Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς τοὺς ἐν Ἀφρικῇ ἐπισκόπους

Μέγας Αθανάσιος

Θεολογική αναίρεση της αρειανικής κτιστολογίας

Καταρρίπτονται τα επιχειρήματα των αιρετικών περί κατ' αρετήν ομοιότητας και αποδεικνύεται το άκτιστο και ομοούσιο του Υιού, με βάση τα θεία ιδιώματα και την απλότητα της ουσίας του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

Τί οὖν ἔτι τὴν Ἀρίμηνον ὀνομάζουσιν, ἐν ᾗ καθῃρέθησαν; Τί παραιτοῦνται τὴν ἐν Νικαίᾳ σύνοδον, ἐν ᾗ καὶ οἱ Πατέρες αὐτῶν ὑπέγραψαν, καὶ ὡμολόγησαν ἐκ τῆς οὐσίας καὶ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρί; τί περιτρέχουσιν; οὐ γὰρ πρὸς μόνους τοὺς ἐν Νικαίᾳ ἐπισκόπους συνελθόντας, ἀλλὰ γὰρ καὶ πρὸς τοὺς ἑαυτῶν μεγάλους ἐπισκόπους, καὶ πρὸς τοὺς ἰδίους λοιπὸν μάχονται. Τίνων οὖν εἰσι κληρονόμοι καὶ διάδοχοι; πῶς δύνανται λέγειν Πατέρας τούτους, ὧν οὐκ ἀποδέχονται τὴν ὁμολογίαν τὴν καλῶς καὶ ἀποστολικῶς γραφεῖσαν; Ἐπεὶ, εἰ νομίζουσιν ἀντιλέγειν δύνασθαι, εἰπάτωσαν, μᾶλλον δὲ ἀποκρινάσθωσαν, ἵνα καὶ ἑαυτοῖς περιπίπτοντες ἐλεγχθῶσιν, εἰ πιστεύουσι λέγοντι τῷ Υἱῷ· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα; Ναὶ, εἴποιεν ἂν, ἐπειδὴ γέγραπται, πιστεύομεν. Ἀλλὰ καὶ Πῶς ἕν εἰσι, καὶ πῶς ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε καὶ τὸν Πατέρα, ἐὰν ἐρωτηθῶσιν εἰπεῖν, πάντως που φήσουσι, Δι᾽ ὁμοιότητα· εἰ μὴ τέλεον συμπεπτώκασι τοῖς ἀδελφὰ φρονοῦσιν αὐτοῖς, καὶ λεγομένοις Ἀνομοίοις. Ἀλλ᾽ ἐὰν πάλιν ἐρωτηθῶσι, Πῶς ὅμοιος; ἀποθρασυνόμενοι φήσουσιν· Ἀρετῇ τελείᾳ καὶ συμφωνίᾳ τὸ αὐτὸ θέλειν τῷ Πατρὶ, καὶ μὴ θέλειν ὅπερ ὁ Πατὴρ οὐ θέλει.

Ἀλλὰ μαθέτωσαν, ὅτι ἐξ ἀρετῆς καὶ τοῦ θέλειν ὁμοιούμενος τῷ Θεῷ, ἔχει μὲν καὶ τοῦ τρέπεσθαι τὴν προαίρεσιν· οὐκ ἔστι δὲ οὕτως ὁ Λόγος, εἰ μὴ ἄρα ἐκ μέρους καὶ καθ᾽ ἡμᾶς ὅμοιος, ὅτι μὴ καὶ κατ᾽ οὐσίαν ὅμοιός ἐστι. Ταῦτα δὲ ἴδια ἡμῶν τῶν γενητῶν καὶ κτιστὴν ἐχόντων τὴν φύσιν. Καὶ γὰρ καὶ ἡμεῖς, καίτοι μὴ δυνάμενοι ὅμοιοι κατ᾽ οὐσίαν τοῦ Θεοῦ γενέσθαι, ὅμως, ἐξ ἀρετῆς βελτιούμενοι, μιμούμεθα τὸν Θεὸν, χαρισαμένου καὶ τοῦτο τοῦ Κυρίου, καὶ λέγοντος· Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστί. Γίνεσθε τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι. Τρεπτὰ δὲ τὰ γενητὰ, οὐκ ἄν τις ἀρνήσαιτο, ἀγγέλων μὲν παραβάντων, τοῦ δὲ Ἀδὰμ παρακούσαντος, καὶ πάντων δεομένων τῆς τοῦ Λόγου χάριτος. Τρεπτὸν δὲ ἀτρέπτου ὄντος τοῦ Θεοῦ οὐκ ἂν εἴη ὅμοιον· ὥσπερ οὐδὲ τὸ κτισθὲν τοῦ κτίσαντος.

Διὰ τοῦτο περὶ μὲν ἡμῶν σκοπῶν ὁ ἅγιος ἔλεγεν· Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; καὶ, Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; θεοὺς λέγων, τοὺς κτισθέντας μὲν, μετόχους δὲ γενομένους τοῦ Λόγου, ὡς αὐτὸς εἶπεν· Εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο. Τὰ δὲ μετέχοντα οὐκ ἂν εἴη τὰ αὐτὰ οὐδὲ ὅμοια τοῦ μετεχομένου. Περὶ ἑαυτοῦ γοῦν ἔλεγεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ὡς τῶν γενητῶν μὴ ὄντων οὕτως. Ἐπεὶ ἀποκρινάσθωσαν οἱ τὴν Ἀρίμηνον προτείνοντες, εἰ κτιστὴ οὐσία δύναται εἰπεῖν· Ἃ βλέπω τὸν Πατέρα ποιοῦντα, ταῦτα κἀγὼ ποιῶ. Ποιούμενα γάρ ἐστι τὰ γενητὰ, καὶ οὐ ποιοῦντα· εἰ δὲ μή γε, καὶ ἑαυτὰ ἐποίησαν.

Ἀμέλει εἰ, ὡς λέγουσι, κτίσμα ἐστὶν ὁ Υἱὸς, καὶ ποιεῖ αὐτὸν ὁ Πατὴρ, πάντως ἂν ἐποίησε καὶ ἑαυτὸν ὁ Υἱὸς, δυνάμενος ποιεῖν ἃ ποιεῖ ὁ Πατὴρ, ὡς εἶπεν αὐτός· ἀλλ᾽ ἄτοπον καὶ λίαν ἀσύστατόν ἐστι τὸ τοιοῦτον· ποιεῖν γὰρ ἑαυτὸν οὐδεὶς δύναται.

Πάλιν δὲ εἰπάτωσαν, εἰ δύναται τὰ γενητὰ εἰπεῖν· Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν; Ἔχει δὲ τὸ κτίζειν, τὸ δημιουργεῖν, τὸ ἀΐδιον, τὸ εἶναι παντοκράτωρ, τὸ ἄτρεπτον. Τὰ δὲ γενητὰ οὐ δύναται ἔχειν τὸ δημιουργεῖν· κτιστὰ γάρ ἐστιν· οὐδὲ τὸ ἀΐδιον· ἀρχὴν γὰρ ἔχει τοῦ εἶναι· οὐδὲ τὸ παντοκράτωρ καὶ ἄτρεπτον· κρατούμενα γὰρ καὶ τρεπτῆς φύσεώς ἐστιν, ὥσπερ αἱ Γραφαὶ λέγουσιν. Οὐκοῦν εἰ ταῦτα τοῦ Υἱοῦ ἐστιν, οὐκ ἐξ ἀρετῆς, ὡς εἴπομεν, ἀλλὰ τῆς οὐσίας αὐτοῦ ἐστι δηλονότι, ὡς εἶπεν ἡ σύνοδος· οὐκ ἐξ ἄλλης οὐσίας ἐστὶν, ἀλλὰ τῆς τοῦ Πατρὸς, ἧς ἐστι καὶ ταῦτα ἴδια· τὸ δὲ τῆς τοῦ Πατρὸς οὐσίας ἴδιον, καὶ ἐξ αὐτῆς γέννημα, τί ἂν εἴη, ἢ πῶς ἄν τις ὀνομάσειεν αὐτὸ, ἢ ὁμοούσιον; ἃ γὰρ βλέπει τις ἐν τῷ Πατρὶ, ταῦτα βλέπει καὶ ἐν τῷ Υἱῷ· Υἱῷ δὲ οὐκ ἐκ μετουσίας, ἀλλὰ κατ᾽ οὐσίαν.

Καὶ τοῦτό ἐστιν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ, Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα. Ἄλλως τε καὶ ἐκ τούτου πάλιν καλὸν δεικνύναι τὴν ἀφροσύνην αὐτῶν· εἰ ἐξ ἀρετῆς ἕπεται τὸ θέλειν καὶ τὸ μὴ θέλειν, καὶ τρόπων βελτίωσις, ὅμοιος καθ᾽ ὑμᾶς ὁ Υἱός ἐστι τῷ Πατρί· ταῦτα δὲ ποιότητος ἴδια· δηλονότι σύνθετον τὸν Θεὸν ἐκ ποιότητος καὶ οὐσίας λέγετε. Καὶ τίς ὑμῶν ἀνέξεται ταῦτα λεγόντων· οὐ γὰρ σύνθετος ὁ Θεὸς ὁ τὰ πάντα εἰς τὸ εἶναι συντεθεικὼς, οὐδὲ τοιοῦτος, οἷά ἐστι τὰ παρ᾽ αὐτοῦ διὰ τοῦ Λόγου γενόμενα, μὴ γένοιτο! Ἁπλῆ γάρ ἐστιν οὐσία, ἐν ᾗ οὐκ ἔνι ποιότης, οὐδὲ, ὡς εἶπεν ὁ Ἰάκωβος, Παραλλαγή τις ἢ τροπῆς ἀποσκίασμα.

Οὐκοῦν εἰ δείκνυται οὐκ ἐξ ἀρετῆς· οὐ γὰρ ποιότης ἐν τῷ Θεῷ, οὔτε ἐν τῷ Υἱῷ· δηλονότι τῆς οὐσίας ἴδιος ἂν εἴη· καὶ τοῦτο πάντως ὁμολογήσετε, εἰ μὴ τέλεον τὸ νοεῖν ἀπώλετο ἐν ὑμῖν. Τὸ δὲ ἴδιον καὶ ταὐτὸν τῇ τοῦ Θεοῦ οὐσίᾳ καὶ ἐξ αὐτῆς γέννημα φύσει τυγχάνον τί ἂν εἴη, ἢ πάλιν καὶ κατὰ τοῦτο ὁμοούσιον τῷ γεννήσαντι; τοῦτο γὰρ Υἱοῦ πρὸς Πατέρα γνώρισμα. Καὶ ὁ μὴ τοῦτο λέγων, οὐ φρονεῖ, φύσει καὶ ἀληθῶς Υἱὸν εἶναι τὸν Λόγον.

Οὕτω νοήσαντες οἱ Πατέρες, ἔγραψαν ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, καὶ ἀνεθεμάτισαν τοὺς λέγοντας ἐξ ἑτέρας ὑποστάσεως εἶναι τὸν Υἱόν· οὐχ ἑαυτοῖς πλασάμενοι λέξεις, ἀλλὰ καὶ αὐτοὶ ἀπὸ τῶν πρὸ αὐτῶν Πατέρων μαθόντες, καθάπερ εἴπομεν.