Τοῦτο δρασάντων ἐκείνων, ἀφίστησιν ὁ Θεὸς τὴν αὐτοῦ βοήθειαν ἐξ αὐτῶν, καὶ παραδίδονται εἰς δουλείαν τοῖς ὑμετέροις βασιλεῦσιν. Αἰχμάλωτοι δὲ γενόμενοι, καταδικάζονται ὑπὸ Σαλαμανασάρου βασιλέως Ἀσσυρίων οἴκησιν ἀντὶ τῆς αὐτῶν γῆς, Παλαιστίνης φημὶ, τὴν Ἀσσυρίων ἐν Ἀλαὲ καὶ ἐν Ἀμὼρ, ποταμοῖς Γιζὰν, καὶ ὄρη Μήδων. Εἰσάγει ἀντ᾽ αὐτῶν οἴκησιν τὴν Σαμάρειαν, Βαβυλωνίους ἐκ Χουθὰν, καὶ ἀπὸ Αἰὰν, καὶ ἀπὸ Ἐμὰθ, καὶ Σεφαρουὲμ, καὶ κατῳκίσθησαν ἐν ταῖς πόλεσι Σαμαρείας ἀντὶ τῶν υἱῶν Ἰσραήλ. Καὶ ἐγένετο ἐν ἀρχῇ τῆς καθέδρας αὐτῶν, οὐκ ἐφοβήθησαν τὸν Κύριον, καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας, καὶ ἦσαν ἀποκτείνοντες αὐτούς. Καὶ εἶπαν τῷ βασιλεῖ Ἀσσυρίων λέγοντες· Τὰ ἔθνη ἃ ἀπῴκισας, καὶ ἀντεκάθησας (sic) ἐν πόλεσι Σαμαρείας, οὐκ ἔγνωσαν τὸ κρῖμα (sic) τοῦ Θεοῦ τῆς γῆς, καὶ ἀπέστειλε τοὺς λέοντας εἰς αὐτοὺς, καὶ ἰδού εἰσι θανατοῦντες αὐτοὺς, καθότι οὐκ οἴδασι τὸ κρῖμα τοῦ Θεοῦ τῆς γῆς. Καὶ ἐνεστείλατο ὁ βασιλεὺς Ἀσσυρίων, λέγων· Ἀπαγάγετε ἐκεῖθεν, καὶ πορευέσθωσαν, καὶ κατοικείτωσαν ἐκεῖ, καὶ φωτιοῦσιν αὐτοὺς τὸ κρῖμα τοῦ Θεοῦ τῆς γῆς. Καὶ ἤγαγον ἕνα τῶν ἱερέων, ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, καὶ ἐκάθισεν ἐν Βαιθήλ. Καὶ ἦν ὁ ἱερεὺς φωτίζων αὐτοὺς, ὅπως φοβηθῶσι τὸν Κύριον.