Σπεῦδε τοιγαροῦν, ἀγαπητὲ, μηκέτι βραδύνων, μηδὲ ἀνέχου τῶν σε κωλυόντων, ἀλλὰ τοῦ δεδωκότος μνήσθητι· καὶ δεῦρο πρὸς ἡμᾶς τοὺς ἀγαπῶντάς σε, τοὺς συμβουλεύοντάς σοι τὰ τῶν Γραφῶν, ἵνα καὶ παρ᾽ ἡμῶν προπεμφθῇς, καὶ λειτουργῶν ἐν ταῖς Ἐκκλησίαις μνημονεύσῃς καὶ ὑπὲρ ἡμῶν. Οὐ γὰρ σὺ μόνος ἐκ μοναχῶν κατεστάθης, οὐδὲ σὺ μόνος προέστης μοναστηρίου, ἢ μόνος ὑπὸ μοναχῶν ἠγαπήθης· ἀλλ᾽ οἶδας, ὅτι καὶ Σεραπίων μοναχός ἐστι, καὶ τόσων μοναχῶν προέστη· οὐκ ἔλαθέ σε, πόσων μοναχῶν πατὴρ γέγονεν Ἀπολλώς. Οἶδας Ἀγάθωνα, καὶ οὐκ ἀγνοεῖς Ἀρίστωνα· μνημονεύεις Ἀμμωνίου, τοῦ μετὰ Σαραπίωνος ἀποδημήσαντος· ἴσως δὲ ἤκουσας καὶ περὶ Μουΐτου. ἐν τῇ ἄνω Θηβαΐδι, καὶ δύνασαι μαθεῖν περὶ Παύλου τοῦ ἐν τῷ Λατῷ, καὶ περὶ ἄλλων πολλῶν. Καὶ ὅμως οὗτοι, κατασταθέντες, οὐκ ἀντειρήκασιν, ἀλλ᾽ ἔχοντες τύπον τὸν Ἑλισσαῖον, καὶ εἰδότες τὰ κατὰ Ἡλίαν, μαθόντες τε τὰ κατὰ τοὺς μαθητὰς καὶ ἀποστόλους, ἀντελάβοντο τῆς φροντίδος, καὶ οὐ κατεφρόνησαν τῆς λειτουργίας, καὶ οὔτε χείρους ἑαυτῶν γεγόνασιν, ἀλλὰ καὶ μᾶλλον τοῦ καμάτου τὸν μισθὸν προσδοκῶσι, προκόπτοντες καὶ προκόπτειν ἄλλους νουθετοῦντες.