Γίνωσκε γὰρ, θεοφιλέστατε Αὔγουστε, ὅτι ταῦτα μὲν ἐξ αἰῶνός ἐστι κηρυττόμενα, ταύτην δὲ οἱ ἐν Νικαίᾳ συνελθόντες ὡμολόγησαν Πατέρες, καὶ ταύτῃ σύμψηφοι τυγχάνουσι πᾶσαι αἱ πανταχοῦ κατὰ τόπον Ἐκκλησίαι, αἵ τε κατὰ τὴν Σπανίαν, καὶ Βρετανίαν, καὶ Γαλλίας, καὶ τῆς Ἰταλίας πάσης, καὶ Δαλματίας, Δακίας τε καὶ Μυσίας, Μακεδονίας, καὶ πάσης τῆς Ἑλλάδος, καὶ κατὰ τὴν Ἀφρικὴν πᾶσαν, καὶ Σαρδανίαν, καὶ Κύπρον, καὶ Κρήτην, Παμφυλίαν τε, καὶ Λυκίαν, καὶ Ἰσαυρίαν, καὶ αἱ κατ᾽ Αἴγυπτον καὶ τὰς Λιβύας καὶ Πόντον καὶ Καππαδοκίαν, καὶ αἱ πλησίον ἡμῶν, καὶ αἱ κατὰ ἀνατολὰς Ἐκκλησίαι, παρὲξ ὀλίγων τῶν τὰ Ἀρείου φρονούντων. Ἁπάντων γὰρ τῶν προειρημένων καὶ πείρᾳ ἐγνώκαμεν τὴν γνώμην, καὶ γράμματα ἔχομεν. Καὶ οἶδας, ὦ θεοφιλέστατε Αὔγουστε, ὅτι, κἂν ὀλίγοι τινὲς ἀντιλέγωσι ταύτῃ τῇ πίστει, οὐ δύνανται πρόκριμα ποιεῖν, πάσης τῆς οἰκουμένης τὴν ἀποστολικὴν πίστιν κρατούσης. Ἐκεῖνοι γὰρ, πολλῷ χρόνῳ βλαβέντες ἀπὸ τῆς Ἀρειανῆς αἱρέσεως, φιλονεικότερον ἀνθίστανται νῦν τῇ εὐσεβείᾳ.