Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Ἐπίκτητον

Μέγας Αθανάσιος

Επίλογος

Κατακλείδα της επιστολής με την έκφραση χαράς για την αποκατάσταση της ορθόδοξης ειρήνης και τελικοί αδελφικοί ασπασμοί.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 4

διὸ καὶ ἐθαυμάσαμεν, πῶς ὅλως ἐν ὑμῖν περὶ τῶν οὕτω φανερῶν γέγονε φιλονεικία, ἀλλὰ χάρις τῷ κυρίῳ, ὅτι, ὅσον ἐλυπήθημεν ἐντυχόντες τοῖς ὑπομνήμασιν, τοσοῦτον ἐχάρημεν ἐπὶ τῷ τέλει τούτων. μετὰ γὰρ συμφωνίας ἀνεχώρησαν καὶ εἰρήνευσαν ἐπὶ τῇ ὁμολογίᾳ τῆς εὐσεβοῦς καὶ ὀρθοδόξου πίστεως. τοῦτο γοῦν κἀμὲ πολλὰ πρότερον σκεψάμενον πέπεικε γράψαι τὰ ὀλίγα ταῦτα λογισάμενον, μὴ ἄρα ἐκ τῆς σιωπῆς ἀντὶ χαρᾶς λύπη γένηται τοῖς ἐκ τῆς συμφωνίας πρόφασιν τοῦ χαίρειν παρασχοῦσιν ἡμῖν. ἀξιῶ τοίνυν προηγουμένως τὴν σὴν εὐλάβειαν καὶ δεύτερον τοὺς ἀκούοντας μετὰ συνειδήσεως ἀγαθῆς ταῦτα δέξασθαι, καὶ εἰ μέν τι πρὸς εὐσέβειαν λείπει, τοῦτο διορθώσασθαι καὶ δηλῶσαί μοι· εἰ δ᾽ ὡς παρ᾽ ἰδιώτου τοῦ λόγου μὴ κατ᾽ ἀξίαν μηδὲ τελείως γέγραπται, συγγνῶναι πάντας τῇ ἡμετέρᾳ περὶ τὸ λέγειν ἀσθενείᾳ. προσαγόρευε πάντας τοὺς μετὰ σοῦ ἀδελφούς, σὲ οἱ σὺν ἡμῖν πάντες προσαγορεύουσιν· ἐρρωμένος ἐν κυρίῳ διάγοις ἀγαπητὲ καὶ ἀληθῶς ποθεινότατε.