Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς τοὺς ἐν Ἀφρικῇ ἐπισκόπους

Μέγας Αθανάσιος

Η επάρκεια της συνόδου της Νικαίας και η απόρριψη της συνόδου του Αριμήνου

Προβάλλεται το κύρος και η σταθερότητα της πίστεως της Νικαίας έναντι των συνεδρίων των Αρειανών, με έμφαση στα γεγονότα, τις αντιφάσεις και τη βία της συνόδου του Αριμήνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 4

ΤΩΝ ΚΑΤ᾽ ΑΙΓΥΠΤΟΝ ΚΑΙ ΛΙΒΥΗΝ ΕΠΙΣΚΟΠΩΝ ΕΝΕΝΗΚΟΝΤΑ ΚΑΙ ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΚΑΤΑ ΑΡΙΑΝΩΝ ΠΡΟΣ ΤΟΥΣ ΕΝ Τῌ ΑΦΡΙΚῌ ΤΙΜΙΩΤΑΤΟΥΣ ΕΠΙΣΚΟΠΟΥΣ Ἱκανὰ μὲν τὰ γραφέντα παρά τε τοῦ ἀγαπητοῦ καὶ συλλειτουργοῦ ἡμῶν Δαμάσου, τοῦ ἐπισκόπου τῆς μεγάλης Ῥώμης, καὶ τῶν σὺν αὐτῷ τοσούτων συνελθόντων ἐπισκόπων· οὐδὲν δὲ ἧττον καὶ τὰ τῶν ἄλλων γενομένων συνόδων ἔν τε τῇ Γαλλίᾳ καὶ τῇ Ἰταλίᾳ περὶ τῆς ὑγιαινούσης πίστεως, ἣν ὁ μὲν Χριστὸς ἐχαρίσατο, οἱ δὲ ἀπόστολοι ἐκήρυξαν, καὶ οἱ Πατέρες παραδεδώκασιν οἱ ἐν τῇ Νικαίᾳ συνελθόντες ἀπὸ πάσης τῆς καθ᾽ ἡμᾶς οἰκουμένης. Τοσαύτη γὰρ γέγονε τότε σπουδὴ διὰ τὴν Ἀρειανὴν αἵρεσιν, ἵνα οἱ μὲν πεπτωκότες εἰς αὐτὴν ἀνασπασθῶσιν, οἱ δὲ ἐφευρόντες ἔκδηλοι γένωνται.

Ταύτῃ γοῦν καὶ πάλαι πᾶσα ἡ οἰκουμένη συμπεφώνηκε, καὶ νῦν δὲ πολλῶν συνόδων γενομένων, ὑπομνησθέντες πάντες οἵ τε κατὰ τὴν Δαλματίαν, καὶ Δαρδανίαν, καὶ Μακεδονίαν, Ἠπείρους τε καὶ τὴν Ἑλλάδα, καὶ Κρήτην, καὶ τὰς ἄλλας νήσους, Σικελίαν τε καὶ Κύπρον, καὶ Παμφυλίαν, Λυκίαν τε καὶ Ἰσαυρίαν, καὶ πᾶσάν τε τὴν Αἴγυπτον καὶ τὰς Λιβύας, καὶ πλεῖστοι τῶν ἐν τῇ Ἀραβίᾳ ταύτην ἐπέγνωσαν· καὶ ἐθαύμασάν τε τοὺς ὑπογράψαντας, ὅτι, εἰ καί τι περιελέλειπτο παρ᾽ αὐτοῖς ἐκτῆς ῥίζης τῶν Ἀρειανῶν ἄνω φύουσα πικρία, Αὐξέντιόν φαμεν καὶ Οὐρσάκιον, καὶ Οὐάλεντα καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας αὐτοῖς, διὰ τῶν γραμμάτων τούτων ἐξεκόπησαν καὶ ἀπελείφθησαν.

Ἱκανὰ μὲν οὖν τὰ ἐν τῇ Νικαίᾳ ὁμολογηθέντα, καὶ αὐτάρκη, καθὰ προείπομεν, πρός τε ἀνατροπὴν πάσης ἀσεβοῦς αἱρέσεως, καὶ πρὸς ἀσφάλειαν καὶ ὠφέλειαν τῆς ἐκκλησιαστικῆς διδασκαλίας. Ἐπειδὴ δὲ ἠκούσαμεν, ὅτι τινὲς, βουλόμενοι μάχεσθαι πρὸς αὐτὴν, ὀνομάζειν ἐπιχειροῦσι σύνοδόν τινα ὡς ἐν Ἀριμήνῳ γενομένην, καὶ φιλονεικοῦσι ταύτην μᾶλλον ἢ ἐκείνην κρατεῖν· ἀναγκαῖον ἡγησάμεθα γράψαι καὶ ὑπομνῆσαι ὑμᾶς, ἵνα μὴ ἀνέχησθε τῶν τοιούτων· τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ πάλιν τῆς Ἀρειανῆς αἱρέσεως παραφυάς. Οἱ γὰρ τὴν κατ᾽ αὐτῆς σύνοδον γενομένην παραιτούμενοι (ἔστι δὲ ἡ ἐν Νικαίᾳ γενομένη), τί ἕτερον βούλονται, ἢ τὰ Ἀρείου κρατεῖν; Τίνος οὖν ἄξιοι οἱ τοιοῦτοι ἢ Ἀρειανοὶ μὲν καλεῖσθαι, τῆς αὐτῆς δὲ ἐπιτιμίας ἐκείνοις μετασχεῖν; οἳ μήτε τὸν Θεὸν ἐφοβήθησαν λέγοντα· Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου· καὶ, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· οἳ μήτε τοὺς Πατέρας ᾐδέσθησαν, παραγγείλαντας ἀνάθεμα εἶναι τοὺς τὰ ἐναντία φρονοῦντας τῆς ὁμολογίας αὐτῶν.

Διὰ τοῦτο γὰρ καὶ οἰκουμενικὴ γέγονεν ἡ ἐν Νικαίᾳ σύνοδος, τριακοσίων δέκα καὶ ὀκτὼ συνελθόντων ἐπισκόπων περὶ τῆς πίστεως διὰ τὴν Ἀρειανὴν ἀσέβειαν· ἵνα μηκέτι κατὰ μέρος προφάσει πίστεως γίνωνται· ἀλλὰ, κἂν γένωνται, μὴ κρατῶσι. Τί γὰρ ἐκείνῃ λείπει, ἵνα καινότερα ζητήσῃ τις; Πλήρης ἐστὶν εὐσεβείας, ἀγαπητοί· αὕτη πᾶσαν τὴν οἰκουμένην πεπλήρωκε. Ταύτην ἔγνωσαν καὶ Ἰνδοὶ, καὶ ὅσοι παρὰ τοῖς ἄλλοις βαρβάροις εἰσὶ Χριστιανοί.

Οὐκοῦν μάταιος ὁ κάματος τοῖς κατ᾽ αὐτῆς πολλάκις ἐπιχειρήσασιν. Ἤδη γὰρ οἱ τοιοῦτοι δέκα καὶ πλέον που συνόδους πεποιήκασι, καθ᾽ ἑκάστην μεταβαλλόμενοι, καὶ τὰ μὲν ἀπὸ τῶν πρώτων ἀφαιροῦντες, τὰ δὲ ταῖς μετὰ ταῦτα ἐναλλάσσοντες καὶ προστιθέντες. Καὶ ὤνησαν οὐδὲν μέχρι νῦν γράφοντες, ἐξαλείφοντες, βιαζόμενοι, οὐκ εἰδότες, ὅτι Πᾶσα μὲν φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατὴρ ὁ οὐράνιος, ἐκριζωθήσεται τὸ δὲ ῥῆμα τοῦ Κυρίου τὸ διὰ τῆς οἰκουμενικῆς συνόδου ἐν τῇ Νικαίᾳ γενόμενον μένει εἰς τὸν αἰῶνα. Ἄν τε γὰρ ἀριθμὸν ἀριθμῷ τις συμβάλῃ, πλείους οἱ ἐν Νικαίᾳ τῶν κατὰ μέρος εἰσὶν, ὅσον καὶ τὸ ὅλον πλεῖόν ἐστι τοῦ μέρους ἄν τε τὸ αἴτιον τῆς ἐν Νικαίᾳ καὶ τῶν μετ᾽ αὐτὴν τοσούτων γενομένων συνόδων παρὰ τούτων διαγνῶναι τις ἐθέλοι, εὕροι ἂν τὴν μὲν ἐν Νικαίᾳ ἔχουσαν τὸ αἴτιον εὔλογον, τὰς δὲ ἄλλας διὰ μῖσος καὶ φιλονεικίαν ἐκ βίας συγκροτηθείσας. Ἡ μὲν γὰρ διὸ τὴν Ἀρειανὴν αἵρεσιν καὶ διὰ τὸ Πάσχα συνήχθη· ἐπειδὴ οἱ κατὰ Συρίαν, καὶ Κιλικίαν, καὶ Μεσοποταμίαν διεφώνουν πρὸς ἡμᾶς, καὶ τῷ καιρῷ, ἐν ᾧ ποιοῦσιν οἱ Ἰουδαῖοι, ἐποίουν καὶ αὐτοί. Ἀλλὰ χάρις τῷ Κυρίῳ, ὥσπερ περὶ τῆς πίστεως, οὕτω καὶ περὶ τῆς ἁγίας ἑορτῆς γέγονε συμφωνία. Καὶ τοῦτο ἦν τὸ αἴτιον τῆς ἐν Νικαίᾳ συνόδου· αἱ δὲ μετὰ ταύτην ὑπὲρ ἀριθμὸν μὲν, κατὰ δὲ τῆς οἰκουμενικῆς συνόδου ἐπενοήθησαν.

Τούτων δὲ οὕτω δεικνυμένων, τίς ἀποδέξεται τοὺς τὴν Ἀρίμηνον ἢ ἄλλην σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ ὀνομάζοντας; ἢ τίς οὐκ ἂν μισήσειε τοὺς ἀθετοῦντας μὲν τὰ τῶν Πατέρων, τὰ δὲ νεώτερα ἐν τῇ Ἀριμήνῳ κατὰ φιλονεικίαν καὶ βίαν συντιθέντα προκρίνοντας; Τίς δὲ τούτοις συνελθεῖν ἐθελήσοι τοῖς ἀνθρώποις, μηδὲ τὰ ἑαυτῶν ἀποδεχομένοις; Οἱ γὰρ ἐν ταῖς ἑαυτῶν δέκα που καὶ πλέον, καθὰ προείπαμεν, συνόδοις, ἄλλοτε ἄλλα γράφοντες, δῆλοί εἰσιν ἑκάστης αὐτοὶ κατήγοροι γινόμενοι. Πάσχουσι δέ τι τοιοῦτον, οἷον καὶ οἱ τότε τῶν Ἰουδαίων προδόται πεπόνθασιν· ὡς γὰρ ἐκεῖνοι, καταλείψαντες τὴν μόνην πηγὴν τοῦ ζῶντος ὕδατος, ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν, γέγραπται δὲ τοῦτο παρὰ τῷ προφήτῃ Ἱερεμίᾳ· οὕτως οὗτοι, μαχόμενοι πρὸς τὴν μίαν καὶ οἰκουμενικὴν σύνοδον, ὤρυξαν ἑαυτοῖς συνόδους πολλάς· καὶ πᾶσαι κεναὶ, αἳ παρ᾽ αὐτοῖς ὡς δράγμα μὴ ἔχων ἰσχὺν ἐφάνησαν. Μὴ τοίνυν ἀνεχώμεθα τῶν τὴν Ἀρίμηνον ἢ ἄλλην ὀνομαζόντων σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ γενομένην. Καὶ γὰρ καὶ αὐτοὶ οἱ τὴν Ἀρίμηνον ὀνομάζοντες ἐοίκασι μὴ εἰδέναι τὰ ἐν αὐτῇ πραχθέντα· ἢ γὰρ ἂν ἐσιώπησαν.

Οἴδατε γὰρ, ἀγαπητοὶ, μαθόντες καὶ ὑμεῖς παρὰ τῶν ἐλθόντων ἐξ ὑμῶν εἰς τὴν Ἀρίμηνον, ὡς Οὐρσάκιος καὶ Οὐάλης, Εὐδόξιος καὶ Αὐξέντιος, ἐκεῖ δὲ ἦν σὺν αὐτοῖς καὶ Δημόφιλος, καθῃρέθησαν, θελήσαντες ἕτερα παρὰ τὰ ἐν Νικαίᾳ γράφειν· ὅτε καὶ ἀπαιτηθέντες ἀναθεματίσαι τὴν Ἀρειανὴν αἵρεσιν, παρῃτήσαντο, καὶ μᾶλλον αὐτῆς ἤθελον εἶναι προστάται. Οἱ δέ γε ἐπίσκοποι, οἱ ἀληθῶς γνήσιοι δοῦλοι τοῦ Κυρίου καὶ ὀρθῶς πιστεύοντες, ἦσαν δὲ ἐγγὺς διακόσιοι, ἔγραψαν ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ μόνῃ, καὶ μηδὲν πλέον ἢ ἔλαττον παρ᾽ ἐκείνην ζητεῖν ἢ φρονεῖν. Ταῦτα καὶ Κωνσταντίῳ δεδηλώκασι, τῷ καὶ τὴν σύνοδον κελεύσαντι γενέσθαι.

Ἀλλ᾽ οἱ ἐν τῇ Ἀριμήνῳ καθαιρεθέντες, ἀπελθόντες πρὸς Κωνστάντιον, πεποιήκασιν ὑβρισθῆναι μὲν, ἀπειλὰς δὲ γενέσθαι, μὴ ἀνακάμψειν εἰς τὰς ἰδίας παροικίας τοὺς κατ᾽ αὐτῶν ἀποφηναμένους, βίαν τε παθεῖν ἐν τῇ Θρᾴκῃ ἐν αὐτῷ τῷ χειμῶνι· ὥστε τῶν παρ᾽ αὐτῶν καινοτομουμένων ἀνέχεσθαι.

Εἴπερ οὖν τινες τὴν Ἀρίμηνον ὀνομάζουσι, δεικνύτωσαν πρῶτον τὴν καθαίρεσιν τῶν προειρημένων, καὶ ἅπερ ἔγραψαν οἱ ἐπίσκοποι, λέγοντες μηδὲν πλέον ζητεῖν τῶν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθέντων, μηδὲ ὀνομάζειν ἄλλην σύνοδον παρ᾽ ἐκείνην.