Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς τοὺς ἐν Ἀφρικῇ ἐπισκόπους

Μέγας Αθανάσιος

Θεολογική θεμελίωση των όρων της Νικαίας και αναίρεση του Αρειανισμού

Αντιπαραβολή της ορθόδοξης διδασκαλίας με τις αρειανικές πλάνες περί κτιστότητας του Λόγου και υπεράσπιση των όρων «ομοούσιος» και «εκ της ουσίας» βάσει της πατερικής παράδοσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Εἴπερ οὖν τινες τὴν Ἀρίμηνον ὀνομάζουσι, δεικνύτωσαν πρῶτον τὴν καθαίρεσιν τῶν προειρημένων καὶ ἅπερ ἔγραψαν οἱ ἐπίσκοποι λέγοντες μηδὲν πλέον ζητεῖν τῶν ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθέντων μηδὲ ὀνομάζειν ἄλλην σύνοδον παρ’ ἐκείνην. ἀλλὰ ταῦτα μὲν κρύπτουσι, τὰ δὲ ἐν τῇ Θρᾴκῃ κατὰ βίαν πραχθέντα προβάλλονται· ἐξ ὧν δείκνυνται τῆς μὲν ἀρειανῆς αἱρέσεως ὄντες, ἀλλότριοι δὲ τῆς ὑγιαινούσης πίστεως. καὶ αὐτὴν δὲ τὴν μεγάλην σύνοδον καὶ τὰς παρ’ ἐκείνων ἄν τις ἐξετάζειν ἐκ παραλλήλου θέλοι, εὕροι ἂν τῶν μὲν τὴν θεοσέβειαν, τῶν δὲ τὴν ἀλογίαν. οἱ ἐν Νικαίᾳ συνελθόντες οὐ καθαιρεθέντες συνῆλθον, ἀλλὰ καὶ ὡμολόγησαν <ἐκ> τῆς οὐσίας τοῦ πατρὸς εἶναι τὸν υἱόν· οὗτοι δὲ καὶ ἅπαξ καὶ δεύτερον καθαιρεθέντες καὶ τρίτον ἐν αὐτῇ τῇ Ἀριμήνῳ γράφειν ἐτόλμησαν, μὴ χρῆναι λέγειν οὐσίαν ἢ ὑπόστασιν ἔχειν τὸν θεόν. ἐκ δὴ τούτων σκοπεῖν ἔξεστιν, ἀδελφοί, ὡς οἱ μὲν ἐν Νικαίᾳ τῶν γραφῶν πνέουσι λέγοντος αὐτοῦ τοῦ θεοῦ ἐν μὲν τῇ ἐξόδῳ· «ἐγώ εἰμι ὁ ὤν», διὰ δὲ τοῦ Ἱερεμίου· «τίς ἔστη ἐν ὑποστήματι αὐτοῦ καὶ εἶδε τὸν λόγον αὐτοῦ;» καὶ μετ’ ὀλίγον· «καὶ ἔστησαν ἐν τῇ ὑποστάσει μου καὶ ἤκουσαν τῶν λόγων μου». ἡ δὲ ὑπόστασις οὐσία ἐστὶ καὶ οὐδὲν ἄλλο σημαινόμενον ἔχει ἢ αὐτὸ τὸ ὄν, ὅπερ Ἱερεμίας ὕπαρξιν ὀνομάζει λέγων· καὶ «οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως».

ἡ γὰρ ὑπόστασις καὶ ἡ οὐσία ὕπαρξίς ἐστιν· ἔστι γὰρ καὶ ὑπάρχει. τοῦτο νοῶν καὶ ὁ Παῦλος ἔγραψεν Ἑβραίοις· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ». οὗτοι δὲ οἱ δοκοῦντες εἰδέναι τὰς γραφὰς καὶ ὀνομάζοντες ἑαυτοὺς εἶναι σοφοὺς μὴ θέλοντες ὑπόστασιν λέγειν ἐπὶ θεοῦ—τοῦτο γὰρ ἔγραψαν ἐν τῇ Ἀριμήνῳ καὶ ἐν ἄλλαις ἑαυτῶν συνόδοις—πῶς οὐ δικαίως καθῃρέθησαν λέγοντες καὶ αὐτοὶ ὡς «ἄφρων ἐν καρδίᾳ· οὐκ ἔστι θεός»; πάλιν τε οἱ πατέρες ἐδίδαξαν ἐν τῇ Νικαίᾳ μὴ εἶναι κτίσμα ἢ ποίημα τὸν τοῦ θεοῦ λόγον ἀναγνόντες· «πάντα δι’ αὐτοῦ ἐγένετο» καὶ «ἐν αὐτῷ τὰ πάντα ἐκτίσθη» καὶ «συνέστηκεν». οὗτοι δὲ οἱ μᾶλλον Ἀρειανοὶ ἢ Χριστιανοὶ ὄντες ἐν ταῖς ἄλλαις ἑαυτῶν συνόδοις κτίσμα τετολμήκασιν εἰπεῖν αὐτὸν καὶ ἕνα τῶν ποιημάτων, ὧν αὐτός ἐστιν ὁ λόγος δημιουργὸς καὶ ποιητής. εἰ γὰρ δι’ αὐτοῦ τὰ πάντα γέγονε, κτίσμα δέ ἐστι καὶ αὐτός, εἴη ἂν καὶ ἑαυτὸν κτίζων. καὶ πῶς δύναται τὸ κτιζόμενον κτίζειν ἢ πῶς ὁ κτίζων κτίζεται;

Ἀλλ’ οὐδὲ οὕτως αἰσχύνονται τοιαῦτα λέγοντες, ἐφ’ οἷς μισητοὶ καὶ παρὰ πᾶσίν εἰσιν ὀνομάζοντες μὲν ἁπλῶς Ἀρίμηνον, δεικνύμενοι δὲ καὶ ἐν αὐτῇ καθαιρεθέντες. καὶ αὐτὸ δὲ τὸ ἐν Νικαίᾳ γεγραμμένον ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί, οὗ χάριν προσποιοῦνται μάχεσθαι πρὸς τὴν σύνοδον καὶ περιβομβοῦσιν ὡς κώνωπες πανταχοῦ περὶ τῆς λέξεως ἢ ὡς ἀγνοοῦντες προσκόπτουσιν εἰς αὐτὸ ὡς οἱ προσκόπτοντες εἰς τὸν τεθέντα λίθον ἐν Σιὼν προσκόμματος ἢ γινώσκουσι μέν, διὰ τοῦτο δὲ μάχονται καὶ συνεχῶς γογγύζουσιν, ὅτι κατὰ τῆς αἱρέσεώς ἐστιν αὐτῶν ἀληθῶς αὕτη καὶ ἀκριβῶς ἀπόφασις. οὐ γὰρ αἱ λέξεις αὐτοὺς λυποῦσιν, ἀλλ’ ἡ ἐν αὐταῖς γενομένη κατάκρισις αὐτῶν. καὶ τούτων δὲ πάλιν αἴτιοι γεγόνασιν αὐτοί· καὶ εἰ τοῦτο κρύπτειν αὐτοὶ θέλουσι καίτοι γινώσκοντες, ἀλλ’ ἡμᾶς ἀκόλουθον εἰπεῖν, ἵνα καὶ ἐκ τούτων ἡ μετὰ ἀληθείας ἀκρίβεια τῆς μεγάλης συνόδου δειχθῇ.

τῶν γὰρ συνελθόντων ἐπισκόπων βουλομένων τὰς μὲν παρὰ τῶν Ἀρειανῶν ἐφευρεθείσας τῆς ἀσεβείας λέξεις ἀνελεῖν, τὸ ‹ἐξ οὐκ ὄντων› καὶ τὸ λέγειν ‹κτίσμα› καὶ ‹ποίημα› τὸν υἱὸν καὶ ‹ἦν ποτε ὅτε οὐκ ἦν› καὶ ὅτι ‹τρεπτῆς› ἐστι φύσεως, τὰς δὲ τῶν γραφῶν ὁμολογουμένας γράψαι, ὅτι τε ἐκ τοῦ θεοῦ ὁ υἱὸς φύσει μονογενής ἐστιν, λόγος, δύναμις, σοφία μόνη τοῦ πατρός, «θεὸς ἀληθινὸς» ὡς εἶπεν ὁ Ἰωάννης καὶ ὡς ἔγραψεν ὁ Παῦλος «ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς τοῦ πατρὸς ὑποστάσεως», οἱ περὶ Εὐσέβιον ὑπὸ τῆς ἰδίας κακοδοξίας ἑλκόμενοι διελάλουν ἀλλήλοις· ‹συνθώμεθα. καὶ γὰρ καὶ ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν· «εἷς γὰρ θεός, ἐξ οὗ τὰ πάντα» καὶ «τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινά. τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ».› ἐλογίζοντο δὲ καὶ τὸ ἐν τῷ Ποιμένι γραφέν· «πρῶτον πάντων πίστευσον, ὅτι εἷς ἐστιν ὁ θεὸς ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι». ἀλλ’ οἱ ἐπίσκοποι θεωρήσαντες τὴν πανουργίαν ἐκείνων καὶ τὴν τῆς ἀσεβείας κακοτεχνίαν λευκότερον εἰρήκασι τὸ ἐκ τοῦ θεοῦ καὶ ἔγραψαν ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἶναι τὸν υἱόν, ἵνα τὰ μὲν κτίσματα διὰ τὸ μὴ ἀφ’ ἑαυτῶν χωρὶς αἰτίου εἶναι ἀλλὰ ἀρχὴν ἔχειν τοῦ γενέσθαι λέγηται ἐκ τοῦ θεοῦ, ὁ δὲ υἱὸς μόνος ἴδιος τῆς τοῦ πατρὸς οὐσίας· τοῦτο γὰρ ἴδιον μονογενοῦς καὶ ἀληθινοῦ λόγου πρὸς πατέρα.

καὶ περὶ μὲν τοῦ γεγράφθαι ἐκ τῆς οὐσίας ἡ πρόφασις αὕτη, πάλιν δὲ τῶν ἐπισκόπων ἐρωτώντων τοὺς δοκοῦντας λογίους, εἴπερ λέγοιεν τὸν υἱὸν οὐ κτίσμα ἀλλὰ δύναμιν, σοφίαν μόνην τοῦ πατρὸς καὶ εἰκόνα ἀίδιον ἀπαράλλακτον κατὰ πάντα τοῦ πατρὸς καὶ θεὸν ἀληθινόν, κατελήφθησαν οἱ περὶ Εὐσέβιον διανεύοντες ἀλλήλοις ὅτι· ‹καὶ ταῦτα φθάνει καὶ εἰς ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς καὶ «εἰκὼν καὶ δόξα θεοῦ» λεγόμεθα καὶ περὶ ἡμῶν εἴρηται· «ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες» καὶ δυνάμεις πολλαί εἰσι· «καὶ ἐξῆλθε μὲν πᾶσα ἡ δύναμις κυρίου ἐκ γῆς Αἰγύπτου». «ἡ δὲ κάμπη» καὶ «ἡ ἀκρὶς» λέγεται δύναμις μεγάλη· καὶ «κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ». ἀλλὰ γὰρ καὶ τὸ ἰδίους ἡμᾶς εἶναι τοῦ θεοῦ ἔχομεν οὐχ ἁπλῶς, ἀλλ’ ὅτι καὶ ἀδελφοὺς ἡμᾶς ἐκάλεσεν. εἰ δὲ καὶ θεὸν ἀληθινὸν λέγουσι τὸν υἱόν, οὐ λυπεῖ ἡμᾶς· γενόμενος γὰρ ἀληθινός ἐστιν.› Αὕτη τῶν Ἀρειανῶν ἡ ἐφθαρμένη διάνοια. ἀλλὰ καὶ ἐνταῦθα οἱ ἐπίσκοποι θεωρήσαντες ἐκείνων τὸ δόλιον συνήγαγον ἐκ τῶν γραφῶν τὸ ἀπαύγασμα τήν τε πηγὴν καὶ τὸν ποταμὸν καὶ τὸν χαρακτῆρα πρὸς τὴν ὑπόστασιν καὶ τὸ «ἐν τῷ φωτί σου ὀψόμεθα φῶς» καὶ τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ λευκότερον λοιπὸν καὶ συντόμως ἔγραψαν ὁμοούσιον τῷ πατρὶ τὸν υἱόν· τὰ γὰρ προειρημένα πάντα ταύτην ἔχει τὴν σημασίαν.

καὶ ὁ γογγυσμὸς δὲ αὐτῶν, ὅτι ἄγραφοί εἰσιν αἱ λέξεις, ἐλέγχεται παρ’ αὐτῶν μάταιος· ἐξ ἀγράφων ἀσεβήσαντες—ἄγραφα δὲ τὸ ‹ἐξ οὐκ ὄντων› καὶ τὸ ‹ἦν ποτε ὅτε οὐκ ἦν›—αἰτιῶνται, ὅτι ἐξ ἀγράφων μετ’ εὐσεβείας νοουμένων λέξεων κατεκρίθησαν. αὐτοὶ μὲν ὡς ἐκ κοπρίας ὄντες ἐλάλησαν ἀληθῶς ἀπὸ γῆς, οἱ δὲ ἐπίσκοποι οὐχ ἑαυτοῖς εὑρόντες τὰς λέξεις ἀλλ’ ἐκ πατέρων ἔχοντες τὴν μαρτυρίαν οὕτως ἔγραψαν. ἐπίσκοποι γὰρ ἀρχαῖοι πρὸ αὐτῶν ἐγγύς που ἑκατὸν τριάκοντα τῆς μεγάλης Ῥώμης καὶ τῆς ἡμετέρας πόλεως γράφοντες ᾐτιάσαντο τοὺς ποίημα λέγοντας τὸν υἱὸν καὶ μὴ ὁμοούσιον τῷ πατρί. καὶ τοῦτο ἐγίνωσκεν Εὐσέβιος ὁ γενόμενος ἐπίσκοπος τῆς Καισαρείας πρότερον μὲν συντρέχων τῇ ἀρειανῇ αἱρέσει, ὕστερον δὲ ὑπογράψας ἐν αὐτῇ τῇ ἐν Νικαίᾳ συνόδῳ ἔγραψε τοῖς ἰδίοις διαβεβαιούμενος, ὅτι ‹καὶ τῶν παλαιῶν τινας λογίους καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφέας ἔγνωμεν ἐπὶ τῆς τοῦ πατρὸς καὶ υἱοῦ θεότητος τῷ τοῦ ὁμοουσίου χρησαμένους ὀνόματι.› Τί οὖν ἔτι τὴν Ἀρίμηνον ὀνομάζουσιν, ἐν ᾗ καθῃρέθησαν; τί παραιτοῦνται τὴν ἐν Νικαίᾳ σύνοδον, ἐν ᾗ καὶ οἱ πατέρες αὐτῶν ὑπέγραψαν καὶ ὡμολόγησαν ἐκ τῆς οὐσίας καὶ ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί; τί περιτρέχουσιν; οὐ γὰρ πρὸς μόνους τοὺς ἐν Νικαίᾳ ἐπισκόπους συνελθόντας, ἀλλὰ γὰρ καὶ πρὸς τοὺς πρὸ αὐτῶν μεγάλους ἐπισκόπους καὶ πρὸς τοὺς ἰδίους λοιπὸν μάχονται.