Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Ῥουφινιανόν

Μέγας Αθανάσιος

Επιγραφή και προοίμιο

Ο Μέγας Αθανάσιος απευθύνει χαιρετισμό στον επίσκοπο Ρουφινιανό, εκφράζοντας την πατρική του αγάπη και χαρά για την επικοινωνία τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 3

ΤΟΥ ΑΥΤΟΥ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΡΟΥΦΙΝΙΑΝΟΝ ΕΠΙΣΚΟΠΟΝ Γ Περὶ τῶν δι᾽ ἀνάγκην ὑποσυρέντων μέν, μὴ φθαρέντων δὲ ἐν τῇ κακοπιστίᾳ. Κυρίῳ υἱῷ καὶ ποθεινοτάτῳ συλλειτουργῷ Ῥουφινιανῷ, Ἀθανάσιος ἐν κυρίῳ χαίρειν.

Σὺ μὲν τὰ υἱῷ ἠγαπημένῳ πρέποντα πρὸς πατέρα γράφεις· ἐγγίσαντα γοῦν σε διὰ τοῦ γράμματος περιεπτυξάμην, πάντων ἐμοὶ ποθεινότατε Ῥουφινιανέ. Κἀγὼ δὲ ὡς υἱῷ δυνάμενος γράφειν ἔν τε προοιμίοις καὶ μέσοις καὶ τελευταίοις, ἐπέσχον, ἵνα μὴ ἐκ γραμμάτων ἡ σύστασις καὶ ἡ μαρτυρία γνωρίζηται· ‘σὺ γὰρ ἐμοὶ ἐπιστολή, κατὰ τὸ γεγραμμένον, ἐπιγινωσκομένη καὶ ἀναγινωσκομένη ἐν καρδίᾳ’. Οὕτω τοίνυν διακείμενος, ναί, πίστευε, προσαγορεύω σε καὶ προτρέπω γράφειν· οὐ γὰρ ὀλίγως, ἀλλὰ μεγάλως εὐφραίνεις τοῦτο ποιῶν.