γίνεσθαι ἐπὶ τῇ σῇ καταστάσει, ἀπομενοῦσιν Ἕλληνες, τῆς σῆς εὐλαβείας ἐξουθενούσης τὴν δοθεῖσαν χάριν.

Ποία οὖν ἐπὶ τοῖς τοιούτοις ἀπολογία παρὰ σοῦ δοθήσεται; Ποίοις ἂν ἀπονίψασθαι καὶ ἀπομάξασθαι λόγοις τὰς τοιαύτας αἰτίας δυνήσῃ; Πῶς θεραπεύσεις τοὺς διὰ σὲ πεσόντας καὶ σκανδαλιζομένους; Ἢ πῶς, μετὰ τὸ σχισθῆναι τὴν εἰρήνην, συῤῥάψαι ταύτην δυνήσῃ; Ὦ ἀγαπητὲ Δρακόντιε, ἀντὶ χαρᾶς λύπην ἡμῖν πεποίηκας, ἀντὶ παραμυθίας στεναγμόν.

Προσεδοκοῦμεν γὰρ παραμυθίαν ἔχειν σε μεθ᾽ ἡμῶν, καὶ νῦν βλέπομεν φεύγοντά σε, καὶ ὁρῶμεν, ὅτι κρινόμενος μὲν ἐλεγχθήσῃ, κινδυνεύων δὲ μεταμεληθήσῃ. Καὶ τίς φείσεται, ὡς ὁ προφήτης εἴρηκεν, ἐπὶ σοί; Τίς ἀνακάμψει ἐπὶ σὲ εἰς εἰρήνην, ὁρῶν τοὺς ἀδελφοὺς, δι᾽ οὓς Χριστὸς ἀπέθανε, βλαβέντας ἐπὶ τῇ σῇ φυγῇ; Δεῖ γὰρ εἰδέναι σε καὶ μὴ ἀμφιβάλλειν, ὅτι πρὶν μὲν κατασταθῇς σαυτῷ ἔζης, κατασταθεὶς δὲ, οἷς κατεστάθης. Καὶ πρὶν μὲν λάβῃς τὴν τῆς ἐπισκοπῆς χάριν, οὐδεὶς ἐγίνωσκέ σε· γενόμενον δὲ λοιπὸν, οἱ λαοὶ προσδοκῶσι φέροντά σε τροφὴν αὐτοῖς, τὴν ἐκ τῶν Γραφῶν διδασκαλίαν· ὅταν τοίνυν οἱ προσδοκῶντες λιμώττωσι, σὺ δὲ σαυτὸν μόνον τρέφῃς, καὶ ἔλθῃ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἡμεῖς τε αὐτῷ παραστῶμεν, ποίαν σχοίης ἀπολογίαν, ὁρῶντος αὐτοῦ τὰ ἴδια πρόβατα λιμώττοντα; Εἰ μὲν γὰρ μὴ εἰλήφεις τὰ δηνάρια, οὐκ ἂν ἐμέμψατό σε· λαβόντα δὲ καὶ χώσαντα καὶ κρύψαντα, μέμψαιτ᾽ ἂν εἰκότως, λέγων ἐκεῖνα τὰ ῥήματα, ἃ μὴ γένοιτο, κἂν ἀκοῦσαι τὴν σὴν εὐλάβειαν· Ἔδει σε βαλεῖν τὰ δηνάριά μου τοῖς τραπεζίταις, ἵνα ἐλθὼν κἀγὼ παρ᾽ ἐκείνων ἀπαιτήσω.

Παρακαλῶ φεῖσαι σεαυτοῦ καὶ ἡμῶν· σαυτοῦ μὲν, ἵνα μὴ κινδυνεύσῃς· ἡμῶν δὲ, ἵνα μὴ λυπηθῶμεν ἐπὶ σοί. Φρόντιζε τῆς Ἐκκλησίας, ἵνα μὴ διὰ σὲ πολλοὶ τῶν μικρῶν βλαβῶσι, καὶ οἱ ἄλλοι δὲ πρόφασιν λάβωσιν εἰς τὸ ἀναχωρεῖν. Εἰ μὲν οὖν τὸν καιρὸν ἐφοβήθης, καὶ καταπτήξας τοῦτο ἐποίησας, οὐκ ἀνδρικὸν τὸ φρόνημα· ἔδει γὰρ τὸν κατὰ Χριστὸν ζῆλον ἐν τοῖς τοιούτοις ἐπιδείκνυσθαι, καὶ μᾶλλον ἐν ταῖς περιστάσεσι παῤῥησιάζεσθαι, λέγειν τε τὰ τοῦ μακαρίου Παύλου ῥήματα· Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν· καὶ μάλιστα, ὅτι οὐ πρέπει τῷ καιρῷ δουλεύειν, ἀλλὰ τῷ Κυρίῳ· εἰ δὲ τῶν Ἐκκλησιῶν ἡ διάταξις οὐκ ἀρέσκει σοι, οὐδὲ νομίζεις τὸ τῆς ἐπισκοπῆς λειτούργημα μισθὸν ἔχειν, ἀλλὰ καταφρονεῖν τοῦ ταῦτα διαταξαμένου Σωτῆρος πεποίηκας σαυτόν· παρακαλῶ, μὴ τοιαῦτα λογίζου, μηδὲ ἀνέχου τῶν ταῦτα συμβουλευόντων· οὐ γὰρ ἄξια Δρακοντίου ταῦτα.

Ἃ γὰρ ὁ Κύριος διὰ τῶν ἀποστόλων τετύπωκε, ταῦτα καλὰ καὶ βέβαια μένει· ἡ δὲ τῶν ἀδελφῶν δειλία παύσεται. Εἰ γὰρ τὸν αὐτὸν νοῦν εἶχον πάντες, οἷον νῦν ἔχουσιν οἱ συμβουλεύοντές σοι, πῶς ἂν ἐγένου σὺ Χριστιανὸς, ἐπισκόπων μὴ ὄντων; Ἐὰν δὲ καὶ οἱ μεθ᾽ ἡμᾶς ἀναλάβωσι τὸν τοιοῦτον νοῦν, πῶς ἂν συστῆναι δυνήσωνται αἱ Ἐκκλησίαι; Ἢ νομίζουσιν οἱ συμβουλεύοντές σοι μηδὲν εἰληφέναι σε, ὅτι καταφρονοῦσιν; Ἀλλὰ καὶ τοῦτο ψευδῶς. Ὥρα γὰρ αὐτοὺς νομίζειν μηδὲν εἶναι μηδὲ τὴν τοῦ λουτροῦ χάριν, ἐάν τινες τούτου καταφρονῶσι. Ἀλλ᾽ εἴληφας, ὦ ἀγαπητὲ Δρακόντιε· μὴ ἀνέχου τῶν συμβουλευόντων σοι, μηδὲ ἀπάτα σαυτόν. Ἀπαιτηθήσεται γὰρ τοῦτο παρὰ τοῦ δεδωκότος Θεοῦ. Ἢ οὐκ ἤκουσας τοῦ Ἀποστόλου λέγοντος· Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος; Ἢ οὐκ ἀνέγνως, πῶς μὲν τὸν διπλάσαντα ἀποδέχεται, τὸν δὲ κρύψαντα κατεδίκασε;