Ἔργον
Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς μοναχούς
Η αδυναμία της ανθρώπινης φύσης και ο σκοπός της συγγραφής
Αναφορά στην αδυναμία πλήρους κατανόησης της θεότητας του Λόγου και στην ανάγκη συγγραφής για τον έλεγχο των αιρετικών θέσεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αδυναμία της ανθρώπινης φύσης και ο σκοπός της συγγραφής
Αναφορά στην αδυναμία πλήρους κατανόησης της θεότητας του Λόγου και στην ανάγκη συγγραφής για τον έλεγχο των αιρετικών θέσεων.
Τῇ μὲν ὑμετέρᾳ διαθέσει πεισθεὶς καὶ πολλάκις παρ᾽ ὑμῶν προτραπεὶς ἔγραψα δι᾽ ὀλίγων περὶ ὧν πεπόνθαμεν ἡμεῖς τε καὶ ἡ ἐκκλησία καὶ ὡς δύναμίς μοι διελέγχων τὴν μυσαρὰν αἵρεσιν τῶν Ἀρειομανιτῶν καὶ δεικνύς, ὅσον ἐστὶν ἀλλοτρία τῆς ἀληθείας αὕτη. ὃ δὲ πέπονθα γράφων, ἀναγκαῖον ἡγησάμην δηλῶσαι τῇ εὐσεβείᾳ ὑμῶν, ἵνα καὶ ἐκ τούτου μάθητε, πῶς ἀληθῶς εἴρηκεν ὁ μακάριος ἀπόστολος «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ», καὶ συγγνῶτε κἀμοὶ ἀνθρώπῳ ἀσθενεῖ τὴν φύσιν ὄντι. ὅσον γὰρ ἐβουλόμην γράφειν καὶ νοεῖν ἐβιαζόμην ἐμαυτὸν περὶ τῆς θεότητος τοῦ λόγου, τοσοῦτον ἡ γνῶσις ἐξανεχώρει μακρὰν ἀπ᾽ ἐμοῦ καὶ ἐγίνωσκον ἐμαυτὸν τοσοῦτον ἀπολιμπανόμενον, ὅσον ἐδόκουν καταλαμβάνειν. καὶ γὰρ οὐδὲ ὃ ἐδόκουν νοεῖν ἠδυνάμην γράφειν, ἀλλὰ καὶ ὃ ἔγραφον ἔλαττον ἐγίνετο τῆς ἐν τῇ διανοίᾳ γενομένης κἂν βραχείας τῆς ἀληθείας σκιᾶς.
Ὁρῶν τοίνυν ὡς ἐν τῷ Ἐκκλησιαστῇ γέγραπται ὅτι «εἶπα· σοφισθήσομαι, καὶ αὕτη ἐμακρύνθη ἀπ᾽ ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν καὶ βαθὺ βάθος· τίς εὑρήσει αὐτό;» καὶ τὸ ἐν τοῖς Ψαλμοῖς· «ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν», καὶ ὁ Σολομών φησι· «δόξα θεοῦ κρύπτει λόγον», πολλάκις ἐβουλευσάμην ἐπισχεῖν καὶ παύσασθαι τοῦ γράφειν· ναὶ πιστεύσατε. ἵνα δὲ μὴ δόξω μηδὲ ὑμᾶς λυπεῖν μήτε ἐκείνους τοὺς παρ᾽ ὑμῖν ζητήσαντας καὶ φιλονεικήσαντας ἐπιτρίβειν εἰς τὴν ἀσέβειαν ἐκ τοῦ σιωπᾶν, ἐβιασάμην ἐμαυτὸν ὀλίγα γράψαι, καὶ ταῦτα ἀπέστειλα τῇ ὑμετέρᾳ θεοσεβείᾳ. εἰ γὰρ καί, ὡς ἔστιν ἡ τῆς ἀληθείας κατάληψις, μακράν ἐστι νῦν ἀφ᾽ ἡμῶν διὰ τὴν τῆς σαρκὸς ἀσθένειαν, ἀλλὰ δυνατόν, ὡς εἶπεν αὐτὸς ὁ Ἐκκλησιαστής, «γνῶναι τῶν ἀσεβῶν τὴν ἀφροσύνην καὶ εὑρόντα ταύτην εἰπεῖν πικροτέραν ὑπὲρ θάνατον εἶναι». τούτου γοῦν χάριν ὡς τοῦτο γινώσκων καὶ δυνάμενος εὑρεῖν ἔγραψα εἰδὼς ὡς τοῖς πιστοῖς ἡ τῆς ἀσεβείας κατάγνωσις αὐτάρκης πρὸς εὐσέβειάν ἐστι γνῶσις. καὶ γὰρ εἰ μὴ δυνατὸν καταλαβέσθαι τί ἐστι θεός, ἀλλὰ δυνατὸν εἰπεῖν, τί οὐκ ἔστιν. οἴδαμεν δὲ ὅτι οὐχ ὡς ἄνθρωπός ἐστι καὶ ὅτι οὐδὲν τῶν γενητῶν θέμις ἐπινοεῖν ἐν αὐτῷ.
οὕτω δὴ καὶ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, εἰ καὶ πολὺ τοῦ καταλαβεῖν μακράν ἐσμεν τῇ φύσει, ἀλλὰ δυνατὸν καὶ εὔκολον καταγνῶναι τῶν προφερομένων παρὰ τῶν αἱρετικῶν καὶ εἰπεῖν, ὅτι οὐκ ἔστι ταῦτα υἱὸς ὁ τοῦ θεοῦ οὐδὲ θέμις περὶ τῆς θεότητος αὐτοῦ τοιαῦτα κἂν ἐννοεῖν οἷα λέγουσιν ἐκεῖνοι, μήτιγε καὶ φθέγγεσθαι διὰ χειλέων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.