Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Παλλάδιον

Μέγας Αθανάσιος

Οι μοναχοί της Καισαρείας και ο επίσκοπος Βασίλειος

Προτροπή προς τους μοναχούς της Καισαρείας να υπακούουν στον επίσκοπο Βασίλειο, ο οποίος επαινείται για την ορθοδοξία και την ποιμαντική του οικονομία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 3

Καὶ τὴν αἰτίαν δὲ ἣν μετὰ τοῦ ἀγαπητοῦ ἡμῶν Ἰνοκεντίου διάγεις, οὐ πρῶτον νῦν, ἀλλ’ ἔκπαλαι μαθὼν, ἀπεδεξάμην σου τὴν εὐλάβειαν. Οὕτω τοίνυν πράττων, γράφε καὶ γνώριζε ἡμῖν, πῶς ἐκεῖ οἱ ἀδελφοὶ, καὶ πῶς οἱ ἐχθροὶ τῆς ἀληθείας περὶ ἡμῶν διανοοῦνται. Ἐπειδὴ δὲ καὶ περὶ τῶν μοναζόντων τῶν ἐν Καισαρείᾳ ἐδήλωσας· ἔμαθον δὲ παρὰ τοῦ ἀγαπητοῦ ἡμῶν Διανίου, ὡς λυπουμένων καὶ ἀνθισταμένων αὐτῶν τῷ ἀγαπητῷ ἡμῶν Βασιλείῳ τῷ ἐπισκόπῳ· σὲ μὲν ἀπεδεξάμην δηλώσαντα, αὐτοῖς δὲ τὰ πρέποντα δεδήλωκα· ἵν’ ὡς τέκνα ὑπακούωσι πατρὶ, καὶ μὴ ἀντιλέγωσιν, οἷς αὐτὸς δοκιμάζει. Εἰ μὲν γὰρ ὕποπτος ἦν περὶ τὴν ἀλήθειαν, καλῶς ἐμάχοντο· εἰ δὲ τεθαῤῥήκασι, τεθαῤῥήκαμεν δὲ καὶ πάντες ἡμεῖς, ὡς καύχημα τῆς Ἐκκλησίας ἐστὶν, ἀγωνιζόμενος μᾶλλον ὑπὲρ τῆς ἀληθείας, καὶ διδάσκων τοὺς δεομένους· οὐ χρὴ πρὸς τὸν τοιοῦτον μάχεσθαι, ἀλλὰ καὶ μᾶλλον ἀποδέχεσθαι τὴν ἀγαθὴν αὐτοῦ συνείδησιν. Ἐξ ὧν γὰρ διηγήσατο ὁ ἀγαπητὸς Διάνιος, μάτην φαίνονται λυπούμενοι. Αὐτὸς μὲν γὰρ, ὡς τεθάῤῥηκα, τοῖς ἀσθενοῦσιν ἀσθενὴς γίνεται, ἵνα τοὺς ἀσθενεῖς κερδήσῃ· οἱ δὲ ἀγαπητοὶ ἡμῶν, ἀποβλέποντες εἰς τὸν σκοπὸν τῆς ἀληθείας αὐτοῦ, καὶ τὴν οἰκονομίαν, δοξαζέτωσαν τὸν Κύριον, τὸν δεδωκότα τῇ Καππαδοκίᾳ τοιοῦτον ἐπίσκοπον, οἷον καὶ ἑκάστη χώρα ἔχειν εὔχεται.