Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Σεραπίωνα περὶ τοῦ θανάτου Ἀρείου

Μέγας Αθανάσιος

Προοίμιο και αφορμή της συγγραφής

Ο Αθανάσιος εξηγεί στον Σεραπίωνα τους λόγους για τους οποίους προβαίνει στη σύνταξη της επιστολής σχετικά με το τέλος του Αρείου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 4

Ἀθανάσιος Σεραπίωνι ἀδελφῷ καὶ συλλειτουργῷ ἐν κυρίῳ χαίρειν. Ἐνέτυχον τοῖς παρὰ τῆς σῆς εὐλαβείας γραφεῖσιν, ἐν οἷς προέτρεπες ἡμᾶς τά τε καθ᾽ ἡμᾶς καὶ νῦν γενόμενα δηλῶσαί σοι καὶ περὶ τῆς ἀσεβεστάτης αἱρέσεως τῶν Ἀρειανῶν, δι᾽ ἣν καὶ ταῦτα πεπόνθαμεν, καὶ ὁποῖον ἔσχε τὸ τέλος τοῦ βίου Ἄρειος. τριῶν τοίνυν ὄντων τῶν ἐπιταγμάτων τὰ μὲν δύο προθύμως ἐποίησα καὶ ἀπέστειλα τῇ σῇ θεοσεβείᾳ ἅπερ ἔγραψα τοῖς μοναχοῖς· ἐκ γὰρ τούτων τά τε καθ᾽ ἡμᾶς καὶ τὰ κατὰ τὴν αἵρεσιν δύνασαι μαθεῖν· τὸ δὲ ἕτερον, φημὶ δὴ περὶ τοῦ θανάτου, πολλὰ μὲν ἐλογισάμην εὐλαβούμενος, μὴ ὡς ἐπεμβαίνοντά μέ τις τῷ θανάτῳ τοῦ ἀνθρώπου λογίσηται, ὅμως δέ, ἐπειδὴ διαλέξεως γενομένης παρ᾽ ὑμῖν περὶ τῆς αἱρέσεως εἰς τοῦτο τὸ τέλος ἔληξεν ἡ ζήτησις, εἰ κοινωνήσας τῇ ἐκκλησίᾳ Ἄρειος ἐτελεύτησε, διὰ τοῦτο ὡς διαλυομένης τῆς ζητήσεως ἐκ τοῦ περὶ τοῦ θανάτου διηγήματος ἀναγκαίως δηλῶσαι ἐσπούδασα ἴσον ἡγούμενος τὸ σημᾶναι τοῦτο καὶ τὸ παῦσαι λοιπὸν τοὺς φιλονεικοῦντας. ἡγοῦμαι γὰρ ὅτι γνωσθέντος τοῦ περὶ τοῦ θανάτου θαύματος μηκέτι μηδὲ αὐτοὺς τοὺς πρότερον ζητήσαντας τολμᾶν ἀμφιβάλλειν, ὡς θεοστυγής ἐστιν ἡ ἀρειανὴ αἵρεσις.