Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Δρακόντιον

Μέγας Αθανάσιος

Αναίρεση προφάσεων και προβολή αγιογραφικών προτύπων

Προβολή του αποστόλου Παύλου και των προφητών της Παλαιάς Διαθήκης ως υποδειγμάτων υπακοής. Ανασκευή της δικαιολογίας περί παλαιότερων όρκων και υπενθύμιση της φοβερής ημέρας της κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Γένοιτο δὲ ταχέως ἐπανελθεῖν σε, ἵνα καὶ σὺ τῶν ἐπαινουμένων γένῃ· Ἢ εἰπὲ, τίνος σε θέλουσιν εἶναι μιμητὴν οἱ συμβουλεύοντές σοι; Δεῖ γὰρ ἡμᾶς κατὰ σκοπὸν τῶν ἁγίων καὶ τῶν Πατέρων πολιτεύεσθαι, καὶ τούτους μιμεῖσθαι· εἰδέναι δὲ, ὅτι, τούτων ἀφιστάμενοι, ἀλλότριοι καὶ τῆς τούτων κοινωνίας γενόμεθα.

Τίνα μὲν μιμεῖσθαί σε θέλουσιν ἐκεῖνοι; Τὸν διστάζοντα καὶ θέλοντα μὲν ἀκολουθῆσαι, ὑπερτιθέμενον δὲ καὶ συμβουλευόμενον διὰ τοὺς ἰδίους· ἢ τὸν μακάριον Παῦλον, τὸν ἅμα τῷ τὴν οἰκονομίαν ἐγχειρισθῆναι, μὴ προσαναθέμενον σαρκὶ καὶ αἵματι;

Εἰ γὰρ καὶ ἔλεγεν, Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, ὅμως γινώσκων ὃ ἔλαβε, καὶ οὐκ ἀγνοῶν τὸν δεδωκότα, ἔγραφεν· Οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι· ὥσπερ δὲ τὸ οὐαί μοι οὐκ εὐαγγελιζόμενος, οὕτως διδάσκων καὶ κηρύσσων τὸ Εὐαγγέλιον, χαρὰν καὶ στέφανον εἶχε τοὺς μαθητευομένους· διὰ τοῦτο καὶ σπουδὴ τῶν ἁγίων μέχρι τοῦ Ἰλλυρικοῦ κηρύττειν, καὶ μὴ ὀκνεῖν μηδὲ εἰς τὴν Ῥώμην ἀπελθεῖν, μηδὲ εἰς τὰς Σπανίας ἀναβῆναι, ἵνα ὅσον κοπιᾷ, τοσοῦτον καὶ τοῦ κόπου τὸν μισθὸν μείζονα ἀπολάβῃ. Ἐκαυχᾶτο οὖν τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, καὶ ἐθάῤῥει τὸν μέγαν στέφανον ἀποληψόμενος. Οὐκοῦν, ἀγαπητὲ Δρακόντιε, τίνα μιμούμενος τοῦτο ποιεῖς; τοῦτον, ἢ τοὺς μὴ τοιούτους;

Ἐγὼ μὲν εὔχομαί σε καὶ ἐμαυτὸν πάντων τῶν ἁγίων μιμητὴν γενέσθαι. Ἢ τάχα τινὲς οἱ διὰ τοῦτο συμβουλεύοντές σοι κρύπτεσθαι, ὡς λόγον καὶ ὅρκον σου δεδωκότος μὴ στῆναι, ἐὰν κατασταθῇς; Τοιαῦτα γὰρ αὐτοὺς ἀκούω περιβομβεῖν ταῖς ἀκοαῖς, καὶ δοκεῖν ἐν τούτοις εὐλαβεῖσθαι· ἀλλ᾽ εἰ ἦσαν ἀληθῶς εὐλαβεῖς, ηὐλαβήθησαν ἂν μάλιστα τὸν ἐπιθέντα σοι Θεὸν τὸ λειτούργημα.

Εἰ δὲ ἀναγνόντες ἦσαν τὰς θείας Γραφὰς, οὐκ ἂν παρὰ ταύτας συνεβούλευον. Ὥρα γὰρ αὐτοὺς καὶ τὸν Ἱερεμίαν καταμέμφεσθαι, καὶ τὸν μέγαν αἰτιᾶσθαι Μωσῆν, ὅτι τὴν τούτων συμβουλὴν οὐκ ἤκουσαν, ἀλλὰ τὸν Θεὸν φοβηθέντες, τὴν διακονίαν ἐτέλεσαν, καὶ προφητεύοντες ἐτελειώθησαν. Καὶ γὰρ αὐτοὶ ἀποσταλέντες, καὶ λαβόντες ἤδη τὴν τῆς προφητείας χάριν, παρῃτήσαντο μὲν, ἐφοβήθησαν δὲ μετὰ ταῦτα, καὶ οὐκ ἐξουδένωσαν τὸν ἀποστείλαντα.

Εἴτε τοίνυν ἰσχνόφωνος εἶ, καὶ βραδύγλωσσος, ἀλλὰ φοβήθητι τὸν πλάσαντά σε Θεόν· εἴτε νεώτερον σαυτὸν λέγεις πρὸς τὸ κήρυγμα, ἀλλ᾽ εὐλαβοῦ τὸν γινώσκοντά σε πρὸ τοῦ πλασθῆναι· εἴτε λόγον δέδωκας (ὁ δὲ λόγος τοῖς ἁγίοις ὡς ὅρκος ἦν), ἀλλὰ ἀνάγνωθι τὸν Ἱερεμίαν, πῶς καὶ αὐτὸς εἰρηκὼς, Οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου, ὕστερον δὲ φοβηθεὶς τὸ ἐν αὐτῷ πῦρ γενόμενον, οὐκέτι, ὡς εἴρηκε, πεποίηκεν, οὐδὲ ὡς προληφθεὶς τῷ ὅρκῳ ἐκρύβη· ἀλλὰ τὸν ἐγχειρίσαντα εὐλαβούμενος, τετελείωκε τὴν προφητείαν.

Ἢ οὐκ οἶδας, ἀγαπητὲ, ὅτι καὶ Ἰωνᾶς φεύγων, γέγονε μὲν, ὡς γέγονε, μετὰ δὲ ταῦτα πάλιν προεφήτευσεν; Μὴ τοίνυν ἄλλα παρὰ ταῦτα συμβουλεύου. Μᾶλλον γὰρ ἡμῶν οἶδεν ὁ Κύριος τὰ ἡμῶν, καὶ οἶδε τίσιν ἐγχειρίζει τὰς ἑαυτοῦ Ἐκκλησίας. Κἂν γὰρ μὴ ἄξιός τις τυγχάνῃ, ἀλλὰ μὴ πρὸς τὸν πρότερον βίον ἀποβλεπέτω, ἀλλὰ τὴν διακονίαν ἐκτελείτω· ἵνα μὴ πρὸς τῷ βίῳ καὶ τὴν ἐκ τῆς ἀμελείας κατάραν ἀπενέγκηται. Ἆρα γὰρ, ἀγαπητὲ Δρακόντιε, ταῦτα γινώσκων καὶ συνετὸς τυγχάνων, οὐ κατανύττῃ τὴν ψυχήν; Οὐ φροντίζεις μὴ ἀπόληταί τις τῶν ἐγχειρισθέντων σοι; Οὐ φλέγῃ ὡς ἀπὸ πυρὸς τοῦ συνειδότος;

Οὐ φοβῇ τὴν ἡμέραν τῆς κρίσεως, ἐν ᾗ οὐδεὶς τῶν συμβουλευόντων νῦν ἐκεῖ γενήσεται βοηθός; Ἕκαστος γὰρ τῶν ἐγχειρισθέντων αὐτῷ καὶ λόγον ἀποδώσει. Τί γὰρ ὤνησε τὸν κρύψαντα τὸ δηνάριον ἡ πρόφασις; Ἢ τί ὠφέλησε τὸν Ἀδὰμ εἰρηκότα, Ἡ γυνή με ἠπάτησεν; Ἀγαπητὲ Δρακόντιε, εἰ καὶ ἀληθῶς ἀσθενὴς τυγχάνεις, ἀλλὰ ἀναλαβεῖν σε τὴν φροντίδα πρέπει, ἵνα μὴ, τῆς Ἐκκλησίας ἐρήμου τυγχανούσης, οἱ ἐχθροὶ ταύτην βλάψωσι, πρόφασιν εὑρόντες τὴν σὴν φυγήν. Πρέπει σε ἀναζώσασθαι, ἵνα μὴ μόνους ἡμᾶς ἀφῇς ἐν τῷ ἀγῶνι· πρέπει σε συγκαμεῖν, ἵνα μετὰ πάντων καὶ τὸν μισθὸν ἀπολάβῃς.