Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς μοναχούς

Μέγας Αθανάσιος

Οδηγίες για το κείμενο, αναφορά στον Άρειο και κατακλείδα

Συστάσεις για την προσεκτική ανάγνωση και επιστροφή της επιστολής χωρίς παραγωγή αντιγράφων, καθώς και τελική ευλογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 3

Οὕτω τοίνυν, ὅσον ἠδυνήθην, ἐγὼ μὲν ἔγραψα, ὑμεῖς δέ, ἀγαπητοί, δέξασθε ταῦτα μὴ ὡς τελείαν ἔχοντα τὴν ἑρμηνείαν περὶ τῆς τοῦ λόγου θεότητος, ἀλλ᾽ ὡς μόνον ἐλέγχοντα μὲν τὴν ἀσέβειαν τῶν χριστομάχων, ἔχοντα δὲ καὶ διδόντα τοῖς βουλομένοις ἀφορμὴν εἰς εὐσέβειαν τῆς ὑγιαινούσης ἐν Χριστῷ πίστεως. εἰ δέ τι παραλέλειπται (πάντα δὲ νομίζω παραλελεῖφθαι), συγγινώσκετε μετὰ συνειδήσεως καθαρᾶς καὶ μόνον ἀποδέξασθε τὸ τολμηρὸν τῆς εἰς εὐσέβειαν προθέσεως. εἰς γὰρ τελείαν κατάγνωσιν τῆς αἱρέσεως τῶν Ἀρειανῶν αὐτάρκης ἡ περὶ τοῦ θανάτου Ἀρείου γενομένη παρὰ τοῦ κυρίου κρίσις, ἣν ἤδη φθάσαντες καὶ παρ᾽ ἑτέρων ἔγνωτε. «ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει»; καὶ ὃν ὁ κύριος κατέκρινε, τίς ὁ δικαιῶν; τίς γὰρ ἐκ τοῦ τοιούτου γενομένου σημείου οὐ γινώσκει λοιπὸν ὅτι θεομίσητός ἐστιν ἡ αἵρεσις, κἂν ἀνθρώπους ἔχῃ προστάτας; ἐντυχόντες μέντοι εὔχεσθε μὲν καὶ ἀλλήλους εἰς τοῦτο προτρέπεσθε ποιεῖν ὑπὲρ ἡμῶν, εὐθὺς δὲ ἀντιπέμψατε ταῦτα πρὸς ἡμᾶς. καὶ μηδενὶ τὸ σύνολον ἀντίγραφον ἔκδοτε μηδὲ ἑαυτοῖς μεταγράψητε, ἀλλ᾽ ἀρκέσθητε ὡς δόκιμοι τραπεζῖται τῇ ἐντεύξει, κἂν πολλάκις ἐντυχεῖν θελήσητε. οὐ γὰρ ἀσφαλὲς τοῖς μετὰ ταῦτα τὰ παρ᾽ ἡμῶν τῶν ψελλιζόντων καὶ ἰδιωτῶν ἐστὶ γράμματα. ἀσπάσασθε ἀλλήλους ἐν ἀγάπῃ καὶ πάντας τοὺς ἐρχομένους πρὸς ὑμᾶς ἐν εὐσεβείᾳ καὶ πίστει. «

εἰ γάρ τις», ὡς εἶπεν ὁ ἀπόστολος, «οὐ φιλεῖ τὸν κύριον, ἤτω ἀνάθεμα. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν. ἀμήν.»